Μετάβαση στο περιεχόμενο

Όνειρος ή Αλεκτρυών

Από Βικιθήκη
(Ανακατεύθυνση από Ὄνειρος ἢ Ἀλεκτρυών)
Ὄνειρος ἢ Ἀλεκτρυών
Συγγραφέας:
Ο υποδηματοποιός Μίκυλλος ξυπνά βρίζοντας. Ο κόκορας του τον ξύπνησε άγρια χαράματα και μάλιστα την ώρα που ονειρευόταν πως είχε κληρονομήσει τον ζάπλουτο Ευκράτη και κολυμπούσε στο χρήμα. Επηρεάστηκε από τα γεγονότα της προηγούμενης βραδιάς που συμμετείχε σε συμπόσιο που διοργάνωσε ο Ευκράτης. Δοκιμάζει, ωστόσο, μεγάλη έκπληξη, όταν ο κόκορας του απαντά με ανθρώπινη φωνή. Πώς γίνεται αυτό; Απλούστατα, το κοκόρι είναι στην πραγματικότητα μετενσαρκωμένος ο ίδιος ο φιλόσοφος Πυθαγόρας.


Μίκυλλος
1 Ἀλλὰ σέ, κάκιστε ἀλεκτρυών,(πετεινός) , ὁ Ζεὺς αὐτὸς ἐπιτρίψειε φθονερὸν οὕτω καὶ ὀξύφωνον ὄντα, ὃς με πλουτοῦντα καὶ ἡδίστῳ ὀνείρῳ συνόντα καὶ θαυμαστὴν εὐδαιμονίαν εὐδαιμονοῦντα διάτορόν τι καὶ γεγωνὸς ἀναβοήσας ἐπήγειρας, ὡς μηδὲ νύκτωρ γοῦν τὴν πολὺ σοῦ μιαρωτέραν πενίαν διαφύγοιμι. καίτοι εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε ἡσυχίᾳ πολλῇ ἔτι οὔσῃ καὶ τῷ κρύει μηδέπω με τὸ ὄρθριον ὥσπερ εἴωθεν ἀποπηγνύντι — γνώμων γὰρ οὗτος ἀψευδέστατός μοι προσελαυνούσης ἡμέρας — οὐδέπω μέσαι νύκτες εἰσίν, ὁ δὲ ἄϋπνος οὗτος ὥσπερ τὸ χρυσοῦν ἐκεῖνο κώδιον φυλάττων ἀφ᾽ ἑσπέρας εὐθὺς ἤδη κέκραγεν, ἀλλ᾽ οὔτι χαίρων γε: ἀμυνοῦμαι γὰρ ἀμέλει σε, ἢν μόνον ἡμέρα γένηται, συντρίβων τῇ βακτηρίᾳ· νῦν δέ μοι πράγματα παρέξεις μεταπηδῶν ἐν τῷ σκότῳ.
Ἀλεκτρυών
Μίκυλλε δέσποτα, ᾤμην τι χαριεῖσθαί σοι φθάνων τῆς νυκτὸς ὁπόσον δυναίμην, ὡς ἔχοις ὀρθρευόμενος προανύειν τὰ πολλὰ τῶν ἔργων εἰ γοῦν πρὶν ἀνατεῖλαι ἥλιον μίαν κρηπῖδα ἐξεργάσαιο, πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς. Εἰ δέ σοι καθεύδειν ἥδιον, ἐγὼ μὲν ἡσυχάσομαί σοι καὶ πολὺ ἀφωνότερος ἔσομαι τῶν ἰχθύων, σὺ δὲ ὅρα ὅπως μὴ ὄναρ πλουτῶν λιμώττῃς ἀνεγρόμενος.
Μίκυλλος
2 ὦ Ζεῦ τεράστιε καὶ Ἡράκλεις ἀλεξίκακε, τί τὸ κακὸν τοῦτό ἐστιν; ἀνθρωπίνως ἐλάλησεν ὁ ἀλεκτρυών.
Ἀλεκτρυών
Εἶτά σοι τέρας εἶναι δοκεῖ τὸ τοιοῦτον, εἰ ὁμόφωνος ὑμῖν εἰμι;
Μίκυλλος
Πῶς γὰρ οὐ τέρας; ἀλλ᾽ ἀποτρέποιτε, ὦ θεοί, τὸ δεινὸν ἀφ᾽ ἡμῶν.
Ἀλεκτρυών
Σύ μοι δοκεῖς, ὦ Μίκυλλε, κομιδῇ ἀπαίδευτος εἶναι μηδὲ ἀνεγνωκέναι τὰ Ὁμήρου ποιήματα, ἐν οἷς καὶ ὁ τοῦ Ἀχιλλέως ἵππος ὁ Ξάνθος μακρὰ χαίρειν φράσας τῷ χρεμετίζειν ἕστηκεν ἐν μέσῳ τῷ πολέμῳ διαλεγόμενος, ἔπη ὅλα ῥαψῳδῶν, οὐχ ὥσπερ ἐγὼ νῦν ἄνευ τῶν μέτρων. ἀλλὰ καὶ ἐμαντεύετο ἐκεῖνος καὶ τὰ μέλλοντα προεθέσπιζε καὶ οὐδέν τι παράδοξον ἐδόκει ποιεῖν, οὐδὲ ὁ ἀκούων ἐπεκαλεῖτο ὥσπερ σὺ τὸν ἀλεξίκακον, ἀποτρόπαιον ἡγούμενος τὸ ἄκουσμα. καίτοι τί ἂν ἐποίησας, εἴ σοι ἡ τῆς Ἀργοῦς τρόπις ἐλάλησεν ὥσπερ ποτέ, ἢ ἡ φηγὸς ἐν Δωδώνῃ αὐτόφωνος ἐμαντεύσατο, ἢ εἰ βύρσας εἶδες ἑρπούσας καὶ βοῶν κρέα μυκώμενα ἡμίοπτα περιπεπαρμένα τοῖς ὀβελοῖς; ἐγὼ δὲ Ἑρμοῦ πάρεδρος ὢν λαλιστάτου καὶ λογιωτάτου θεῶν ἁπάντων καὶ τὰ ἄλλα ὁμοδίαιτος ὑμῖν καὶ σύντροφος οὐ χαλεπῶς ἔμελλον ἐκμαθήσεσθαι τὴν ἀνθρωπίνην φωνήν. εἰ δὲ ἐχεμυθήσειν ὑπόσχοιό μοι, οὐκ ἂν ὀκνήσαιμί σοι τὴν ἀληθεστέραν αἰτίαν εἰπεῖν τῆς πρὸς ὑμᾶς ὁμοφωνίας καὶ ὅθεν ὑπάρχει μοι οὕτω λαλεῖν.
Μίκυλλος
3 Ἀλλὰ μὴ ὄνειρος καὶ ταῦτά ἐστιν, ἀλεκτρυὼν οὕτω πρὸς ἐμὲ διαλεγόμενος; εἰπὲ δ᾽ οὖν πρὸς τοῦ Ἑρμοῦ, ὦ βέλτιστε, ὅ τι καὶ ἄλλο σοι τῆς φωνῆς αἴτιον. ὡς δὲ σιωπήσομαι καὶ πρὸς οὐδένα ἐρῶ, τι σε χρὴ δεδιέναι; τίς γὰρ ἂν πιστεύσειέ μοι, εἴ τι διηγοίμην ὡς ἀλεκτρυόνος αὐτὸ εἰπόντος ἀκηκοώς;
Ἀλεκτρυών

Ἄκουε τοίνυν παραδοξότατόν σοι λόγον εὖ οἶδ ὅτι λέγω, ὦ Μίκυλλε᾽ οὑτοσὶ γὰρ ὁ νῦν σοι ἀλεκτρυὼν φαινόμενος, οὐ πρὸ πολλοῦ ἄνθρωπος ἦν.

Μίκυλλος
Ἥκουσά τι καὶ πάλαι τοιοῦτον ἀμέλει περὶ ὑμῶν ὡς Ἀλεκτρυών τις νεανίσκος φίλος γένοιτο τῷ Ἄρει καὶ συμπίνοι τῷ θεῷ καὶ συγκωμάζοι καὶ κοινωνοίη τῶν ἐρωτικῶν εἴποτε γοῦν ἀπίοι παρὰ τὴν Ἀφροδίτην μοιχεύσων ὁ Ἄρης, ἐπάγεσθαι καὶ τὸν Ἀλεκτρυόνα, καὶ ἐπειδήπερ τὸν Ἥλιον μάλιστα ὑφεωρᾶτο, μὴ κατιδὼν ἐξείποι πρὸς τὸν Ἥφαιστον, ἔξω πρὸς ταῖς θύραις ἀπολείπειν ἀεὶ τὸν νεανίσκον μηνύσοντα ὁπότε ἀνίσχοι ὁ Ἥλιος. Εἶτά ποτε κατακοιμηθῆναι τὸν Ἀλεκτρυόνα καὶ προδοῦναι τὴν φρουρὰν ἄκοντα τὸν δὲ Ἥλιον λαθόντα ἐπιστῆναι τῇ Ἀφροδίτῃ καὶ τῷ Ἄρει ἀφρόντιδι ἀναπαυομένῳ διὰ τὸ πιστεύειν τὸν Ἀλεκτρυόνα μηνῦσαι ἄν, εἴ τις ἐπίοι· καὶ οὕτω τὸν Ἥφαιστον παρ᾽ Ἡλίου μαθόντα συλλαβεῖν αὐτοὺς περιβαλόντα καὶ σαγηνεύσαντα τοῖς δεσμοῖς ἃ πάλαι μεμηχάνητο ἐπ᾽ αὐτούς: ἀφεθέντα δὲ ὡς ἀφείθη τὸν Ἄρη ἀγανακτῆσαι κατὰ τοῦ Ἀλεκτρυόνος καὶ μεταβαλεῖν αὐτὸν εἰς τουτὶ τὸ ὄρνεον αὐτοῖς ὅπλοις, ὡς ἔτι τοῦ κράνους τὸν λόφον ἔχειν ἐπὶ τῇ κεφαλῇ. Διὰ τοῦτο ὑμᾶς ἀπολογουμένους τῷ Ἄρει ὅτ᾽ οὐδὲν ὄφελος, ἐπειδὰν αἴσθησθε ἀνελευσόμενον τὸν ἥλιον, πρὸ πολλοῦ βοᾶν ἐπισημαινομένους τὴν ἀνατολὴν αὐτοῦ.
Ἀλεκτρυών
4 φασὶ μὲν καὶ ταῦτα, ὦ Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα.
Μίκυλλος
Πῶς; ἐθέλω γὰρ τοῦτο μάλιστα εἰδέναι.
Ἀλεκτρυών
ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;
Μίκυλλος
Τὸν σοφιστὴν λέγεις, τὸν ἀλαζόνα, ὃς ἐνομοθέτει μήτε κρεῶν γεύεσθαι μήτε κυάμους ἐσθίειν, ἥδιστον ἐμοὶ γοῦν ὄψον ἐκτράπεζον ἀποφαίνων, ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ὡς πρὸ τοῦ Πυθαγόρου Εὔφορβος γένοιτο; γόητά φασι καὶ τερατουργὸν ἄνθρωπον, ὦ ἀλεκτρυών.
Ἀλεκτρυών
ἐκεῖνος αὐτὸς ἐγὼ σοί εἰμι ὁ Πυθαγόρας. ὥστε παῦ᾽ , ὦγαθέ, λοιδορούμενός μοι, καὶ ταῦτα οὐκ εἰδὼς οἷός τις ἦν τὸν τρόπον.
Μίκυλλος
Τοῦτ᾽ αὖ μακρῷ ἐκείνου τερατωδέστερον, ἀλεκτρυὼν φιλόσοφος. εἰπὲ δὲ ὅμως, ὦ Μνησάρχου παῖ, ὅπως ἡμῖν ἀντὶ μὲν ἀνθρώπου ὄρνις, ἀντὶ δὲ Σαμίου Ταναγραῖος ἀναπέφηνας· οὐ πιθανὰ γὰρ ταῦτα οὐδὲ πάνυ πιστεῦσαι ῥᾴδια, ἐπεὶ καὶ δύ᾽ ἤδη μοι τετηρηκέναι δοκῶ πάνυ ἀλλότρια ἐν σοὶ τοῦ Πυθαγόρου.
Ἀλεκτρυών
Τὰ ποῖα;
Μίκυλλος
ἓν μὲν ὅτι λάλος εἶ καὶ κρακτικός, ὁ δὲ σιωπᾶν ἐς πέντε ὅλα ἔτη, οἶμαι, παρῄνει, ἕτερον δὲ καὶ παντελῶς παράνομον οὐ γὰρ ἔχων ὅ τι σοι παραβάλοιμι εἰ μὴ κυάμους χθὲς ἧκον ὡς οἶσθα καὶ σὺ οὐδὲ μελλήσας ἀνέλεξας αὐτούς: ὥστε ἢ ἐψεῦσθαί σοι ἀνάγκη καὶ ἄλλῳ εἶναι ἢ Πυθαγόρᾳ ὄντι παρανενομηκέναι καὶ τὸ ἴσον ἠσεβηκέναι κυάμους φαγόντα ὡς ἂν εἰ τὴν κεφαλὴν τοῦ πατρὸς ἐδηδόκεις.
Ἀλεκτρυών
5 Οὐ γὰρ οἶσθα, ὦ Μίκυλλε, ἥτις αἰτία τούτων οὐδὲ τὰ πρόσφορα ἑκάστῳ βίῳ. ἐγὼ δὲ τότε μὲν οὐκ ἤσθιον τῶν κυάμων, ἐφιλοσόφουν γάρ: νῦν δὲ φάγοιμ᾽ ἄν, ὀρνιθικὴ γὰρ καὶ οὐκ ἀπόρρητος ἡμῖν ἡ τροφή. Πλὴν ἀλλ᾽ εἴ σοι φίλον, ἄκουε ὅπως ἐκ Πυθαγόρου τοῦτο νῦν εἰμι καὶ ἐν οἵοις βίοις πρότερον ἐβιότευσα καὶ ἅτινα τῆς μεταβολῆς ἑκάστης ἀπολέλαυκα.
Μίκυλλος
οὐ γὰρ οἶσθα, ὦ Μίκυλλε, ἥτις αἰτία τούτων οὐδὲ τὰ πρόσφορα ἑκάστῳ βίῳ. ἐγὼ δὲ τότε μὲν οὐκ ἤσθιον τῶν κυάμων, ἐφιλοσόφουν γάρ: νῦν δὲ φάγοιμ᾽ ἄν, ὀρνιθικὴ γὰρ καὶ οὐκ ἀπόρρητος ἡμῖν ἡ τροφή. πλὴν ἀλλ᾽ εἴ σοι φίλον, ἄκουε ὅπως ἐκ Πυθαγόρου τοῦτο νῦν εἰμι καὶ ἐν οἵοις βίοις πρότερον ἐβιότευσα καὶ ἅτινα τῆς μεταβολῆς ἑκάστης ἀπολέλαυκα.
Μίκυλλος
Λέγοις ἂν ὡς ἔμοιγε ὑπερήδιστον ἂν τὸ ἄκουσμα γένοιτο, ὥστε εἴ τις αἵρεσιν προθείη, πότερα μᾶλλον ἐθέλω σοῦ ἀκούειν τὰ τοιαῦτα διεξιόντος ἢ τὸν πανευδαίμονα ὄνειρον ἐκεῖνον αὖθις ὁρᾶν τὸν μικρὸν ἔμπροσθεν, οὐκ οἶδα ὁπότερον ἂν ἑλοίμην οὕτως ἀδελφὰ ἡγοῦμαι τὰ σὰ τοῖς ἡδίστοις φανεῖσι καὶ ἐν ἴσῃ ὑμᾶς τιμῇ ἄγω, σέ τε καὶ τὸ πολυτίμητον ἐνύπνιον.
Ἀλεκτρυών
ἔτι γὰρ σὺ ἀναπεμπάζῃ τὸν ὄνειρον ὅστις ποτὲ ὁ φανείς σοι ἦν καί τινα ἰνδάλματα μάταια διαφυλάττεις, κενὴν καὶ ὡς ὁ ποιητικὸς λόγος φησὶν ἀμενηνήν τινα εὐδαιμονίαν τῇ μνήμῃ μεταδιώκων;
Μίκυλλος
6 Ἀλλ᾽ οὐδ᾽ ἐπιλήσομαί ποτε, ὦ ἀλεκτρυών, εὖ ἴσθι, τῆς ὄψεως ἐκείνης: οὕτω μοι πολὺ τὸ μέλι ἐν τοῖς ὀφθαλμοῖς ὁ ὄνειρος καταλιπὼν ᾤχετο, ὡς μόγις ἀνοίγειν τὰ βλέφαρα ὑπ᾽ αὐτοῦ εἰς ὕπνον αὖθις κατασπώμενα. οἷον γοῦν ἐν τοῖς ὠσὶ τὰ πτερὰ ἐργάζεται στρεφόμενα, τοιοῦτον γάργαλον παρείχετό μοι τὰ ὁρώμενα.
Ἀλεκτρυών
Ἡράκλεις, δεινόν τινα φὴς τὸν ὄνειρον εἴ γε πτηνὸς ὤν, ὥς φασιν, καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἐσκαμμένα ἤδη πηδᾷ καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς μελιχρὸς οὕτως καὶ ἐναργὴς φαινόμενος· ἐθέλω γοῦν ἀκοῦσαι οἷὸς τίς ἐστιν οὕτω σοι τριπόθητος ὤν.
Μίκυλλος
ἕτοιμος λέγειν ἡδὺ γοῦν τὸ μεμνῆσθαι καὶ διεξιέναι τι περὶ αὐτοῦ. σὺ δὲ πηνίκα, ὦ Πυθαγόρα, διηγήσῃ τὰ περὶ τῶν μεταβολῶν;
Ἀλεκτρυών
ἐπειδὰν σύ, ὦ Μίκυλλε, παύσῃ ὀνειρώττων καὶ ἀποψήσῃ ἀπὸ τῶν βλεφάρων τὸ μέλι: νῦν δὲ πρότερος εἰπέ, ὡς μάθω εἴτε διὰ τῶν ἐλεφαντίνων πυλῶν εἴτε διὰ τῶν κερατίνων σοι ὁ ὄνειρος ἧκε πετόμενος.
Μίκυλλος
Οὐδὲ δι᾽ ἑτέρας τούτων, ὦ Πυθαγόρα.
Ἀλεκτρυών
Καὶ μὴν Ὅμηρος δύο ταύτας λέγει.
Μίκυλλος
ἔα χαίρειν τὸν λῆρον ἐκεῖνον ποιητὴν οὐδὲν εἰδότα ὀνείρων πέρι. οἱ πένητες ἴσως ὄνειροι διὰ τῶν τοιούτων ἐξίασιν, οἵους ἐκεῖνος ἑώρα οὐδὲ πάνυ σαφῶς τυφλὸς αὐτὸς ὤν, ἐμοὶ δὲ διὰ χρυσῶν τινων πυλῶν ὁ ἥδιστος ἀφίκετο, χρυσοῦς καὶ αὐτὸς καὶ χρυσᾶ πάντα, περιβεβλημένος καὶ πολὺ ἐπαγόμενος χρυσίον.
Ἀλεκτρυών
Παῦε, ὦ Μίδα βέλτιστε, χρυσολογῶν ἀτεχνῶς γὰρ ἐκ τῆς ἐκείνου σοι εὐχῆς τὸ ἐνύπνιον καὶ μέταλλα ὅλα χρύσεια κεκοιμῆσθαί μοι δοκεῖς.
Μίκυλλος
7 Πολύ, ὦ Πυθαγόρα, χρυσίον εἶδον, πολύ, πῶς οἴει καλὸν ἢ οἵαν τὴν αὐγὴν ἀπαστράπτον; τί ποτε ὁ Πίνδαρός φησι περὶ αὐτοῦ ἐπαινῶν — ἀνάμνησον γάρ με, εἴπερ οἶσθα — ὁπότε ὕδωρ ἄριστον εἰπὼν εἶτα τὸ χρυσίον θαυμάζει, εὖ ποιῶν, ἐν ἀρχῇ εὐθὺς τοῦ καλλίστου τῶν ᾀσμάτων ἁπάντων;
Ἀλεκτρυών

Μῶν ἐκεῖνο ζητεῖς,
ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου;

Μίκυλλος
Νὴ Δία αὐτὸ τοῦτο· ὥσπερ γὰρ τοὐμὸν ἐνύπνιον ἰδὼν ὁ Πίνδαρος οὕτως ἐπαινεῖ τὸ χρυσίον. ὡς δὲ ἤδη μάθῃς οἷόν τι ἦν, ἄκουσον, ὦ σοφώτατε ἀλεκτρυών. ὅτι μὲν οὐκ οἰκόσιτος ἦν χθές, οἶσθα· Εὐκράτης γάρ με ὁ πλούσιος ἐντυχὼν ἐν ἀγορᾷ λουσάμενον ἥκειν ἐκέλευε τὴν ὥραν ἐπὶ τὸ δεῖπνον.
Ἀλεκτρυών
8 Οἶδα πάνυ τοῦτο πεινήσας παρ᾽ ὅλην τὴν ἡμέραν, ἄχρι μοι βαθείας ἤδη ἑσπέρας ἧκες ὑποβεβρεγμένος τοὺς πέντε κυάμους ἐκείνους κομίζων, οὐ πάνυ δαψιλὲς τὸ δεῖπνον ἀλεκτρυόνι ἀθλητῇ ποτε γενομένῳ καὶ Ὀλύμπια οὐκ ἀφανῶς ἀγωνισαμένῳ.
Μίκυλλος
ἐπεὶ δὲ δειπνήσας ἐπανῆλθον, ἐκάθευδον εὐθὺς τοὺς κυάμους σοι παραβαλών, εἶτά μοι κατὰ τὸν Ὅμηρον ἀμβροσίην διὰ νύκτα θεῖὸς’ τις ὡς ἀληθῶς ὄνειρος ἐπιστὰς.
Ἀλεκτρυών
Τὰ παρὰ τῷ Εὐκράτει πρότερον, ὦ Μίκυλλε, διήγησαι, καὶ τὸ δεῖπνον οἷον ἐγένετο καὶ τὰ ἐν τῷ συμποσίῳ πάντα: κωλύει γὰρ οὐδὲν αὖθίς σε δειπνεῖν ὥσπερ ὄνειρόν τινα τοῦ δείπνου ἐκείνου ἀναπλάττοντα καὶ ἀναμαρυκώμενον τῇ μνήμῃ τὰ βεβρωμένα.
Μίκυλλος
9 ὤιμην ἐνοχλήσειν καὶ ταῦτα διηγούμενος: ἐπεὶ δὲ σὺ προθυμῇ, καὶ δὴ λέγω. οὐ πρότερον, ὦ Πυθαγόρα, παρὰ πλουσίῳ τινὶ δειπνήσας ἐν ἅπαντι τῷ βίῳ, τύχῃ τινὶ ἀγαθῇ ἐντυγχάνω χθὲς τῷ Εὐκράτει, καὶ ἐγὼ μὲν προσειπὼν αὐτὸν ὥσπερ εἰώθειν δεσπότην ἀπηλλαττόμην, ὡς μὴ καταισχύναιμι αὐτὸν ἐν πενιχρῷ τῷ τρίβωνι συμπαρομαρτῶν, ὁ δέ, ‘ Μίκυλλε, φησί, θυγατρὸς τήμερον ἑστιῶ γενέθλια καὶ παρεκάλεσα τῶν φίλων μάλα πολλούς: ἐπεὶ δὲ τινά φασιν αὐτῶν μαλακῶς ἔχοντα οὐχ οἷόν τε εἶναι συνδειπνεῖν μεθ᾽ ἡμῶν, σὺ ἀντ᾽ ἐκείνου ἧκε λουσάμενος, ἢν μὴ ὅ γε κληθεὶς αὐτὸς εἴπῃ ἀφίξεσθαι, ὡς νῦν γε ἀμφίβολός ἐστιν. Τοῦτο ἀκούσας ἐγὼ προσκυνήσας ἀπῄειν εὐχόμενος ἅπασι θεοῖς ἠπίαλὸν [1]'τινα ἢ πλευρῖτιν ἢ ποδάγραν ἐπιπέμψαι τῷ μαλακιζομένῳ ἐκείνῳ οὗ ἔφεδρος ἐγὼ καὶ ἀντίδειπνος καὶ διάδοχος ἐκεκλήμην καὶ τὸ ἄχρι τοῦ λουτροῦ αἰῶνα μήκιστον ἐτιθέμην, συνεχὲς ἐπισκοπῶν ὁποσάπουν τὸ στοιχεῖον εἴη καὶ πηνίκα ἤδη λοῦσθαι δέοι. Κἀπειδή ποτε ὁ καιρὸς ἀφίκετο, πρὸς τάχος ἐμαυτὸν ἀπορρύψας ἄπειμι κοσμίως μάλα ἐσχηματισμένος, ἀναστρέψας τὸ τριβώνιον ὡς ἐπὶ τοῦ10 καθαρωτέρου γένοιτο ἡ ἀναβολή· καταλαμβάνω τε πρὸς ταῖς θύραις ἄλλους τε πολλοὺς καὶ δὴ κἀκεῖνον φοράδην ὑπὸ τεττάρων κεκομισμένον, ᾧ με ὑποδειπνεῖν ἔδει, τὸν νοσεῖν λεγόμενον, καὶ ἐδήλου δὲ πονήρως ἔχων ὑπέστενε γοῦν καὶ ὑπέβηττε καὶ ἐχρέμπτετο μύχιόν τι καὶ δυσπρόσοδον, ὠχρὸς ὅλος ὢν καὶ διῳδηκώς, ἀμφὶ τὰ ἑξήκοντα ἔτη σχεδὸν ἐλέγετο δὲ φιλόσοφός τις εἶναι τῶν πρὸς τὰ μειράκια φλυαρούντων. ὁ γοῦν πώγων μάλα τραγικὸς ἦν ἐς ὑπερβολὴν κουριῶν. Καὶ αἰτιωμένου γε Ἀρχιβίου τοῦ ἰατροῦ διότι οὕτως ἔχων ἀφίκετο, τὰ καθήκοντα, ἔφη, οὐ χρὴ προδιδόναι, καὶ ταῦτα φιλόσοφον ἄνδρα, κἂν μυρίαι νόσοι ἐμποδὼν ἱστῶνται· ἡγήσεται γὰρ Εὐκράτης ὑπερεωρᾶσθαι πρὸς ἡμῶν. Οὐ μὲν οὖν, εἶπον ἐγώ, ἀλλ᾽ ἐπαινέσεταί σε, ἢν οἴκοι παρὰ σαυτῷ μᾶλλον ἀποθανεῖν ἐθέλῃς ἤπερ ἐν τῷ συμποσίῳ, συναναχρεμψάμενος τὴν ψυχὴν μετὰ τοῦ φλέγματος ἐκεῖνος μὲν οὖν ὑπὸ μεγαλοφροσύνης οὐ προσεποιεῖτο ἀκηκοέναι τοῦ σκώμματος· ἐφίσταται δὲ μετὰ μικρὸν ὁ Εὐκράτης λελουμένος καὶ ἰδὼν τὸν Θεσμόπολιν — τοῦτο γὰρ ὁ φιλόσοφος ἐκαλεῖτο — διδάσκαλε, φησίν, εὖ μὲν ἐποίησας αὐτὸς ἥκων παρ᾽ ἡμᾶς, οὐ μεῖον δ᾽ ἂν τί σοι ἐγένετο, καὶ ἀπόντι γὰρ ἅπαντα ἑξῆς ἀπέσταλτο ἄν· καὶ ἅμα λέγων εἰσῄει χειραγωγῶν τὸν Θεσμόπολιν ἐπερειδόμενον καὶ τοῖς
11 Οἰκέταις. ἐγὼ μὲν οὖν ἀπιέναι παρεσκευαζόμην, ὁ δὲ ἐπιστραφεὶς καὶ ἐπὶ πολὺ ἐνδοιάσας, ἐπεί με πάνυ σκυθρωπὸν εἶδε, πάριθι, ἔφη, καὶ σύ, ὦ Μίκυλλε, καὶ συνδείπνει μεθ᾽ ἡμῶν τὸν υἱὸν γὰρ ἐγὼ κελεύσω ἐν τῇ γυναικωνίτιδι μετὰ τῆς μητρὸς ἑστιᾶσθαι, ὡς σὺ χώραν ἔχῃς. Εἰσῄειν οὖν μάτην λύκος χανὼν παρὰ μικρόν, αἰσχυνόμενος ὅτι ἐδόκουν ἐξεληλακέναι τοῦ συμποσίου τὸ παιδίον τοῦ Εὐκράτους. κἀπειδὴ κατακλίνεσθαι καιρὸς ἦν, πρῶτον μὲν ἀράμενοι ἀνέθεσαν τὸν Θεσμόπολιν οὐκ ἀπραγμόνως μὰ Δία πέντε οἶμαι νεανίσκοι εὐμεγέθεις, ὑπαυχένια περιβύσαντες αὐτῷ πάντοθεν, ὡς διαμένοι ἐν τῷ σχήματι καὶ ἐπὶ πολὺ καρτερεῖν δύναιτο. εἶτα μηδενὸς ἀνεχομένου πλησίον κατακεῖσθαι αὐτοῦ ἐμὲ ὑποκατακλίνουσι φέροντες, ὡς ὁμοτράπεζοι εἴημεν. Τοὐντεῦθεν ἐδειπνοῦμεν, ὦ Πυθαγόρα, πολύοψόν τι καὶ ποικίλον δεῖπνον ἐπὶ χρυσοῦ πολλοῦ καὶ ἀργύρου: καὶ ἐκπώματα ἦν χρυσᾶ καὶ διάκονοι ὡραῖοι καὶ μουσουργοὶ καὶ γελωτοποιοὶ μεταξύ, καὶ ὅλως ἡδίστη τις ἦν ἡ διατριβή, πλὴν ἀλλ᾽ ἕν με ἐλύπει οὐ μετρίως, ὁ Θεσμόπολις ἐνοχλῶν καὶ ἀρετήν τινα πρός με διεξιὼν καὶ διδάσκων ὡς αἱ δύο ἀποφάσεις μίαν κατάφασιν ἀποτελοῦσι καὶ ὡς εἰ ἡμέρα ἐστί, νὺξ οὐκ ἔστιν, ἐνίοτε δὲ καὶ κέρατα ἔφασκεν εἶναί μοι· καὶ τοιαῦτα πολλὰ οὐδὲν δεομένῳ προσφιλοσοφῶν συνῄρει καὶ ὑπετέμνετο τὴν εὐφροσύνην, οὐκ ἐῶν ἀκούειν τῶν κιθαριζόντων ἢ ᾀδόντων. Τοῦτο μέν σοι, ὦ ἀλεκτρυών, τὸ δεῖπνον.
Ἀλεκτρυών
Οὐχ ἥδιστον, ὦ Μίκυλλε, καὶ μάλιστα ἐπεὶ συνεκληρώθης τῷ λήρῳ ἐκείνῳ γέροντι.
Μίκυλλος
12 ἄκουε δὲ ἤδη καὶ τὸ ἐνύπνιον ᾤμην γὰρ τὸν Εὐκράτην αὐτὸν ἄπαιδα ὄντα οὐκ οἶδ᾽ ὅπως ἀποθνήσκειν, εἶτα προσκαλέσαντά με καὶ διαθήκας θέμενον ἐν αἷς ὁ κληρονόμος ἦν ἀπάντων ἐγώ, μικρὸν ἐπισχόντα ἀποθανεῖν ἐμαυτὸν δὲ παρελθόντα ἐς τὴν οὐσίαν τὸ μὲν χρυσίον καὶ τὸ ἀργύριον ἐξαντλεῖν σκάφαις τισὶ μεγάλαις ἀέναόν τε καὶ πολὺ ἐπιρρέον, τὰ δ᾽ ἄλλα, τὴν ἐσθῆτα καὶ τραπέζας καὶ ἐκπώματα καὶ διακόνους, πάντα ἐμὰ ὡς τὸ εἰκὸς εἶναι. εἶτα ἐξήλαυνον ἐπὶ λευκοῦ ζεύγους, ἐξυπτιάζων, περίβλεπτος ἅπασι τοῖς ὁρῶσι καὶ ἐπίφθονος. καὶ προέθεον πολλοὶ καὶ παρίππευον ^ καὶ εἵποντο πλείους. ἐγὼ δὲ τὴν ἐσθῆτα τὴν ἐκείνου ἔχων καὶ δακτυλίους βαρεῖς ὅσον ἑκκαίδεκα ἐξημμένος τῶν δακτύλων ἐκέλευον ἑστίασίν τινα λαμπρὰν εὐτρεπισθῆναι ἐς ὑποδοχὴν τῶν φίλων οἱ δέ, ὡς ἐν ὀνείρῳ εἰκός, ἤδη παρῆσαν καὶ τὸ δεῖπνον εἰσεκομίζετο καὶ ὁ πότος συνεκροτεῖτο. ἐν τούτῳ ὄντα με καὶ φιλοτησίας προπίνοντα ἐν χρυσαῖς φιάλαις ἑκάστῳ τῶν παρόντων, ἤδη τοῦ πλακοῦντος ἐσκομιζομένου ἀναβοήσας ἀκαίρως συνετάραξας μὲν ἡμῖν τὸ συμπόσιον, ἀνέτρεψας δὲ τὰς τραπέζας, τὸν δὲ πλοῦτον ἐκεῖνον ὑπηνέμιον φέρεσθαι παρεσκεύασας. ἆρά σοι ἀλόγως ἀγανακτῆσαι κατὰ σοῦ δοκῶ; ὡς τριέσπερον ἂν ἡδέως ἐπεῖδον τὸν ὄνειρόν μοι γενόμενον. ἄκουε δὲ ἤδη καὶ τὸ ἐνύπνιον ᾤμην γὰρ τὸν Εὐκράτην αὐτὸν ἄπαιδα ὄντα οὐκ οἶδ᾽ ὅπως ἀποθνήσκειν, εἶτα προσκαλέσαντά με καὶ διαθήκας θέμενον ἐν αἷς ὁ κληρονόμος ἦν ἀπάντων ἐγώ, μικρὸν ἐπισχόντα ἀποθανεῖν ἐμαυτὸν δὲ παρελθόντα ἐς τὴν οὐσίαν τὸ μὲν χρυσίον καὶ τὸ ἀργύριον ἐξαντλεῖν σκάφαις τισὶ μεγάλαις ἀέναόν τε καὶ πολὺ ἐπιρρέον, τὰ δ᾽ ἄλλα, τὴν ἐσθῆτα καὶ τραπέζας καὶ ἐκπώματα καὶ διακόνους, πάντα ἐμὰ ὡς τὸ εἰκὸς εἶναι. Εἶτα ἐξήλαυνον ἐπὶ λευκοῦ ζεύγους, ἐξυπτιάζων, περίβλεπτος ἅπασι τοῖς ὁρῶσι καὶ ἐπίφθονος. Καὶ προέθεον πολλοὶ καὶ παρίππευον ^ καὶ εἵποντο πλείους. ἐγὼ δὲ τὴν ἐσθῆτα τὴν ἐκείνου ἔχων καὶ δακτυλίους βαρεῖς ὅσον ἑκκαίδεκα ἐξημμένος τῶν δακτύλων ἐκέλευον ἑστίασίν τινα λαμπρὰν εὐτρεπισθῆναι ἐς ὑποδοχὴν τῶν φίλων οἱ δέ, ὡς ἐν ὀνείρῳ εἰκός, ἤδη παρῆσαν καὶ τὸ δεῖπνον εἰσεκομίζετο καὶ ὁ πότος συνεκροτεῖτο. ἐν τούτῳ ὄντα με καὶ φιλοτησίας προπίνοντα ἐν χρυσαῖς φιάλαις ἑκάστῳ τῶν παρόντων, ἤδη τοῦ πλακοῦντος ἐσκομιζομένου ἀναβοήσας ἀκαίρως συνετάραξας μὲν ἡμῖν τὸ συμπόσιον, ἀνέτρεψας δὲ τὰς τραπέζας, τὸν δὲ πλοῦτον ἐκεῖνον ὑπηνέμιον φέρεσθαι παρεσκεύασας. ἆρά σοι ἀλόγως ἀγανακτῆσαι κατὰ σοῦ δοκῶ; ὡς τριέσπερον ἂν ἡδέως ἐπεῖδον τὸν ὄνειρόν μοι γενόμενον.
Ἀλεκτρυών
13 Οὕτω φιλόχρυσος εἶ καὶ φιλόπλουτος, ὦ Μίκυλλε, καὶ μόνον τοῦτο ἐξ ἅπαντος θαυμάζεις καὶ ἡγῇ εὔδαιμον εἶναι, πολὺ κεκτῆσθαι χρυσίον;
Μίκυλλος
Οὐκ ἐγὼ μόνος, ὦ Πυθαγόρα, τοῦτο, ἀλλὰ καὶ σὺ αὐτός, ὁπότε Εὔφορβος ἦσθα, χρυσὸν καὶ ἄργυρον ἐξημμένος τῶν βοστρύχων ᾔεις πολεμήσων τοῖς Ἀχαιοῖς, καὶ ἐν τῷ πολέμῳ, ἔνθα σιδηροφορεῖν ἄμεινον ἦν, σὺ δὲ καὶ τότε ἠξίους χρυσῷ ἀναδεδεμένος τοὺς πλοκάμους διακινδυνεύσειν. Καί μοι δοκεῖ ὁ Ὅμηρος διὰ τοῦτο Χαρίτεσσιν ὁμοίας εἰπεῖν σου τὰς κόμας, ὅτι χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. Μακρῷ γὰρ ἀμείνους δηλαδὴ καὶ ἐρασμιώτεραι ἐφαίνοντο συναναπεπλεγμέναι τῷ χρυσίῳ καὶ συναπολάμπουσαι μετ᾽ αὐτοῦ. καίτοι τὰ μὲν σά, ὦ χρυσοκόμη, μέτρια, εἰ Πάνθου υἱὸς ὢν ἐτίμας τὸ χρυσίον ὁ δὲ πάντων θεῶν πατὴρ καὶ ἄνδρων, ὁ Κρόνου καὶ Ῥέας, ὁπότε ἠράσθη τῆς Ἀργολικῆς ἐκείνης μείρακος, οὐκ ἔχων εἰς ὅ τι ἐρασμιώτερον αὑτὸν μεταβάλοι οὐδὲ ὅπως ἂν διαφθείρειε τοῦ Ἀκρισίου τὴν φρουράν — ἀκούεις δήπου ὡς χρυσίον ἐγένετο καὶ ῥυεὶς διὰ τοῦ τέγους συνῆν τῇ ἀγαπωμένῃ. ὥστε τί ἄν σοι τὸ ἐπὶ τούτῳ ἔτι λέγοιμι, ὅσας μὲν χρείας παρέχεται ὁ χρυσός, ὡς δὲ οἷς ἂν παρῇ, καλούς τε αὐτοὺς καὶ σοφοὺς καὶ ἰσχυροὺς ἀπεργάζεται τιμὴν καὶ δόξαν προσάπτων, καὶ ἐξ ἀφανῶν καὶ ἀδόξων ἐνίοτε14 περιβλέπτους καὶ ἀοιδίμους ἐν βραχεῖ τίθησι; τὸν γείτονα γοῦν μοι τὸν ὁμότεχνον οἶσθα τὸν Σίμωνα, οὐ πρὸ πολλοῦ δειπνήσαντα παρ᾽ ἐμοί, ὅτε τὸ[2] ἥψουν τοῖς Κρονίοις δύο τόμους τοῦ ἀλλᾶντος ἐμβαλών.
Ἀλεκτρυών Οἶδα· τὸν σιμόν, τὸν βραχύν, ὃς τὸ κεραμεοῦν τρύβλιον ὑφελόμενος ᾤχετο ὑπὸ μάλης ἔχων μετὰ τὸ δεῖπνον, ὃ μόνον ἡμῖν ὑπῆρχεν εἶδον γὰρ αὐτός, ὦ Μίκυλλε.
Μίκυλλος
Οὐκοῦν ἐκεῖνος αὐτὸ κλέψας εἶτα ἀπωμόσατο θεοὺς τοσούτους; ἀλλὰ τί οὐκ ἐβόας καὶ ἐμήνυες τότε, ὦ ἀλεκτρυών, ληϊζομένους ἡμᾶς ὁρῶν;
Ἀλεκτρυών
ἐκόκκυζον, ὃ μόνον μοι τότε δυνατὸν ἦν. τί δ᾽ οὖν ὁ Σίμων; ἐῴκεις γάρ τι περὶ αὐτοῦ ἐρεῖν.
Μίκυλλος
Ἀνεψιὸς ἦν αὐτῷ πλούσιος ἐς ὑπερβολήν, Δριμύλος τοὔνομα. Οὗτος ζῶν μὲν οὐδὲ ὀβολὸν ἔδωκε τῷ Σίμωνι — πῶς γάρ, ὃς οὐδὲ αὐτὸς ἥπτετο τῶν χρημάτων; ἐπεὶ δὲ ἀπέθανε πρῴην, ἅπαντα ἐκεῖνα κατὰ τοὺς νόμους Σίμωνός ἐστι καὶ νῦν ἐκεῖνος ὁ τὰ ῥάκια τὰ πιναρά, ὁ τὸ τρύβλιον περιλείχων, ἄσμενος ἐξελαύνει ἁλουργῆ καὶ ὑσγινοβαφῆ ἀμπεχόμενος, οἰκέτας καὶ ζεύγη καὶ χρυσᾶ ἐκπώματα καὶ ἐλεφαντόποδας τραπέζας ἔχων, ὑφ᾽ ἁπάντων προσκυνούμενος, οὐδὲ προσβλέπων ἔτι ἡμᾶς· ἔναγχος γοῦν ἐγὼ μὲν ἰδὼν προσιόντα, χαῖρε, ἔφην, ὦ Σίμων, ὁ δὲ ἀγανακτήσας, εἴπατε, ἔφη, τῷ πτωχῷ τούτῳ μὴ κατασμικρύνειν μου τοὔνομα· οὐ γὰρ Σίμων, ἀλλὰ Σιμωνίδης ὀνομάζομαι.Τὸ δὲ μέγιστον, ἤδη καὶ ἐρῶσιν αὐτοῦ αἱ γυναῖκες, ὁ δὲ θρύπτεται πρὸς αὐτὰς καὶ ὑπερορᾷ καὶ τὰς μὲν προσίεται καὶ ἵλεώς ἐστιν, αἱ δὲ ἀπειλοῦσιν ἀναρτήσειν αὑτὰς ἀμελούμεναι. ὁρᾷς ὅσων ἀγαθῶν ὁ χρυσὸς αἴτιος, εἴ γε καὶ μεταποιεῖ τοὺς ἀμορφοτέρους καὶ ἐρασμίους ἀπεργάζεται ὥσπερ ὁ ποιητικὸς ἐκεῖνος κεστός. Ἀκούεις δὲ καὶ τῶν ποιητῶν λεγόντων
ὦ χρυσέ, δεξίωμα κάλλιστον

καὶ 
χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη.
ἀλλὰ τί μεταξὺ ἐγέλασας, ὦ ἀλεκτρυών;

Ἀλεκτρυών
15 ὅτι ὑπ᾽ ἀγνοίας, ὦ Μίκυλλε, καὶ σὺ τὰ ὅμοια τοῖς πολλοῖς ἐξηπάτησαι περὶ τῶν πλουσίων οἱ δ᾽ εὖ ἴσθι πολὺ ὑμῶν ἀθλιώτερον τὸν βίον βιοῦσι· λέγω δέ σοι καὶ πένης καὶ πλούσιος πολλάκις γενόμενος καὶ ἅπαντος βίου πεπειραμένος·: μετὰ μικρὸν δὲ καὶ αὐτὸς εἴσῃ ἕκαστα.
Μίκυλλος
Νὴ Δία, καιρὸς γοῦν ἤδη καὶ σὲ εἰπεῖν ὅπως ἠλλάγης καὶ ἃ σύνοισθα τῷ βίῳ ἑκάστῳ.
Ἀλεκτρυών

Ἄκουε τοσοῦτόν γε προειδώς, μηδένα με σοῦ εὐδαιμονέστερον βιοῦντα ἑωρακέναι.

Μίκυλλος
ἐμοῦ, ὦ ἀλεκτρυών; οὕτω σοὶ γένοιτο· προάγῃ γάρ με λοιδορεῖσθαί σοι. ἀλλὰ εἰπὲ ἀπὸ Εὐφόρβου ἀρξάμενος ὅπως ἐς Πυθαγόραν μετεβλήθης, εἶτα ἑξῆς ἄχρι τοῦ ἀλεκτρυόνος: εἰκὸς γάρ σε ποικίλα καὶ ἰδεῖν καὶ παθεῖν ἐν πολυειδέσι τοῖς βίοις.
Ἀλεκτρυών
16 ὡς μὲν ἐξ Ἀπόλλωνος τὸ πρῶτον ἡ ψυχή μοι καταπταμένη ἐς τὴν γῆν ἐνέδυ ἐς ἀνθρώπου σῶμα ἥντινα τὴν καταδίκην ἐκτελοῦσα, μακρὸν ἂν εἴη λέγειν, ἄλλως τε οὐδὲ ὅσιον οὔτε ἐμοὶ εἰπεῖν οὔτε σοὶ ἀκούειν τὰ τοιαῦτα. ἐπεὶ δὲ Εὔφορβος ἐγενόμην.
Μίκυλλος
ἐγὼ δὲ πρό γε τούτου, ὦ θαυμάσιε, τίς ἦν; τοῦτό μοι πρότερον εἰπέ, εἰ κἀγώ ποτε ἠλλάγην ὥσπερ σύ.
Ἀλεκτρυών
Καὶ μάλα,
Μίκυλλος
Τίς οὖν ἦν, εἴ τι ἔχεις εἰπεῖν; ἐθέλω γὰρ τοῦτο εἰδέναι.
Ἀλεκτρυών
Σύ; μύρμηξ Ἰνδικὸς τῶν τὸ χρυσίον ἀνορυττόντων.
Μίκυλλος
Εἶτα ὤκνουν ὁ κακοδαίμων κἂν ὀλίγα τῶν ψηγμάτων ἥκειν ἐς τόνδε τὸν βίον ἐξ ἐκείνου ἐπισιτισάμενος; ἀλλὰ καί τί μετὰ τοῦτο ἔσομαι, εἰπέ: εἰκὸς γὰρ εἰδέναι σε. Εἰ γάρ τι ἀγαθὸν εἴη, ἀπάγξομαι ἤδη ἀναστὰς ἀπὸ τοῦ παττάλου ἐφ᾽ οὗ σὺ ἕστηκας.
Ἀλεκτρυών
17 Οὐκ ἂν μάθοις τοῦτο οὐδεμιᾷ μηχανῇ. πλὴν ἀλλὰ ἐπείπερ Εὔφορβος ἐγενόμην — ἐπάνειμι γὰρ ἐπ᾽ ἐκεῖνα — ἐμαχόμην ἐν Ἰλίῳ καὶ ἀποθανὼν ὑπὸ Μενελάου χρόνῳ ὕστερον ἐς Πυθαγόραν ἧκον. Τέως δὲ περιέμενον ἄοικος ἑστώς, ἄχρι δὴ ὁ Μνήσαρχος ἐξεργάσηταί μοι τὸν οἶκον.
Μίκυλλος
ἄσιτος ὤν, ὦ τάν, καὶ ἄποτος;
Ἀλεκτρυών
Καὶ μάλα: οὐδὲ γὰρ ἔδει τούτων ἢ μόνῳ τῷ σώματι.
Μίκυλλος
Οὐκοῦν τὰ ἐν Ἰλίῳ μοι πρότερον εἰπέ. τοιαῦτα ἦν οἷά φησιν Ὅμηρος γενέσθαι αὐτά;
Ἀλεκτρυών
Πόθεν ἐκεῖνος ἠπίστατο, ὦ Μίκυλλε, ὃς γινομένων ἐκείνων κάμηλος ἐν Βάκτροις ἦν; ἐγὼ δὲ τοσοῦτὸν σοί φημι, ὑπερφυὲς μηδὲν γενέσθαι τότε, μήτε τὸν Αἴαντα οὕτω μέγαν μήτε τὴν Ἑλένην αὐτὴν οὕτω καλὴν ὡς οἴονται. εἶδον γὰρ λευκὴν μέν τινα καὶ ἐπιμήκη τὸν τράχηλον, ὡς εἰκάζειν κύκνου θυγατέρα εἶναι, τἆλλα δὲ πάνυ πρεσβῦτιν, ἡλικιῶτιν σχεδὸν τῆς Ἑκάβης, ἥν γε Θησεὺς πρῶτον ἁρπάσας ἐν Ἀφίδναις εἶχε κατὰ τὸν Ἡρακλέα γενόμενος, ὁ δὲ Ἡρακλῆς πρότερον εἷλε Τροίαν κατὰ τοὺς πατέρας ἡμῶν τοὺς τότε μάλιστα. διηγεῖτο γάρ μοι ὁ Πάνθους ταῦτα, κομιδῇ μειράκιον ὢν ἑωρακέναι λέγων τὸν Ἡρακλέα.
Μίκυλλος
Τί δέ; ὁ Ἀχιλλεὺς τοιοῦτος ἦν, ἄριστος τὰ πάντα, ἢ μῦθος ἄλλως καὶ ταῦτα;
Ἀλεκτρυών
ἐκείνῳ μὲν οὐδὲ συνηνέχθην, ὦ Μίκυλλε, οὐδ᾽ ἂν ἔχοιμί σοι οὕτως ἀκριβῶς τὰ παρὰ τοῖς Ἀχαιοῖς λέγειν πόθεν γάρ, πολέμιος ὤν; τὸν μέντοι ἑταῖρον αὐτοῦ τὸν Πάτροκλον οὐ χαλεπῶς ἀπέκτεινα διελάσας τῷ δορατίῳ.
Μίκυλλος
18 Τὸ μὲν ὅλον, ὦ Μίκυλλε, σοφιστὴς ἄνθρωπος ἦν χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν ἄλλως δὲ οὐκ ἀπαίδευτος οὐδὲ ἀμελέτητος τῶν καλλίστων μαθημάτων· ἀπεδήμησα δὲ καὶ εἰς Αἴγυπτον, ὡς συγγενοίμην τοῖς προφήταις ἐπὶ σοφίᾳ, καὶ ἐς τὰ ἄδυτα κατελθὼν ἐξέμαθον τὰς βίβλους τὰς Ὥρου καὶ Ἴσιδος, καὶ αὖθις εἰς Ἰταλίαν ἐκπλεύσας οὕτω διέθηκα τοὺς κατ᾽ ἐκεῖνα Ἕλληνας, ὥστε θεὸν ἦγόν με.
Μίκυλλος
ἤκουσα ταῦτα καὶ ὡς δόξειας ἀναβεβιωκέναι ἀποθανὼν καὶ ὡς χρυσοῦν τὸν μηρὸν ἐπιδείξαιό ποτε αὐτοῖς. ἐκεῖνο δέ μοι εἰπέ, τί σοι ἐπῆλθε νόμον ποιήσασθαι μήτε κρεῶν μήτε κυάμων ἐσθίειν;
Ἀλεκτρυών
Μὴ ἀνάκρινε ταῦτα, ὦ Μίκυλλε.
Μίκυλλος
Διὰ τί, ὦ ἀλεκτρυών;
Ἀλεκτρυών
ὅτι αἰσχύνομαι λέγειν πρὸς σὲ τὴν ἀλήθειαν περὶ αὐτῶν.
Μίκυλλος
Καὶ μὴν οὐδὲν ὀκνεῖν χρὴ λέγειν πρὸς ἄνδρα σύνοικον καὶ φίλον δεσπότην γὰρ οὐκ ἂν ἔτι εἴποιμι.
Ἀλεκτρυών
Οὐδὲν ὑγιὲς οὐδὲ σοφὸν ἦν, ἀλλ᾽ ἑώρων ὅτι εἰ μὲν τὰ συνήθη καὶ ταὐτὰ τοῖς πολλοῖς νομίζοιμι, ἥκιστα ἐπισπάσομαι τοὺς ἀνθρώπους ἐς τὸ θαῦμα, ὅσῳ δ᾽ ἂν ξενίζοιμι, τοσούτῳ σεμνότερος ᾤμην αὐτοῖς ἔσεσθαι. Διὰ τοῦτο καινοποιεῖν εἱλόμην ἀπόρρητον ποιησάμενος τὴν αἰτίαν, ὡς εἰκάζοντες ἄλλος ἄλλως ἅπαντες ἐκπλήττωνται καθάπερ ἐπὶ τοῖς ἀσαφέσι τῶν χρησμῶν. ὁρᾷς; καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει.
Μίκυλλος
Οὐ τοσοῦτον ὅσον Κροτωνιατῶν καὶ Μεταποντίνων καὶ Ταραντίνων καὶ τῶν ἄλλων ἀφώνων σοι ἑπομένων καὶ προσκυνούντων τὰ ἴχνη ἃ σὺ.
19 Πατῶν ἀπολιμπάνοις. ἀποδυσάμενος δὲ τὸν Πυθαγόραν τίνα μετημφιέσω μετ᾽ αὐτόν;
Ἀλεκτρυών
Ἀσπασίαν τὴν ἐκ Μιλήτου ἑταίραν.
Μίκυλλος
Φεῦ τοῦ λόγου, καὶ γυνὴ γὰρ σὺν τοῖς ἄλλοις ὁ Πυθαγόρας ἐγένετο, καὶ ἦν ποτε χρόνος ὅτε καὶ σὺ ᾠοτόκεις, ὦ ἀλεκτρυόνων γενναιότατε καὶ συνῆσθα Περικλεῖ Ἀσπασία οὖσα καὶ ἐκύεις ἀπ᾽ αὐτοῦ καὶ ἔρια ἔξαινες καὶ κρόκην κατῆγες καὶ ἐγυναικίζου ἐς τὸ ἑταιρικόν;
Ἀλεκτρυών
Πάντα ταῦτα ἐποίουν οὐ μόνος, ἀλλὰ καὶ Τειρεσίας πρὸ ἐμοῦ καὶ ὁ Ἐλάτου παῖς ὁ Καινεύς, ὥστε ὁπόσα ἂν ἀποσκώψῃς εἰς ἐμὲ, καὶ εἰς ἐκείνους ἀποσκώψας ἔσῃ.
Μίκυλλος
Τί οὖν; πότερος ἡδίων ὁ βίος σοι ἦν, ὅτε ἀνὴρ ἦσθα ἢ ὅτε σε ὁ Περικλῆς ὤπυιεν;
Ἀλεκτρυών
ὁρᾷς οἷον τοῦτο ἠρώτησας, οὐδὲ τῷ Τειρεσίᾳ συνενεγκοῦσαν τὴν ἀπόκρισιν;
Μίκυλλος
ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἱκανῶς ὁ Εὐριπίδης διέκρινε τὸ τοιοῦτον, εἰπὼν ὡς τρὶς ἂν ἐθέλοι παρ᾽ ἀσπίδα στῆναι ἢ ἅπαξ τεκεῖν.
Ἀλεκτρυών
Καὶ μὴν ἀναμνήσω σε, ὦ Μίκυλλε, οὐκ εἰς μακρὰν ὠδίνουσαν ἔσῃ γὰρ γυνὴ καὶ σὺ ἐν πολλῇ τῇ περιόδῳ πολλάκις.
Μίκυλλος
Οὐκ ἀπάγξῃ, ὦ ἀλεκτρυών, ἅπαντας οἰόμενος Μιλησίους ἢ Σαμίους εἶναι; σὲ γοῦν φασι καὶ Πυθαγόραν ὄντα τὴν ὥραν λαμπρὸν πολλάκις
20 Ἀσπασίαν γενέσθαι τῷ τυράννῳ. — τίς δὲ δὴ μετὰ τὴν Ἀσπασίαν ἀνὴρ ἢ γυνὴ αὖθις ἀνεφάνης;
Ἀλεκτρυών
ὁ κυνικὸς Κράτης.
Μίκυλλος
Ὢ Διοσκόρω τῆς ἀνομοιότητος, ἐξ ἑταίρας φιλόσοφος.
Ἀλεκτρυών
Εἶτα βασιλεύς, εἶτα πένης, καὶ μετ᾽ ὀλίγον σατράπης, εἶτα ἵππος καὶ κολοιὸς καὶ βάτραχος καὶ ἄλλα μυρία μακρὸν ἂν γένοιτο καταριθμήσασθαι ἕκαστα· τὰ τελευταῖα δὲ ἀλεκτρυὼν πολλάκις, ἥσθην γὰρ τῷ τοιούτῳ βίῳ. Καὶ παρὰ πολλοῖς ἄλλοις δουλεύσας καὶ πένησι καὶ πλουσίοις, τὰ τελευταῖα καὶ σοὶ νῦν σύνειμι καταγελῶν ὁσημέραι ποτνιωμένου καὶ οἰμώζοντος ἐπὶ τῇ πενίᾳ καὶ τοὺς πλουσίους θαυμάζοντος ὑπ᾽ ἀγνοίας τῶν ἐκείνοις προσόντων κακῶν. Εἰ γοῦν ᾔδεις τὰς φροντίδας ἃς ἔχουσιν, ἐγέλας ἂν ἐπὶ σαυτῷ πρῶτον οἰηθέντι ὑπερευδαίμονα εἶναι τὸν πλοῦτον.
Μίκυλλος
Οὐκοῦν, ὦ Πυθαγόρα — καίτοι τί μάλιστα χαίρεις καλούμενος, ὡς μὴ ἐπιταράττοιμι τὸν λόγον ἄλλοτε ἄλλον καλῶν;
Ἀλεκτρυών
Διοίσει μὲν οὐδὲν ἤν τε Εὔφορβον ἢ ^ Πυθαγόραν, ἤν τε Ἀσπασίαν καλῇς ἢ Κράτητα: πάντα γὰρ ἐγὼ ταῦτά εἰμι. πλὴν τὸ νῦν ὁρώμενον τοῦτο ἀλεκτρυόνα ὀνομάζων ἄμεινον ἂν ποιοῖς, ὡς μὴ ἀτιμάζοις εὐτελὲς εἶναι δοκοῦν τὸ ὄρνεον, καὶ ταῦτα τοσαύτας ἐν αὑτῷ ψυχὰς ἔχον.
Μίκυλλος
21 οὐκοῦν, ὦ ἀλεκτρυών, ἐπειδὴ ἁπάντων σχεδὸν ἤδη τῶν βίων ἐπειράθης καὶ πάντα οἶσθα, λέγοις ἂν ἤδη σαφῶς ἰδίᾳ μὲν τὰ τῶν πλουσίων ὅπως βιοῦσιν, ἰδίᾳ δὲ τὰ πτωχικά, ὡς μάθω εἰ ἀληθῆ ταῦτα φὴς εὐδαιμονέστερον ἀποφαίνων με τῶν πλουσίων.
Ἀλεκτρυών
ἰδοὺ δὴ οὕτως ἐπίσκεψαι, ὦ Μίκυλλε: σοὶ μὲν οὔτε πολέμου πολὺς λόγος, ἢν λέγηται ὡς οἱ πολέμιοι προσελαύνουσιν, οὐδὲ φροντίζεις μὴ τὸν ἀγρὸν τέμωσιν ἐμβαλόντες ἢ τὸν παράδεισον συμπατήσωσιν ἢ τὰς ἀμπέλους δῃώσωσιν, ἀλλὰ τῆς σάλπιγγος ἀκούων μόνον, εἴπερ ἄρα, περιβλέπεις τὸ κατὰ σεαυτόν, οἷ τραπόμενον χρὴ σωθῆναι καὶ τὸν κίνδυνον διαφυγεῖν οἱ δ᾽ εὐλαβοῦνται μὲν καὶ ἀμφ᾽ αὑτοῖς, ἀνιῶνται δὲ ὁρῶντες ἀπὸ τῶν τειχῶν ἀγόμενα καὶ φερόμενα ὅσα εἶχον ἐν τοῖς ἀγροῖς. καὶ ἤν τε εἰσφέρειν δέῃ, μόνοι καλοῦνται, ἤν τε ἐπεξιέναι, προκινδυνεύουσι στρατηγοῦντες ἢ ἱππαρχοῦντες: σὺ δὲ οἰσυΐνην ἀσπίδα ἔχων, εὐσταλὴς καὶ κοῦφος εἰς σωτηρίαν, ἕτοιμος ἑστιᾶσθαι τὰ ἐπινίκια, ἐπειδὰν θύῃ ὁ στρατηγὸς νενικηκώς.
22 ἐν εἰρήνῃ τε αὖ σὺ μὲν τοῦ δήμου ὢν ἀναβὰς εἰς ἐκκλησίαν τυραννεῖς τῶν πλουσίων, οἱ δὲ φρίττουσι καὶ ὑποπτήσσουσι καὶ διανομαῖς ἱλάσκονταί σε. λουτρὰ μὲν γὰρ ὡς ἔχοις καὶ θεάματα καὶ τἆλλα διαρκῆ ἅπαντα, ἐκεῖνοι πονοῦσι, σὺ δὲ ἐξεταστὴς καὶ δοκιμαστὴς πικρὸς ὥσπερ δεσπότης, οὐδὲ λόγου μεταδιδοὺς ἐνίοτε, κἄν σοι δοκῇ κατεχαλάζησας αὐτῶν ἀφθόνους τοὺς λίθους ἢ τὰς οὐσίας αὐτῶν ἐδήμευσας: οὔτε δὲ συκοφάντην δέδιας αὐτὸς οὔτε λῃστὴν μὴ ὑφέληται τὸ χρυσίον ὑπερβὰς τὸ θριγκίον ἢ διορύξας τὸν τοῖχον, οὔτε πράγματα ἔχεις λογιζόμενος ἢ ἀπαιτῶν ἢ τοῖς καταράτοις οἰκονόμοις διαπυκτεύων καὶ πρὸς τοσαύτας φροντίδας μεριζόμενος, ἀλλὰ κρηπῖδα συντελέσας ἑπτὰ ὀβολοὺς τὸν μισθὸν ἔχων, ἀπαναστὰς περὶ δείλην ὀψίαν λουσάμενος, ἢν δοκῇ, [3] τινὰ ἢ [4] ἢ κρομμύων κεφαλίδας ὀλίγας πριάμενος εὐφραίνεις σεαυτὸν ᾄδων τὰ πολλὰ καὶ τῇ βελτίστῃ Πενίᾳ προσφιλοσοφῶν.
23 ὥστε διὰ ταῦτα ὑγιαίνεις τε καὶ ἔρρωσαι τὸ σῶμα καὶ διακαρτερεῖς πρὸς τὸ κρύος: οἱ πόνοι γάρ σε παραθήγοντες οὐκ εὐκαταφρόνητον ἀνταγωνιστὴν ἀποφαίνουσι πρὸς τὰ δοκοῦντα τοῖς ἄλλοις ἄμαχα εἶναι. ἀμέλει οὐδέν σοι τῶν χαλεπῶν τούτων νοσημάτων πρόσεισιν, ἀλλ᾽ ἤν ποτε κοῦφος πυρετὸς ἐπιλάβηται, πρὸς ὀλίγον ὑπηρετήσας αὐτῷ ἀνεπήδησας εὐθὺς ἀποσεισάμενος τὴν ἄσην, ὁ δὲ φεύγει αὐτίκα φοβηθείς, ψυχροῦ σε ὁρῶν ἐμφορούμενον καὶ μακρὰ οἰμώζειν λέγοντα ταῖς ἰατρικαῖς περιόδοις: οἱ δὲ ὑπ᾽ ἀκρασίας ἄθλιοι τί τῶν κακῶν οὐκ ἔχουσι, ποδάγρας καὶ φθόας καὶ περιπλευμονίας καὶ ὑδέρους; αὗται γὰρ τῶν πολυτελῶν ἐκείνων δείπνων ἀπόγονοι. Τοιγαροῦν οἱ μὲν αὐτῶν ὥσπερ ὁ Ἴκαρος ἐπὶ πολὺ ἄραντες αὑτοὺς καὶ πλησιάσαντες τῷ ἡλίῳ οὐκ εἰδότες ὅτι κηρῷ 'ἥρμοστο αὐτοῖς ἡ πτέρωσις, μέγαν ἐνίοτε τὸν πάταγον ἐποίησαν ἐπὶ κεφαλὴν ἐς πέλαγος ἐμπεσόντες: ὅσοι δὲ κατὰ τὸν Δαίδαλον μὴ πάνυ μετέωρα μηδὲ ὑψηλὰ ἐφρόνησαν ἀλλὰ πρόσγεια, ὡς νοτίζεσθαι ἐνίοτε τῇ ἅλμῃ τὸν κηρόν, ὡς τὸ πολὺ οὗτοι ἀσφαλῶς διέπτησαν.
Μίκυλλος
ἐπιεικεῖς τινας καὶ συνετοὺς λέγεις.
Ἀλεκτρυών
Τῶν μέντοι γε ἄλλων, ὦ Μίκυλλε, τὰς ναυαγίας αἰσχρὰς ἴδοις ἄν, ὅταν ὁ Κροῖσος [p. 220] περιτετιλμένος τὰ πτερὰ γέλωτα παρέχῃ Πέρσαις ἀναβαίνων ἐπὶ τὴν πυρὰν ἢ Διονύσιος καταλυθεὶς τῆς τυραννίδος ἐν Κορίνθῳ γραμματιστὴς βλέπηται, μετὰ τηλικαύτην ἀρχὴν παιδία συλλαβίζειν διδάσκων.
Μίκυλλος
24 εἰπέ μοι, ὦ ἀλεκτρυών, σὺ δὲ ὁπότε βασιλεὺς ἦσθα — φὴς γὰρ καὶ βασιλεῦσαί ποτε — ποίου τινὸς ἐπειράθης ἐκείνου τοῦ βίου; ἦ που πανευδαίμων ἦσθα, τὸ κεφάλαιον ὅ τι πέρ ἐστι τῶν ἀγαθῶν ἁπάντων ἔχων;
Ἀλεκτρυών μηδὲ ἀναμνήσῃς με, ὦ Μίκυλλε, οὕτω τρισάθλιος ἦν τότε, τοῖς μὲν ἔξω πᾶσιν ὅπερ ἔφησθα πανευδαίμων εἶναι δοκῶν, ἔνδοθεν δὲ μυρίαις ἀνίαις συνών.
Μίκυλλος
Yίσι ταύταις; παράδοξα γὰρ καὶ οὐ πάνυ τι πιστὰ φής.
Ἀλεκτρυών
ἦρχον μὲν οὐκ ὀλίγης χώρας, ὦ Μίκυλλε, παμφόρου τινὸς καὶ πλήθει ἀνθρώπων καὶ κάλλει πόλεων ἐν ταῖς μάλιστα θαυμάζεσθαι ἀξίας ποταμοῖς τε ναυσιπόροις καταρρεομένης καὶ θαλάττῃ εὐόρμῳ χρωμένης, καὶ στρατιὰ ἦν πολλὴ καὶ ἵππος συγκεκροτημένη καὶ δορυφορικὸν οὐκ ὀλίγον καὶ τριήρεις καὶ χρημάτων πλῆθος ἀνάριθμον καὶ χρυσὸς πάμπολυς καὶ ἡ ἄλλη τῆς ἀρχῆς τραγῳδία πᾶσα ἐς ὑπερβολὴν ἐξωγκωμένη, ὥστε ὁπότε προΐοιμι, οἱ μὲν πολλοὶ προσεκύνουν καὶ θεόν τινα ὁρᾶν ᾤοντο καὶ ἄλλοι ἐπ᾽ ἄλλοις συνέθεον ὀψόμενοί με, οἱ δὲ καὶ ἐπὶ τὰ τέγη ἀνιόντες ἐν μεγάλῳ ἐτίθεντο ἀκριβῶς ἑωρακέναι τὸ ζεῦγος, τὴν ἐφεστρίδα, τὸ διάδημα, τοὺς προπομπεύοντας, τοὺς ἑπομένους. ἐγὼ δὲ εἰδὼς ὁπόσα με ἠνία καὶ ἔστρεφεν, ἐκείνοις μὲν τῆς ἀνοίας συνεγίνωσκον, ἐμαυτὸν δὲ ἠλέουν ὅμοιον ὄντα τοῖς μεγάλοις ἐκείνοις κολοσσοῖς, οἵους ἢ Φειδίας ἢ Μύρων ἢ Πραξιτέλης ἐποίησεν: κἀκείνων γὰρ ἕκαστος ἔκτοσθεν μὲν Ποσειδῶν τις ἢ Ζεύς ἐστι πάγκαλος ἐκ χρυσίου καὶ ἐλέφαντος συνειργασμένος, κεραυνὸν ἢ ἀστραπὴν ἢ τρίαιναν ἔχων ἐν τῇ δεξιᾷ, ἢν δὲ ὑποκύψας ἴδῃς τὰ γ᾽ ἔνδον, ὄψει μοχλούς τινας καὶ γόμφους καὶ ἥλους διαμπὰξ πεπερονημένους καὶ κορμοὺς καὶ σφῆνας καὶ πίτταν καὶ πηλὸν καὶ τοιαύτην τινὰ πολλὴν ἀμορφίαν ὑποικουροῦσαν: ἐῶ λέγειν μυῶν πλῆθος ἢ μυγαλῶν ἐμπολιτευόμενον αὐτοῖς ἐνίοτε. τοιοῦτόν τι καὶ βασιλεία ἐστίν.
Μίκυλλος
25 Οὐδέπω ἔφησθα τὸν πηλὸν καὶ τοὺς γόμφους καὶ μοχλοὺς οἵτινες εἶεν τῆς ἀρχῆς, οὐδὲ τὴν ἀμορφίαν ἐκείνην τὴν πολλὴν ἥτις ἐστὶν ὡς τὸ γε ἐξελαύνειν ἀποβλεπόμενον καὶ τοσούτων ἄρχοντα καὶ προσκυνούμενον δαιμονίως ἔοικέ σου τῷ κολοσσιαίῳ παραδείγματι: θεσπέσιον γάρ τι καὶ τοῦτο. σὺ δὲ τὰ ἔνδον ἤδη τοῦ κολοσσοῦ λέγε.
Ἀλεκτρυών
Τί πρῶτον εἴπω σοι, ὦ Μίκυλλε; τοὺς φόβους καὶ τὰ δείματα καὶ ὑποψίας καὶ μῖσος τὸ παρὰ τῶν συνόντων καὶ ἐπιβουλάς, καὶ διὰ ταῦτα ὕπνον τε ὀλίγον, ἐπιπόλαιον κἀκεῖνον, καὶ ταραχῆς μεστὰ ὀνείρατα καὶ ἐννοίας πολυπλόκους καὶ ἐλπίδας ἀεὶ πονηράς, ἢ τὴν ἀσχολίαν καὶ χρηματισμοὺς καὶ δίκας καὶ ἐκστρατείας καὶ προστάγματα καὶ συνθήματα καὶ λογισμούς; ὑφ᾽ ὧν οὐδὲ ὄναρ ἀπολαῦσαί τινος ἡδέος ἐγγίνεται, ἀλλ᾽ ἀνάγκη ὑπὲρ ἁπάντων μόνον διασκοπεῖσθαι καὶ μυρία ἔχειν πράγματα·οὐδὲ γὰρ Ἀτρείδην Ἀγαμέμνονα

ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα,

καὶ ταῦτα ῥεγκόντων[5] Ἀχαιῶν ἁπάντων. λυπεῖ δὲ τὸν μὲν Λυδὸν υἱὸς κωφὸς ὤν, τὸν Πέρσην δὲ Κλέαρχος Κύρῳ ξενολογῶν, ἄλλον δὲ Δίων πρὸς οὖς τισι τῶν Συρακουσίων κοινολογούμενος, καὶ ἄλλον Παρμενίων ἐπαινούμενος καὶ Περδίκκαν Πτολεμαῖος καὶ Πτολεμαῖον Σέλευκος: ἀλλὰ κἀκεῖνα λυπεῖ, ὁ ἐρώμενος πρὸς ἀνάγκην συνὼν καὶ παλλακὶς ἄλλῳ χαίρουσα καὶ ἀποστήσεσθαί τινες λεγόμενοι καὶ δύ᾽ ἢ τέτταρες τῶν δορυφόρων πρὸς ἀλλήλους διαψιθυρίζοντες. τὸ δὲ μέγιστον, ὑφορᾶσθαι δεῖ μάλιστα τοὺς φιλτάτους κἀξ ἐκείνων ἀεί τι δεινὸν ἐλπίζειν ἥξειν. ἐγὼ γοῦν ὑπὸ τοῦ παιδὸς ἀπέθανον ἐκ φαρμάκων, ὁ δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ἐρωμένου, τὸν δὲ ἄλλος ἴσως ὁμοιότροπος θάνατος κατέλαβεν.
Μίκυλλος
26 ἄπαγε, δεινὰ ταῦτα φής, ὦ ἀλεκτρυών. ἐμοὶ γοῦν πολὺ ἀσφαλέστερον σκυτοτομεῖν ἐπικεκυφότα ἢ πίνειν ἀπὸ χρυσῆς φιάλης κωνείῳ ἢ ἀκονίτῳ συνανακραθεῖσαν φιλοτησίαν ὁ γοῦν κίνδυνος ἐμοὶ μέν, εἰ παρολίσθοι τὸ σμιλίον καὶ ἁμάρτοι τῆς τομῆς τῆς ἐπ᾽ εὐθύ, ὀλίγον τι αἱμάξαι τοὺς δακτύλους ἐντεμόντα· οἱ δέ, ὡς φής, θανάσιμα εὐωχοῦνται, καὶ ταῦτα μυρίοις κακοῖς συνόντες. εἶτ᾽ ἐπειδὰν πέσωσιν, ὅμοιοι μάλιστα φαίνονται τοῖς τραγικοῖς ὑποκριταῖς, ὧν πολλοὺς ἰδεῖν ἔνεστι τέως μὲν Κέκροπας δῆθεν ὄντας ἢ Σισύφους ἢ Τηλέφους, διαδήματα ἔχοντας καὶ ξίφη ἐλεφαντόκωπα καὶ ἐπίσειστον κόμην καὶ χλαμύδα: χρυσόπαστον, ἢν δέ, οἷα πολλὰ γίνεται, κενεμβατήσας τις αὐτῶν ἐν μέσῃ τῇ σκηνῇ καταπέσῃ, γέλωτα δηλαδὴ παρέχει τοῖς θεαταῖς τοῦ προσωπείου μὲν συντριβέντος αὐτῷ διαδήματι, ᾑμαγμένης δὲ τῆς ἀληθοῦς κεφαλῆς τοῦ ὑποκριτοῦ καὶ τῶν σκελῶν ἐπὶ πολὺ γυμνουμένων, ὡς τῆς τε ἐσθῆτος τὰ ἔνδοθεν φαίνεσθαι ῥάκια δύστηνα ὄντα καὶ τῶν ἐμβατῶν τὴν ὑπόδεσιν ἀμορφοτάτην καὶ οὐχὶ κατὰ λόγον τοῦ ποδός. ὁρᾷς ὅπως με καὶ εἰκάζειν ἐδίδαξας ἤδη, ὦ βέλτιστε ἀλεκτρυών; ἀλλὰ τυραννὶς μὲν τοιοῦτόν τι ὤφθη οὖσα. ἵππος δὲ ἢ κύων ἢ ἰχθὺς ἢ βάτραχος ὁπότε γένοιο, πῶς ἔφερες ἐκείνην τὴν διατριβήν;
Ἀλεκτρυών
27 Μακρὸν τοῦτον ἀνακινεῖς τὸν λόγον καὶ οὐ τοῦ παρόντος καιροῦ: πλὴν τό γε κεφάλαιον, οὐδεὶς ὅστις οὐκ ἀπραγμονέστερος τῶν βίων ἔδοξέ μοι τοῦ ἀνθρωπείου, μόναις ταῖς φυσικαῖς ἐπιθυμίαις καὶ χρείαις συμμεμετρημένος· τελώνην δὲ ἵππον ἢ συκοφάντην βάτραχον ἢ σοφιστὴν κολοιὸν ἢ ὀψοποιὸν κώνωπα ἢ κίναιδον ἀλεκτρυόνα καὶ τἆλλα ὅσα ὑμεῖς ἐπιτηδεύετε, οὐκ ἂν ἴδοις ἐν ἐκείνοις.
Μίκυλλος
28 ἀληθῆ ἴσως ταῦτα, ὦ ἀλεκτρυών. ἐγὼ δὲ ὃ πέπονθα οὐκ αἰσχύνομαι πρὸς σὲ εἰπεῖν οὐδέπω δύναμαι ἀπομαθεῖν τὴν ἐπιθυμίαν ἣν ἐκ παίδων εἶχον πλούσιος γενέσθαι, ἀλλὰ μὴν καὶ τοὐνύπνιον ἔτι πρὸ τῶν ὀφθαλμῶν ἕστηκεν ἐπιδεικνύμενον τὸ χρυσίον, καὶ μάλιστα ἐπὶ τῷ καταράτῳ Σίμωνι ἀποπνίγομαι τρυφῶντι ἐν ἀγαθοῖς τοσούτοις.
Ἀλεκτρυών
ἐγώ σε ἰάσομαι, ὦ Μίκυλλε: καὶ ἐπείπερ ἔτι νύξ ἐστιν, ἐξαναστὰς ἕπου μοι: ἀπάξω γάρ σε παρ᾽ αὐτὸν ἐκεῖνον τὸν Σίμωνα καὶ εἰς τὰς τῶν ἄλλων πλουσίων οἰκίας, ὡς ἴδοις οἷα τὰ παρ᾽ αὐτοῖς ἐστι.
Μίκυλλος
Πῶς τοῦτο, κεκλεισμένων τῶν θυρῶν; εἰ μὴ καὶ τοιχωρυχεῖν γε σύ με ἀναγκάσεις.
Ἀλεκτρυών
Οὐδαμῶς, ἀλλ᾽ ὁ Ἑρμῆς, οὗπερ ἱερός εἰμι, ἐξαίρετον ἔδωκέ μοι τοῦτο, ἤν τις τὸ οὐραῖον πτερὸν τὸ μήκιστον, ὃ δι᾽ ἁπαλότητα ἐπικαμπές ἐστι.
Μίκυλλος
Δύο δ᾽ ἔστι σοι τοιαῦτα.
Ἀλεκτρυών
Τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω καὶ ἔχειν,^ ἐς ὅσον ἂν βούλωμαι ἀνοίγειν τε ὁ τοιοῦτος πᾶσαν θύραν δύναται καὶ ὁρᾶν ἅπαντα οὐχ ὁρώμενος αὐτός.
Μίκυλλος
ἐλελήθεις με, ὦ ἀλεκτρυών, καὶ σὺ γόης ὤν. ἐμοὶ δ᾽ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα: μετοίσω γὰρ αὐτὰ παρεισελθών, ὁ δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα.
Ἀλεκτρυών
Οὐ θέμις γενέσθαι τοῦτο: παρήγγειλε γὰρ ὁ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ὁ ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν.
Μίκυλλος
ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου. ἀπίωμεν δ᾽ ὅμως: ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι.
Ἀλεκτρυών
ἀπότιλον, ὦ Μίκυλλε, πρότερον τὸ πτίλον ... τί τοῦτο; ἄμφω ἀπέτιλας.
Μίκυλλος
ἀσφαλέστερον οὕτως, ὦ ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος.
Ἀλεκτρυών
29 Εἶεν. ἐπὶ τὸν Σίμωνα πρῶτον ἄπιμεν ἢ παρ᾽ ἄλλον τινὰ τῶν πλουσίων;
Μίκυλλος
Οὐ μὲν οὖν, ἀλλὰ παρὰ τὸν Σίμωνα, ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος ἤδη πλουτήσας εἶναι ἀξιοῖ. καὶ δὴ πάρεσμεν 'ἐπὶ τὰς θύρας. Τί οὖν ποιῶ τὸ μετὰ τοῦτο;
Ἀλεκτρυών
ἐπίθες τὸ πτερὸν ἐπὶ τὸ κλεῖθρον.
Μίκυλλος
ἰδοὺ δή. ὦ Ἡράκλεις, ἀναπέπταται ὥσπερ ὑπὸ κλειδὶ ἡ θύρα.
Ἀλεκτρυών
ἡγοῦ ἐς τὸ πρόσθεν. ὁρᾷς αὐτὸν ἀγρυπνοῦντα καὶ λογιζόμενον;
Μίκυλλος
ὁρῶ νὴ Δία πρὸς ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα καὶ ὠχρὸς δὲ ἐστὶν οὐκ οἶδ᾽ ὅθεν, ἀλεκτρυών, καὶ κατέσκληκεν ὅλος ἐκτετηκώς, ὑπὸ φροντίδων δηλαδή· οὐ γὰρ νοσεῖν ἄλλως ἐλέγετο.
Ἀλεκτρυών
ἄκουσον ἅ φησιν εἴσῃ γὰρ ὅθεν οὕτως ἔχει.
Σίμων
Οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ὁ ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με: ὅλος γοῦν περὶ τὸν ἱππῶνά ἐστιν, οὐ πάνυ ἐπιμελὴς ἄλλως οὐδὲ φιλόπονος ὤν. εἰκὸς δὲ ἡρπάσθαι πολλῷ πλείω τούτων, ἢ πόθεν γὰρ ὁ Τίβειος ^ τάριχος αὑτῷ οὕτω μέγα ὠψωνηκέναι χθὲς ἐλέγετο ἢ τῇ γυναικὶ ἐλλόβιον ἐωνῆσθαι πέντε δραχμῶν ὅλων; τἀμὰ οὗτοι σπαθῶσι τοῦ κακοδαίμονος. ἀλλ᾽ οὐδὲ τὰ ἐκπώματα ἐν ἀσφαλεῖ μοι ἀπόκειται τοσαῦτα ὄντα: δέδια γοῦν μή τις ὑπορύξας τὸν τοῖχον ὑφέληται αὐτά: πολλοὶ φθονοῦσι καὶ ἐπιβουλεύουσί μοι, καὶ μάλιστα ὁ γείτων Μίκυλλος.
Μίκυλλος
Νὴ Δία: σοὶ γὰρ ὅμοιος ἐγὼ καὶ τὰ τρύβλια ὑπὸ μάλης ἄπειμι ἔχων.
Ἀλεκτρυών
σιώπησον, Μίκυλλε, μὴ καταφωράσῃ παρόντας ἡμᾶς.
Σίμων
ἄριστον γοῦν ἄγρυπνον αὐτὸν φυλάττειν ἅπασαν περίειμι διαναστὰς ἐν κύκλῳ τὴν οἰκίαν. τίς οὗτος; ὁρῶ σέ γε, τοιχωρύχε ... μὰ Δία, ἐπεὶ κίων γε ὢν τυγχάνεις, εὖ ἔχει. ἀριθμήσω αὖθις ἀνορύξας τὸ χρυσίον, μὴ τί με πρῴην διέλαθεν. ἰδοὺ πάλιν ἐψόφηκέ τις: ἐπ᾽ ἐμὲ δηλαδή: πολιορκοῦμαι καὶ ἐπιβουλεύομαι πρὸς ἁπάντων. ποῦ μοι τὸ ξιφίδιον; ἂν λάβω τινὰ , ... θάπτωμεν αὖθις τὸ χρυσίον.
Ἀλεκτρυών
30 Τοιαῦτα μέν σοι, ὦ Μίκυλλε, τὰ Σίμωνος. ἀπίωμεν δὲ καὶ παρ᾽ ἄλλον τινά, ἕως ἔτι ὀλίγον τῆς νυκτὸς λοιπόν ἐστιν.
Μίκυλλος
ὁ κακοδαίμων, οἷον βιοῖ τὸν βίον. ἐχθροῖς οὕτω πλουτεῖν γένοιτο, κατὰ κόρρης δ᾽ οὖν πατάξας αὐτὸν ἀπελθεῖν βούλομαι.
Σίμων
Τίς ἐπάταξέ με; λῃστεύομαι ὁ δυστυχής.
Μίκυλλος
οἴμωζε καὶ ἀγρύπνει καὶ ὅμοιος γίγνου τὸ χρῶμα τῷ χρυσῷ προστετηκὼς αὐτῷ. ἡμεῖς δὲ παρὰ Γνίφωνα, εἰ δοκεῖ, τὸν δανειστὴν ἴωμεν. οὐ μακρὰν δὲ καὶ οὗτος οἰκεῖ. ἀνέῳγε καὶ αὕτη ἡμῖν ἡ θύρα.
Ἀλεκτρυών
31 ὁρᾷς ἐπαγρυπνοῦντα καὶ τοῦτον ἐπὶ φροντίδων, ἀναλογιζόμενον τοὺς τόκους καὶ τοὺς δακτύλους κατεσκληκότα, ὃν δεήσει μετ᾽ ὀλίγον πάντα ταῦτα καταλιπόντα σίλφην ἢ ἐμπίδα ἢ κυνόμυιαν γενέσθαι;
Μίκυλλος
ὁρῶ κακοδαίμονα καὶ ἀνόητον ἄνθρωπον οὐδὲ νῦν πολὺ τῆς σίλφης ἢ ἐμπίδος ἄμεινον βιοῦντα. ὡς δὲ καὶ οὗτος ἐκτέτηκεν ὅλος ὑπὸ τῶν λογισμῶν. ἐπ᾽ ἄλλον ἀπίωμεν.
Ἀλεκτρυών
32 Παρὰ τὸν σὸν Εὐκράτην, εἰ δοκεῖ. καὶ ἰδοὺ γάρ, ἀνέῳγε καὶ αὕτη ἡ θύρα: ὥστε εἰσίωμεν.
Μίκυλλος
ἅπαντα ταῦτα μικρὸν ἔμπροσθεν ἐμὰ ἦν.
Ἀλεκτρυών
ἔτι γὰρ σὺ ὀνειροπολεῖς τὸν πλοῦτον; ὁρᾷς δ᾽ οὖν τὸν Εὐκράτην αὐτὸν μὲν ὑπὸ τοῦ οἰκέτου πρεσβύτην ἄνθρωπον ...;
Μίκυλλος
ὁρῶ νὴ Δία καταπυγοσύνην καὶ πασχητιασμόν τινα καὶ ἀσέλγειαν οὐκ ἀνθρωπίνην τὴν γυναῖκα δὲ ἑτέρωθι ὑπὸ τοῦ μαγείρου καὶ αὐτήν ...
Ἀλεκτρυών<
33 Τί οὖν; ἐθέλοις ἂν καὶ τούτων κληρονομεῖν, ὦ Μίκυλλε, καὶ πάντα ἔχειν τὰ Εὐκράτους;
Μίκυλλος
Μηδαμῶς, ὦ ἀλεκτρυών λιμῷ ἀπολοίμην πρότερον. χαιρέτω τὸ χρυσίον καὶ τὰ δεῖπνα, δύο ὀβολοὶ ἐμοί γε πλοῦτός ἐστι μᾶλλον ἢ τοιχωρυχεῖσθαι πρὸς τῶν οἰκετῶν.
Ἀλεκτρυών ἀλλὰ νῦν γὰρ ἡμέρα ἤδη ἀμφὶ τὸ λυκαυγὲς αὐτό, ἀπίωμεν οἴκαδε παρ᾽ ἡμᾶς: τὰ λοιπὰ δὲ εἰσαῦθις ὄψει, ὦ Μίκυλλε.
Lucian Works with an English Translation by. A. M. Harmon. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1915. 2.

  1. ἠπίαλὸς= ρίγος
  2. ἔτνος=σούπα
  3. σαπέρδη= ρέγγα
  4. μαινίδας=σαρδέλες
  5. ῥεγκόντων=ροχαλιζόντων