Μετάβαση στο περιεχόμενο

Εικόνες Β΄/ιδ

Από Βικιθήκη
ιδ. Ὑάκινθος
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΥΑΚΙΝΘΟΣ

ιδ. πυθώμεθα τοῦ μειρακίου, ὦ παιδίον, τίς τε αὐτὸς εἴη καὶ τίς ἡ αἰτία τῆς Ἀπόλλωνος αὐτῷ παρουσίας, θαρσήσει γὰρ ἡμᾶς γοῦν προσβλέψαι. οὐκοῦν ὁ μὲν Ὑάκινθος εἶναί φησιν ὁ Οἰβάλου, μαθόντας δὲ τοῦτο χρὴ λοιπὸν καὶ τὴν αἰτίαν τῆς τοῦ θεοῦ παρουσίας γιγνώσκειν· ἐρῶν ὁ τῆς Λητοῦς τοῦ μειρακίου πάντα δώσειν αὐτῷ φησιν, ὅσα ἔχει, τὸ ξυνεῖναί οἱ προσεμένῳ, τοξείαν τε γὰρ καὶ μουσικὴν διδάξειν καὶ μαντικῆς ἐπαίειν καὶ λύρας μὴ ἀπῳδὸν εἶναι καὶ τοῖς ἀμφὶ παλαίστραν ἐπιστήσειν, δώσειν δὲ ὑπὲρ κύκνων αὐτὸν ὀχούμενον περιπολεῖν χωρία, ὅσα Ἀπόλλωνος φίλα. ταυτὶ μὲν ὁ θεός, γέγραπται δὲ ἀκειρεκόμης μέν, τὸ εἰωθός, φαιδρὰν δὲ ὀφρὺν ὑπὲρ ὀφθαλμῶν ἐγείρων, ὧν ἀκτῖνες οἷον ἐκλάμπουσι, καὶ μειδιάματι ἡδεῖ τὸν Ὑάκινθον θαρσύνων προτείνων τε τὴν δεξιὰν ἐπὶ τῇ αὐτῇ αἰτίᾳ. τὸ μειράκιον δὲ ἐς γῆν μὲν ἀτενὲς ὁρᾷ, πολλὴ δὲ ἡ τῶν ὀφθαλμῶν ἔννοια, γάνυταί [p. 416] τε γὰρ ἐφ᾽ οἷς ἀκούει, καὶ τὸ θάρσος ἔτι μέλλον αἰδοῖ μίγνυσιν. ἕστηκε δὲ τὰ μὲν ἀριστερὰ τοῦ σώματος ἁλιπορφύρῳ χλανίδι καλύπτων, ἃ δὴ καὶ ὑπέσταλται, ἀκοντίῳ δὲ τὴν δεξιὰν ἐπερείδει ἐκκειμένῳ τῷ γλουτῷ καὶ τῇ πλευρᾷ διορωμένῃ, βραχίων τε οὑτοσὶ γυμνὸς δίδωσιν ἡμῖν καὶ τὰ μὴ ὁρώμενα ἐλέγχειν. σφυρὸν μὲν αὐτῷ κοῦφον ἐπ᾽ εὐθείᾳ τῇ κνήμῃ καὶ ἐπιγουνὶς αὕτη ἐλαφρὰ ὑπὲρ κνήμης μηροί τε ἀπέριττοι καὶ ἰσχίον ἀνέχον τὸ λοιπὸν σῶμα πλευρά τε εὔπνουν ἀποτορνεύουσα τὸ στέρνον καὶ βραχίων ξὺν ἁπαλότητι σφριγῶν καὶ αὐχὴν ἀνεστηκὼς τὸ μέτριον ἡ κόμη τε οὐκ ἄγροικος, οὐδὲ ἐν αὐχμῷ ἀνεστηκυῖα, ἀλλ᾽ ἐπικρεμαμένη τῷ μετώπῳ, ξυναπονεύουσα δὲ ταῖς τοῦ ἰούλου ἀρχαῖς. ὁ δ᾽ ἐν ποσὶ δίσκος ἔχων καὶ σκοτεινόν τι περὶ ἑαυτὸν Ἔρως τε καθορῶν φαιδρὸς ἅμα καὶ κατηφής, καὶ Ζέφυρος ἐκ περιωπῆς ἄγριον ὑποφαίνων τὸ ὄμμα αἰνίττεται ὁ ζωγράφος τὴν ἀπώλειαν τοῦ μειρακίου, δισκεύοντι δὲ τῷ Ἀπόλλωνι πλάγιος ἐμπνεύσας ἐμβαλεῖ τῷ Ὑακίνθῳ τὸν δίσκον.