Εικόνες Β΄/γ
←β. Μαρσύας | γ. Κυνηγέται Συγγραφέας: Εἰκόνες Β΄ |
δ. Ἡρακλῆς ἢ Ἀχελῷος→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΚΥΝΗΓΕΤΑΙ
γ. τί δ᾽ οὐκ ἂν εἴποις περὶ τούτων, οὓς ἄγει μὲν ἀπὸ θήρας ἡ γραφή, πηγὴν δ᾽ αὐτοῖς ἀναδίδωσιν ἀκραιφνῆ ποτίμου τε καὶ διαυγοῦς νάματος; ὁρᾷς δέ που καὶ τὸ περὶ τὴν πηγὴν ἄλσος φύσεως ἔργον, οἶμαι, τῆς σοφῆς· ἱκανὴ γὰρ πάντα, ὅσα βούλεται, καὶ δεῖται τέχνης οὐδέν, ἥ γε καὶ τέχναις αὐταῖς ἀρχὴ καθέστηκε. τί γὰρ ἐνδεῖ πρὸς τὴν τῆς σκιᾶς παρασκευήν; αἱδὶ μὲν αἱ ἡμερίδες ἄγριαι ἀνερπύσασαι ξυμβεβλήκασι τοὺς τῶν κλημάτων κορύμβους ἄλλον ἄλλῳ συνδέουσαι τῶν δένδρων, σμίλαξ δὲ αὕτη καὶ κιττὸς ὁμοῦ τε καὶ καθ᾽ ἓν διασχόντες πυκνόν τινα τοῦτον καὶ ἡδίω τέχνης ὄροφον ἡμῖν παρέχουσιν. ὁ δὲ τῶν ἀηδόνων χορὸς καὶ τὰ τῶν ἄλλων ὀρνέων μουσεῖα σαφῶς ἡμῖν τὰ τοῦ μελιχροτάτου Σοφοκλέους ἐπὶ γλῶτταν ἄγει
- πυκνόπτεροι δ᾽
- εἴσω κατ᾽ αὐτὸν εὐστομοῦσ᾽ ἀηδόνες,
εἰπόντος. ἀλλ᾽ ὅγε τῶν θηρευτῶν ὅμιλος ἡδεῖς μὲν [p. 396] καὶ στιφροὶ καὶ πνέοντες ἔτι τὸν ἐν τῇ θήρᾳ θυμόν, ἄλλος δὲ ἄλλο τι πράττοντες διαναπαύουσι σφᾶς αὐτούς. οἷον, ὦ θεοί, καὶ ὡς ἡδὺ τὸ σαφὲς τῆς τέχνης, καὶ ὡς ἔστιν ὁρᾶν τὴν ἑκάστου τύχην. στιβὰς μὲν αὐτοσχέδιος αὕτη δικτύων, οἶμαι, ξυγκειμένη δέχεται τοὺς ἄρχοντας, καλὸν εἰπεῖν, τῆς θήρας, καὶ πέντε μὲν οὗτοι, ὁρᾷς δὲ τὸν μεσαίτατον αὐτῶν, ὡς διεγείρας ἑαυτὸν ἔστραπται πρὸς τοὺς ὑπερκατακειμένους τὸν ἑαυτοῦ, μοι δοκεῖν, ἆθλον ἀφηγούμενος καὶ τὸ καταβαλεῖν θάτερον τῶν θηρίων πρῶτος, ἃ δὴ τῶν δρυῶν ἐξήρτηται δικτύοις ἔλαφος, οἶμαι, καὶ σῦς ἐγκείμενα. ἦ γὰρ οὐκ ἐπῆρθαί σοι δοκεῖ καὶ χαίρειν τῷ ἔργῳ; οἱ δ᾽ ἀτενὲς μὲν ὁρῶσιν ἐς αὐτὸν ἀφηγούμενον, ἅτερος δὲ σφῶν· ἐναποκλίνας ἑαυτὸν τῇ στιβάδι διαναπαύει που καὶ αὐτὸς τάχα ἀναγράφων τι τῆς θήρας οἰκεῖον ἔργον. θάτερον δὲ τοῦ ξυσσιτίου κέρας ὁ μὲν πρὸς τῷ μεσαιτάτῳ κύλικος ἡμιδεοῦς ἐν θατέρᾳ ταῖν χεροῖν οὔσης τὴν δεξιὰν ὑπὲρ τῆς κεφαλῆς περιαγαγὼν τὴν Ἀγροτέραν ᾄδειν μοι δοκεῖ, ὁ δὲ ἐς τὸν διάκονον ὁρῶν σοβεῖν κελεύει τὴν κύλικα. σοφός τε ὁ ζωγράφος καὶ ἀκριβὴς τὴν χεῖρα· ἀνασκοποῦντι γὰρ πάντα παραλέλειπται οὐδὲ τῶν ὀπαόνων οὐδέν· ὅδε μὲν γὰρ τρύφος δένδρου κατειληφὼς κάθηται ἐνεσκευασμένος, ὡς εἶχεν ἐν τῷ περὶ τὴν θήραν δρόμῳ, κἀκ πήρας ἐνημμένης αὐτῷ δειπνῶν, δυεῖν δὲ κυνῶν ὁ μὲν ἐκτείνας ἑαυτὸν πρὸ αὐτοῦ ἐσθίει, ὁ δὲ τοῖς ὀπισθίοις ἐνοκλάσας ἀνέχει τὴν δέρην ἐνδεχόμενος τὰ ἐς αὐτὸν ἀπορριπτούμενα, ὁ δὲ πῦρ ἀνάψας καὶ ἐνθεὶς τῶν σκευῶν, ὅσα πρὸς τοῦτο χρηστά, τὰ πρὸς τὴν δαῖτα ἄφθονα παρέχει σφίσι μάλα ἐπισπέρχων αὐτὸς ἑαυτόν, ἀσκός τε οὗτος εἰκῇ ἔρριπται [p. 397] ποτὸν ἀπαντλεῖν τῷ βουλομένῳ δυεῖν τε θεραπόντοιν ὁ μὲν δαιτρός, οἶμαι, μοίρας τέμνειν φησὶ τῆς ἰσαίας ἐπιμελούμενος ἐν τῷ ἀποτέμνειν, ὁ δ᾽ ὑπέχει τὸ ὑποδεξόμενον τὰς μοίρας ἴσας που ἀπαιτῶν εἶναι. τὸ γὰρ ἐν θήρᾳ κατά γε τοῦτο διαλλάττον ἐς τύχην οὐδέν.