Διονυσιακά/29
←Διονυσιακῶν βιβλίον κη΄ | Διονυσιακῶν βιβλίον κθ΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον λ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
εἰκοστῷ δ᾽ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης,
οἷά περ εὶς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.
Ἥρη δ᾽ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,
δύαμαχου ἔμβαλε θάραος ἀγήνορι Δηριαδῆι.
καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος
φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν
5κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην.
λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,
ἄλλον ἐνηείῃ μεταωεύμενος, ἄλλον ἀπειλῇ.
καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ
κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
10καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,
πῇ μὲν ἐπ᾽ ἀντιβίοισιν ὀπροθοτόνων ἀπὸ τόξων
πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,
πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων
Σειληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.
15Εὐχαίτης δ᾽ Ὑμέναιος ἐμάρνατο φάογανα σείων,
Θεσσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,
Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων·
ἀγλαΐῃ δ᾽ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν
Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ· [p. 372]
20καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς
μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν.
τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ
τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης
ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.
25εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν,
δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν,
ἵππῳ δ᾽ ἅρμα πέλαζε παρ᾽ ἡβητῆρι θαμίζων,
κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δ᾽ αἰεὶ
ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ
30ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς
καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ.
ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης
υἱὸς ἔην Φλεγύαο, καἰ οὐ Κρονίδαο τοκῆος.
καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,
35δειμαίνων, ἵνα μή τις ἑκηβόλος ἰὸν ἰήλας
κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων
δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου.
καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν·
‘πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης·
40κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων,
βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα,
δυσμενέων βασιλῆα θεημάχον, ὄφρά τις εἴπῃ·
‘ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ,
εἰς χρόα Δηριάδαο καὶ εἰς κραδίην Διονύσου.’’
45ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης
ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων
οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον Ἐνυὼ
καἰ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην· [p. 374]
καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης
50Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων
τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι·
‘τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί;
ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες.
ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ·
55μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης·
μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος
ὠκύμορον λάχεν αἷμα, Διὸς δ᾽ ἐψεύσατο φύτλην.
δεῦρο βέλος προΐαλλε καί, εἰς σκοπὸν αἴ κε τυχήσῃς,
δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος,
60αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,
πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ·
ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,
ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίη·
ῥέζειν δ᾽ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην
65ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ
ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,
γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.’
ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,
ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·
70αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης
ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν
τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,
ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ
φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·
75καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου
Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δ᾽ Ὑμεναίου
αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
οὐ δὲ λάθεν Διόνυσον ἀπήορος ἰὸς ἀλήτης [p. 376]
ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·
80ἀλλά διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,
καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος·
καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,
σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,
καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ
85παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ.
ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.
καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ
ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,
δάκρυ χέων ἐρατεινὸν ὑπ᾽ ὀφρύσιν, ὄφρα νοήσῃ
90δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,
ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς
χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,
καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ
νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ
95θῆκε καρηβαρέοντα· καἰ ὡς Ὑάκινθον Ἀπόλλων
ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,
μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,
οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,
ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.
100καὶ χροὸς ἐκτός ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ
ἀσπάσιον λάχε θάρσος· ἀφ᾽ αἱμαλέοιο δὲ μηροῦ
λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων
φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ.
δάκρυα δ᾽ ἡβητῆρος ὀδυρομένοιο δοκεύων
105ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καἰ Μελανῆι·
καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου
μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν·
‘ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει. [p. 378]
αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς,
110καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ
ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου;
ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνῃ;
Σειληνὸς πεσέτω σταφυληκόμος· ἑσμὸς ἀλάσθω
Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω.
115ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος
ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης
κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης;
οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην,
ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω.
120τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν,
ηρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ
καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης,
ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ
ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ,
125Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν,
ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου.
ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνω
ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω
ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου.
130αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον Ἐνυώ,
χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω.
δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσω,
ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα.
οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ.
135ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης
μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης,
ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ
ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος Ἐρώτων·
ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ
140πέμπέ μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης [p. 380]
λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή·
Φοῖβον ἔα κατ᾽ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω
ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου.
πέμπέ μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω·
145ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν Ἐρώτων.
ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ
ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ,
ἄορι δ᾽ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ
εἰς λαπάρην, ἕτερος δὲ δι᾽ οὔατος· ἐν κραδίη δὲ
150λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.’
εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ
ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου.
μηρῷ δ᾽ ἔνθα καἰ ἔνθα φιλεύιον ἄνθος ἑλίξας,
λευκὸν ἐρευθομένῳ διδυμόχροον ἕλκος ἀφάσσων,
155κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ,
οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ.
ὡς δ᾽ ὅτ᾽ ὀπὸς ταχυεργός, ἐπειγόμενος γάλα πῆξαι,
160χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης,
ὄφρά μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ
κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ·
ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·
καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,
χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.
καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
165τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ
ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.
καὶ θρασὺς ἔσσυτο κῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ
αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.
ὡς δ᾽ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
170ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει, [p. 382]
καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ
ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ
μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·
ὥς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.
175οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας
μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ
ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ
Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.
καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ
180θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς,
ὡς Νόμιος πολέμειζε καλαύροπα χερσὶ τινάσσων,
νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς
τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,
θάρσος ἔχων ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,
185Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ
δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς
ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα
ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας
πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·
190δυσμενέας δ᾽ ἐφόβησεν ἀγήνορος ἠθάδι ῥόμβῳ,
σείων χαλκὸν ἐκεῖνον, ὅν ἐν παλάμῃσι τινάσσων
φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.
Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται
Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·
195Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ
συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.
τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι
χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ
καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,
200οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ [p. 384]
πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὸδόντων,
οἷα καὶ Αἰήτῃ, βριαοῷ σημάντορι Κόλχων,
χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων,
τεύχων χερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα.
Εὐρυμέδωυ μέν ἔλαυνε, πυριβλήτῳ δέ χαλινῷ
ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων·
205χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων,
δεξιτερῇ κούφιζεν, ἐπ᾽ εὐφυέεσσι δὲ μηροῖς
φάσγανον ᾐώρησε σελασφόρον· εἰ δέ τις ἀνήρ,
ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας
θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης,
210αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου.
Ἄηκων δ᾽ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ,
πατπῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.
215καὶ σάλαρον σείοντες ἀερσιλόφου τρυσφαλείης
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ,
εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῇρι δὲ χαλκῷ
φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις
σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης
220ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ,
Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ·
καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ,
εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.
225καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς
Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων
οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς,
230πέμπων ὀκριόεσσαν ἐπ᾽ ἀντιβίοισιν ἀκωκήν.
Βάκχη δ᾽ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ
κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν. [p. 386]
ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
235κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,
Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ.
καὶ δηίων κλονέουσα νέφος ῥηφήνορι θύρσῳ
Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
κύμβαλα δινεύονσα βαρύβρομα δίζυγι χαλκῷ·
240οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ
χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν
Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.
καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου
ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ
245Σειληνῶυ παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην
ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ
χεῖρας ὄρεξε Μάρωνι, Μάρων δ᾽ ἀπέειπε γεραιήν,
ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων
καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι
250γηραλέην ἀνόνητον ὑπ᾽ ἔγχεϊ Δηριαδῆος·
καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ
οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ
Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ
γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης
255οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.
καὶ στόνος ἦν βαρύδουπς· ὁμοζήλῳ δὲ κυδοιμῷ
Ἀστράεις Σταφύλην, Καλύκην δ᾽ ἐδίωκε Κελαινεύς.
Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς [p. 388]
θεινομένην βουπλῆγι· μιῇ δ᾽ ἐλατῆρος ὁμοκλῇ
260Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς,
Σειληνοῦ τρία τέκνα δασύτριχος, ὅς δίχα λέκτρων
ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης.
ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην ...
τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν
265ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ
τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην,
κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ·
Εὐπετάλης δ᾽ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ,
καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ·
270Μυρτοῦς δ᾽ οὐταμένην παλάμην ἰήσατο μύρτῳ,
καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου,
ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ·
Νύσης δ᾽ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου,
χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ·
275ὄμμασι δ᾽ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.
ἀλλ᾽ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ
θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ,
280ἀμφὶ, σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης
ἀφλεγέος σελάγιζε κατ᾽ αὐχένος αὐτόματον πῦρ.
καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων
αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ,
καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων
285ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης,
κύμβαλα δ᾽ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν
Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ·
ἀντιβίων δὲ δάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ [p. 390]
ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί.
290λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ
λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης,
δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν,
ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἑσμὸς Ἑνυοὺς
295φρικτὸν ὁμολώσσων στομάτων θρόον· ἀσταθέες δὲ
ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί,
ἄλλοι δ᾽ ἐν πεδίῳ· στρατιὴ δ᾽ ἐμερίζετο Βάκχου,
δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ,
δίψῃ καρχαλέῃ κεκαφηότος, ὁππότε γαίης
300ἠὼς μέσσον ἀνέσχε, καὶ ἔτρεμε θερμὸς ὁδίτης
αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην.
καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν,
μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ·
‘τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν,
305οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου
Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης.
ἢν δ᾽ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δ᾽ ἐθελήσω,
ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης.
εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν,
310εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.’
ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί·
ἄλλῳ δ᾽ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ.
αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μειλίχιος Πάν,
ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας
315θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ,
ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου, [p. 392]
ὄφρα πυρισφρήγιστον ἐλαφρίσσειεν ἀνίην
ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου.
Λυσσήεις δ᾽ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι,
320καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου,
ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,
καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.
τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,
λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
325Ἄρεϊ δ᾽ ὑπνώοντι παρίστατο νεύματι Ῥείης
φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,
τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ·
‘Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων
χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
330ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην,
ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·
ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων
αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,
Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
335Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη,
παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,
μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,
μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ
ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.
340ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης
δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων, [p. 394]
Βυβλιάδων δ᾽ ἐπάκουε μελιζομένων Ἀφροδίτην
345καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων.
Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ
ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.
Σικελίης δ᾽ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
350λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ
ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
355δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ,
εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·
καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης
360ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος;
σιγῇ ἐφ᾽ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.’
ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας
πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς
θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας
365ζεῦξαι φοίνιον ἄρμα ταχύδρομον· οἱ δὲ τοκῆι
σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ
Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων
δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ,
ζεύγλην δ᾽ ἀμφὶς ἔδησεν· Ἄρης δ᾽ ἐπεβήσατο δίφρου·
370καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων,
εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων
ἄστατον ἔτραπεν ἄρμα Κεραστίδος εἰς χθόνα Κύπρου·
πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων
ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα, [p. 396]
375Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ,
εἴ μιν ἐσαθρήσειε παρ᾽ Ἡφαίστοιο καμίνοις,
ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν
καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης.
ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ
380νυμφιδίην μακάρεσσιν ἀναστήσειεν Ἐνυώ,
καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ.