Εικόνες Α΄/Βιβλίον β/κ
←ιθ. Φόρβας | κ. Ἄτλας Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον β΄ |
κα. Ἀνταῖος→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΑΤΛΑΣ
κ. καὶ Ἄτλαντι ὁ Ἡρακλῆς οὐδὲ προστάξαντος Εὐρυσθέως ἤρισεν, ὡς τὸν οὐρανὸν οἴσων μᾶλλον ἢ ὁ Ἄτλας, τὸν μὲν γὰρ συγκεκυφότα ἑώρα καὶ πεπιεσμένον καὶ κείμενον ἐς γόνυ θάτερον καὶ μικρὰ καταλειπόμενα αὐτῷ τοῦ ἑστάναι, αὐτὸς δ᾽ ἂν καὶ μετεωρίσαι τὸν οὐρανὸν καὶ στῆσαι ἀναθέμενος ἐς μακρὸν τοῦ χρόνου. τὸ μὲν δὴ φιλότιμον τοῦτο οὐδαμοῦ ἐκφαίνει, φησὶ δὲ συναλγεῖν τε τῷ Ἄτλαντι ἐφ᾽ οἷς μοχθεῖ καὶ μετασχεῖν ἂν τοῦ ἄχθους αὐτῷ. [p. 373] ὁ δ᾽ οὕτω τι ἄσμενος εἴληπται τοῦ Ἡρακλέους, ὡς ἱκετεύειν αὐτὸν τλῆναι ταῦτα. γέγραπται δὲ ὁ μὲν ἀπειρηκώς, ὡς τῷ ἱδρῶτι συμβαλέσθαι, ὁπόσος ἀπ᾽ αὐτοῦ στάζει, βραχίονός τε ξυνεῖναι τρέμοντος, ὁ δὲ ἐρᾷ τοῦ ἄθλου. δηλοῖ δὲ τοῦτο ἥ τε ὁρμὴ τοῦ προσώπου καὶ τὸ ῥόπαλον καταβεβλημένον καὶ αἱ χεῖρες ἀπαιτοῦσαι τὸν ἆθλον. σκιὰς δὲ τὰς μὲν τοῦ Ἡρακλέους οὔπω θαυμάζειν ἄξιον, εἰ ἔρρωνται τὸν ἆθλον —τὰ γὰρ τῶν κειμένων σχήματα καὶ οἱ ὀρθοὶ μάλα εὔσκιοι, τὸ δὲ ἀκριβοῦν ταῦτα οὔπω σοφόν— αἱ δὲ τοῦ Ἄτλαντος σκιαὶ σοφίας πρόσω, οὑτωσὶ γὰρ συνιζηκότος συμπίπτουσί τε ἀλλήλαις καὶ οὐδὲν τῶν ἐκκειμένων ἐπιθολοῦσιν, ἀλλὰ φῶς ἐργάζονται περὶ τὰ κοῖλά τε καὶ ἐσέχοντα. τὴν ῾δἒ γαστέρα καὶ προνενευκότος τοῦ Ἄτλαντος ὁρᾶν τε ὑπάρχει καὶ ἀσθμαινούσης ξυνιέναι, τά τε ἐν τῷ οὐρανῷ, ὃν φέρει, γέγραπται μὲν ἐν αἰθέρι, ὁποῖος περὶ αὐτὰ ἕστηκεν, ἔστι δὲ ξυνεῖναι ταύρου τε, ὃς δὴ ἐν οὐρανῷ ταῦρος, ἄρκτων τε, ὁποῖαι ἐκεῖ ὁρῶνται, καὶ πνευμάτων. γέγραπται γὰρ τὰ μὲν ξὺν ἀλλήλοις, τὰ δὲ ἐξ ἀλλήλων, καὶ τοῖς μὲν φιλία πρὸς ἄλληλα, τὰ δὲ σώζειν ἔοικε τὸ ἐν τῷ οὐρανῷ νεῖκος. νῦν μὲν οὖν ἀναθήσει ταῦτα, Ἡράκλεις, μετ᾽ οὐ πολὺ δὲ ξυμβιώσει αὐτοῖς ἐν τῷ οὐρανῷ πίνων καὶ περιβάλλων τὸ τῆς Ἥβης εἶδος· ἄξῃ γὰρ τὴν νεωτάτην καὶ πρεσβυτάτην τῶν θεῶν, δι᾽ αὐτὴν γὰρ κἀκεῖνοι νέοι.