Γαμικά παραγγέλματα (Πλούταρχος)

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Γαμικὰ παραγγέλματα
Συγγραφέας: Πλούταρχος
Ηθικά
Plutarch. Moralia. Gregorius N. Bernardakis. Leipzig. Teubner. 1888. 1.


ΓΑΜΙΚΑ ΠΑΡΑΓΓΕΛΜΑΤΑ


Μετὰ τὸν πάτριον θεσμόν, ὃν ὑμῖν ἡ τῆς Δήμητρος ἱέρεια συνειργνυμένοις ἐφήρμοσεν, οἶμαι καὶ τὸν λόγον ὁμοῦ συνεφαπτόμενον ὑμῶν καὶ συνυμεναιοῦντα χρήσιμον ἄν τι ποιῆσαι καὶ τῷ νόμῳ προσῳδόν. ἐν μὲν γὰρ τοῖς μουσικοῖς ἕνα τῶν αὐλητικῶν νόμων ἱππόθορον ἐκάλουν, μέλος; τι τοῖς : ἵπποις ὁρμῆς ἐπεγερτικὸν ὡς ἔοικεν ἐνδιδόντα πρὸς τὰς ὀχείας: φιλοσοφίᾳ δὲ πολλῶν λόγων καὶ καλῶν ἐνόντων, οὐδενὸς ἧττον ἄξιος σπουδῆς ὁ γαμήλιός ἐστιν οὗτος, ᾧ κατᾴδουσα τοὺς ἐπὶ βίου κοινωνίᾳ συνιόντας εἰς ταὐτὸ πράους τε παρέχει καὶ χειροήθεις ἀλλήλοις. ὧν οὖν ἀκηκόατε πολλάκις ἐν φιλοσοφίᾳ παρατρεφόμενοι κεφάλαια συντάξας ἔν τισιν ὁμοιότησι βραχείαις, ὡς εὐμνημόνευτα μᾶλλον εἴη, κοινὸν ἀμφοτέροις πέμπω δῶρον, εὐχόμενος τῇ Ἀφροδίτῃ τὰς Μούσας παρεῖναι καὶ συνεργεῖν, ὡς μήτε λύραν τινὰ μήτε κιθάραν μᾶλλον αὐταῖς ἢ τὴν περὶ γάμον καὶ οἶκον ἐμμέλειαν ἡρμοσμένην παρέχειν [p. 338] διὰ λόγου καὶ ἁρμονίας: καὶ φιλοσοφίας προσῆκον. καὶ γὰρ οἱ παλαιοὶ τῇ Ἀφροδίτῃ τὸν Ἑρμῆν συγκαθίδρυσαν, ὡς τῆς περὶ τὸν γάμον ἡδονῆς μάλιστα λόγου δεομένης, τήν τε Πειθὼ καὶ τὰς Χάριτας, ἵνα πείθοντες διαπράττωνται παρ᾽ ἀλλήλων ἃ βούλονται, μὴ μαχόμενοι μηδὲ φιλονεικοῦντες.

ὁ Σόλων ἐκέλευε τὴν νύμφην τῷ νυμφίῳ συγκατακλίνεσθαι μήλου κυδωνίου κατατραγοῦσαν αἰνιττόμενος ἔοικεν ὅτι δεῖ τὴν ἀπὸ στόματος καὶ φωνῆς χάριν εὐάρμοστον εἶναι πρῶτον καὶ ἡδεῖαν.

ἐν Βοιωτίᾳ τὴν νύμφην κατακαλύψαντες ἀσφαραγωνιᾷ στεφανοῦσιν ἐκείνη τε γὰρ ἣδιστον ἐκ τραχυτάτης ἀκάνθης καρπὸν ἀναδίδωσιν, ἥ τε νύμφη τῷ μὴ φυγόντι μηδὲ δυσχεράναντι τὴν πρώτην χαλεπότητα, καὶ ἀηδίαν αὐτῆς ἥμερον καὶ γλυκεῖαν παρέξει συμβίωσιν. οἱ δὲ τὰς πρώτας τῶν παρθένων διαφορὰς μὴ ὑπομείναντες οὐδὲν ἀπολείπουσι τῶν διὰ τὸν ὄμφακα τὴν σταφυλὴν ἑτέροις προϊεμένων. πολλαὶ δὲ καὶ τῶν νεογάμων δυσχεράνασαι διὰ τὰ πρῶτα τοὺς νυμφίους; ὅμοιον ἔπαθον πάθος τοῖς τὴν μὲν πληγὴν τῆς μελίττης ὑπομείνασι, τὸ δὲ κηρίον προεμένοις.

ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατ᾽ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται [p. 339] προφάσεως , χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται.

ὥσπερ τὸ πῦρ ἐξάπτεται μὲν εὐχερῶς ἐν ἀχύροις καὶ θρυαλλίδι καὶ θριξὶ λαγῴαις, σβέννυται δὲ τάχιον ἂν μή τινος: ἑτέρου δυναμένου στέγειν ἅμα καὶ τρέφειν ἐπιλάβηται, οὓτω τὸν ἀπὸ σώματος καὶ ὥρας ὀξὺν ἔρωτα τῶν νεογάμων ἀναφλεγόμενον δεῖ μὴ διαρκῆ μηδὲ βέβαιον νομίζειν, ἂν μὴ περὶ τὸ ἦθος ἱδρυθεὶς καὶ τοῦ φρονοῦντος ἁψάμενος ἔμψυχον λάβῃ διάθεσιν.

ἡ διὰ τῶν φαρμάκων θήρα ταχὺ μὲν αἱρεῖ καὶ λαμβάνει ῥᾳδίως τὸν ἰχθύν, ἄβρωτον δὲ ποιεῖ καὶ φαῦλον: οὕτως αἱ φίλτρα τινὰ καὶ γοητείας ἐπιτεχνώμεναι τοῖς ἀνδράσι καὶ χειρούμεναι δι᾽ ἡδονῆς αὐτοὺς ἐμπλήκτοις καὶ ἀνοήτοις, καὶ διεφθαρμένοις συμβιοῦσιν. οὐδὲ γὰρ τὴν Κίρκην ὤνησαν οἱ καταφαρμακευθέντες, οὐδ᾽ ἐχρήσατο πρὸς οὐδὲν αὐτοῖς ὑσὶ καὶ ὄνοις γενομένοις, τὸν δ᾽ Ὀδυσσέα νοῦν ἔχοντα καὶ συνόντα φρονίμως ὑπερηγάπησεν.

αἱ βουλόμεναι μᾶλλον ἀνοήτων κρατεῖν ἀνδρῶν ἢ φρονίμων ἀκούειν ἐοίκασι τοῖς ἐν ὁδῷ βουλομένοις μᾶλλον ὁδηγεῖν τυφλοὺς; ἢ τοῖς γιγνώσκουσιν ἀκολουθεῖν καὶ βλέπουσι.

τὴν Πασιφάην ἀπιστοῦσι βοὸς ἐρασθῆναι βασιλεῖ συνοῦσαν, ἐνίας ὁρῶσαι τοὺς μὲν αὐστηροὺς καὶ σώφρονας βαρυνομένας, τοῖς δ᾽ ἐξ ἀκρασίας καὶ φιληδονίας κεκραμένοις ὥσπερ κυσὶν ἢ τράγοις ἣδιον συνούσας. [p. 340]

οἱ τοῖς ἵπποις ἐφάλλεσθαι δι᾽ ἀσθένειαν ἢ μαλακίαν αὐτοὺς ἐκείνους ὀκλάζειν καὶ ὑποπίπτειν διδάσκουσιν οὕτως ἔνιοι τῶν λαβόντων εὐγενεῖς ἢ πλουσίας γυναῖκας οὐχ ἑαυτοὺς ποιοῦσι βελτίους ἀλλ᾽ ἐκείνας περικολούουσιν, ὡς μᾶλλον ἄρξοντες ταπεινῶν γενομένων: δεῖ δ᾽ ὥσπερ ἵππου τὸ μέγεθος φυλάττοντα καὶ τὸ ἀξίωμα τῆς γυναικὸς χρῆσθαι τῷ χαλινῷ

τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη: τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος

οὐκ ὀρθῶς Ἡρόδοτος εἶπεν ὅτι ἡ γυνὴ ἅμα τῷ χιτῶνι ἐκδύεται καὶ τὴν αἰδῶ: τοὐναντίον γὰρ ἡ σώφρων ἀντενδύεται τὴν αἰδῶ, καὶ τοῦ μάλιστα φιλεῖν τῷ μάλιστα αἰδεῖσθαι συμβόλῳ χρῶνται πρὸς ἀλλήλους.

ὥσπερ ἂν φθόγγοι δύο σύμφωνοι ληφθῶσι, τοῦ βαρυτέρου γίγνεται τὸ μέλος, οὕτω πᾶσα πρᾶξις ἐν οἰκίᾳ σωφρονούσῃ πράττεται μὲν ὑπ᾽ ἀμφοτέρων ὁμονοούντων, ἐπιφαίνει δὲ τὴν τοῦ ἀνδρὸς ἡγεμονίαν καὶ προαίρεσιν.

ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. ὁ γὰρ ἄνθρωπος τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δ᾽ ἡλίου μετὰ τὸ [p. 341] πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες: ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν: ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν.

ὁ Κάτων ἐξέβαλε τῆς βουλῆς τὸν φιλήσαντα τὴν ἑαυτοῦ γυναῖκα τῆς θυγατρὸς παρούσης. τοῦτο μὲν οὖν ἴσως σφοδρότερον εἰ δ᾽ αἰσχρόν ἐστιν, ὥσπερ ἐστίν, ἑτέρων παρόντων ἀσπάζεσθαι καὶ φιλεῖν καὶ περιβάλλειν ἀλλήλους, πῶς οὐκ αἴσχιον ἑτέρων παρόντων λοιδορεῖσθαι καὶ διαφέρεσθαι πρὸς ἀλλήλους, καὶ τὰς μὲν ἐντεύξεις καὶ φιλοφροσύνας ἀπορρήτους πρὸς τὴν γυναῖκα ποιεῖσθαι, νουθεσίᾳ δὲ καὶ μέμψει καὶ παρρησίᾳ χρῆσθαι φανερᾷ καὶ ἀναπεπταμένῃ;

ὥσπερ ἐσόπτρου κατεσκευασμένου χρυσῷ καὶ λίθοις ὄφελος οὐδέν ἐστιν, εἰ μὴ δείκνυσι τὴν μορφὴν ὁμοίαν, οὕτως οὐδὲ πλουσίας γαμετῆς ὄνησις, εἰ μὴ παρέχει τὸν βίον ὅμοιον τῷ ἀνδρὶ καὶ σύμφωνον τὸ ἦθος. εἰ χαίροντος μὲν εἰκόνα σκυθρωπὴν ἀποδίδωσι τὸ ἔσοπτρον, ἀχθομένου δὲ καὶ σκυθρωπάζοντας ἱλαρὰν καὶ σεσηρυῖαν, ἡμαρτημένον ἐστὶ καὶ φαῦλον. οὐκοῦν καὶ γυνὴ φαῦλος καὶ ἄκαιρος ἡ παίζειν μὲν ὡρμημένου καὶ φιλοφρονεῖσθαι τοῦ ἀνδρὸς ἐσκυθρωπακυῖα, σπουδάζοντος δὲ παίζουσα καὶ γελῶσα: τὸ μὲν γὰρ ἀηδίας, τὸ δ᾽ ὀλιγωρίας. δεῖ δέ, ὥσπερ οἱ γεωμέτραι λέγουσι τὰς [p. 342] γραμμὰς καὶ τὰς ἐπιφανείας οὐ κινεῖσθαι καθ᾽ ἑαυτὰς ἀλλὰ συγκινεῖσθαι τοῖς σώμασιν, οὕτω τὴν γυναῖκα μηδὲν ἴδιον πάθος ἔχειν, ἀλλὰ κοινωνεῖν τῷ ἀνδρὶ καὶ σπουδῆς καὶ παιδιᾶς καὶ συννοίας καὶ γέλωτος.

οἱ τὰς γυναῖκας μὴ ἡδέως βλέποντες ἐσθιούσας μετ᾽ αὐτῶν διδάσκουσιν ἐμπίπλασθαι μόνας γενομένας. οὕτως οἱ μὴ συνόντες ἱλαρῶς ταῖς γυναιξὶ μηδὲ παιδιᾶς κοινωνοῦντες αὐταῖς καὶ γέλωτος ἰδίας ἡδονὰς χωρὶς αὐτῶν ζητεῖν διδάσκουσιν.

τοῖς τῶν Περσῶν βασιλεῦσιν αἱ γνήσιαι γυναῖκες παρακάθηνται δειπνοῦσι καὶ συνεστιῶνται: βουλόμενοι δὲ παίζειν καὶ μεθύσκεσθαι ταύτας μὲν ἀποπέμπουσι, τὰς δὲ μουσουργοὺς καὶ παλλακίδας καλοῦσιν, ὀρθῶς τοῦτὸ γ᾽ αὐτὸ ποιοῦντες, ὅτι τὸ συνακολασταίνειν καὶ παροινεῖν οὐ μεταδιδόασι ταῖς γαμεταῖς. ἂν οὖν ἰδιώτης ἀνήρ, ἀκρατὴς δὲ περὶ τὰς ἡδονὰς καὶ ἀνάγωγος, ἐξαμάρτῃ τι πρὸς ἑταίραν ἢ θεραπαινίδα, δεῖ τὴν γαμετὴν μὴ ἀγανακτεῖν μηδὲ χαλεπαίνειν, λογιζομένην ὅτι παροινίας καὶ ἀκολασίας καὶ ὕβρεως αἰδούμενος αὐτὴν ἑτέρᾳ μεταδίδωσιν.

οἱ φιλόμουσοι τῶν βασιλέων πολλοὺς μουσικοὺς ποιοῦσιν, οἱ φιλόλογοι λογίους, οἱ φιλαθληταὶ γυμναστικούς. οὕτως ἀνὴρ φιλοσώματος καλλωπίστριαν γυναῖκα ποιεῖ, φιλήδονος ἑταιρικὴν καὶ ἀκόλαστον, φιλάγαθος καὶ φιλόκαλος σώφρονα καὶ κοσμίαν.

Λάκαινα παιδίσκη, πυνθανομένου τινὸς εἰ [p. 343] ἤδη ἀνδρὶ προσελήλυθεν ‘οὐκ ἔγωγ᾽’ εἶπεν ἀλλ᾽ ‘ ἐμοὶ ἐκεῖνος.’ οὗτος ὁ τρόπος, οἶμαι, τῆς οἰκοδεσποίνης, μήτε φεύγειν μήτε δυσχεραίνειν τὰ τοιαῦτα τοῦ ἀνδρὸς ἀρχομένου μήτε αὐτὴν κατάρχεσθαι: τὸ μὲν γὰρ ἑταιρικὸν καὶ ἰταμόν, τὸ δ᾽ ὑπερήφανον καὶ ἀφιλόστοργον.

ἰδίους οὐ δεῖ φίλους κτᾶσθαι τὴν γυναῖκα, κοινοῖς δὲ χρῆσθαι τοῖς τοῦ ἀνδρός: οἱ δὲ θεοὶ φίλοι πρῶτοι καὶ μέγιστοι. διὸ καὶ θεοὺς οὓς ὁ ἀνὴρ νομίζει σέβεσθαι τῇ γαμετῇ καὶ γιγνώσκειν μόνους προσήκει, περιέργοις δὲ θρησκείαις καὶ ξέναις δεισιδαιμονίαις ἀποκεκλεῖσθαι τὴν αὔλειον, οὐδενὶ γὰρ θεῶν ἱερὰ κλεπτόμενα καὶ λανθάνοντα δρᾶται κεχαρισμένως ὑπὸ γυναικός.

ὁ Πλάτων φησὶν εὐδαίμονα καὶ μακαρίαν εἶναι πόλιν, ἐν ‘τὸ ἐμὸν καὶ τὸ οὐκ ἐμὸν’ ἣκιστα φθεγγομένων ἀκούουσι διὰ τὸ κοινοῖς ὡς ἔνι μάλιστα χρῆσθαι τοῖς ἀξίοις σπουδῆς τοὺς πολίτας, πολὺ δὲ μᾶλλον ἐκ γάμου δεῖ τὴν τοιαύτην φωνὴν ἀνῃρῆσθαι. πλὴν ὥσπερ οἱ ἰατροὶ λέγουσι τὰς τῶν εὐωνύμων πληγὰς τὴν αἴσθησιν ἐν τοῖς δεξιοῖς ἀναφέρειν, οὕτω τὴν γυναῖκα τοῖς τοῦ ἀνδρὸς συμπαθεῖν καλὸν καὶ τὸν ἄνδρα τοῖς τῆς γυναικός, ἵν᾽ ὥσπερ οἱ δεσμοὶ κατὰ τὴν ἐπάλλαξιν ἰσχὺν δι᾽ ἀλλήλων λαμβάνουσιν, οὕτως ἑκατέρου τὴν εὔνοιαν ἀντίστροφον ἀποδιδόντος ἡ κοινωνία σῴζηται δι᾽ ἀμφοῖν. καὶ γὰρ ἡ φύσις μίγνυσι διὰ τῶν [p. 344] σωμάτων τῶν ἡμᾶς, ἵν᾽ ἐξ ἑκατέρων μέρος λαβοῦσα καὶ συγχέασα κοινὸν ἀμφοτέροις ἀποδῷ τὸ γεννώμενον, ὥστε μηδέτερον διορίσαι μηδὲ διακρῖναι τὸ ἴδιον ἢ τὸ ἀλλότριον. τοιαύτη τοίνυν καὶ χρημάτων κοινωνία προσήκει μάλιστα τοῖς γαμοῦσιν εἰς μίαν οὐσίαν πάντα καταχεαμένοις καὶ ἀναμίξασι μὴ τὸ μέρος ἴδιον καὶ τὸ μέρος ἀλλότριου ἀλλὰ πᾶν ἴδιον ἡγεῖσθαι καὶ μηδὲν ἀλλότριον. ὥσπερ γὰρ τὸ κρᾶμα καίτοι ὕδατος μετέχον πλείονος οἶνον καλοῦμεν, οὕτω τὴν οὐσίαν δεῖ καὶ τὸν οἶκον τοῦ ἀνδρὸς λέγεσθαι, κἂν ἡ γυνὴ πλείονα συμβάλληται.

Φιλόπλουτος ἡ Ἑλένη, φιλήδονος ὁ Πάρις: φρόνιμος ὁ Ὀδυσσεύς, σώφρων ἡ Πηνελόπη. διὰ τοῦτο μακάριος γάμος ὁ τούτων καὶ ζηλωτός, ὁ δ᾽ ἐκείνων Ἰλιάδα κακῶν Ἕλλησι καὶ βαρβάροις ἐποίησεν.

ὁ Ῥωμαῖος ὑπὸ τῶν φίλων νουθετούμενος ὅτι σώφρονα γυναῖκα καὶ πλουσίαν καὶ ὡραίαν ἀπεπέμψατο, τὸν κάλτιον αὐτοῖς προτείνας; ‘ καὶ γὰρ οὗτος’ ἔφη ‘ καλὸς ἰδεῖν καὶ καινός, ἀλλ᾽ οὐδεὶς οἶδεν ὅπου με θλίβει.’ δεῖ τοίνυν μὴ προικὶ μηδὲ γένει μηδὲ κάλλει τὴν γυναῖκα πιστεύειν, ἀλλ᾽ ἐν οἷς ἅπτεται μάλιστα τοῦ ἀνδρός, ὁμιλίᾳ τε καὶ ἤθει καὶ συμπεριφορᾷ, ταῦτα μὴ σκληρὰ μηδ᾽ ἀνιῶντα καθ᾽ ἡμέραν ἀλλ᾽ εὐάρμοστα καὶ ἄλυπα καὶ προσφιλῆ παρέχειν. ὥσπερ γὰρ οἱ ἰατροὶ τοὺς ἐξ αἰτιῶν ἀδήλων καὶ κατὰ μικρὸν συλλεγομένων γεννωμένους [p. 345] πυρετοὺς μᾶλλον δεδοίκασιν ἢ τοὺς ἐμφανεῖς καὶ μεγάλας προφάσεις ἔχοντας, οὕτω τὰ λανθάνοντα τοὺς πολλοὺς μικρὰ καὶ συνεχῆ καὶ καθημερινὰ προσκρούματα γυναικὸς καὶ ἀνδρὸς μᾶλλον διίστησι καὶ λυμαίνεται τὴν συμβίωσιν.

ὁ βασιλεὺς Φίλιππος ἤρα Θεσσαλῆς γυναικὸς αἰτίαν ἐχούσης καταφαρμακεύειν αὐτόν. ἐσπούδασεν οὖν ἡ Ὀλυμπιὰς λαβεῖν τὴν ἄνθρωπον ὑποχείριον. ὡς δ᾽ εἰς ὄψιν ἐλθοῦσα τὸ τ᾽ εἶδος εὐπρεπὴς ἐφάνη καὶ διελέχθη πρὸς αὐτὴν οὐκ ἀγεννῶς οὐδ᾽ ἀσυνέτως, ‘χαιρέτωσαν’ εἶπεν ἡ Ὀλυμπιάς ‘αἱ διαβολαί σὺ γὰρ ἐν σεαυτῇ τὰ φάρμακα ἔχεις.’ ἄμαχον οὖν τι γίγνεται πρᾶγμα γαμετὴ γυνὴ καὶ νόμιμος, ἂν ἐν αὑτῇ πάντα θεμένη, καὶ προῖκα καὶ γένος καὶ φάρμακα καὶ τὸν κεστὸν αὐτόν, ἤθει καὶ ἀρετῇ κατεργάσηται τὴν εὔνοιαν.

πάλιν ἡ Ὀλυμπιάς, αὐλικοῦ τινος νεανίσκου γήμαντος εὐπρεπῆ γυναῖκα κακῶς ἀκούουσαν, ‘οὗτος’ εἶπεν ‘ οὐκ ἔχει λογισμόν: οὐ γὰρ ἂν τοῖς ὀφθαλμοῖς ἔγημε’ δεῖ δὲ μὴ τοῖς ὄμμασι γαμεῖν δὲ τοῖς δακτύλοις, ὥσπερ ἔνιοι ψηφίσαντες πόσα φέρουσαν λαμβάνουσιν, οὐ κρίναντες πῶς συμβιωσομένην.

ὁ Σωκράτης ἐκέλευε τῶν ἐσοπτριζομένων νεανίσκων τοὺς μὲν αἰσχροὺς ἐπανορθοῦσθαι τῇ ἀρετῇ, τοὺς δὲ καλοὺς μὴ καταισχύνειν τῇ κακίᾳ τὸ εἶδος. καλὸν οὖν καὶ τὴν οἰκοδέσποιναν, ὅταν ἐν ταῖς χερσὶν ἔχῃ τὸ ἔσοπτρον, αὐτὴν ἐν ἑαυτῇ διαλαλεῖν, τὴν μὲν αἰσχρὰν τί οὖν, ἂν μὴ σώφρων [p. 346] γένωμαι; ‘’ τὴν δὲ καλὴν τί ‘οὖν, ἂν καὶ σώφρων γένωμαι;᾽’ τῇ γὰρ αἰσχρᾷ σεμνότερον εἰ φιλεῖται διὰ τὸ ἦθος ἢ τὸ κάλλος.

ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ‘ ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.’ πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς τοῦτ᾽ εἶπεν

οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλ᾽ ἀκοσμία
φαίνοιτ᾽ ἂν εἶναι σῶν τε μαργότης φρενῶν

‘κόσμος γάρ ἐστιν,’ ὡς ἔλεγε Κράτης, ‘τὸ κοσμοῦν’ κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν. ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε κόκκος, ἀλλ᾽ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν.

οἱ τῇ γαμηλίᾳ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ συγκαθαγίζουσι τοῖς ἄλλοις ἱεροῖς, ἀλλ᾽ ἐξελόντες ἔρριψαν παρὰ τὸν βωμόν, αἰνιττομένου τοῦ νομοθέτου τὸ μηδέποτε δεῖν χολὴν μηδ᾽ ὀργὴν γάμῳ παρεῖναι. δεῖ γὰρ εἶναι τῆς οἰκοδεσποίνης ὥσπερ οἴνου τὸ αὐστηρὸν ὠφέλιμον καὶ ἡδύ, μὴ πικρὸν ὥσπερ ἀλόης μηδὲ φαρμακῶδες

ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν. οἶμαι δὴ καὶ τῇ σώφρονι μάλιστα δεῖν πρὸς τὸν ἄνδρα χαρίτων, ἵν᾽, ὡς ἔλεγε [p. 347] Μητρόδωρος, ‘ ἡδέως συνοικῇ καὶ μὴ ὀργιζομένη ὅτι σωφρονεῖ’ δεῖ γὰρ μήτε τὴν εὐτελῆ καθαριότητος ἀμελεῖν μήτε τὴν φίλανδρον φιλοφροσύνης ποιεῖ γὰρ ἡ χαλεπότης ἀηδῆ τὴν εὐταξίαν τῆς γυναικός ὥσπερ ἡ ῥυπαρία τὴν ἀφέλειαν,

ἡ φοβουμένη γελάσαι πρὸς τὸν ἄνδρα καὶ παῖξαί τι, μὴ φανῇ θρασεῖα καὶ ἀκόλαστος, οὐδὲν διαφέρει τῆς ἵνα μὴ δοκῇ μυρίζεσθαι τὴν κεφαλὴν μηδ᾽ ἀλειφομένης, καὶ ἵνα μὴ φυκοῦσθαι τὸ πρόσωπον νιπτομένης;. ὁρῶμεν δὲ καὶ ποιητὰς καὶ ῥήτορας, ὅσοι φεύγουσι τὸ περὶ τὴν λέξιν ὀχλικὸν καὶ ἀνελεύθερον καὶ κακόζηλον, τοῖς πράγμασι καὶ ταῖς οἰκονομίαις καὶ τοῖς ἤθεσιν ἄγειν καὶ κινεῖν τὸν ἀκροατὴν φιλοτεχνοῦντας. διὸ δεῖ καὶ τὴν οἰκοδέσποιναν ὅτι πᾶν τὸ περιττὸν καὶ ἑταιρικὸν καὶ πανηγυρικόν, εὖ ποιοῦσα, φεύγει καὶ παραιτεῖται, μᾶλλον φιλοτεχνεῖν ἐν ταῖς ἠθικαῖς καὶ βιωτικαῖς χάρισι πρὸς τὸν ἄνδρα, τῷ καλῷ μεθ᾽ ἡδονῆς συνεθίζουσαν αὐτόν; ἂν δ᾽ ἄρα φύσει τις αὐστηρὰ καὶ ἄκρατος γένηται καὶ ἀνήδυντος, εὐγνωμονεῖν δεῖ τὸν ἄνδρα, καὶ καθάπερ ὁ Φωκίων, τοῦ Ἀντιπάτρου πρᾶξιν αὐτῷ προστάττοντος οὐ καλὴν οὐδὲ πρέπουσαν, εἶπεν ‘οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,’ οὕτω λογίζεσθαι περὶ τῆς σώφρονος καὶ αὐστηρᾶς γυναικὸς ‘οὐ δύναμαι αὐτῇ καὶ ὡς γαμετῇ καὶ ὡς ἑταίρᾳ συνεῖναι’

ταῖς Αἰγυπτίαις ὑποδήμασι χρῆσθαι πάτριον οὐκ ἦν, ὅπως ἐν οἴκῳ διημερεύωσι. τῶν δὲ [p. 348] πλείστων γυναικῶν ἂν ὑποδήματα διάχρυσα περιέλῃς καὶ ψέλλια καὶ περισκελίδας καὶ πορφύραν καὶ μαργαρίτας, ἔνδον μένουσιν.

ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη τὸ ἱμάτιον. εἰπόντος δέ τινος ‘καλὸς ὁ πῆχυς, ἀλλ᾽ οὐ δημόσιος’ ἔφη. δεῖ δὲ μὴ μόνον τὸν πῆχυν ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος, καὶ τὴν φωνὴν ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάσσεσθαι πρὸς τοὺς ἐκτός: ἐνορᾶται γὰρ αὐτῇ καὶ πάθος καὶ ἦθος καὶ διάθεσις λαλούσης.

τὴν Ἠλείων ὁ Φειδίας Ἀφροδίτην ἐποίησε χελώνην πατοῦσαν, οἰκουρίας σύμβολον ταῖς γυναιξὶ καὶ σιωπῆς. δεῖ γὰρ ἢ πρὸς τὸν ἄνδρα λαλεῖν ἢ διὰ τοῦ ἀνδρός, μὴ δυσχεραίνουσαν εἰ δι᾽ ἀλλοτρίας γλώσσης ὥσπερ αὐλητὴς φθέγγεται σεμνότερον.

οἱ πλούσιοι καὶ οἱ βασιλεῖς τιμῶντες τοὺς φιλοσόφους αὑτούς τε, κοσμοῦσι κἀκείνους, οἱ δὲ φιλόσοφοι τοὺς πλουσίους θεραπεύοντες οὐκ ἐκείνους ποιοῦσιν ἐνδόξους ἀλλ᾽ αὑτοὺς ἀδοξοτέρους. τοῦτο συμβαίνει καὶ περὶ τὰς γυναῖκας. ὑποτάττουσαι μὲν γὰρ ἑαυτὰς τοῖς ἀνδράσιν ἐπαινοῦνται, κρατεῖν δὲ βουλόμεναι μᾶλλον τῶν κρατουμένων ἀσχημονοῦσι. κρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλ᾽ ὡς ψυχὴν σώματος, συμπαθοῦντα καὶ συμπεφυκότα τῇ εὐνοίᾳ δίκαιόν ἑστιν. ὥσπερ οὖν σώματος ἔστι κήδεσθαι μὴ [p. 349] δουλεύοντα ταῖς ἡδοναῖς αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, οὕτω γυναικὸς ἄρχειν εὐφραίνοντα καὶ χαριζόμενον.

τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δ᾽ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δ᾽ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον. σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ τῶν οὐ συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις οὐ συμβιοῦν νομίσειε. δεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι δι᾽ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω τῶν γαμούντων καὶ σώματα καὶ χρήματα καὶ φίλους καὶ οἰκείους ἀναμιχθῆναι δι᾽ ἀλλήλων. καὶ γὰρ ὁ Ῥωμαῖος νομοθέτης ἐκώλυσε δῶρα διδόναι καὶ λαμβάνειν παρ᾽ ἀλλήλων τοὺς γεγαμηκότας, οὐχ ἵνα μηδενὸς μεταλαμβάνωσιν, ἀλλ᾽ ἵνα πάντα κοινὰ νομίζωσιν,

ἐν Λέπτει τῆς Λιβύης πόλει πάτριόν ἐστι τῇ μετὰ τὸν γάμον ἡμέρᾳ τὴν νύμφην πρὸς τὴν τοῦ νυμφίου μητέρα πέμψασαν αἰτεῖσθαι χύτραν: ἡ δ᾽ οὐ δίδωσιν οὐδέ φησιν ἔχειν, ὅπως ἀπ᾽ ἀρχῆς ἐπισταμένη τὸ τῆς ἑκυρᾶς μητρυιῶδες, ἂν ὕστερόν τι συμβαίνῃ τραχύτερον, μὴ ἀγανακτῇ μηδὲ δυσκολαίνῃ. τοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν τὴν πρόφασιν: ἔστι δὲ ζηλοτυπία τῆς μητρὸς ὑπὲρ εὐνοίας πρὸς αὐτήν. θεραπεία δὲ μία τοῦ πάθους ἰδίᾳ μὲν εὔνοιαν τῷ ἀνδρὶ ποιεῖν πρὸς [p. 350] ἑαυτήν, τὴν δὲ τῆς μητρὸς μὴ περισπᾶν μηδ᾽ ἐλαττοῦν.

τοὺς υἱοὺς δοκοῦσι μᾶλλον ἀγαπᾶν αἱ μητέρες ὡς δυναμένους αὐταῖς βοηθεῖν, οἱ δὲ πατέρες τὰς θυγατέρας ὡς δεομένας αὐτῶν βοηθούντων ἴσως δὲ καὶ τιμῇ τῇ πρὸς ἀλλήλους ὁ ἕτερος τὸ μᾶλλον οἰκεῖον τῷ ἑτέρῳ βούλεται μᾶλλον ἀσπαζόμενος καὶ ἀγαπῶν φανερὸς εἶναι. καὶ τοῦτο μὲν ἴσως ἀδιάφορόν ἐστιν, ἐκεῖνο δ᾽ ἀστεῖον, ἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται, κἄν τι λυπῆται, πρὸς ἐκείνους ἀναφέρουσα, τοὺς δ᾽ ἑαυτῆς λανθάνουσα. ποιεῖ γὰρ τὸ πιστεύειν δοκεῖν πιστεύεσθαι, καὶ τὸ φιλεῖν φιλεῖσθαι.

τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δ᾽ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν. αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν.

ὀρθῶς ὁ Εὐριπίδης αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρ᾽ οἶνον: ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας. νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δ᾽ ἐν ὀργῇ τινι γένωνται καὶ ε . ργἶἳ Ψ [p. 351] διαφορᾷ, χωρὶς ἀναπαυομένους καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην. ὥς που καὶ ὁ ποιητὴς διδάσκει, τὴν Ἥραν ποιῶν λέγουσαν οὐ κόσμος

καὶ σφ᾽ ἄκριτα νείκεα λύσω
εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι

ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ συναναπαύεσθαι καὶ συγκαθεύδειν. ἡ μὲν γὰρ ὠδίνουσα καὶ δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε ‘ πῶς δ᾽ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον;᾽’ ἃς δ᾽ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι.

ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα

οὐ κόσμοσκακῶν γυναικῶν εἴσοδοὶ μ᾽ ἀπώλεσαν

τοῦτο δ᾽ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλ᾽ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότ᾽ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου. λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν [p. 352] ‘τί οὖν, ἂν καὶ κακῶς ποιῶμεν αὐτούς;᾽’ ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι ‘λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν, τί οὖν, ἂν φαίης, ἂν καὶ μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;’

ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα, ‘ποῦ δ᾽ ἂν’ ἔφη ‘σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;᾽’ γυνὴ τοίνυν διὰ ζηλοτυπίαν ἀπόλειψιν γράφουσα καὶ χαλεπῶς ἔχουσα λεγέτω πρὸς ἑαυτὴν ‘ποῦ δ᾽ ἂν ἡ ζηλοῦσὰ με μᾶλλον ἡσθείη θεασαμένη καὶ τί ποιοῦσαν ἢ λυπουμένην καὶ στασιάζουσαν πρὸς τὸν ἄνδρα καὶ τὸν οἶκον αὐτὸν καὶ τὸν θάλαμον προϊεμένην;’

Ἀθηναῖοι τρεῖς ἀρότους ἱεροὺς ἄγουσι, πρῶτον ἐπὶ Σκίρῳ, τοῦ παλαιοτάτου τῶν σπόρων ὑπόμνημα, δεύτερον ἐν τῇ Ρ̓αρίᾳ, τρίτον ὑπὸ πόλιν τὸν καλούμενον Βουζύγιον. τούτων δὲ πάντων ἱερώτατός ἐστιν ὁ γαμήλιος σπόρος καὶ ἄροτος ἐπὶ παίδων τεκνώσει. καλῶς τὴν Ἀφροδίτην ὁ Σοφοκλῆς ‘εὔκαρπον Κυθέρειαν’ προσηγόρευσε. διὸ δεῖ μάλιστα τούτῳ χρῆσθαι μετ᾽ εὐλαβείας τὸν ἄνδρα καὶ τὴν γυναῖκα, τῶν ἀνιέρων καὶ παρανόμων πρὸς ἑτέρους ἁγνεύοντας ὁμιλιῶν, καὶ μὴ σπείροντας ἐξ ὧν οὐδὲν αὐτοῖς φύεσθαι θέλουσιν ἀλλὰ κἂν γένηται καρπὸς αἰσχύνονται καὶ ἀποκρύπτουσι.

Γοργίου τοῦ ῥήτορος ἀναγνόντος ἐν Ὀλυμπίᾳ λόγον περὶ ὁμονοίας τοῖς Ἕλλησιν ὁ Μελάνθιος [p. 353] ‘οὗτος ἡμῖν’ ἔφη ‘συμβουλεύει περὶ ὁμονοίας, ὃς αὑτὸν καὶ τὴν γυναῖκα καὶ τὴν θεράπαιναν ἰδίᾳ τρεῖς ὄντας ὁμονοεῖν οὐ πέπεικεν’ ἦν γὰρ ὡς ἔοικέ τις ἔρως τοῦ Γοργίου καὶ ζηλοτυπία τῆς γυναικὸς πρὸς τὸ θεραπαινίδιον. εὖ τοίνυν ἡρμοσμένον τὸν οἶκον εἶναι δεῖ τῷ μέλλοντι ἁρμόζεσθαι πόλιν καὶ ἀγορὰν καὶ φίλους: μᾶλλον γὰρ ἔοικε τὰ τῶν γυναικῶν ἢ τὰ πρὸς γυναῖκας ἁμαρτήματα λανθάνειν τοὺς πολλούς.

εἰ καθάπερ τὸν αἴλουρον ὀσμῇ μύρων ἐκταράττεσθαι καὶ μαίνεσθαι λέγουσιν , οὕτω τὰς γυναῖκας ἀγριαίνειν καὶ παραφρονεῖν ὑπὸ μύρων συνέβαινε , δεινὸν ἦν μὴ ἀπέχεσθαι μύρου τοὺς ἄνδρας, ἀλλὰ δι᾽ ἡδονὴν αὑτῶν βραχεῖαν οὕτω κακουμένας περιορᾶν. ἐπεὶ τοίνυν ταῦτα πάσχουσιν οὐ μυριζομένων τῶν ἀνδρῶν ἀλλὰ συγγιγνομένων ἑτέραις, ἄδικόν ἐστιν ἡδονῆς ἕνεκα μικρᾶς ἐπὶ τοσοῦτο λυπεῖν καὶ συνταράττειν τὰς γυναῖκας καὶ μή, καθάπερ ταῖς μελίτταις ὅτι δοκοῦσι δυσχεραίνειν καὶ μάχεσθαι τοῖς μετὰ γυναικῶν γενομένοις, ἁγνοὺς καὶ καθαρεύοντας ἑτέρων συνουσίας προσιέναι ταῖς γυναιξίν.

οἱ προσιόντες ἐλέφασιν ἐσθῆτα λαμπρὰν οὐ λαμβάνουσιν, οὐδὲ φοινικίδας οἱ ταύροις: διαγριαίνεται γὰρ ὑπὸ τῶν χρωμάτων τούτων μάλιστα τὰ ζῷα: τὰς δὲ τίγρεις φασὶ περιτυμπανιζομένας ἐκμαίνεσθαι παντάπασι καὶ διασπᾶν ἑαυτάς. ἐπεὶ τοίνυν καὶ τῶν ἀνδρῶν οἱ μὲν ἐσθῆτας κοκκίνας; [p. 354] καὶ πορφυρᾶς ὁρῶντες δυσανασχετοῦσιν, οἱ δὲ κυμβάλοις καὶ τυμπάνοις ἄχθονται, τί δεινὸν ἀπέχεσθαι τούτων τὰς γυναῖκας καὶ μὴ ταράττειν μηδὲ παροξύνειν τοὺς ἄνδρας, ἀλλὰ συνεῖναι μετ᾽ εὐσταθείας καὶ πραότητος;

γυνή τις πρὸς τὸν Φίλιππον ἄκουσαν ἐφελκόμενον αὐτὴν ‘ἄφες μ᾽’ εἶπε: ‘πᾶσα γυνὴ τοῦ λύχνου ἀρθέντος ἡ αὐτή ἐστι.'’ τοῦτο πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἴρηται καλῶς, τὴν δὲ γαμετὴν δεῖ μάλιστα τοῦ φωτὸς ἀρθέντος εἶναι μὴ τὴν αὐτὴν ταῖς τυχούσαις γυναιξίν, ἀλλὰ φαίνεσθαι τοῦ σώματος μὴ βλεπομένου τὸ σῶφρον αὐτῆς καὶ ἴδιον τῷ ἀνδρὶ καὶ τεταγμένον καὶ φιλόστοργον.

ὁ Πλάτων τοῖς πρεσβύταις μᾶλλον παρῄνει ‘αἰσχύνεσθαι τοὺς νέους,’ ἵνα κἀκεῖνοι πρὸς αὐτοὺς αἰδημόνως ἔχωσιν: ‘ὅπου’ γὰρ ‘ἀναισχυντοῦσι γέροντες,’ οὐδεμίαν αἰδῶ τοῖς νέοις οὐδ᾽ εὐλάβειαν ἐγγίγνεσθαι. τούτου δεῖ μεμνημένον τὸν ἄνδρα μηδένα μᾶλλον αἰδεῖσθαι τῆς γυναικός, ὡς τὸν θάλαμον αὐτῇ διδασκαλεῖον εὐταξίας ἢ ἀκολασίας γενησόμενον. ὁ δὲ τῶν αὐτῶν ἡδονῶν αὐτὸς μὲν ἀπολαύων ἐκείνην δ᾽ ἀποτρέπων οὐδὲν διαφέρει τοῦ κελεύοντος διαμάχεσθαι τὴν γυναῖκα πρὸς τοὺς πολεμίους, οἷς αὐτὸς ἑαυτὸν παρέδωκε.

περὶ δὲ φιλοκοσμίας σὺ μέν, ὦ Εὐρυδίκη, τὰ πρὸς Ἀρίστυλλαν ὑπὸ Τιμοξένας γεγραμμένα ἀναγνοῦσα πειρῶ διαμνημονεύειν σὺ δέ, ὦ Πολλιανέ, μὴ νόμιζε περιεργίας ἀφέξεσθαι τὴν γυναῖκα καὶ [p. 355] πολυτελείας, ἂν ὁρᾷ σε μὴ καταφρονοῦντα τούτων ἐν ἑτέροις, ἀλλὰ καὶ χαίροντα χρυσώσεσιν ἐκπωμάτων καὶ γραφαῖς οἰκηματίων καὶ χλίδωσιν ἡμιόνων καὶ ἵππων περιδεραίοις. οὐ γὰρ ἔστιν ἐξελάσαι τῆς γυναικωνίτιδος ἐν μέσῃ τῇ ἀνδρωνίτιδι τὴν πολυτέλειαν ἀναστρεφομένην. καὶ σὺ μὲν ὥραν ἔχων ἤδη φιλοσοφεῖν τοῖς μετ᾽ ἀποδείξεως καὶ κατασκευῆς λεγομένοις ἐπικόσμει τὸ ἦθος, ἐντυγχάνων καὶ πλησιάζων τοῖς ὠφελοῦσι: τῇ γυναικὶ πανταχόθεν τὸ χρήσιμον συνάγων ὥσπερ αἱ μέλιτται καὶ φέρων αὐτὸς ἐν σεαυτῷ μεταδίδου καὶ προσδιαλέγου, φίλους αὐτῇ ποιῶν καὶ συνήθεις τῶν λόγων τοὺς ἀρίστους. ‘πατὴρ’ μὲν γάρ ‘ἐσσι’ αὐτῇ ‘καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος’ οὐχ ἧττον σεμνὸν ἀκοῦσαι γαμετῆς λεγούσης ‘ἄνερ, ‘ἀτὰρ σὺ μοί ἐσσι’ καθηγητὴς καὶ φιλόσοφος καὶ διδάσκαλος τῶν καλλίστων καὶ θειοτάτων,’ τὰ τοιαῦτα μαθήματα πρῶτον ἀφίστησι τῶν ἀτόπων τὰς γυναῖκας: αἰσχυνθήσεται γὰρ ὀρχεῖσθαι γυνὴ γεωμετρεῖν μανθάνουσα, καὶ φαρμάκων ἐπῳδὰς οὐ προσδέξεται τοῖς Πλάτωνος ἐπᾳδομένη λόγοις καὶ τοῖς Ξενοφῶντος. ἂν δέ τις ἐπαγγέλληται καθαιρεῖν τὴν σελήνην, γελάσεται τὴν ἀμαθίαν καὶ τὴν ἀβελτερίαν τῶν ταῦτα πειθομένων γυναικῶν, ἀστρολογίας ἀνηκόως ἔχουσα καὶ περὶ Ἀγλαονίκης ἀκηκουῖα τῆς Ἡγήτορος τοῦ Θεσσαλοῦ θυγατρὸς ὅτι τῶν ἐκλειπτικῶν ἔμπειρος οὖσα πανσελήνων καὶ [p. 356] προειδυῖα τὸν χρόνον, ἐν ᾧ συμβαίνει τὴν σελήνην ὑπὸ τῆς σκιᾶς ἁλίσκεσθαι, παρεκρούετο καὶ συνέπειθε τὰς γυναῖκας ὡς αὐτὴ καθαιροῦσα τὴν σελήνην. παιδίον μὲν γὰρ οὐδεμία ποτὲ γυνὴ λέγεται ποιῆσαι δίχα κοινωνίας ἀνδρός, τὰ δ᾽ ἄμορφα κυήματα καὶ σαρκοειδῆ καὶ σύστασιν ἐν ἑαυτοῖς ἐκ διαφθορᾶς λαμβάνοντα μύλας καλοῦσι. τοῦτο δὴ φυλακτέον ἐν ταῖς ψυχαῖς γίγνεσθαι τῶν γυναικῶν. ἂν γὰρ λόγων χρηστῶν σπέρματα μὴ δέχωνται μηδὲ κοινωνῶσι παιδείας: τοῖς ἀνδράσιν, αὐταὶ καθ᾽ αὑτὰς ἄτοπα πολλὰ καὶ φαῦλα βουλεύματα καὶ πάθη κυοῦσι. σὺ δ᾽ ὦ Εὐρυδίκη μάλιστα πειρῶ τοῖς τῶν σοφῶν καὶ ἀγαθῶν ἀποφθέγμασιν ὁμιλεῖν καὶ διὰ στόματος ἀεὶ τὰς φωνὰς ἔχειν ἐκείνας ὧν καὶ παρθένος οὖσα παρ᾽ ἡμῖν ἀνελάμβανες, ὅπως εὐφραίνῃς μὲν τὸν ἄνδρα, θαυμάζῃ δ᾽ ὑπὸ τῶν ἄλλων γυναικῶν, οὕτω κοσμουμένη περιττῶς καὶ σεμνῶς ἀπὸ μηδενός. τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς, καὶ Κορνηλίας τῆς Σκιπίωνος καὶ ὅσαι ἐγένοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δ᾽ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως. εἰ γὰρ ἡ Σαπφὼ διὰ τὴν ἐν τοῖς [p. 357] μέλεσι καλλιγραφίαν ἐφρόνει τηλικοῦτον ὥστε γράψαι πρός τινα πλουσίαν

κατθάνοισα δὲ κείσεαι, οὐδέ τις μναμοσύνα σέθεν
ἔσεται: οὐ γὰρ πεδέχεις ῥόδων
τῶν ἐκ Πιερίας,

πῶς οὐχί σοι μᾶλλον ἐξέσται μέγα φρονεῖν ἐφ᾽ ἑαυτῇ καὶ λαμπρόν, ἂν μὴ τῶν ῥόδων ἀλλὰ καὶ τῶν καρπῶν μετέχῃς, ὧν αἱ Μοῦσαι φέρουσι καὶ χαρίζονται τοῖς παιδείαν καὶ φιλοσοφίαν θαυμάζουσιν;