Μετάβαση στο περιεχόμενο

Διονυσιακά/30

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον λ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης
Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.

ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης
ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων
θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ,
πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,
5πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ
κυανέης ἤμησε θαλύσια δηιοτῆτος,
δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων·
καὶ Σατύρους θάρσυνεν ἐς Ἄρεα Δηριαδῆος,
ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν·
10ἄλλῳ δ᾽ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ
δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ
λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος.


καὶ Βρομίου θεράποντος ὀπιπεύων ἔτι Μορρεὺς
μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ
15ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν·


‘Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί,
βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις,
ὁπλοφόρους δ᾽ ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ
Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
20τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν,
καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν [p. 400]
οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου
δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις.
οὕ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ
25θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων.
δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ
ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί·
δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ
ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.
30τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες
μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς
κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί,
καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ;
πολλάκι δ᾽ ἀντικέλευθος ἀνουτήτου Διονύσου
35ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα,
πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου,
ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.’


ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ
ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ·
40καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·


‘τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ;
ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν Ἐνυώ.’


ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ.
καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς·
45οὔτασε δ᾽ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας
ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ
πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή·
γούνατι δ᾽ ὀκλάζοντι χαμαὶ πέσε. Χαλκοχίτων δὲ
Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
50ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων
καὶ σάκος εὐδίνητον· ὅλον δ᾽ ἐκάλυπτε μαχητήν, [p. 402]
ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ
σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων,
55οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ,
χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν.
καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ
60γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου
ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς,
γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρά κε μήτηρ
δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ,
εἰς μίνα ἠριγένειαν ἑνὶ τμηθέντα σιδήρῳ.
καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ,
ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων
65Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ.


‘ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης,
δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη
Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ,
δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,
70ἑσπερίους δ᾽ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς
καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην·
ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος,
ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ
σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.
75ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.’


εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρυύσας
σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ,
δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν
Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,
80αὐχένι μιτρώσας πυριθαλπέος ὁρμὸν ἀνάγκης
εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος
ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ
ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν, [p. 404]
σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·
85θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.
καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,
εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·
ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
ταυροφοὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·
90ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,
ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,
λύματα τεφρήεντα διασμήχων τρυφαλείης·
Μορρέα δ᾽ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένα γυῖα καλύψας,
95μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,
Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,
μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης
γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,
μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.


100Πυρσοφόρος δ᾽ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς
ἱσταμένοθς περὶ παῖδα νεούτατον, ὑψόθι δ᾽ ὤμου
υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,
νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα,
οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.


105οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς·
ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν Ἐνυὼ
καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν·
καὶ Φλόγιον Στροφίοιο πολύστροφον υἷα καχήσας
ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,
110ὅς τις ἀδακρύτοιο παρ᾽ εἰλαπίνῃσι Λυαίου
ἀνταιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,
καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ τινάσσων [p. 406]
δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,
ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·
115καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων
λευγαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.
τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς·


‘ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης·
ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων
120ὀρχηθμὸν στονόεντα πόθεν μετὰ δῆριν ὑφαίνεις;
εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,
Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις
αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·
ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,
125Περσεφόνη δ᾽ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.’


ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,
Σειληνοὺς δ᾽ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχαίρῃ
Τέκταφος ὡμάρτησε σακέσπαλος, ὅν ποτε δήσας
Δηριάδης ἔκρυψεν ἕσω γλαφυροῖο βερέθρου.
130οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ
τίς δύναταί ποτε πότμον ἀπ᾽ ἀνέρος ἐχθρὸν ἐρύκειν,
νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;
οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,
ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,
135εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων·
ἐγρεμόθου δ᾽ ἤμησε Πυλαιέος ἀνθερεῶνα,
Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,
καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε διδήρῳ.
καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,
140ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη
δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων·
ἔθλασε δ᾽ ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου [p. 408]
ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης·
καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην
145ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου
ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης
ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου
παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ,
τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα λύθρῳ·


150‘μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη,
τίπτέ μοι οὐ σχεδὸν ἦλθες, ὅτ᾽ ἐγγύθεν ἦλθον ὀλέθρου;
νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη;
πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις
πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;
155εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν,
δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν
κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας
ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω,
εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.’


160τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή.
καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου
οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν
ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ,
στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,
165καὶ κεφαλὴν ἤρασσεν· ἀνηκέστῳ δὲ τοκῆι,
οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν·


‘υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης,
σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος
ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ
170ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω;
ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω; [p. 410]
αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.
σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσω
μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης
175δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ.
ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου
δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα
νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω·
οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω
180λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος.
ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην
πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ.
οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος,
κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρά τις εἴπῃ·
185‘καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ.’’


Ἕννεπε δακρυχέουσα· πόνος δ᾽ ἠέξετο μείζων.
καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν Ἐνυώ ...
Ταιναρίδην δ᾽ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,
μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,
190ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην,
γναθμοῦ δεξιτεροῖο παρ᾽ ὀστέον ἔγχος ἐρείσας.
ἔκτανε δ᾽ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ
ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,
κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,
195ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης
κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,
ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν·
καὶ βρέτας εὐποίητον ἐμάστιεν οἵνοπι θύρσῳ,
χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,
200μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου.
οὐδὲ χόλον δασπλῆτα καθαψαμένης φύγεν Ἥρης
Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλ᾽ ἐνὶ γαίῃ
ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα [p. 412]
οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,
205Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης·
ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,
πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,
ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.


οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς
210μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν
Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης
Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο
ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,
οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,
215οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου·
οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ
μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,
οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,
ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ
220ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων
μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς,
Εὐρυπύλην Στερόπην τε Σόην τ᾽ ἤμησε μαχαίρῃ,
καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ
οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας
225στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ.


καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,
ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείου
θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας
ἄκρον ἀπηλοίησε, καὶ εἰς μόθον ἤιεν Ἰνδῶν
230λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων. [p. 414]
Ἥρη δ᾽ ἀλλοπρόσαλλος ἐπιβρίθουσα Λυαίῳ
δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,
καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην
εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος
235ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη,
καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.
καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος
ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης
καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης·
240τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη
ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης
ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος.


καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ
245Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων
ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων.


ἀσχαλόων δ᾽ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης,
καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης,
μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δ᾽ Ἀθήνη
250οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς,
γνωτὸν ὅπως φεύγοντα, φόβῳ πεφοβημένον Ἥρης,
εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν·
στῆ δ᾽ ὄπιθεν ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου,
μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου
255μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί·
καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ
μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ·


πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ;
πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;
260ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω; [p. 416]
ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν;
ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.
ποίην δ᾽ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν;
ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;
265ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς
δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα;
ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης,
καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων;
οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ
270ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη·
οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς,


Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων.
γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης·
εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη·
275ἀντολίην δ᾽ ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ,
Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην,·
Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης.
Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ,
οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.
280χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος; ἐξέτι κείνου
ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν γενετῆρα Δυκούργου,
ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου.
σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα,
εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.
285ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν;
Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη.
ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω [p. 418]
Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν.
ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,
290καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις
ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην,
αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.


ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ
θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ
295νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ.


ἔνθα τίνα πρῶτον, τίνα δ᾽ ὕστατον ἔκτανε Βάκχος,
ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη;
κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ,
πολλοῖς δ᾽ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων
300ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ,
ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες
δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλη.
Φρίγγου δ᾽ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ·
ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα
305θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς.
Ἐγρετίῳ δ᾽ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων
θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ
Βακχιὰς ἐρροίζησε δι᾽ ἠέρος ἔγχεος αἰχμὴ
ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος
310ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας
εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν·
καὶ στρατὸς ἐρτοίητο φερεσσακέων Ἀριηνῶν·
καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων
315Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·
καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ
ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ
οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ, [p. 420]
Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·
320ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,
ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις
κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη
ἢ φυτὸν ὑψικάρηνον ὑποκλεφθέντα πετήλοις,
ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.


325Ἰνδοὶ δ᾽ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ
ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.