Εικόνες Β΄/β

Από Βικιθήκη
β. Μαρσύας
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΜΑΡΣΥΑΣ

β. καθῄρηται ὁ Φρύξ, βλέπει γοῦν ἀπολωλὸς ἤδη διὰ ξύνεσιν ὧν πείσεται, καὶ ὕστατα δὴ αὐλῆσαι πεπίστευκεν οὐκ ἐς καιρὸν ἐς τὸν τῆς Λητοῦς θρασυνάμενος, ἔρριπταί τε αὐτῷ ὁ αὐλὸς ἄτιμος μὴ αὐλεῖν ἔτι, ὡς καὶ νῦν ἀπᾴδων ἐλήλεγκται, καὶ παρέστηκε μὲν τῇ πίτυι, ἀφ᾽ ἧς κρεμασθήσεσθαι οἶδε ταύτην ἑαυτοῦ καταδικασάμενος δίκην ἀσκὸς δεδάρθαι. ὑποβλέπει δὲ ἐς τὸν βάρβαρον τοῦτον τὴν ἀκμὴν τῆς μαχαίρας παρακονώμενον ἐς αὐτόν, ὁρᾷς γάρ που, ὡς αἱ μὲν χεῖρες ἐς τὴν ἀκόνην αὐτῷ καὶ τὸν σίδηρον, ἀναβλέπει δὲ ἐς τὸν Μαρσύαν γλαυκιῶν τὼ ὀφθαλμὼ καὶ κόμην τινὰ διανιστὰς ἀγρίαν τε καὶ αὐχμῶσαν, τὸ δὲ ἐπὶ τῆς παρειᾶς ἔρευθος φονῶντος, οἶμαι, καὶ ἡ ὀφρὺς δὲ ὑπέρκειται τοῦ ὄμματος ἐς αὐγὴν ξυνηγμένη καὶ διδοῦσά τι τῷ θυμῷ ἦθος, ἀλλὰ καὶ σέσηρεν ἄγριόν τι ὑπὸ τῶν μελλόντων αὐτῷ δρᾶσθαι καὶ οὐκ οἶδ᾽, εἴτε χαίρων εἴτε καὶ ἀνοιδούσης ἐς τὴν σφαγὴν τῆς γνώμης. [p. 395] ὁ δὲ Ἀπόλλων γέγραπται διαναπαύων ἑαυτὸν ἐπὶ πέτρας τινός, ἡ λύρα δὲ ἐν ἀριστερᾷ κειμένη ἔτι πλήττεται ὑπὸ τῆς χειρὸς τῆς λαιᾶς ἐμπιπτούσης ἠρεμαίως καὶ οἷον νὴ Δί᾽ ἀταλλούσης. ὅρα δὲ καὶ ῥᾴθυμον τὸ τοῦ θεοῦ εἶδος καὶ μειδίαμα ἐπανθοῦν τῷ προσώπῳ, ἥ τε χεὶρ ἡ δεξιὰ ἐπίκειται τῷ κόλπῳ, πρᾴως ξυνέχουσα τὸ πλῆκτρον, καταρρᾳθυμουμένη ὑπὸ τοῦ ἐς τὴν νίκην χαίροντος. αὐτοῦ καὶ ὁ ποταμὸς τοῦ Μαρσύα τὴν ἐπωνυμίαν ἀμείψων. ὅρα μοι καὶ τὴν τῶν Σατύρων ἀγέλην, οἷα θρηνοῦντες τὸν Μαρσύαν γεγράφαται, ὡς ἐπιφαίνοντες τὸ ἀγέρωχον καὶ ἀνεσκιρτηκὸς ξὺν τῷ ἀνιᾶσθαι.