Μετάβαση στο περιεχόμενο

Διονυσιακά/38

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον λη΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῷ
δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.

λῦτο δ᾽ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης,
καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ
Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις,
αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης
5ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου
θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ
πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην,
εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ
ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,
10Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ
Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς
οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης
Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.


15ἀλλ᾽ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,
οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ
φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ
ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ [p. 94]
κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη,
20κλεπτομένης δ᾽ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι·
καὶ πολύς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης,
ἅρματος οὐρανίοιο κατάρρυτος· ἄκρα δὲ γαίης
μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι
ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου
25ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων.


Βάκχῳ δ᾽ ἀσχαλόωντι δι᾽ ἠέρος αἴσιος ἔπτη
αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων
θηγαλέοις ὀνύχεσσιν· ὁ δὲ θρασὺν αὐχένα κάμπτων
κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ.
30καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή·
Ἴδμων δ᾽ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης
οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων,
ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ
συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης,
35καὶ φλόγα πορφύρουσαν ὑπὸ ζοφοειδέι κώνῳ
κλεπτομένου Φαέθοντος ἀθηήτοιο πορείης,
καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων,
αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην,
καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ
40τοῖα παρ᾽ Οὐρανίης δεδαημένος ἔργα θεαίνης
ἵστατο θαρσήεσσαν ἔχων φρένα· γυῖα δ᾽ ἑκάστου
λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ
Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ
λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ
45ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην.


καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς, [p. 96]
σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης
αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,
οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι
50μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,
καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,
καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης
κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων
Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.


55οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου
σείων Εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην
τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος·


‘Εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ,
ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;
60λέξω δ᾽, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,
μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου
νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου·
ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
65ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,
εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,
καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,
οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει
εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.’


70τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ
μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δ᾽ ἄλλων
θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,
τοῖος ἐὼν γλυκερῇσιν ἐπ᾽ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ
κωμάζων Μαραθῶνι μετ᾽ Ἄρεα Δηριαδῆος.


75καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ [p. 98]
σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,
καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ·


‘Μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ·
τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων
80νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ
δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω,
καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ·
αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ
ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,
85καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου
ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην,
οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας
Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν
ἀστράψεις κατ᾽ Ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.
90τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς ἤγαγεν Αἰών,
ἐξ ὅτε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ
κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου
ἡμιδαὴς Φαέθων, ποταμῷ δ᾽ ἐκρύπτετο Κελτῷ·
καὶ θρασὺν ἡβητῆρα παρ᾽ ὀφρύσιν Ἠριδανοῖο
95Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.’


ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης·
Ἑρμείαν δ᾽ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι
Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου,
πῶς Φαέθων κεκύλιστο δι᾽ αἰθέρος, ἢ πόθεν αὐταὶ
100Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων
δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις.


καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς
θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ· [p. 100]


105 Ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν,
εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει,
μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω.
Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου,
ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ,
110Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις
νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς
κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ
παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ
ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
115αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων,
κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί· καὶ φλόγα δίφρων
καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων,
ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο,
ἔμπυρον Ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων,
120παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ
νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις,
λουομένη δ᾽ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς
μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης
ἑσπερίη σελάγιζε δι᾽ ὕδατος ὄμπνια Μήνη.
125ἡμιφανὴς δ᾽ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη,
ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς·
καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη
κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην
ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.


130αἰθερίῳ δ᾽ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην·
καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι [p. 102]
καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι
Νηίδες ὠρχήσαντο· παρ᾽ ὑδατόεντι δὲ παστῷ
εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,
135καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην.
ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη,
καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ,
συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης
νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη·
140Ἑσπερίδες δ᾽ ἀλάλαζον· ἑῇ δ᾽ ἅμα Τηθύι νύμφῃ
Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ.


καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ·
καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο
γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ
145τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ·
Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης
υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς·
σπάργανα δ᾽ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ
εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο
150κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη
μαρμαρυγὴν πέμπουσα σελασφόρον· ἠέλιος δὲ
υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ
ἅρμενον· ἠιθέου γὰρ ἐπ᾽ ἀστράπτοντι προσώπῳ
ἠελίου γενετῆρος ἐπέπρεπε σύγγονος αἴγλη.


155πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων
Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων
γαστρὶ μέσῃ κούφιζε, δι᾽ ὑψιπόρου δὲ κελεύθου
ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ
ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,
160καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ
χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο
δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ, [p. 104]
μάντις ἑοῦ θανάτοιο· γέρων δ᾽ ᾤμωξε νοήσας,
θέσφατα γινώσκων, πινυτῇ δ᾽ ἔκρυψε σιωπῇ,
165μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ
πικρὰ προθεσπίζων Φαεθοντιάδος λίνα Μοίρης.


καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην
πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς
Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων
170Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ...
πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχῆος,
ἄξονα τεχνήεντι συνήρμοσε δούρασι δεσμῷ,
κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ·
ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων
175πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην
ἀρνειοῖς πισύροισι νέους ἐπέθηκε χαλινούς·
καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων
ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ,
θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,
180ἀστέρος Ἠῴοιο φέρων τύπον· ἀμφὶ δὲ χαίταις
ὄρθιον ἔνθα καὶ ἔνθα φερυγέα δαλὸν ἐρείσας
ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα,
ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου.


ἀλλ᾽ ὅτ᾽ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην,
185πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ
κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων
χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων·
δεξιτερῇ δ᾽ ἔψαυε πυριβλήτοιο χαλινοῦ.
190μαίνετο δ᾽ ἱπποσύνης μεθέπων πόθον· ἑζόμενος δὲ
γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων [p. 106]
ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων.
καὶ γενέτης ἀνένευεν· ὁ δὲ πλέον ἡδέι μύθῳ
αἰτίζων λιτάνευε· παρηγορέων δ᾽ ἐπὶ δίφρῳ
195ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ·


‘ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο,
ἄλλο γέρας μάστευε· τί σοί ποτε δίφρος Ὀλύμπου;
ἱπποσύνης ἀκίχητον ἔα δρόμον· οὐ δύνασαι γὰρ
ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω.
200οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ,
ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει·
οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀγείρει,
οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων,
ἀλλὰ παρ᾽ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει,
205ἄσθμασι ποιητοῖσι χέων ποιητὸν ἀήτην·
κύκνον ἔχει πτερόεντα, καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων·
οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος
Ἑρμῆς ῥάβδον ἔχων, οὐκ αἰγίδα πατρὸς ἀείρει.
ἀλλ᾽ ἐρέεις· ‘Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ.’
210Ζαγρεὺς σκηπτὸν ἄειρε, καὶ ὡμίλησεν ὀλέθρῳ.
ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.’


εἶπε, καὶ οὐ παρέπεισε· πάις δὲ γενήτορα νύσσων
δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας·
χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης,
215ὀκλαδὸν ἐν δαπέδῳ κυκλούμενον αὐχένα κάμπτων,
λισσόμενος· καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων.
καὶ κινυρὴ Κηυμένη πλέον ᾔτεεν· αὐτὰρ ὁ θυμῷ
ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης
ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι
220μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς
χείλεα παιδὸς ἔκυσσε, τόσην δ᾽ ἐφθέγξατο φωνήν· [p. 108]


‘δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι,
ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου,
κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις
225λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων
ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει
ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ
εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης,
ζώνης ἑβδομάτης ὑπέρ ἄντυγος· ὑψόθι δ᾽ ἕκτης
230ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς,
καὶ δρόμον εἰς λυκάβαντα διέρχεται· ἐν τριτάτῃ δὲ ...
ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἅρης,
γείτων σεῖο τοκῆος· ἐπαντέλλων δὲ τετάρτῃ
αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω
235οὐρανίων Ἑλίκων πολυκαμπέα κύκλα διώκων,
μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις,
τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω,
πλήσας ἠθάδα μῆνα τελεσφόρον· οὐδὲ πορείην
καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω,
240οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι
ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται,
ἂψ δ᾽ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω
ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου,
δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην·
245οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη
κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει,
μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ· [p. 110]
Μήνῃ δ᾽ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων
μαρμαρυγὴν θρέπτειραν ἀμαλλοτόκου τοκετοῖο
250Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω,
τίκτων μέτρα χρόνοιο, καὶ οἴκοθεν οἶκον ἀμείβων
καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω.
ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων,
ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας,
255φέγγος ὅλον κλέψειεν ἐπισκιόων σέο δίφρῳ·
μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου·
μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ,
πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων,
οἶστρον ἔχοις, καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσῃς,
260μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι·
μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης
ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο· καὶ σέο δίφρῳ
κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν·
γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος
265σκορπίον ἀστερόφοιτον ὑπὸ Ζυγὸν ἡνιοχεύων,
εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας.
ἀλλὰ σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου,
κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω,
270καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων,
νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ, [p. 112]
ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης·
κριοῦ δ᾽ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων,
χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων,
275ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ,
καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης,
φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων
φυλλοχόῳ ἐνὶ μηνί· καὶ ἀνδράσι χεῖμα κομίζω
ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος,
280ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ,
νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην·
καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης,
θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων,
ὑψιτενὴς παρὰ νύσσαν ὅτ᾽ εἰς δρόμον ἡνιοχεύω
285καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος,
ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων.
ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην,
Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου,
ἱπποσύνης προκέλευθον· ἀμοιβαίῃ δὲ πορείῃ
290σὸν δρόμον ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.’


ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ
χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ,
ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας,
κυκλώσας στεφανηδὸν ἐπ᾽ ἰξύι λευκάδα μίτρην·
295καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι,
καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ.
παιδὶ δὲ δίφρον ἔδωκε· καὶ ἠῴης ἀπὸ φάτνης
ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι·
καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ
300ἵππιον αὐχένα δοῦλον ἐπεκλήισσε λεπάδνῳ.


καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν, [p. 114]
ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην
ἠέλιος γενέτης· τρομερῇ δ᾽ ἐλελίζετο σιγῇ,
υἱέα γινώσκων μινυώριον· ἐγγύθι δ᾽ ὄχθης
305ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων
δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ.


ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ,
καὶ Φαέθων ἀνέτελλεν Ἑώιον ἄντυγα βαίνων,
ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.
310καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων
οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων,
ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας
ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ
μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,
315πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις·
καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο
ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ.


ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων
καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,
320παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου·
τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι
ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου.
καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην,
φαίνετο μαστίζων λόφον ἵππιον· οἱ δὲ μανέντες,
325κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος,
ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου
ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι,
δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος.
καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος
330ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι
ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι· [p. 116]
ἔτρεμε δ᾽ ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ·


‘πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων;
φείδεο σῆς μάστιγος ἀγήνορος· ἀμφοτέρων δὲ
335πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων,
μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ,
μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης,
πλαγκτῆς δ᾽ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῷ
γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου·
340μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου
αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ·
ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς
μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ.
μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη   345
ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ
ἄστατος ἠριγένεια συναντήσειε Σελήνῃ·’


ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων
εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.
καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου
ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς   350
αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.
καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων
ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,
μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου
κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ   355
σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,
καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,
αἰθέρα θερμαίνων μαλερῷ πυρί, καὶ θρασὺς ἔστη
καρκίνον ὀκταπόδην κλονέων λασιότριχι παλμῷ·
360οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ [p. 118]
παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή·
κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην
ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ·
καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
365ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ·
πλάζετο δ᾽ ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου·
διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,
ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
370γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ
σύνδρομος Αἰγοκερῆος, ἕλιξ ὠρχήσατο Δελφίς·
καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου
σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,
ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
375ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ·
καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου
ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·
οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·
380πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·
καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·
Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
385Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,
ἄστρασι δ᾽ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην
ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ [p. 120]
σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
390ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει·
καί μιν, ὅτε δρόμον ἶσον ἔχων ὶσόμοιρος ὁδεύει,
ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·
καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
395εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ
δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·
400καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα
ἄλλον ἀκοντίσσειεν ἀπ᾽ αἰθέρος, οἶα καἰ αὐτὸν
405ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην,
οὐκέτι δ᾽ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης
ἀλλήλων ἐχόρευον ἐπ᾽ ἰξύι κυκλάδες Ἄρκτοι,
ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ
ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.


410Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ
ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο·
δήσας δ᾽ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ
ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ
ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ
415ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.
γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ
ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,
καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσόν ἀλήτην, [p. 122]
ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν
420οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.
Ἠέλιος δ᾽ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων·
καὶ σπόρος ἠέξητο, πάλιν δ᾽ ἐγέλασσαν ἀλωαί.
δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.


Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
425εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ
πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων
εἰς δρόμον ἀίσσοντος ἔχει τύπον Ἡνιοχῆος,
οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.
καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων
430Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.


γνωταὶ δ᾽ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος
εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δ᾽ ἀπὀ δένδρων
ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.