Διονυσιακά/16
←Διονυσιακῶν βιβλίον ιε΄ | Διονυσιακῶν βιβλίον ις΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον ιζ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω,
εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.
οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,
ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων
θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ
ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.
5καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης
ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,
γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.
οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ
ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ
10τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου
ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις
νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην
ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.
ἤιε δ᾽ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,
15πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης
εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,
πῇ δὲ παρελκομένων πλοκάμων στίλβοντα δοκεύων
αὐχένα γυμνωθέντα, σέλας πέμποντα Σελήνης· [p. 4]
καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·
20παπταίνων δ᾽ ἐς Ὄλυμπον ἐρωτοτόκῳ φάτο φωνῇ·
‘ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη,
ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ
παρθενικῆς ἀγάμοιο μύρου πνείουσι χαμεῦναι·
φαύσω καὶ σταλίκων καὶ δίκτυα χερσὶ πετάσσω·
25ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω.
εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν
θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς,
κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω,
ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης
30θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης
παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ
ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ
οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης
βότρυν ἀερτάζων ἱκετήσιον. ἣν δὲ χαλέψῃ
35παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ,
μὴ βέλος αὗ ἐρύσειε μιαιφόνον, αἰδομένη δὲ
ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ·
πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἣν δ᾽ ἐθελήσῃ,
ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων,
40σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης.
οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ
δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω
δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ,
Κυπριδίου καμάτοιο παρήγορα· παρθενικὴ γὰρ
45κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη· [p. 6]
Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς,
ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ
ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.
ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·
50εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς,
καί κεν ἐγὼ Τυρίοιο δι᾽ ὕδατος ὑγροπόρος βοῦς
ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων
ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δἐ
νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης
55δεξιτερὴ πάνλευκος ἐμῆς δράξαιτο κεραίης.
ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω
κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,
ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω
αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.
60οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ
νύμφῃ πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω,
μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω.
αἴθε πέλον νόθος ὄρνις ἐύπτ̣̣̔̓ρος, ὅττι καὶ αὑτὴ
παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς.
65μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων
ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης,
αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω
ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης·
ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην
70χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.’
τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ.
καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων [p. 8]
ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης,
καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας·
75 ‘ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν·
μὴ σέο κάλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ
παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς·
ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ
ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην·
80εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς,
ἀθρήσας δ᾽ ὑάκινθον ἴδον κυανόχροα χαίτην.
δέξό με θηρεύοντα συνέμπορον· ἣν δ᾽ ἐθελήσῃς,
αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω
ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,
85αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ
δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;
τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ
αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.
οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ
90Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.
παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδεν ὕλη;
δῶν ἐρατῶν μελέων περιφείδεο, μηδ᾽ ἐπὶ πέτραις
ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.
ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ὲν δὲ μελάθρῳ
95αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω
δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω
φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης
γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις
νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·
100Μυγδονίης δ᾽ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω
γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἵη, [p. 10]
σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ἄπάσσω,
ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὕς ἀτιτάλλει
ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,
105καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω·
καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω
ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὅς πάρος ἔγνω
καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.
εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,
110ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,
καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι
κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.
παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου
βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,
115μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,
μὴ πλοκάμους μυρόεντας ἀμαλδύνωσιν ἀῆται·
εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ὲν πετάλοις ὑακίνθου,
γείτονι σεῖο κάρηνον ἐρεισαμένη Διονύσῳ,
ἀθανάτοις πισύρεσσιν ὅπως ἕνα κῶμον ἀνάψῃς,
120Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.
ληιδίην δ᾽ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν
παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην
κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;
νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;
125Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὸς
δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,
ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,
ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος ἰοχεαίρης, [p. 12]
εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ
130Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.
σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο
ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.
ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω
θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης
135Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.
τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;
εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών
ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὅφρά κεν εἴης
πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.
140δέξο καί ἣν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,
νεβροφόνος δὲ γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν
ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην
πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.’
ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,
145τοῖον ἔπος βοόων· ‘μένε, παρθένε, Βάκχον ἀκοίτην.’
ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν
παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·
‘ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.
εἰ δύνασαι γλαυκῶπιν ἢ Ἄρτεμιν εἰς γάμον ἕλκειν,
150καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην·
εἰμί γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει
ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης,
καὶ νόον οὐ θέλξειας ἀπειθέος ἰοχεαίρης.
δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω
155ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην.
μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.
οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ [p. 14]
μυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ.
υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,
160καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω
σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ
χαλκείοις κεράμοισι μετ᾽ Ἄρεα καὶ σὲ φυλάξω,
ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης
ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις.
165χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης·
τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ
εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω
Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης
νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ.
170οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις·
εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἄν ἀκοίτην
ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλἑ̣̣̓ μορφῇ
εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δ᾽ ἐφυλάσσετο παστῷ
νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης,
175ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ῾̣̣̓δνον Ἐρώτων·
ἀλλ᾽ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι, οὐδὲ καὶ αὐτὸν
πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι.
ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.
τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην
180Λητοΐδης ἐδίωκε καὶ ὣς Ἥφαιστος Ἀθήνην·
τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ
ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.’
ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δ᾽ ὑπὸ φορβάδα λόχμην [p. 16]
παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ
185σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ
τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ
ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.
καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων
σύννομον ἰσοκέλευθον ἐῶν ξυνήονα μόχθων,
190Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ·
‘τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ
Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος
παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;
ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;
195παρθένον ἡμετέρην ἔτι δίζεο, μηδ᾽ ἐνὶ πέτραις
Βάκχον ἀλητεύοντα κατ᾽ οὔρεα μοῦνον ἐάσῃς.
μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης
πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.
κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεα μόχθων
200δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης
αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω
ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς
βότρυος Εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.
τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνεις
205σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ.
εἰ θέμις, οἰκτείρων μὲ σαόφρονι μέμφεο κούρη.
δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης,
ὅττί με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει· [p. 18]
μέμφεο δ᾽ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ,
210φοιταλέην δὲ δίωκε δι᾽ οὔρεος ἄστατον Ἠχώ,
μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην·
μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,
μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.
παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ
215ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ·
ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω
ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.
Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ
σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.
220ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην
ἵλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην
καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὕτος ἀλήτης
θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ·
παρθενικῇ μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·
225καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.'
εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων
ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.’
ἔννεπεν ἄγχι φυτοῖο· δι᾽ εὐπετάλου δὲ κορύμβου
φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου
230ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν·
,‘ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι ἰοχεαίρῃ
ἐνθάδε θηρεύουσι, σὺ δ᾽ ἀγρώσσεις Ἀφροδίτῃ·
ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην·
Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·
235Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην. [p. 20]
σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ
εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·
οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων.
οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·
240Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα
καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·
Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων
καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.’
ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου.
245καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις
ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ
ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν
ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,
ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.
250καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ
ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·
καί δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου
ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,
καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·
255καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην
ὄμματα δινεύουσα· βαρυνομένου δέ καρήνου
δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·
260καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ
εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·
καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.
τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,
ὕμνον ἐποικτείρων· νέμεσις δ᾽ ἐγέλασσεν ἰδοῦσα. [p. 22]
265καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις
εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.
κούρης δ᾽ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας
δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης
φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.
270γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,
πολλὴν δ᾽ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην
πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ
275αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·
καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ
Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης,
ἀμφοτέρους δ᾽ ἐπύκαζε· σελινοφόρῳ δὲ κορύμβῳ
ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ
280πλεκτόν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.
καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς
ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης
παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων
ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.
285πνοιὴ δ᾽ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης
ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,
καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων
αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,
Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων
290αὐλὸς ἐπεσμαράγησεν ‘Ὑμὴν Υμέναιε’ λιγαίνων·
‘ἱμερόεις γάμος οὗτος’ ὀρεστιὰς ἴαχε πεύκη.
ψυχὴ δ᾽ ἠνεμόφοιτος ἀναΐξασα νομῆος
παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις·
‘εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·
295νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ· [p. 24]
λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη·
κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.
παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ·
παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.
300οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆς·
οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.’
ὥς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ
ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,
Ταρταρίην δ᾽ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,
305Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.
καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,
ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν
μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.
καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ
310θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων
Βακχείην ἀγόρευεν, ἰδὼν εὐπάρθενον εὐνήν·
‘Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς Ἀφροδίτην;
καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;
καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις
315ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;
Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος,
ποιμενίην δ᾽ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ
λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;
ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.’
320οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν·
‘αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου· [p. 26]
αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω·
καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων
ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.
325ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ
ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ
παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.
φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν,
ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ
330εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.
μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων·
σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους
καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου
αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ
335φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.
νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,
ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης
εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.’
τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,
340ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου.
καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς
ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.
νύμφη δ᾽ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ,
ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,
345ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ
ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,
καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου
ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην
νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου, [p. 28]
350κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν
μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.
καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ
μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ·
ὤμοι παρθενίης, τήν ἥρπασεν Εὔιον ὕδωρ·
355‘ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων·
ὤμοι παρθενίης, τήν ἥρπασε Βάκχος ἀλήτης.
ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.
νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ
ὕπνος, Ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην.
360παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις· ἀλλὰ καὶ αὐτὴ
τίπτέ μοι οὐ φυγόδεμνος ὅλον δέμας ἔννεπεν Ἠχώ;
τίπτέ μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,
οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·
‘παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ’;’
365ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.
καί ποτε μὲν μενέαινε κατ᾽ αὐχένος ἆορ ἐρεῖσαι,
ἄλλοτε δ᾽ αὐτοκύλιστος ἀπ᾽ οὔρεος ἤθελε πίπτειν
ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·
καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,
370εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου
λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.
καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ
αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.
πολλάκι δ᾽ ὄμμα τίταινε δι᾽ οὔρεος, εἴ που ἐφεύροι
375ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσον,
ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ
δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην
ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.
πολλάκι δ᾽ ἀθρήσασα δι᾽ οὔρεος ἴχνια Βάκχου [p. 30]
380ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·
πολλάκι δ᾽ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.
ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·
ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.
καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
385χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·
ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,
ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.
καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ
οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
390δίζετο δ᾽ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου
θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,
μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.
ἀρχαίην δ᾽ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,
αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.
395καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου
γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης
θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,
καὶ δρόμον ἐννεάκυκλον ἐπτστώσαντο Σελήνης·
ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,
400ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς.
κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,
τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.
καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ
τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης
405Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.