Μετάβαση στο περιεχόμενο

Εικόνες Α΄/Βιβλίον β/δ

Από Βικιθήκη
δ. Ἱππόλυτος
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΙΠΠΟΛΥΤΟΣ

δ. τὸ μὲν θηρίον ἀρὰ Θησέως, ἐμπέπτωκε δὲ τοῖς Ἱππολύτου ἵπποις ἐν εἴδει ταύρου γλαυκοῦ κατὰ τοὺς δελφῖνας, ἥκει δὲ ἐκ θαλάττης κατὰ τοῦ μειρακίου οὐδεμιᾷ δίκῃ· μητρυιὰ γὰρ Φαίδρα ξυνθεῖσα λόγον ἐπ᾽ αὐτῷ οὐκ ὄντα, ὡς δὴ ἐρῷτο ὑπὸ τοῦ Ἱππολύτου —αὐτὴ δὲ ἄρα τοῦ μειρακίου ἤρα— ἀπατᾶται ὁ Θησεὺς τῷ λόγῳ καὶ καταρᾶται τοῦ παιδὸς τὰ ὁρώμενα· οἱ μὲν δὴ ἵπποι ὁρᾷς, ὡς ἀτιμάσαντες τὸν ζυγὸν ἐλευθέραν αἴρουσι τὴν χαίτην, οὐδὲ κροαίνουσιν, ὥσπερ οἱ λαμπροὶ καὶ ἔμφρονες, ἀλλ᾽ ἐξηρμένοι φόβῳ καὶ πτοίᾳ, ῥαίνοντες δὲ ἀφρῷ [p. 345] τὸ πεδίον ὁ μὲν ἐς τὸ θηρίον ἐπέστραπται φεύγων, ὁ δ᾽ ἀνεσκίρτησεν ἐς αὐτό, ὁ δὲ ὑποβλέπει, τῷ δὲ ἐς τὴν θάλατταν ἡ φορὰ καθάπερ ἑαυτοῦ τε καὶ τῆς γῆς ἐκλαθομένῳ, μυκτῆρσι δὲ ὀρθοῖς ὀξὺ χρεμετίζουσιν, εἰ μὴ παρακούεις τῆς γραφῆς. τροχοὶ δ᾽ ἅρματος ὁ μὲν ἐξήρμοσται τὰς κνήμας ὑπὸ τοῦ συγκλιθῆναι τὸ ἅρμα ἐς αὐτόν, ὁ δ᾽ ἐκλελοιπὼς τὸν ἄξονα φέρεται καθ᾽ ἑαυτὸν στροβούσης αὐτὸν ἔτι τῆς δίνης. διεπτόηνται καὶ οἱ τῶν ὀπαδῶν ἵπποι καὶ τοὺς μὲν ἀποσείονται, τοὺς δ᾽ ἄγχοντάς ποι ἤδη φέρουσι. σὺ δέ, μειράκιον, σωφροσύνης ἐρῶν ἄδικα μὲν ὑπὸ τῆς μητρυιᾶς ἔπαθες, ἀδικώτερα δὲ ὑπὸ τοῦ πατρός, ὥστε ὠδύρατο καὶ ἡ γραφὴ θρῆνόν τινα ποιητικὸν ἐπὶ σοὶ ξυνθεῖσα· σκοπιαὶ μὲν γὰρ αὗται, δι᾽ ὧν ἐθήρας ξὺν Ἀρτέμιδι, δρύπτονται τὰς παρειὰς ἐν εἴδει γυναικῶν, λειμῶνες δ᾽ ἐν ὥρᾳ μειρακίων, οὓς ἀκηράτους ὠνόμαζες, μαραίνουσιν ἐπὶ σοὶ τὰ ἄνθη, Νύμφαι τε αἱ σαὶ τροφοὶ τουτωνὶ τῶν πηγῶν ἀνασχοῦσαι σπαράττουσι τὰς κόμας ἀποβλύζουσαι τῶν μαζῶν ὕδωρ. ἤμυνε δέ σοι οὐδ᾽ ἡ ἀνδρεία οὐδέν, οὐδὲ ὁ βραχίων, ἀλλά σοι τὰ μὲν ἐσπάρακται τῶν μελῶν, τὰ δὲ συντέτριπται, πέφυρται δ᾽ ἡ κόμη, καὶ τὸ μὲν στέρνον ἔμπνουν ἔτι καθάπερ μὴ μεθιέμενον τῆς ψυχῆς, τὸ δὲ ὄμμα περιαθρεῖ τὰ τετρωμένα. φεῦ τῆς ὥρας, ὡς ἄτρωτός τις ἐλελήθει οὖσα. οὐδὲ γὰρ νῦν ἀπολείπει τὸ μειράκιον, ἀλλ᾽ ἐπιπρέπει τι καὶ τοῖς τραύμασιν.