Μετάβαση στο περιεχόμενο

Εικόνες Α΄/Βιβλίον β/κα

Από Βικιθήκη
κα. Ἀνταῖος
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΑΝΤΑΙΟΣ

κα. κόνις οἵα ἐν πάλαις ἐκείνη ἐπὶ πηγῇ ἐλαίου καὶ δυοῖν ἀθληταῖν ὁ μὲν ξυνδέων τὸ οὖς, ὁ δὲ ἀπολύων λεοντῆς τὸν ὦμον κολωνοί τε ἐπιτήδειοι [p. 374] καὶ στῆλαι καὶ κοῖλα γράμματα Λιβύη ταῦτα καὶ Ἀνταῖος, ὃν γῆ ἀνῆκε σίνεσθαι τοὺς ξένους, λῃστρικῇ, οἶμαι, πάλῃ. ἀθλοῦντι δὲ αὐτῷ ταῦτα καὶ θάπτοντι οὓς ἀπώλλυε περὶ αὐτήν, ὡς ὁρᾷς, τὴν παλαίστραν, ἄγει τὸν Ἡρακλέα ἡ γραφὴ χρυσᾶ ταυτὶ τὰ μῆλα ᾑρηκότα ἤδη καὶ τὰ τῶν Ἑσπερίδων ᾀδόμενον —οὐκ ἐκείνας ἑλεῖν θαῦμα τοῦ Ἡρακλέους, ἀλλ᾽ ὁ δράκων— καὶ οὐδὲ γόνυ, φασί, κάμψας, ἀποδύεται πρὸς τὸν Ἀνταῖον ἐν τῷ τῆς ὁδοιπορίας ἄσθματι, τείνων τοὺς ὀφθαλμοὺς ἐς νοῦν τινα καὶ οἷον διάσκεψιν τῆς πάλης, ἐμβέβληκέ τε ἡνίαν τῷ θυμῷ μὴ ἐκφέρειν αὑτὸν τοῦ λογισμοῦ. ὑπερφρονῶν δὲ ὁ Ἀνταῖος ἐπῆρται, δυστήνων δέ τε παῖδες ἢ τοιοῦτόν τι πρὸς τὸν Ἡρακλέα ἐοικὼς λέγειν καὶ ῥωννὺς αὑτὸν τῇ ὕβρει. εἰ δὲ καὶ πάλης τῷ Ἡρακλεῖ ἔμελεν, οὐκ ἄλλως ἐπεφύκει ἢ ὡς γέγραπται, γέγραπται δὲ ἰσχυρὸς οἷος καὶ τέχνης ἔμπλεως δι᾽ εὐαρμοστίαν τοῦ σώματος, εἴη δ᾽ ἂν καὶ πελώριος καὶ τὸ εἶδος ἐν ὑπερβολῇ ἀνθρώπου. ἔστιν αὐτῷ καὶ ἄνθος αἵματος καὶ αἱ φλέβες οἷον ἐν ὠδῖνι θυμοῦ τινος ὑποδεδυκότος αὐτὰς ἔτι. τὸν δὲ Ἀνταῖον, ὦ παῖ, δέδιας, οἶμαι, θηρίῳ γάρ τινι ἔοικεν, ὀλίγον ἀποδέων ἴσος εἶναι τῷ μήκει καὶ τὸ εὖρος, καὶ ὁ αὐχὴν ἐπέζευκται τοῖς ὤμοις, ὧν τὸ πολὺ ἐπὶ τὸν αὐχένα ἥκει. περιῆκται δὲ καὶ ὁ βραχίων, ὅσα καὶ ὦμοι· στέρνα δὲ καὶ γαστὴρ ταυτὶ τὰ σφυρήλατα καὶ τὸ μὴ ὀρθὸν τῆς κνήμης, ἀλλὰ ἀνελεύθερον ἰσχυρὸν μὲν τὸν Ἀνταῖον οἶδε, ξυνδεδεμένον μὴν καὶ οὐκ ἔσω τέχνης. ἔτι καὶ μέλας ὁ Ἀνταῖος, κεχωρηκότος αὐτῷ τοῦ ἡλίου ἐς βαφήν. ταυτὶ μὲν ἀμφοῖν τὰ ἐς τὴν πάλην. ὁρᾶς δὲ αὐτοὺς καὶ παλαίοντας, μᾶλλον δὲ πεπαλαικότας, καὶ τὸν [p. 375] Ἡρακλέα ἐν τῷ κρατεῖν. καταπαλαίει δὲ αὐτὸν ἄνω τῆς γῆς, ὅτι ἡ γῆ τῷ Ἀνταίῳ συνεπάλαιε κυρτουμένη καὶ μετοχλίζουσα αὐτόν, ὅτε κέοιτο. ἀπορῶν οὖν ὁ Ἡρακλῆς, ὅ τι χρήσαιτο τῇ γῇ, συνείληφε τὸν Ἀνταῖον μέσον ἄνω κενεῶνος, ἔνθα αἱ πλευραί, καὶ κατὰ τοῦ μηροῦ ὀρθὸν ἀναθέμενος ἔτι καὶ τὼ χεῖρε ξυμβαλὼν τὸν ῾τἐ πῆχυν λαγαρᾷ τε καὶ ἀσθμαινούσῃ τῇ γαστρὶ ὑποσχὼν ἐκθλίβει τὸ πνεῦμα καὶ ἀποσφάττει τὸν Ἀνταῖον ὀξείαις ταῖς πλευραῖς ἐπιστραφείσαις ἐς τὸ ἧπαρ. ὁρᾷς δέ που τὸν μὲν οἰμώζοντα καὶ βλέποντα ἐς τὴν γῆν οὐδὲν αὐτῷ ἐπαρκοῦσαν, τὸν δ᾽ Ἡρακλέα ἰσχύοντα καὶ μειδιῶντα τῷ ἔργῳ. τὴν κορυφὴν τοῦ ὄρους μὴ ἀργῶς ἴδῃς, ἀλλ᾽ ἐκεῖ ἐπ᾽ αὐτῆς θεοὺς ὑπονόει περιωπὴν ἔχειν τοῦ ἀγῶνος· καὶ γάρ τι χρυσοῦν γέγραπται νέφος, ὑφ᾽ ᾧ, οἶμαι, σκηνοῦσι, καὶ ὁ Ἑρμῆς οὑτοσὶ παρὰ τὸν Ἡρακλέα ἥκει στεφανώσων αὐτόν, ὅτι αὐτῷ καλῶς ὑποκρίνεται τὴν πάλην.