Διονυσιακά/33

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον λγ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει
φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.

αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν
εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρω,
λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης.


καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ
5φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων,
ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων
Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου
ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ,
ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,
10χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ
λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου
ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ
πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς·
καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας Ἐνυώ,
15Κωδώνην δ᾽ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ
κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης·
Χαλκομέδην δ᾽ ἐλέαιρε θυελλήεντι πεδίλῳ
μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν,
καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης,
20μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην. [p. 468]


ἀχνυμένη δ᾽ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ
ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου·
καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας
μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου.


25τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις,
τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου
Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ·


‘νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν;
30εἰαρινὴν δ᾽ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου;
οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη·
οὐκέτι δ᾽. ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί.
ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας· ἦ ῥά σε τείρει
υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ
35οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν
καὶ σὲ μετ᾽ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ;
οἶδα, πόθεν χλοάουσι παρηίδες· ὅττί σε κούρην
νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης·
οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω
40λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.’


ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ·


‘ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων,
βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου.
οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,
45ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου,
πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ,
εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.’


ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ
Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἅς κτάνε Μορρεύς,
50καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν [p. 470]
δαιμονίην μάστιγα τινασσομένου Διονύσου
καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,
Κωδώνην τ᾽ ἀγόρευε προώριον· αἰδομένη δὲ
πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.


55καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου
ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.
ἀγλαΐην δ᾽ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ
υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,
ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.


60καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ
σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.


Εὖρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
65νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις·
πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης
οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
70Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς·
καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ
κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
75μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης
οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
στέμμα φέρων παλάμῃσι. Φιλακρήτων δὲ βολάων
λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν· [p. 472]
καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ
80χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ·
ἀμφοτέροις δ᾽ ἔρις ἦεν ἐπήρατος. Ἁβροκόμης δὲ
πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ
νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων
ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ
85εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου
ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση,
ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ
ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ
ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου·
90δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ
ἱμερόεν δέπας εἶλε, καὶ εὔξατο Κυπρογενείῃ
λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας
εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων·
νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση
95ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης
ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ·
ἴαχε δ᾽ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης
χρυσέῳ ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ·
καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης·
100καὶ ταχὺς αἰόλον ὁρμὸν ἑλὼν καὶ σφαῖραν ἀείρων
διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος,
σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ
κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ
πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου.


105ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ
δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ [p. 474]
νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ
ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης·


‘πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου,
110σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ
ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ,
καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην
πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.’


ὣς φαμένην ἐρέεινεν Ἔρως, ἴνα πάντα δαείη·
115ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου
ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι·
καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·


‘τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω
μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης
120νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω,
καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν Ἐρώτων
αἰετόν, ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω·
εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν ἀμφιγυήεις
Κεκροπίου λύχνοιο φεραυγέα δαλόν ἀνάψας,
125μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·
εἰ δέ μιν ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει,
ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας
Ἄρτεμιν οἰστρήσαιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω ...
κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης,
130οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ·
καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἄμμα φαρέτρης
δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω,
δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ· [p. 476]
οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω
135Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ·
καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω
εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω
σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην,
πάντες ἴνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.’


140εἶπε, καἰ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων
ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ,
ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης.


καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
145γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ
καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἶα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν·


‘τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης·
150οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει·
ἠέλιος γελάᾳ με, καὶ Ἀστρίδος αἷμα κορύσσει
παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα,
Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου,
καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα.
155τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ
Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ,
ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης,
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ,
Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλ᾽ ἐνὶ χάρμῃ
160Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου·
ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει [p. 478]
Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς·
δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων.
εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι ἀφρογενείῃ,
165Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου.
ἀλλὰ μολὼν ἀκίχητος Ἑώιον εἰς κλίμα γαίης
Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου
ἔστί τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἤβης,
οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω
170Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς,
οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—.
καῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ,
Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης·
σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω
175Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις
ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων
δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ·
σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον ὄρνιν Ἐρώτων,
εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.’


180εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου
μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ
ὤμῳ πανδαμάτειρον ἐπῃώρησε φαρέτρην·
καὶ πτερόεις πεπότητο δι᾽ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ
κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς
185ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα
δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις,
καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων.
καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου
τόξον ἑὸν στήριζεν ἐπ᾽ αὐχένι Χαλκομεδείης·
190καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς
Μορρέος εἰς φρένα πέμψεν, ἐρετμώσας δὲ πορείην
νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ [p. 480]
πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας,
καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ.


195αἰεὶ δ᾽ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ,
παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς,
μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων,
καὶ θρασὺν Ἱμερόεντι νόον μαστίζετο κεστῷ·
ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων
200νεύμασι Κυπριδίοισιν ἀθελγέας εἷλκεν ὀπωπάς.


ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν,
οἷά περ ἱμείρουσα, πόθου δ᾽ ἀπεμάξατο κούρη
ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς,
ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ
205παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον Ἐρώτων,
κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν
κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς.
καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη
ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίῳ δὲ
210εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης,
πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ,
πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο
παρθένιον πόδα πῆξε παρ᾽ εὐρυρέεθρον Ὀρόντην,
ὁππότε γαῖα χανοῦσα παρ᾽ εὐύδρου στόμα λίμνης
215παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ.


τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς,
ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην
καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων·
καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δ᾽ ὑπεμέμφετο γαίῃ,
220παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων·
δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ
εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη, [p. 482]
μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ,
μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων.


225ἀλλ᾽ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ,
Χακξινέδγ μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης,
ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου·
οὐ τότε ῥόπτρα φέρουσα καὶ Εὔια κύμβαλα Ῥείης
ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου,
230ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης
εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν,
νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου.


Ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς,
ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην,
235μεμφόμενος Φαέθοντα ταχύδρομον· ἑσπόμενον δὲ
Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον· ἀσχαλόων δὲ
Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν,
αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν Ἐρώτων·


‘ἔρρε, βέλος καὶ τόξον Ἀρήιον· ἱμερόεν γὰρ
240φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη·
κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης.
οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω·
ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν ἐάσας
βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,
245ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης.
οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ
δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων·
ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός,
αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω
250μεσσόθι Βασσαρίδων, παλάμῃ δ᾽ ἵνα πῆχυν ἐρείσας
σφίγξω δεσμὸν ἔρωτος ἐπ᾽ αὐχένι Χαλκομεδείης.
εἰς Φρυγίην Διόνυσος ὀπάονα Δηριαδῆος
δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης [p. 484]
Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω·
255Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ
Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω,
αὐχένα δοῦλον Ἔρωτος ὑοκλίνων Διονύσῳ·
Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης;
Χαλκομέδης δ᾽ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ
260Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπ᾽ ἀμφοτέροισι βελέμνοις
γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρά τις εἴπῃ·
‘Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην.’’


τοῖα μὲν ὴύτησε· πολυφλοίσβῳ δὲ μερίμηῃ
τήκετο Χαλκομέδης μεμνημένος· ἐν γὰρ ὀμίλῃ
265θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες Ἐρώτων.
ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ
ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης,
καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ·
οὐδέ τις ἴχνος ἔπειγε δι᾽ ἄστεος Ἰνδὸς ὁδίτης,
270οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης,
οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ
κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης
ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ,
ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ
275εὗδε γυνὴ ταλαεργός· ὄφις δέ τις ἥσυχος ἕρπων
κεῖτο πεσών, κεφαλῇ δ᾽ ἐρύων παλινάγρετον οὐρὴν
γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης·
καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι τοίχῳ
ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας.


280καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων
ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς, [p. 486]
μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσας·
καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας
ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου
285ἔνθεον ἀστραίων δεδαημένος οἶστρον Ἐρώτων,
ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν
νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου·
ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων
Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμαξης,
290γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίην
μιμηλῆς μεθέπηοντα νόθον δέμας ἰοχεαίρης
ἀγνώστοις μελέεσοιν· ὑπερτέλλοντα δὲ Ταύρου
Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα,
ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης
295ἀντίτυπον ποίησε τύπον τροχοεσδέι κηρῷ,
ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης
αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην,
καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς
Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,
300καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν·


‘ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς
Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην
μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων·
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω
305εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων,
Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω.
οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν·
γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί· [p. 488]
οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.
310οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη;
οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης
γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.
Χαλκομέδην ποθέω, καὶ ἀναίνεται.ἔρρε, φαρέτρη,
ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί·
315Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης·
βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.’


τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.
οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου
Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,
320Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας
θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις
Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ
ἔννυχον ἴχονς ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ·


‘Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις Ἐρώρων,
325αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ
λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος·
σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ
νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,
καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,
330καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν
Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης
Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,
ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,
ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,
335Κυπριδίων Μίνωος ἀφειδήσασαν Ἐρώτων. [p. 490]
ὁ̣̣̓ με διεπτοίησεν ἐρωμανέων ἐνοσίχθων,
οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ
πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν
ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ
340κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.
δέξό με, δέξο, θάλασσα, φιλοξείνῳ σίο κόλπῳ·
δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν
ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,
ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην·
345Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.’


ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ·
καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,
ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,
καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ,
350Βάκχης δ᾽ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν·


‘τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν·
αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,
μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σἐο λέκτρων.
εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,
355οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ
Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,
εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς
θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,
μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι
360καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.
γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ
αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,
Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει·
ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις [p. 492]
365σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,
ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς
εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,
οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ
φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης·
370ὑμέτερον δὲ Δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν
στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,
ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,
ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ
ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης·
375Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων
ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.
ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς
ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.
ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης
380ἔμπεδον ὑμετέρης ἀναλύσεται ἄμμα κορείης,
οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,
οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.’


εἶπε παραιφαμένη· νεφέλῃ δ᾽ ἐκαλύψατο κούρην,
μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,
385φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,
ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ
παρθενικὴν ἐρύσειε παρ᾽ εἰνοδίους ὑμεναίους.