Μετάβαση στο περιεχόμενο

Εικόνες Α΄/Βιβλίον β/ς

Από Βικιθήκη
ς. Ἀρριχίων
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΑΡΡΙΧΙΩΝ

ς. ἐς αὐτὰ ἥκεις Ὀλύμπια καὶ τῶν ἐν Ὀλυμπίᾳ τὸ κάλλιστον, τουτὶ γὰρ δὴ ἀνδρῶν τὸ παγκράτιον, στεφανοῦται δὲ αὐτὸ Ἀρριχίων ἐπαποθανὼν τῇ νίκῃ καὶ στεφανοῖ αὐτὸν οὑτοσὶ Ἑλλανοδίκης —ἀτρεκὴς δὲ προσειρήσθω διά τε τὸ ἐπιμελεῖσθαι ἀληθείας διά τε τό, ὡς ἐκεῖνοι, γεγράφθαι— στάδιόν [p. 348] τε ἡ γῆ δίδωσιν ἐν ἁπαλῇ αὐλῶνι καὶ ἐσεχούσῃ τοσοῦτον, καὶ τὸ τοῦ Ἀλφειοῦ νᾶμα ἐξέρχεται κοῦφον —ταῦτά τοι καὶ μόνος ποταμῶν ἐπὶ τῆς θαλάττης ὀχεῖται— κότινοί τε αὐτῷ παρατεθήλασιν ἐν γλαυκῷ εἴδει καλοὶ καὶ κατὰ τὴν τῶν σελίνων οὐλότητα. ταυτὶ μὲν οὖν μετὰ τὸ στάδιον ἐπισκεψόμεθα καὶ πολλὰ ἕτερα, τὸ δὲ ἔργον τοῦ Ἀρριχίωνος, πρὶν ἢ παύσασθαι αὐτό, σκοπῶμεν, ἔοικε γὰρ μὴ τοῦ ἀντιπάλου μόνον, ἀλλὰ καὶ τοῦ Ἑλληνικοῦ κεκρατηκέναι· βοῶσι γοῦν ἀναπηδήσαντες τῶν θάκων καὶ οἱ μὲν τὼ χεῖρε ἀνασείουσιν, οἱ δὲ τὴν ἐσθῆτα, οἱ δὲ αἴρονται ἀπὸ τῆς γῆς, οἱ δὲ τοῖς πλησίον ἱλαρὸν προσπαλαίουσι, τὰ γὰρ οὕτως ἐκπληκτικὰ οὐ συγχωρεῖ τοῖς θεαταῖς ἐν τῷ καθεκτῷ εἶναι. ἢ τίς οὕτως ἀναίσθητος, ὡς μὴ ἀνακραγεῖν ἐπὶ τῷ ἀθλητῇ; μεγάλου γὰρ δὴ αὐτῷ ὑπάρχοντος τοῦ δὶς ἤδη νικῆσαι τὰ Ὀλύμπια μεῖζον τοῦτο νυνί, ὅτε καὶ τῆς ψυχῆς αὐτὰ κτησάμενος ἐς τὸν τῶν ὀλβίων πέμπεται χῶρον αὐτῇ κόνει. μὴ δὲ συντυχία νοείσθω τοῦτο, σοφώτατα γὰρ προυνοήθη καὶ τὸ πάλαισμα τῆς νίκης· οἱ παγκρατιάζοντες, ὦ παῖ, κεκινδυνευμένῃ προσχρῶνται τῇ πάλῃ, δεῖ γὰρ αὐτοῖς ὑπτιασμῶν τε, οἳ μή εἰσιν ἀσφαλεῖς τῷ παλαίοντι, καὶ συμπλοκῶν, ἐν αἷς περιγίγνεσθαι χρὴ οἷον πίπτοντα, δεῖ δὲ αὐτοῖς καὶ τέχνης ἐς τὸ ἄλλοτε ἄλλως ἄγχειν, οἱ δὲ αὐτοὶ καὶ σφυρῷ προσπαλαίουσι καὶ τὴν χεῖρα στρεβλοῦσι, προσόντος τοῦ παίειν καὶ ἐνάλλεσθαι· ταυτὶ γὰρ τοῦ παγκρατιάζειν ἔργα πλὴν τοῦ δάκνειν καὶ ὀρύττειν. Λακεδαιμόνιοι μὲν οὖν καὶ ταῦτα νομίζουσιν ἀπογυμνάζοντες, οἶμαι, ἑαυτοὺς ἐς τὰς μάχας, Ἠλεῖοι δὲ καὶ οἱ ἀγῶνες ταυτὶ μὲν ἀφαιροῦσι, τὸ δὲ ἄγχειν ἐπαινοῦσιν. ὅθεν τὸν Ἀρριχίωνα [p. 349] μέσον ἤδη ᾑρηκὼς ὁ ἀντίπαλος ἀποκτεῖναι ἔγνω καὶ τὸν μὲν πῆχυν τῇ δειρῇ ἐνέβαλεν ἀποφράττων αὐτῷ τὸ ἆσθμα, τὰ σκέλη δὲ τοῖς βουβῶσιν ἐναρμόσας καὶ περιδιείρας ἐς ἑκατέραν ἀγκύλην ἄκρω τὼ πόδε τῷ μὲν πνίγματι ἔφθη αὐτὸν ὑπνηλοῦ τοῦ ἐντεῦθεν θανάτου τοῖς αἰσθητηρίοις ἐντρέχοντος, τῇ δὲ ἐπιτάσει τῶν σκελῶν ἀνειμένῃ χρησάμενος οὐκ ἔφθη τὸν λογισμὸν τοῦ Ἀρριχίωνος· ἐκλακτίσας γὰρ τὸν ταρσὸν τοῦ ποδὸς Ἀρριχίων, ὑφ᾽ οὗ ἐκινδύνευεν αὐτῷ τὰ δεξιὰ κρεμαννυμένης ἤδη τῆς ἀγκύλης ἐκεῖνον μὲν συνέχει τῷ βουβῶνι ὡς οὐκέτ᾽ ἀντίπαλον, τοῖς δέ γε ἀριστεροῖς ἐνιζήσας καὶ τὸ περὶ τὸ ἄκρον τοῦ ποδὸς ἐναποκλείσας τῇ ἀγκύλῃ οὐκ ἐᾷ μένειν τῷ σφυρῷ τὸν ἀστράγαλον ὑπὸ τῆς ἐς τὸ ἔξω βιαίου ἀποστροφῆς, ἡ γὰρ ψυχὴ ἀπιοῦσα τοῦ σώματος ἀδρανὲς μὲν αὐτὸ ἐργάζεται, δίδωσι δὲ αὐτῷ ἰσχύειν ἐς ὃ ἀπερείδεται. γέγραπται δὲ ὁ μὲν ἀποπνίξας νεκρῷ εἰκάσαι καὶ τὸ ἀπαγορεῦον ἐπισημαίνων τῇ χειρί, ὁ δὲ Ἀρριχίων ὅσα οἱ νικῶντες γέγραπται, καὶ γὰρ τὸ αἷμα ἐν τῷ ἄνθει καὶ ὁ ἱδρὼς ἀκραιφνὴς ἔτι, καὶ μειδιᾷ, καθάπερ οἱ ζῶντες, ἐπειδὰν νίκης αἰσθάνωνται.