Εικόνες Α΄/Βιβλίον β/ε

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
ε. Ῥοδογούνη
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΡΟΔΟΓΟΥΝΗ

ε. καὶ τὸ αἷμα πρὸς τῷ χαλκῷ καὶ ταῖς φοινικίσι προσβάλλει τι ἄνθος τῷ στρατοπέδῳ, καὶ χαρίεν τῆς γραφῆς οἱ ἄλλος ἄλλως πεπτωκότες ἵπποι τε [p. 346] ἀτακτοῦντες μετ᾽ ἐκπλήξεως καὶ παρεφθορὸς ὕδωρ ποταμοῦ, ἐφ᾽ ᾧ ταῦτα, οἱ δὲ αἰχμάλωτοι καὶ τὸ ἐπ᾽ αὐτοῖς τρόπαιον Ῥοδογούνη καὶ Πέρσαι νικῶσιν Ἀρμενίους ἐν σπονδαῖς ἀτακτήσαντας, ὅτε δὴ λέγεται ἡ Ῥοδογούνη κρατῆσαι τῆς μάχης οὐδὲ ὅσον τὰ δεξιὰ τῆς χαίτης ἀναλαβεῖν ξυγχωρήσασα ἑαυτῇ βραδῦναι. ἢ οὐκ ἐπῆρται καὶ φρονεῖ ἐπὶ τῇ νίκῃ καὶ ξυνίησιν, ὡς ἔσοιτο ἀοίδιμος ἐπὶ τῷ ἔργῳ καὶ ἐν κιθάρᾳ καὶ ἐν αὐλῷ καὶ ἔνθα Ἕλληνες; προσγέγραπται δὲ αὐτῇ καὶ Νισαία ἵππος μέλαινα ἐπὶ λευκοῖς τοῖς σκέλεσι, καὶ τὰ στέρνα λευκὰ καὶ τὸ πνεῦμα ἀπὸ λευκοῦ τοῦ μυκτῆρος καὶ τὸ μέτωπον ἐν ἀρτίῳ τῷ κύκλῳ. λίθων μὲν οὖν καὶ ὅρμων καὶ παντὸς ἁπαλοῦ κόσμου παρακεχώρηκεν ἡ Ῥοδογούνη τῷ ἵππῳ, ὡς ἀγάλλοιτο καὶ ἁβρῶς τὸν χαλινὸν διαπτύοι, κοκκοβαφεῖ δὲ ἐσθῆτι καταλάμπει πάντα πλὴν τοῦ ἑαυτῆς εἴδους ἐν ἡδείᾳ μὲν τῇ ζώνῃ καὶ τὴν ἐσθῆτα μετρούσῃ ἐς γόνυ, ἡδείᾳ δὲ τῇ ἀναξυρίδι καὶ παρεχομένῃ γραφὰς ἀπὸ κερκίδος, τὸ δὲ ἀπὸ ὤμου ἐς ἀγκῶνα τὸν χιτῶνα διαλείπουσαι πόρπαι ξυνάπτουσιν ὑπανισχούσης ἐναλλὰξ τῆς ὠλένης, ἔνθα ὁ δεσμός. ὁ δὲ ὦμος ἔγκειται καὶ τὸ σχῆμα οὔπω Ἀμαζόνος. καὶ τῆς ἀσπίδος ἄγασθαι χρὴ τὸ μέτριον καὶ ἀποχρῶν τῷ στέρνῳ καὶ τὴν ἰσχὺν τῆς γραφῆς ἐνταῦθα ἐξετάσαι· ὑπερβάλλουσα γὰρ ἡ ἀριστερὰ τὸν πόρπακα ἔχεται τῆς αἰχμῆς ἀφιστᾶσα τοῦ στέρνου τὴν ἀσπίδα, ὀρθῆς δὲ ἐκκειμένης τῆς ἴτυος ὁρᾶται μὲν καὶ τὰ ἔξω τῆς ἀσπίδος· ἢ οὐ χρυσᾶ ταῦτα καὶ οἷον ζῷα; τὰ δὲ ἔσω, καὶ ἔνθα ἡ χείρ, ἁλουργά, προσανθεῖ δὲ αὐτοῖς ὁ πῆχυς. αἰσθάνεσθαί μοι δοκεῖς, ὦ παῖ, τοῦ ἐν αὐτῇ κάλλους καὶ βούλεσθαί τι καὶ περὶ τούτου ἀκούειν. ἄκουε δή· σπένδει μὲν ἐπὶ τῇ τῶν Ἀρμενίων [p. 347] τροπῇ, καὶ ἡ ἔννοια εὐχομένης. εὔχεται δὲ αἱρεῖν τοὺς ἄνδρας, οὓς νῦν ᾕρηκεν, οὐ γάρ μοι δοκεῖ ἐρᾶν τοῦ ἐρᾶσθαι. καὶ τὸ μὲν ἀνειλημμένον τῶν τριχῶν αἰδοῖ κεκόσμηται τὸ ἀγέρωχον κολαζούσῃ, τὸ δὲ ἄνετον βακχεύει αὐτὴν καὶ ῥώννυσι, καὶ ξανθὸν μὲν καὶ χρυσοῦ πέρα τὸ ἀτακτοῦν τῆς κόμης, τὸ δὲ ἐπὶ θάτερα κείμενον ἔχει τι καὶ ἐς αὐγὴν παραλλάττον ὑπὸ τοῦ τετάχθαι. τῶν δὲ ὀφρύων χαρίεν μὲν τὸ ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι καὶ ὁμόθεν ἐκπεφυκέναι τῆς ῥινός, χαριέστερον δὲ τὸ περιῆχθαι, δεῖ γὰρ αὐτὰς μὴ προβεβλῆσθαι τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ περιβεβλῆσθαι αὐτοῖς. ἡ παρειὰ δὲ ὑποδέχεται μὲν τὸν ἀπὸ τῶν ὀμμάτων ἵμερον, εὐφραίνει δὲ τῷ ἱλαρῷ, τὸ γὰρ φιλομειδὲς ἐν παρειᾷ μάλιστα, καὶ οἱ ὀφθαλμοὶ κέκρανται μὲν ἀπὸ τοῦ χαροποῦ ἐς τὸ μέλαν, παρέχονται δὲ τὸ μὲν ἱλαρὸν ἀπὸ τοῦ καιροῦ, τὸ δὲ ὡραῖον ἀπὸ τῆς φύσεως, τὸ δὲ γαῦρον ἀπὸ τοῦ ἄρχειν. στόμα δὲ ἁπαλὸν καὶ ἀνάμεστον ὀπώρας ἐρωτικῆς, φιλῆσαι μὲν ἥδιστον, ἀπαγγεῖλαι δὲ οὐ ῥᾴδιον· ἃ δὲ ἀπόχρη σοι μαθεῖν, ὅρα, παιδίον· χείλη ἀνθηρὰ καὶ ἴσα, στόμα σύμμετρον καὶ παραφθεγγόμενον τὴν εὐχὴν τῷ τροπαίῳ, κἂν παρακοῦσαι βουληθῶμεν, τάχα ἑλληνιεῖ.