Μετάβαση στο περιεχόμενο

Εικόνες Β΄/ιε

Από Βικιθήκη
ιε. Μέλαγρος
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΜΕΛΕΑΓΡΟΣ

ιε. θαυμάζεις ὁρῶν ἐς τοσοῦτον ἀγῶνα κόρην ὁρμῶσαν ἀγρίου τε οὕτω συὸς καὶ τοσούτου ὁρμὴν ὑφισταμένην; ὁρᾷς γάρ, ὡς ὕφαιμον μὲν αὐτῷ τὸ ὄμμα λοφιά τε φρίττουσα καὶ πολὺς ὁ κατὰ τῶν ὀδόντων ἀφρὸς ἐς πολὺ ἀνεστηκότων καὶ τὴν αἰχμὴν ἀτρίπτων τό τε εὖρος, ὡς πρὸς λόγου τῇ βάσει, ἣν δὴ καὶ τὰ ἴχνη ταυτὶ δείκνυσι ταύρων ἀποδέοντα οὐδέν· οὐδὲ γὰρ τούτων παρέλιπέ τι ὁ ζωγράφος ἐντυπώσας αὐτὰ τῇ γραφῇ. τὰ δὲ δρώμενα καὶ [p. 417] δεινὰ ἤδη· ἐμπεπτωκὼς γὰρ ὁ σῦς Ἀγκαίῳ τούτῳ κατὰ τὸν μηρὸν κεῖται ὁ νεανίας ἀθρόον ἐκρέων τὸ αἷμα καὶ ἐς πολὺ ἀνερρωγὼς τοῦ μηροῦ, ὅθεν ἐν χερσὶν ἤδη τοῦ ἄθλου ὄντος ἡ μὲν Ἀταλάντη, ταύτην γὰρ εἶναι τὴν κόρην νοεῖν χρή, πρόχειρον ἐπιθεῖσα τῇ νευρᾷ τὸ βέλος ἀφήσειν μέλλει. ἔσταλται δὲ ἐσθῆτι μὲν ὑπὲρ γόνυ, κρηπῖδα δὲ τοῖν ποδοῖν ἐνῆπται καὶ αἱ χεῖρες ἐς ὦμον γυμναὶ διὰ τὸ ἐνεργοὺς εἶναι τῆς ἐσθῆτος ἐκεῖ ἐς περόνας ξυνεχομένης, τὸ δὲ κάλλος ἀρρενωπὸν ἐκ φύσεως ὂν ἀνίστησιν ὁ καιρὸς ἐπὶ μᾶλλον οὐκ ἐφίμερον βλεπούσης, ἀλλὰ τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὴν τῶν δρωμένων ἔννοιαν τεινούσης. οἱ νεανίαι δὲ οὗτοι Μελέαγρος καὶ Πηλεύς, τούτους γὰρ δὴ τοὺς καθελόντας τὸν σῦν φησὶν ῾εἶναἰ ἡ γραφή, ὁ μὲν ἐπερείσας ἐν προβολῇ τῷ λαιῷ ποδὶ ἑαυτὸν ὁ Μελέαγρος καὶ τὴν βάσιν τηρήσας ἀσφαλῶς ἐκδέχεται τὴν ὁρμὴν τοῦ συὸς λόγχην ὑποστήσας. φέρε δὴ καὶ τὰ περὶ αὐτὸν εἴπωμεν· στιφρὸς μὲν ὁ νεανίας καὶ πάντῃ σφριγῶν, κνῆμαι δ᾽ αὐτῷ εὐπαγεῖς καὶ ὀρθαὶ φέρειν τε ἔν τε τοῖς δρόμοις ἱκαναὶ καὶ ὑφισταμένῳ τὸν ἐκ χειρὸς ἀγῶνα φύλακες ἀγαθαὶ μηρός τε ξὺν ἐπιγουνίδι ὁμολογῶν τοῖς κάτω καὶ ἰσχίον οἷον διδόναι θαρσεῖν ὡς οὐκ ἀνατραπησομένου ὑπὸ τῆς τοῦ συὸς ἐμβολῆς τοῦ νεανίου πλευρά τε βαθεῖα καὶ γαστὴρ ἀπέριττος καὶ στέρνα τὸ μέτριον προεκκείμενα καὶ βραχίων διηρθρωμένος καὶ ὦμοι πρὸς αὐχένα ἐρρωμένον ξυνάπτοντες καὶ βάσιν αὐτῷ διδόντες κόμη τε ἡλιῶσα καὶ ἀνεστηκυῖα νῦν ὑπὸ τοῦ τῆς ὁρμῆς ἐνεργοῦ καὶ χαροπὸν ἱκανῶς δεδορκὸς τὸ ὄμμα ἥ τε ὀφρὺς οὐκ ἀνειμένη, ἀλλ᾽ ἐν τῷ θυμῷ πᾶσα καὶ ἡ τοῦ προσώπου κατάστασις οὐδὲ ξυγχωροῦσα περὶ [p. 418] κάλλους τι λέγειν διὰ τὸ ἐπιτετάσθαι, ἐσθὴς δὲ λευκὴ ὑπὲρ γόνυ καὶ κρηπὶς ὑπὲρ σφυρὸν ἔρεισμα ἀσφαλὲς τῇ βάσει, χλαμύδα τε κοκκοβαφῆ ὑπὲρ αὐχένος κολπώσας τὸ θηρίον ὑφίσταται. ταυτὶ μέν σοι τὰ τοῦ Οἰνέως, Πηλεὺς δὲ οὗτος προβέβληται φοινικοῦν φᾶρος, μάχαιρα δὲ αὐτῷ ἡ παρ᾽ Ἡφαίστου ἐν χερσὶν ἐκδεξομένῳ τὴν τοῦ συὸς ὁρμήν, τὸ δὲ ὄμμα ἄτρεπτος καὶ ὀξὺ ὁρῶν καὶ οἷος μηδὲ ὑπερόριον ἆθλον τὸν ἐς Κόλχους σὺν Ἰάσονι δεῖσαι.