Μετάβαση στο περιεχόμενο

Διονυσιακά/17

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον ιζ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἑβδομάτῳ δεκάτῳ πρωτάγριον Ἄρεα μέλπω
καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.

οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ
ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν
ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις·
ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ
5εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος,
παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσας
οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεϝαίους.


καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης
οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ·
10ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου
θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς
μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ·
κάλλεϊ δ᾽ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης
ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων.
15καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν Ἐνυώ,
οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ
κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων
Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας
ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης [p. 34]
ἡμερίδων τελαμῶνι, κατάσκιον ἥλικι κισσῷ
20ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων·
ἠῴην δ᾽ ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ.
καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων,
θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ
25ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας
ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων,
Σειληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης·
ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ
Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν
30Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν
ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην ...


ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ
ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων
χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων
35Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα.


ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ
βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην
Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ,
40Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,
γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων
ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα
αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην
ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμὴν
45εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
καὶ μίαν εἰροπόκων ὀίω ἀνελύσατο μάνδρης,
ὄφρά κε δαιτρεύσειε θυηπολίην Διονύσῳ· [p. 36]
ἀλλὰ θεὸς κατέρυκε· γέρων δ᾽ ἐπεπείθετο Βάκχου
νεύμασιν ἀτρέπτοισιν,ὄιν δ᾽ ἄψαυστον ἐάσας
50ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας
ὥπλισεν Ἡρακλῆι· χύδην δ᾽ ἐπέβαλλε τραπέζῃ
55εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
ἰκμαλέον, τροχόεντα· θεὸς δ᾽ ἐγέλασσε δοκεύων
ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι
60ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης
δαρδάπτων ἀκόρητος· ἀεὶ δ᾽ ἐμνώετο κείνης
εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης
μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης.
καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς,
65πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης
ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι.


ἀλλ᾽ ὅτε Βάκχος ἅναξ νομίης ἐκορέσσατο φορβῆς,
δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου
ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ
70Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης,
ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ,
καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ·


‘δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης·
75οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην,
νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων [p. 38]
Ζῆνα μέγαν κατ᾽ Ὄλυμπον ἐυφραίνει Γανυμήδης.
ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ
μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν
80ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.’


ὥς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης
μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην·
καί μιν ἅναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς
κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ,
85γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου,
βότρυος οἰνοτόκοιο νέους ὅρπηκας ἀέξειν.


Καλλείψας δὲ νομῆα κ ὶ ἀγριάδος ῥάχιν ὕλης
εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν·
καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων
90ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις.
διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ,
Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης,
πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ,
λαὸν ἀολλίζων· βριαροὺς δ᾽ ἐμέθυσσε μαχητάς,
95θερμοτέροις ἐς Ἄρηα νοήμασιν ἀνέρας ἕλκων
Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης.


τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν· [p. 40]
Ἀστράεις δ᾽ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ
Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·


100‘γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος,
κλῦθι, καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω
νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.
Ἰνδοῖς καὶ Σατύροισιν ἕην μόθος· ἔβρεμε δοχμὴ
Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ
105ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων
Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς·
ἵστατο δ᾽ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης
χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδ᾽ ἐπὶ νευρῇ
εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·
110ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ
φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο
εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην
ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ
καύματι διψώοντες, ὅσοι πίον αἴθοπες Ἰνδοί,
115ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην·
καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ
ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις·
ἄλλοι δ᾽ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις
νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,
120Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ.
τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου
δούλιον εἰς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες
βριθομένοις μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων
ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,
125οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου
ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ, [p. 42]
χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ
μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,
χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.
130ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην
κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου
ζωγρήσῃ δόλος ἄλλος ἐν Ἄρεϊ λείψανον Ἰνδῶν.’


ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,
καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ
135ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.


ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,
τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου
εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων
140ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης
ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ
ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι
Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.
καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
145Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν
μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ
δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,
σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·
ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς
150ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην
μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους
δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,
κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς
ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,
155ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος, [p. 44]
δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,
τεύχων κῶμον Ἄρηι, θαλύσια καὶ Διονύσῳ,
τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ
καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ.
160λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ
καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων·
ἄλλου δ᾽ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,
χερσὶν ὁμοπλεκέεσσιν ἐπ᾽ αὐχένι δεσμὸν ἑλίξας,
δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,
165δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος·
ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων
μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου.


καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης
μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·


170‘δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν Ἐνυώ·
Ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου·
μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,
μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,
Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου
175μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ.
δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ
ἀμφαδίην πότε Βάκχος ἐμὴν στήσειεν Ἐνυώ;
εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,
οἵους Δηριάδης προμάχους ἐς Ἄρηα κορύσσει.
180μαρνάσθω πετάλοισιν, ἐγὼ δ᾽ αἴθωνι σιδήρῳ.
χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις
Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν
σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·
185οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσας [p. 46]
Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.
ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,
ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ
κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.
190σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω
ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.’


ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,
Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη
τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,
195οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων·
φεῦγε γὰρ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν
Σειληνῶν παρέμιμνεν. ἀελλήεντι δὲ ταρσῷ
γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος
ἀντία Κενταύρων ἀνεμώδεα λᾶον ἀείρων,
200καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος
ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ,
καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ,
ψευδαλέου μίμημα τετυγμένον ἠθάδι γύψῳ,
ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς·
205καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ
εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων
ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ.
Κενταύρου δ᾽ ἑτέροιο δι᾽ εὐκεράοιο καρήνου
ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου
210ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην·
καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ
ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην·
καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ,
εἰλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου· [p. 48]
215καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων
τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος, κρᾶτα τυπείς.


Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς
στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ
αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ·
220τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ
πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται·
καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ
δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα,
γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ.


225καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην
καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ,
ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν
συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ.
καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης,
230θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ.
ἄμφω δ᾽ εἰς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν
ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου
κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης
θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην·
235οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου
ταυροφυῆ τύπον εἶχε Σεληναίοιο μετώπου
τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ,
ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὖ ποτε κόψας
Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος [p. 50]
240οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης,
δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,
ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου
ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ
δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
245νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ
πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου
ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·


‘οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,
250εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,
εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις
πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.
ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει
ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδός Ὑδάσπης.
255οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,
ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·
οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.
φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ
θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
260Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,
σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.’


εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ
Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ
τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ
265ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ·
οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,
οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος
ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης· [p. 52]
ἠῴην δ᾽ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς
270ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·


‘ἠέλιε, φλογεροῖο δι᾽ ἅρματος αἰθέρα τέμτων.
γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων
στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι
Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην
275καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ
νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.
καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·
εἰπὲ δὲ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν
λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.
280εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,
ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,
Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.
οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω
ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,
285ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ
Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.’
ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δ᾽ ἐνὶ γαστέρι πήξας
αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ·
καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ. [p. 54]


290καί οἱ, ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων,
Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·


‘κεῖσο, νέκυς, ξείνοισιν έν ὕδασιν· ὑμέτερον δὲ
Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Υδάσπης.
ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,
295ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης
σείων Εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.
ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ
οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο·
καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.
300ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων
οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ
λοίγιον· ἀνδροφόνῳ δέ ῥόῳ καὶ χεύματι πικρῷ
γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης
γεύεο Κωκυτοῖο, καὶ ἢν ἐθέλῃς, πίε Λήθην,
305Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.’


ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ
κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·
καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ
ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.
310τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,
νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνης
ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δέδρου·


‘Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,
αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.’


315οὐδέ μόθου τέλος ᾖεν ἀτερπέος· ἡμιτελὴς γὰρ
ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ
Ἰνδὸς Ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ
Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀτελῆς
Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,
320δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις, [p. 56]
Αρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου
δυσμενέες δρυόεντι κατεκτείνοντο σιδήρῳ
φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης
ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου
325Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ
στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ
ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.
ἄλλων δ᾽ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ
σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες
330μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δέ Βάκχαι
ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.
καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· έν δὲ κυδοιμῷ
βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου
τυπτόμενοι πελέκεσσι καί ἀμφιτόμοισι μαχαίραις
335πάντες ἔσαν πυργηδὸν ἀπήμονες· ἁβροκόμοι δὲ
δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·
ἐξείης δ᾽ ἐπέπηκτο τανυπτόρθοις ἐνί δένδροις
Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη
τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,
340Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις
πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,
μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.
καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου,
Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης·
345τύμπανα δ᾽ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί·
κύμβαλα δ᾽ ἐκροτάλιζε, καὶ αὐχένα κύψε Λυαίῳ
Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δ᾽ ἐνὶ δέρματι νεβρῶν
ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων·
χαλκοβαρὴς δ᾽ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ.
350καί τις Ἀρειμανέων Σατύρων πρόμος ἀνέρα Βάλλων [p. 58]
εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος
χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ.
ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ
νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου
355Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας,
ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου.


τόφρα δ᾽ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων
Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ.
τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην.
360τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην
αἷμα περιθλίβων· κινυρὴν δ᾽ ἰήσατο Βάκχην
συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης,
ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος.
ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ
365εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων
αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην·
ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας
ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ,
ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων·
370καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης
δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης,
χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα βάκχου·
ἄλλους δ᾽ οὐταμένους ἰήσατο φοιβάδι φωνῇ,
φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς,
πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης.


375ὥς ὁ μέν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ
ἤδη βαρβαρόφωνος ἐπαύσατο θῆλυς Ἐνυώ.
καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς
Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα ταύρου [p. 60]
380δυσμενέες νόστησαν ἐς Ἰνδῴης κλίμα γαίης
ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,
ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.
καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων
Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.


385καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,
ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,
Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.
καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,
χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δ᾽ ἅμα λαῷ
390κυανέων πόμπευεν ἐρύκων τηλόθεν Ἰνδῶν,
κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,
Ἀρραβίης ἐπί πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ
ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·
καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,
395ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων·
καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,
ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.