Μετάβαση στο περιεχόμενο

Διονυσιακά/32

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον λβ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ
καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.

ὥς φαμένη παρέπεισε· δολοφράδμων δ᾽ Ἀφροδίτη
πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου
Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν Ἐρώτων.
καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·


5‘δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης·
θέλξεις δ᾽ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,
ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων·
καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.’


εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.
10Ἥρη δ᾽ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,
καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν·
πολλάκι δ᾽ ἰσάζουσα καθειμένον ἄχρι μετώπου
πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης·
καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,
τοῦ καὶ κινυμένοιο μετ᾽ αἰθέρα καὶ μετὰ πόντον
γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.
καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ
20λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει
φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·
εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει,
οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης, [p. 446]
καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,
25καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ
ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος ἀφρογενείης,
κυανέην θ᾽ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ·
ἀμφὶ δ᾽ ἑοῖς πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην,
ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,
30καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης·
καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ·
εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης
κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων
νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,
35κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην·
νιψαμένη δὲ μὲτωπα καλύψατο νώροπι πέπλῳ,
15καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος·
καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ
ὡς πτερὸν ἠὲ νόημα δι᾽ αἰθέρος ἔδραμε Ἥρη.


καὶ Διὸς ἐγγὺς ἵκανεν· ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς
θερμοέρους ἐς Ἔρωτας ἱμάσσετο κέντορι κεστῷ·
40καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί·
καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·


‘Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;
τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;
ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
45καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;’


ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη
ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην· [p. 448]


‘Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω
Ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου
50ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ
γείτονος Ἠελίοιο μετέρχουαι αἴθοπας αὐλὰς
σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ
Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ
συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,
55καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων·
τοῦτον ἐγὠ καλέουσα παλίνδρομ̣̣̔̓ς ἐνθάδε βαίνω·
οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς
χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.’


τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·


60‘νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ
ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν
χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω·
οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης
θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ ...
65οὐδ᾽ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων
πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων·
οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,
κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς
φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ
70τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης·
οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς
Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης·
ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον, ἦ ῥα καὶ αὐτὴ [p. 450]
ὡς Ζθγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης
75Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;’


ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας
δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην·
καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ
ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ
80πορφυρέη, καιὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ
αὐτόματον σκέπας ἦεν ὀρσσαύλων ὑμεναίων,
καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.


οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἠδέι θεσμῷ·
γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
85ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν·
καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,
θήλεϊ δ᾽ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,

90οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,
90Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην·
καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
95ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·
πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.


ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,
100τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ· [p. 452]
καὶ κτύπον ἐσμαράγησεν ἐπ᾽ ὀφθαλμοῖσι Λυαίου,
σεισαμένη βαρύδουπος ἐχιδνήεσσαν ἱμάσθλην·
καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων
105φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,
καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ ...
ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου
αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,
χάσματι φοινήεντι καταΐσσων Διονύσου.


110τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης
Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,
ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,
πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης
μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου
115μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,
καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,
αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,
μὴ χρόα δηλήσαιντο νοοσφαλέος Διονύσου.


Νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι
120εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ
φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ
ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.


125καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης
δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,
οἰστρομανὴς ἅτε ταῦρος, ἑάς ἤρασσε κεραίας,
τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
130Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν
φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
καὶ βαλίας ἐλάφους, λασίας δ᾽ ἐδίωκε λεαίνας [p. 454]
Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
135οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ
ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυσίου,
δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·
μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινί πέτρῃ
140μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ·
καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ
κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων·
καί δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης,
Ἁδρυάδας δ᾽ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας
145Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας.
Βασσαρίδες δ᾽ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,
καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,
οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῇς,
μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,
150ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.


Δηριάδης δ᾽ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,
νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.
ὡς δ᾽ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ
ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
155κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων.
πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ
λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας
ἰστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης
λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δέ κεραίη,
160ναῦται δ᾽ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ·
ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.
ἔνθά τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν
ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ [p. 456]
νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,
165Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων
ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,
ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ,
οἶά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,
γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης
170Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὖ τότε μορφῆς
ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,
καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,
αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,
καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ
175Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,
καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,
φοιταλέην συνάεθλον ἔχων Ἔριν· δὲ κυδοιμοῖς
στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.
καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου
180Δηριάδης καὶ κῶμα Διὸς σύνδρομος Ἄρης.


συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ
Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,
καὶ πολέες φεύγοντες ἐνὶ κτείνοντο φονῆι,
θεινόμενοι ξιφέεσσιν, Ὁμηρίδες, εἴπατε, Μοῦσαι,
185τίς θάνε, τίς δούπησεν ὑπ᾽ ἔγχεϊ Δηριαδῆος·
Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,
Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς
καὶ Θρόνιος καί Ἄρητος ἐυμμελίης τε Μοληνεὺς
ἀλκήεις τε Κόμαρκος· ἐτείνετο δ᾽ ἄλλος ἐπ᾽ ἄλλῳ
190ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ
ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς ῥεέθροις
πλώετο κυματόεντα φέρων μόθον ὃς δὲ θαλάσσῃ [p. 458]
ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ
κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·
195ὃς δὲ θυελλήεντι δι᾽ οὔρεος ἔδραμε ταρσῷ
κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσας
μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,
χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.


Αὐχήεις δ᾽ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,
200Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,
Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,
ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κυδοιμοῖς
ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,
πληγεὶς ἰσχίον ἄκρον, ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ
205συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ·
καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,
ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,
φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.
καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·


210‘κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,
ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου·
οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾦ πόρε Κύπρις
μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην·
οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·
215οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν
δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην, [p. 460]
ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,
ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.
ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ
220Αρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.’


ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ᾔχμασε Μορρεύς·
εἰλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας,
αὐχένα δ᾽ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας
ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς·
225Σηβέα δ᾽ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ·
Θηβαίων δὲ φάλαγγα καί Ἀκταίωνα διώκων
ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης,
σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δ᾽ ἀλαλητῷ
πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν
230πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης,
αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,
ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπ᾽ ἀλλήλοις δὲ πεσόντες
αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ
Κρίμισος, Ἱμαλέων, Φράσιος, Θάργηλος, Ἰάων,
235οἶσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων,
καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ·
καὶ φόνος ἄσπετος ἔσκε· δαϊζιμένων δέ σιδήρῳ
ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ,
δεχνυμένη ξένον ὄμβρον Ἐνυαλίου νιφετοῖο.


240Βακχείης δέ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ
πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δ᾽ ἐλατήρων
εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·
ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
245κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,
ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄριτου·
καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης. [p. 462]
Βάκχη δ᾽ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
250ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ·
οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
255καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ
ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης·
πολλάκι δ᾽ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,
260ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,
ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις
ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
265ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,
ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
Βακχείην δ᾽ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
270καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων
οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἄμα φεύγων
275Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ.
εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
μή μιν ἴδῃ φεύγοντα δι᾽ οὔρεος ἄστατος Ηχώ.
280καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ. [p. 464]


καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς
Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·
ἔμπης δ᾽ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
285Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις·
αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δ᾽ ἐνὶ Γάγγῃ
λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
290ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους
νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
295πολλαὶ δ᾽ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης
Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ
ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.