Βασιλέων αποφθέγματα και στρατηγών

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Βασιλέων ἀποφθέγματα καὶ στρατηγῶν
Συγγραφέας: Πλούταρχος
Ηθικά


[208a]
78360 t.1.1 : ΒΑΣΙΛΕΩΝ ΑΠΟΦΘΕΓΜΑΤΑ
78361 t.1.2 : ΚΑΙ ΣΤΡΑΤΗΓΩΝ
78362 172.B.1 : Ἀρτοξέρξης ὁ Περσῶν βασιλεύς, ὦ μέγιστε αὐτόκρατορ
78363 172.B.2 : Τραϊανὲ Καῖσαρ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον
78364 172.B.3 : εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν
78365 172.B.4 : εὐμενῶς καὶ προθύμως, ἐπεὶ παρελαύνοντος αὐτοῦ καθ´
78366 172.B.5 : ὁδὸν αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον
78367 172.B.6 : ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν
78368 172.B.7 : προσήνεγκεν, ἡδέως ἐδέξατο καὶ ἐμειδίασε, τῇ προθυμίᾳ
78369 172.B.8 : τοῦ διδόντος οὐ τῇ χρείᾳ τοῦ διδομένου τὴν χάριν μετρήσας.
78370 172.B.9 : ὁ δὲ Λυκοῦργος εὐτελεστάτας ἐποίησεν ἐν Σπάρτῃ
78371 172.C.1 : τὰς θυσίας, ἵνα ἀεὶ τοὺς θεοὺς τιμᾶν ἑτοίμως δύνωνται
78372 172.C.2 : καὶ ῥᾳδίως ἀπὸ τῶν παρόντων. τοιαύτῃ δή τινι γνώμῃ
78373 172.C.3 : κἀμοῦ λιτά σοι δῶρα καὶ ξένια καὶ κοινὰς ἀπαρχὰς
78374 172.C.4 : προσφέροντος ἀπὸ φιλοσοφίας ἅμα τῇ προθυμίᾳ καὶ
78375 172.C.5 : τὴν χρείαν ἀπόδεξαι τῶν ἀπομνημονευμάτων, εἰ πρόσφορον
78376 172.C.6 : ἔχει τι πρὸς κατανόησιν ἠθῶν καὶ προαιρέσεων
78377 172.C.7 : ἡγεμονικῶν, ἐμφαινομένων τοῖς λόγοις μᾶλλον ἢ ταῖς
78378 172.C.8 : πράξεσιν αὐτῶν. καίτοι καὶ βίους ἔχει〈ς,〉 τὸ σύνταγμα
78379 172.C.9 : τῶν ἐπιφανεστάτων παρά τε Ῥωμαίοις καὶ παρ´ Ἕλλησιν
78380 172.C.10 : ἡγεμόνων καὶ νομοθετῶν καὶ αὐτοκρατόρων· ἀλλὰ τῶν
78381 172.C.11 : μὲν πράξεων αἱ πολλαὶ τύχην ἀναμεμιγμένην ἔχουσιν, αἱ
78382 172.D.1 : δὲ γινόμεναι παρὰ τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰς τύχας
78383 172.D.2 : ἀποφάσεις καὶ ἀναφωνήσεις ὥσπερ ἐν κατόπτροις
78384 172.D.3 : καθαρῶς παρέχουσι τὴν ἑκάστου διάνοιαν ἀποθεωρεῖν.
78385 172.D.4 : ᾗ καὶ Σειράμνης ὁ Πέρσης πρὸς τοὺς θαυμάζοντας,
78386 172.D.5 : ὅτι τῶν λόγων αὐτοῦ νοῦν ἐχόντων αἱ πράξεις οὐ κατορθοῦνται,
78387 172.D.6 : τῶν μὲν λόγων ἔφη κύριος αὐτὸς εἶναι, τῶν δὲ
78388 172.D.7 : πράξεων τὴν τύχην μετὰ τοῦ βασιλέως. ἐκεῖ μὲν οὖν
78389 172.D.8 : ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας
78390 172.D.9 : ἔχουσαι σχολάζουσαν φιληκοΐαν περιμένουσιν·
78391 172.D.10 : ἐνταῦθα δὲ [καὶ] τοὺς λόγους αὐτοὺς καθ´ αὑτοὺς ὥσπερ
78392 172.D.11 : δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν
78393 172.E.1 : οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν
78394 172.E.2 : ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι.
78395 172.E.3 :
78396 172.E.4 : ΚΥΡΟΣ
78397 172.E.5 : Πέρσαι τῶν γρυπῶν ἐρῶσι καὶ καλλίστους ὑπολαμβάνουσι
78398 172.E.6 : διὰ τὸ Κῦρον ἀγαπηθέντα μάλιστα τῶν
78399 172.E.7 : βασιλέων γεγονέναι γρυπὸν τὸ εἶδος.
78400 172.E.8 : Ἔλεγε δὲ Κῦρος ἑτέροις 〈δεῖν〉 ἀναγκάζεσθαι
78401 172.E.9 : τἀγαθὰ πορίζειν τοὺς αὑτοῖς μὴ θέλοντας· ἄρχειν
78402 172.E.10 : δὲ μηδενὶ προσήκειν, ὃς οὐ κρείττων ἐστὶ τῶν ἀρχομένων.
78403 172.E.11 :
78404 172.E.12 : Βουλομένους δὲ τοὺς Πέρσας ἀντὶ τῆς ἑαυτῶν
78405 172.E.13 : οὔσης ὀρεινῆς καὶ τραχείας πεδιάδα καὶ μαλακὴν χώραν
78406 172.F.1 : λαβεῖν οὐκ εἴασεν, εἰπὼν ὅτι καὶ τῶν φυτῶν τὰ σπέρματα
78407 172.F.2 : καὶ τῶν ἀνθρώπων οἱ βίοι ταῖς χώραις συνεξομοιοῦνται.
78408 172.F.3 :
78409 172.F.4 : ΔΑΡΕΙΟΣ
78410 172.F.5 : Δαρεῖος ὁ Ξέρξου πατὴρ ἑαυτὸν ἐγκωμιάζων
78411 172.F.6 : ἔλεγεν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινὰ γίνεσθαι φρονιμώτερος.
78412 172.F.7 :
78413 172.F.8 : Τοὺς δὲ φόρους τοῖς ὑπηκόοις τάξας μετεπέμψατο
78414 172.F.9 : τοὺς πρώτους τῶν ἐπαρχιῶν καὶ περὶ τῶν φόρων ἠρώτησε,
78415 173.A.1 : μὴ βαρεῖς εἰσι· φησάντων δὲ μετρίως ἔχειν ἐκέλευσε | τοὺς
78416 173.A.2 : ἡμίσεις τελεῖν ἕκαστον.
78417 173.A.3 : Ῥοιὰν δὲ μεγάλην ἀνοίξας, πυθομένου τινὸς τί
78418 173.A.4 : ἂν ἔχειν ἐβούλετο τοσοῦτον ὅσον ἐστὶ τῶν κόκκων τὸ
78419 173.A.5 : πλῆθος, εἶπε Ζωπύρους· ἦν δ´ ἀνὴρ ἀγαθὸς καὶ φίλος ὁ
78420 173.A.6 : Ζώπυρος.
78421 173.A.7 : Ἐπεὶ δ´ αὐτὸς αἰκισάμενος ἑαυτὸν ὁ Ζώπυρος
78422 173.A.8 : καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα περικόψας ἐξηπάτησε Βαβυλωνίους
78423 173.A.9 : καὶ πιστευθεὶς ὑπ´ αὐτῶν παρέδωκε Δαρείῳ
78424 173.A.10 : τὴν πόλιν, πολλάκις ὁ Δαρεῖος εἶπεν οὐκ ἂν ἐθελῆσαι
78425 173.A.11 : λαβεῖν ἑκατὸν Βαβυλῶνας ἐπὶ τῷ μὴ Ζώπυρον ἔχειν
78426 173.A.12 : ὁλόκληρον.
78427 173.A.13 : ΣΕΜΙΡΑΜΙΣ
78428 173.A.14 : Σεμίραμις δὲ ἑαυτῇ κατασκευάσασα τάφον ἐπέγραψεν
78429 173.B.1 : ‘ὅστις ἂν χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸ μνημεῖον
78430 173.B.2 : ὅσα βούλεται λαβεῖν.’ Δαρεῖος οὖν διελὼν χρήματα
78431 173.B.3 : μὲν οὐχ εὗρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχε τάδε φράζουσιν·
78432 173.B.4 : ‘εἰ μὴ κακὸς ἦσθ´ ἀνὴρ καὶ χρημάτων ἄπληστος,
78433 173.B.5 : οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις.’
78434 173.B.6 : ΞΕΡΞΗΣ
78435 173.B.7 : Ξέρξῃ τῷ Δαρείου περὶ τῆς βασιλείας ἀμφισβητῶν ὁ
78436 173.B.8 : ἀδελφὸς Ἀριαμένης κατέβαινεν ἐκ τῆς Βακτριανῆς·
78437 173.B.9 : ἔπεμψεν οὖν αὐτῷ δῶρα, φράσαι κελεύσας τοὺς διδόντας
78438 173.B.10 : ‘τούτοις σε τιμᾷ νῦν Ξέρξης ὁ ἀδελφός· ἐὰν δὲ βασιλεὺς
78439 173.B.11 : ἀναγορευθῇ, πάντων ἔσῃ παρ´ αὐτῷ μέγιστος.’ ἀποδειχθέντος
78440 173.C.1 : δὲ τοῦ Ξέρξου βασιλέως ὁ μὲν Ἀριαμένης εὐθὺς
78441 173.C.2 : προσεκύνησε καὶ τὸ διάδημα περιέθηκεν, ὁ δὲ Ξέρξης
78442 173.C.3 : ἐκείνῳ τὴν δευτέραν μεθ´ ἑαυτὸν ἔδωκε τάξιν.
78443 173.C.4 : Ὀργισθεὶς δὲ Βαβυλωνίοις ἀποστᾶσι καὶ κρατήσας
78444 173.C.5 : προσέταξεν ὅπλα μὴ φέρειν, ἀλλὰ ψάλλειν καὶ αὐλεῖν
78445 173.C.6 : καὶ πορνοβοσκεῖν καὶ καπηλεύειν καὶ φορεῖν κολπωτοὺς
78446 173.C.7 : χιτῶνας.
78447 173.C.8 : Ἀττικὰς δ´ ἰσχάδας οὐκ ἂν ἔφη φαγεῖν ὠνίους
78448 173.C.9 : κομισθείσας, ἀλλ´ ὅταν τὴν φέρουσαν κτήσηται χώραν.
78449 173.C.10 : Ἕλληνας δὲ κατασκόπους ἐν τῷ στρατοπέδῳ λαβὼν
78450 173.C.11 : οὐδὲν ἠδίκησεν, ἀλλὰ τὴν στρατιὰν ἀδεῶς ἐπιδεῖν κελεύσας
78451 173.C.12 : ἀφῆκεν.
78452 173.C.13 : ΑΡΤΟΞΕΡΞΗΣ
78453 173.D.1 : Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς
78454 173.D.2 : διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ
78455 173.D.3 : προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.
78456 173.D.4 : Πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων
78457 173.D.5 : τοὺς δυναμένους καὶ βουλομένους.
78458 173.D.6 : Πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν ἡγεμονικῶν
78459 173.D.7 : τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦσθαι καὶ
78460 173.D.8 : τὴν κεφαλὴν ἀποτίλλεσθαι μαστιγοῦσθαι μὲν ἀποδυσαμένων
78461 173.D.9 : τὰ ἱμάτια, τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων.
78462 173.D.10 :
78463 173.D.11 : Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι
78464 173.D.12 : παρ´ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις
78465 173.E.1 : δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους
78466 173.E.2 : δαρεικοὺς κομίσαι· καὶ διδοὺς αὐτῷ ‘λάβε’ εἶπεν ‘ὦ
78467 173.E.3 : Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκ ἔσομαι πενέστερος,
78468 173.E.4 : ἐκεῖνα δὲ πράξας ἀδικώτερος.’
78469 173.E.5 : ΚΥΡΟΣ Ο ΝΕΩΤΕΡΟΣ
78470 173.E.6 : Κῦρος ὁ νεώτερος τοὺς Λακεδαιμονίους συμμαχεῖν
78471 173.E.7 : αὑτῷ παρακαλῶν ἔλεγε τοῦ ἀδελφοῦ καρδίαν ἔχειν βαρυτέραν
78472 173.E.8 : καὶ πλείονα πίνειν ἄκρατον αὐτοῦ καὶ φέρειν
78473 173.E.9 : βέλτιον· ἐκεῖνον δὲ μόλις ἐν ταῖς θήραις ἐπὶ τῶν ἵππων
78474 173.E.10 : μένειν, ἐν δὲ τοῖς δεινοῖς μηδ´ ἐπὶ τοῦ θρόνου. παρεκάλει
78475 173.F.1 : δ´ ἀποστέλλειν ἄνδρας πρὸς αὑτόν, ἐπαγγελλόμενος τοῖς
78476 173.F.2 : μὲν πεζοῖς ἵππους δώσειν, τοῖς δὲ ἵππους ἔχουσιν ἅρματα,
78477 173.F.3 : τοῖς δὲ χωρία κεκτημένοις κώμας, τοὺς δὲ κώμας ἔχοντας
78478 173.F.4 : πόλεων κυρίους ποιήσειν· ἀργυρίου δὲ καὶ χρυσίου οὐκ
78479 173.F.5 : ἀριθμὸν ἀλλὰ σταθμὸν ἔσεσθαι.
78480 173.F.6 : ΑΡΤΟΞΕΡΞΗΣ Ο ΜΝΗΜΩΝ
78481 173.F.7 : Ἀρτοξέρξης ὁ τούτου μὲν ἀδελφὸς Μνήμων δὲ καλούμενος
78482 173.F.8 : οὐ μόνον τοῖς ἐντυγχάνουσιν ἑαυτὸν ἀνέδην παρεῖχεν,
78483 173.F.9 : ἀλλὰ καὶ τὴν γυναῖκα τὴν γνησίαν ἐκέλευσε τῆς ἁρμαμάξης
78484 173.F.10 : τὰς αὐλαίας περιελεῖν, ὅπως οἱ δεόμενοι κατὰ τὴν ὁδὸν
78485 173.F.11 : ἐντυγχάνωσι.
78486 174.A.1 : Πένητος δ´ ἀνθρώπου μῆλον ὑπερφυὲς | μεγέθει προσενέγκαντος
78487 174.A.2 : αὐτῷ δεξάμενος ἡδέως ‘νὴ τὸν Μίθραν’
78488 174.A.3 : εἶπεν ‘οὗτός μοι δοκεῖ καὶ πόλιν ἂν ἐκ μικρᾶς μεγάλην
78489 174.A.4 : πιστευθεὶς ἀπεργάσασθαι.’
78490 174.A.5 : Ἐν δὲ φυγῇ τινι τῆς ἀποσκευῆς αὐτοῦ διαρπαγείσης
78491 174.A.6 : ξηρὰ σῦκα φαγὼν καὶ κρίθινον ἄρτον ‘οἵας’ εἶπεν
78492 174.A.7 : ‘ἡδονῆς ἄπειρος ἤμην.’
78493 174.A.8 : ΠΑΡΥΣΑΤΙΣ
78494 174.A.9 : Παρύσατις ἡ Κύρου καὶ Ἀρτοξέρξου μήτηρ ἐκέλευε τὸν
78495 174.A.10 : βασιλεῖ μέλλοντα μετὰ παρρησίας διαλέγεσθαι βυσσίνοις
78496 174.A.11 : χρῆσθαι ῥήμασιν.
78497 174.A.12 : ΟΡΟΝΤΗΣ
78498 174.B.1 : Ὀρόντης, ὁ βασιλέως Ἀρτοξέρξου γαμβρός, ἀτιμίᾳ
78499 174.B.2 : περιπεσὼν δι´ ὀργὴν καὶ καταγνωσθεὶς ἔφη, καθάπερ
78500 174.B.3 : οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν
78501 174.B.4 : δὲ μονάδα [τιθέναι] δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν
78502 174.B.5 : βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.
78503 174.B.6 :
78504 174.B.7 : ΜΕΜΝΩΝ
78505 174.B.8 : Μέμνων, ὁ Ἀλεξάνδρῳ πολεμῶν ὑπὲρ Δαρείου τοῦ
78506 174.B.9 : βασιλέως, μισθοφόρον τινὰ πολλὰ βλάσφημα καὶ ἀσελγῆ
78507 174.B.10 : περὶ Ἀλεξάνδρου λέγοντα τῇ λόγχῃ πατάξας ‘ἐγώ σε’
78508 174.B.11 : εἶπε ‘τρέφω μαχούμενον, ἀλλ´ οὐ λοιδορησόμενον Ἀλεξάνδρῳ.’
78509 174.B.12 :
78510 174.C.1 : ΟΙ ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ
78511 174.C.2 : Οἱ Αἰγυπτίων βασιλεῖς κατὰ νόμον ἑαυτῶν τοὺς δικαστὰς
78512 174.C.3 : ἐξώρκιζον ὅτι, κἂν βασιλεύς τι προστάξῃ κρῖναι τῶν
78513 174.C.4 : μὴ δικαίων, οὐ κρινοῦσι.
78514 174.C.5 : ΠΟΛΤΥΣ
78515 174.C.6 : Πόλτυς ὁ Θρᾳκῶν βασιλεὺς ἐν τῷ Τρωϊκῷ πολέμῳ
78516 174.C.7 : πρεσβευσαμένων πρὸς αὐτὸν ἅμα τῶν Τρώων καὶ τῶν
78517 174.C.8 : Ἀχαιῶν ἐκέλευσε τὸν Ἀλέξανδρον ἀποδόντα τὴν Ἑλένην
78518 174.C.9 : δύο παρ´ αὐτοῦ λαβεῖν καλὰς γυναῖκας.
78519 174.C.10 : ΤΗΡΗΣ
78520 174.C.11 : Τήρης ὁ Σιτάλκου πατὴρ ἔλεγεν, ὁπότε σχολάζοι καὶ
78521 174.D.1 : μὴ στρατεύοιτο, τῶν ἱπποκόμων οἴεσθαι μηδὲν διαφέρειν.
78522 174.D.2 : ΚΟΤΥΣ
78523 174.D.3 : Κότυς τῷ δωρησαμένῳ πάρδαλιν ἀντεδωρήσατο
78524 174.D.4 : λέοντα.
78525 174.D.5 : Φύσει δ´ ὢν ὀξὺς εἰς ὀργὴν καὶ πικρὸς τῶν ἁμαρτανόντων
78526 174.D.6 : ἐν ταῖς διακονίαις κολαστής, σκεύη ποτὲ κεραμεᾶ
78527 174.D.7 : ξένου κομίσαντος εὔθραυστα καὶ λεπτά, πιθανῶς δὲ καὶ
78528 174.D.8 : περιττῶς εἰργασμένα γλυφαῖς τισι καὶ τορείαις, τῷ
78529 174.D.9 : μὲν ξένῳ ἔδωκε δῶρα, τὰ δὲ σκεύη πάντα συνέτριψεν,
78530 174.D.10 : ‘ὅπως’ εἰπὼν ‘μὴ δι´ ὀργὴν πικρότερον κολάζω τοὺς
78531 174.D.11 : συντρίβοντας.’
78532 174.D.12 : ΙΔΑΝΘΥΡΣΟΣ
78533 174.E.1 : Ἰδάνθυρσος ὁ Σκυθῶν βασιλεύς, ἐφ´ ὃν διέβη Δαρεῖος,
78534 174.E.2 : ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα
78535 174.E.3 : λύσαντας ἀπαλλάττεσθαι· μὴ βουληθέντας δὲ διὰ τὴν
78536 174.E.4 : πρὸς Δαρεῖον πίστιν ἀνδράποδα χρηστὰ καὶ ἄδραστα
78537 174.E.5 : ἐκάλει.
78538 174.E.6 : ΑΝΤΕΑΣ
78539 174.E.7 : Ἀντέας ἔγραφε πρὸς τὸν Φίλιππον ‘σὺ μὲν ἄρχεις
78540 174.E.8 : Μακεδόνων ἀνθρώποις μεμαθηκότων πολεμεῖν· ἐγὼ
78541 174.E.9 : δὲ Σκυθῶν, οἳ καὶ λιμῷ καὶ δίψει μάχεσθαι δύνανται.’
78542 174.E.10 : Τοὺς δὲ πρέσβεις τοῦ Φιλίππου ψήχων τὸν ἵππον
78543 174.E.11 : ἠρώτησεν, εἰ τοῦτο ποιεῖ Φίλιππος· τῶν δ´ εἰπόντων
78544 174.E.12 : ‘οὔ’ ‘καὶ πῶς δύναταί’ φησι ‘πόλεμον ἄρασθαι κατ´ ἐμοῦ;’
78545 174.E.13 : Ἰσμηνίαν δὲ τὸν ἄριστον αὐλητὴν λαβὼν αἰχμάλωτον
78546 174.F.1 : ἐκέλευσεν αὐλῆσαι· θαυμαζόντων δὲ τῶν ἄλλων αὐτὸς
78547 174.F.2 : ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος.
78548 174.F.3 : ΣΚΙΛΟΥΡΟΣ
78549 174.F.4 : Σκιλοῦρος 〈ὁ〉 ὀγδοήκοντα παῖδας ἄρρενας ἀπολιπὼν
78550 174.F.5 : ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων
78551 174.F.6 : ἐκέλευσε καταθραῦσαι· πάντων δ´ ἀπαγορευσάντων, 〈ἓν〉
78552 174.F.7 : καθ´ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε,
78553 174.F.8 : διδάσκων ἐκείνους ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν,
78554 174.F.9 : ἀσθενεῖς δ´ ἔσονται διαλυθέντες καὶ στασιάσαντες. |
78555 174.F.10 : ΓΕΛΩΝ
78556 175.A.1 : Γέλων ὁ τύραννος, ὅτε Καρχηδονίους πρὸς Ἱμέρᾳ
78557 175.A.2 : κατεπολέμησεν, εἰρήνην ποιούμενος πρὸς αὐτοὺς ἠνάγκασεν
78558 175.A.3 : ἐγγράψαι ταῖς ὁμολογίαις ὅτι καὶ τὰ τέκνα παύσονται τῷ
78559 175.A.4 : Κρόνῳ καταθύοντες.
78560 175.A.5 : Ἐξῆγε δὲ πολλάκις τοὺς Συρακοσίους ὡς ἐπὶ στρατείαν
78561 175.A.6 : κατὰ φυτείαν, ὅπως ἥ τε χώρα βελτίων γένηται
78562 175.A.7 : γεωργουμένη καὶ μὴ χείρονες αὐτοὶ σχολάζοντες.
78563 175.A.8 : Αἰτῶν δὲ χρήματα τοὺς πολίτας, ἐπεὶ ἐθορύβησαν,
78564 175.A.9 : αἰτεῖν εἶπεν ὡς ἀποδώσων, καὶ ἀπέδωκε μετὰ τὸν
78565 175.A.10 : πόλεμον.
78566 175.A.11 : Ἐν δὲ συμποσίῳ λύρας περιφερομένης, ἁρμοζομένων
78567 175.B.1 : τῶν ἄλλων ἐφεξῆς καὶ ᾀδόντων, αὐτὸς τὸν ἵππον εἰσαγαγεῖν
78568 175.B.2 : κελεύσας ἐλαφρῶς καὶ ῥᾳδίως ἀνεπήδησεν ἐπ´
78569 175.B.3 : αὐτόν.
78570 175.B.4 : ΙΕΡΩΝ
78571 175.B.5 : Ἱέρων ὁ μετὰ Γέλωνα τύραννος ἔλεγε μηδένα τῶν
78572 175.B.6 : παρρησιαζομένων πρὸς αὐτὸν ἄκαιρον εἶναι.
78573 175.B.7 : Τοὺς δ´ ἀπόρρητον λόγον ἐκφέροντας ἀδικεῖν ᾤετο
78574 175.B.8 : καὶ πρὸς οὓς ἐκφέρουσι· μισοῦμεν γὰρ οὐ μόνον τοὺς
78575 175.B.9 : ἐκφέροντας ἀλλὰ καὶ τοὺς ἀκούσαντας ἃ μὴ βουλόμεθα.
78576 175.B.10 : Λοιδορηθεὶς δὲ ὑπό τινος εἰς τὴν δυσωδίαν τοῦ
78577 175.B.11 : στόματος ᾐτιᾶτο τὴν γυναῖκα μηδέποτε περὶ τούτου
78578 175.B.12 : φράσασαν· ἡ δ´ εἶπεν ‘ᾤμην γὰρ τοιοῦτον ἅπαντας τοὺς
78579 175.B.13 : ἄνδρας ὄζειν.’
78580 175.C.1 : Πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις
78581 175.C.2 : οἰκέτας δύο τρέφειν ‘ἀλλ´ Ὅμηρος’ εἶπεν, ‘ὃν σὺ διασύρεις,
78582 175.C.3 : πλείονας ἢ μυρίους τρέφει τεθνηκώς.’
78583 175.C.4 : Ἐπίχαρμον δὲ τὸν κωμῳδοποιόν, ὅτι τῆς γυναικὸς
78584 175.C.5 : αὐτοῦ παρούσης εἶπέ τι τῶν ἀπορρήτων, ἐζημίωσε.
78585 175.C.6 : ΔΙΟΝΥΣΙΟΣ Ο ΠΡΕΣΒΥΤΕΡΟΣ
78586 175.C.7 : Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα
78587 175.C.8 : τῶν δημηγορούντων, ὡς ἔλαχε τὸ Μ, πρὸς τὸν εἰπόντα
78588 175.C.9 : ‘μωρολογήσεις, Διονύσιε’ ‘μοναρχήσω μὲν οὖν’ εἶπε,
78589 175.C.10 : καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν
78590 175.C.11 : Συρακοσίων.
78591 175.D.1 : Ἐπεὶ δ´ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο συστάντων
78592 175.D.2 : ἐπ´ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον
78593 175.D.3 : ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν·
78594 175.D.4 : ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ
78595 175.D.5 : πίπτοντα ταχέως ‘εἶτα οὐκ ἀεικές ἐστιν’ εἶπεν ‘οὕτω
78596 175.D.6 : βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν
78597 175.D.7 : τηλικαύτην;’
78598 175.D.8 : Τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολείπειν
78599 175.D.9 : ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον,
78600 175.D.10 : ἠρώτησε μετ´ ὀργῆς, τί τοιοῦτον αὐτῷ σύνοιδεν. εἰπόντος
78601 175.D.11 : δὲ τοῦ νεανίσκου ‘σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον’
78602 175.E.1 : ‘οὐδὲ σύ’ εἶπεν ‘υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν.’
78603 175.E.2 : Πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος
78604 175.E.3 : ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν ‘οὐκ
78605 175.E.4 : ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφ´ ὧν λαμβάνεις ἀπ´ ἐμοῦ
78606 175.E.5 : ποτηρίων τοσούτων φίλον οὐδένα σεαυτῷ πεποίηκας.’
78607 175.E.6 : Χρήματα δ´ εἰσπράσσων τοὺς Συρακοσίους, εἶτα
78608 175.E.7 : ὁρῶν ὀδυρομένους καὶ δεομένους καὶ λέγοντας ὡς οὐκ
78609 175.E.8 : ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο
78610 175.E.9 : ἐποίησεν· ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν
78611 175.E.10 : αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ περιιόντας, ἐκέλευσε
78612 175.E.11 : παύσασθαι ‘νῦν γὰρ οὐδὲν ἔχουσιν’ εἶπεν, ‘ὅτε καταφρονοῦσιν
78613 175.F.1 : ἡμῶν.’
78614 175.F.2 : Τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι
78615 175.F.3 : δ´ ἀνδρὶ βουλομένης ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι
78616 175.F.4 : νόμους δύνασθαι τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.
78617 175.F.5 : Πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων ἐφείδετο
78618 175.F.6 : τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακόσιοι
78619 175.F.7 : τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετ´ ἀλλήλων.
78620 175.F.8 : Ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ
78621 175.F.9 : διδάξειν, ὅπως προειδῇ τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν
78622 176.A.1 : εἰπεῖν· ἐπεὶ δὲ προσελθών | ‘δός’ εἶπε ‘μοι τάλαντον, ἵνα
78623 176.A.2 : δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων’, ἔδωκε
78624 176.A.3 : προσποιούμενος ἀκηκοέναι καὶ ἐθαύμαζε τὴν μέθοδον
78625 176.A.4 : τοῦ ἀνθρώπου.
78626 176.A.5 : Πρὸς δὲ τὸν πυθόμενον, εἰ σχολάζοι, ‘μηδέποτε’
78627 176.A.6 : εἶπεν ‘ἐμοὶ τοῦτο συμβαίη.’
78628 176.A.7 : Δύο δ´ ἀκούσας νεανίσκους πολλὰ βλάσφημα περὶ
78629 176.A.8 : αὐτοῦ καὶ τῆς τυρρανίδος εἰρηκέναι παρὰ πότον, ἀμφοτέρους
78630 176.A.9 : ἐκάλεσεν ἐπὶ δεῖπνον· ὁρῶν δὲ τὸν μὲν παροινοῦντα
78631 176.A.10 : καὶ ληροῦντα πολλά, τὸν δὲ σπανίως καὶ μετ´
78632 176.A.11 : εὐλαβείας ταῖς πόσεσι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν
78633 176.A.12 : ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα,
78634 176.B.1 : τοῦτον δ´ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμιον ἐκ προαιρέσεως.
78635 176.B.2 :
78636 176.B.3 : Αἰτιωμένων δέ τινων ὅτι τιμᾷ καὶ προάγεται
78637 176.B.4 : πονηρὸν ἄνθρωπον καὶ δυσχεραινόμενον ὑπὸ τῶν πολιτῶν
78638 176.B.5 : ‘ἀλλὰ καὶ βούλομαι’ εἶπεν ‘εἶναι τὸν ἐμοῦ μᾶλλον μισούμενον.’
78639 176.B.6 :
78640 176.B.7 : Ἐπεὶ δὲ Κορινθίων πρέσβεις δῶρα διδόντος αὐτοῦ
78641 176.B.8 : παρῃτοῦντο διὰ τὸν νόμον, ὃς οὐκ εἴα δῶρα λαμβάνειν
78642 176.B.9 : παρὰ δυνάστου πρεσβεύοντας, δεινόν ἔφη πρᾶγμα ποιεῖν
78643 176.B.10 : αὐτούς, ὃ μόνον αἱ τυρρανίδες ἔχουσιν ἀγαθὸν ἀναιροῦντας
78644 176.B.11 : καὶ διδάσκοντας, ὅτι καὶ τὸ εὖ παθεῖν ὑπὸ τυράννου
78645 176.B.12 : φοβερόν ἐστιν.
78646 176.B.13 : Ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι
78647 176.C.1 : κατορωρυγμένον ἐκέλευσεν ἀνενεγκεῖν πρὸς αὐτόν· ἐπεὶ
78648 176.C.2 : δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς
78649 176.C.3 : ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν
78650 176.C.4 : ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ
78651 176.C.5 : καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.
78652 176.C.6 : ΔΙΟΝΥΣΙΟΣ Ο ΝΕΩΤΕΡΟΣ
78653 176.C.7 : Ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν
78654 176.C.8 : σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ δι´ ἐκείνων θαυμάζεσθαι
78655 176.C.9 : βουλόμενος.
78656 176.C.10 : Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν
78657 176.C.11 : ἐξελέγχειν ‘ἀμέλει τοῖς λόγοις’ εἶπεν ‘ἐγὼ δέ σε τοῖς
78658 176.D.1 : ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ
78659 176.D.2 : ἐμὰ θεραπεύεις.’
78660 176.D.3 : Ἐκπεσὼν δὲ τῆς ἀρχῆς πρὸς μὲν τὸν εἰπόντα ‘τί
78661 176.D.4 : σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε;’ ‘τὸ τηλικαύτην’
78662 176.D.5 : ἔφη ‘τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.’
78663 176.D.6 : Ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατὴρ αὐτοῦ πένης ὢν
78664 176.D.7 : καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακοσίων ἀρχήν, αὐτὸς δὲ
78665 176.D.8 : ἔχων καὶ τυράννου παῖς ὢν [πῶς] ἀπέβαλεν, ‘ὁ μὲν
78666 176.D.9 : πατήρ’ ἔφη ‘μισουμένης δημοκρατίας ἐνέπεσε τοῖς πράγμασιν,
78667 176.D.10 : ἐγὼ δὲ φθονουμένης τυραννίδος.’
78668 176.D.11 : Ὑπ´ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς ‘ὁ πατήρ’ ἔφη
78669 176.E.1 : ‘μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.’
78670 176.E.2 : ΑΓΑΘΟΚΛΗΣ
78671 176.E.3 : Ἀγαθοκλῆς υἱὸς ἦν κεραμέως· γενόμενος δὲ κύριος
78672 176.E.4 : Σικελίας καὶ βασιλεὺς ἀναγορευθεὶς εἰώθει κεραμεᾶ
78673 176.E.5 : ποτήρια τιθέναι παρὰ τὰ χρυσᾶ καὶ τοῖς νέοις ἐπιδεικνύμενος
78674 176.E.6 : λέγειν ὅτι τοιαῦτα ποιῶν πρότερον νῦν ταῦτα ποιεῖ
78675 176.E.7 : διὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἀνδρείαν.
78676 176.E.8 : Πολιορκοῦντος δὲ πόλιν αὐτοῦ τῶν ἀπὸ τοῦ τείχους
78677 176.E.9 : τινὲς ἐλοιδοροῦντο λέγοντες ὅτι ‘ὦ κεραμεῦ, τὸν
78678 176.E.10 : μισθὸν πόθεν ἀποδώσεις τοῖς στρατιώταις;’ ὁ δὲ πράως
78679 176.E.11 : καὶ μειδιῶν εἶπεν ‘αἴκα ταύταν ἕλω.’ λαβὼν δὲ κατὰ
78680 176.E.12 : κράτος ἐπίπρασκε τοὺς αἰχμαλώτους λέγων ‘ἐάν με πάλιν
78681 176.F.1 : λοιδορῆτε, πρὸς τοὺς κυρίους ὑμῶν ἔσται μοι ὁ λόγος.’
78682 176.F.2 : Ἐγκαλούντων δὲ τοῖς ναύταις αὐτοῦ τῶν Ἰθακησίων,
78683 176.F.3 : ὅτι τῇ νήσῳ προσβαλόντες τῶν θρεμμάτων τινὰ
78684 176.F.4 : ἀπέσπασαν, ‘ὁ δὲ ὑμέτερος’ ἔφη ‘βασιλεὺς ἐλθὼν πρὸς
78685 176.F.5 : ἡμᾶς οὐ μόνον τὰ πρόβατα λαβὼν ἀλλὰ καὶ τὸν ποιμένα
78686 176.F.6 : προσεκτυφλώσας ἀπῆλθε.’
78687 176.F.7 : ΔΙΩΝ
78688 176.F.8 : Δίων ὁ Διονύσιον ἐκβαλὼν ἐκ τῆς τυραννίδος, ἀκούσας
78689 176.F.9 : ἐπιβουλεύειν αὐτῷ Κάλλιππον, ᾧ μάλιστα τῶν φίλων καὶ
78690 176.F.10 : ξένων ἐπίστευεν, οὐχ ὑπέμεινεν ἐλέγξαι, βέλτιον εἶναι
78691 177.A.1 : φήσας ἀποθανεῖν | ἢ ζῆν μὴ μόνον τοὺς πολεμίους ἀλλὰ καὶ
78692 177.A.2 : τοὺς φίλους φυλαττόμενον.
78693 177.A.3 : ΑΡΧΕΛΑΟΣ
78694 177.A.4 : Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν
78695 177.A.5 : ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν ἐκέλευσεν Εὐριπίδῃ
78696 177.A.6 : τὸν παῖδα δοῦναι· θαυμάσαντος δὲ τοῦ ἀνθρώπου,
78697 177.A.7 : ‘σὺ μὲν γάρ’ εἶπεν ‘αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι
78698 177.A.8 : καὶ μὴ αἰτῶν.’
78699 177.A.9 : Ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτὸν ‘πῶς
78700 177.A.10 : σε κείρω;’ ‘σιωπῶν’ ἔφη.
78701 177.A.11 : Τοῦ δ´ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος
78702 177.A.12 : ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος ἤδη γενειῶντα,
78703 177.B.1 : πρὸς τοὺς φίλους εἶπε ‘μὴ θαυμάσητε· τῶν γὰρ καλῶν
78704 177.B.2 : καὶ τὸ μετόπωρον καλόν ἐστιν.’
78705 177.B.3 : Ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα
78706 177.B.4 : λαβὼν δ´ ἐλάττονα δῆλος ἦν ἐγκαλῶν αὐτῷ καί ποτ´
78707 177.B.5 : ᾄδων τουτὶ τὸ κομμάτιον (Anth. lyr. II 152 D.) ‘σὺ δὲ
78708 177.B.6 : τὸν γηγενέταν ἄργυρον αἰνεῖς’ ἀπεσήμαινεν εἰς ἐκεῖνον,
78709 177.B.7 : ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ ‘σὺ δέ γε αἰτεῖς.’
78710 177.B.8 : Ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος ὑπὸ τῶν
78711 177.B.9 : φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον ‘ἀλλ´ οὐκ ἐμοῦ’
78712 177.B.10 : φησίν ‘ἀλλ´ ἐκείνου κατεσκέδασεν, ὃν ἔδοξεν ἐμὲ εἶναι.’
78713 177.B.11 : ΦΙΛΙΠΠΟΣ Ο ΑΛΕΞΑΝΔΡΟΥ ΠΑΤΗΡ
78714 177.C.1 : Φίλιππον τὸν Ἀλεξάνδρου πατέρα Θεόφραστος ἱστόρηκεν
78715 177.C.2 : οὐ μόνον † μεταξὺ τῶν βασιλέων, ἀλλὰ καὶ τῇ
78716 177.C.3 : τύχῃ καὶ τῷ τρόπῳ μείζονα γενέσθαι καὶ μετριώτερον.
78717 177.C.4 : Ἀθηναίους μὲν οὖν μακαρίζειν ἔλεγεν, εἰ καθ´
78718 177.C.5 : ἕκαστον ἐνιαυτὸν αἱρεῖσθαι δέκα στρατηγοὺς εὑρίσκουσιν·
78719 177.C.6 : αὐτὸς γὰρ ἐν πολλοῖς ἔτεσιν ἕνα μόνον στρατηγὸν εὑρηκέναι,
78720 177.C.7 : Παρμενίωνα.
78721 177.C.8 : Πολλῶν δὲ κατορθωμάτων αὐτῷ καὶ καλῶν ἐν
78722 177.C.9 : μιᾷ ἡμέρᾳ προσαγγελθέντων, ‘ὦ τύχη’ εἶπε, ‘μικρόν τι
78723 177.C.10 : μοι κακὸν ἀντὶ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν
78724 177.C.11 : ποίησον.’
78725 177.C.12 : Ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ συνεβούλευον
78726 177.D.1 : ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν, ἔφη μᾶλλον
78727 177.D.2 : πολὺν χρόνον ἐθέλειν χρηστὸς ἢ δεσπότης ὀλίγον καλεῖσθαι.
78728 177.D.3 :
78729 177.D.4 : Τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων
78730 177.D.5 : οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς
78731 177.D.6 : λέγοι.
78732 177.D.7 : Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς
78733 177.D.8 : λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν
78734 177.D.9 : μεταπέμπεσθαι καὶ κολάζειν, ‘ἀλλὰ μήν’ ἔφη ‘Νικάνωρ
78735 177.D.10 : οὐ φαυλότατός ἐστι Μακεδόνων· ἐπισκεπτέον οὖν μή
78736 177.D.11 : τι γίνεται παρ´ ἡμᾶς.’ ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον
78737 177.D.12 : ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπ´ αὐτοῦ,
78738 177.E.1 : προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου
78739 177.E.2 : λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας
78740 177.E.3 : ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ‘ὁρᾶτε οὖν’ εἶπεν
78741 177.E.4 : ‘ὅτι παρ´ ἡμᾶς αὐτούς ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς
78742 177.E.5 : ἀκούειν.’
78743 177.E.6 : Τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν
78744 177.E.7 : ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ
78745 177.E.8 : λόγῳ καὶ τῷ ἤθει· ‘πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς
78746 177.E.9 : λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.’
78747 177.E.10 : Τῶν δ´ Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν ἑάλωσαν,
78748 177.E.11 : ἀφεθέντων ὑπ´ αὐτοῦ δίχα λύτρων, τὰ δὲ ἱμάτια καὶ
78749 177.F.1 : στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων,
78750 177.F.2 : γελάσας ὁ Φίλιππος εἶπεν ‘οὐ δοκοῦσιν ὑμῖν
78751 177.F.3 : Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφ´ ἡμῶν νενικῆσθαι;’
78752 177.F.4 : Τῆς δὲ κλειδὸς αὐτῷ κατεαγείσης ἐν πολέμῳ καὶ
78753 177.F.5 : τοῦ θεραπεύοντος ἰατροῦ πάντως τι καθ´ ἡμέραν αἰτοῦντος,
78754 177.F.6 : ‘λάμβανε’ ἔφη ‘ὅσα βούλει· τὴν γὰρ κλεῖν ἔχεις.’
78755 177.F.7 : Δυεῖν δ´ ἀδελφῶν, Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν
78756 177.F.8 : μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δ´ Ἀμφοτερὸν
78757 177.F.9 : εὐήθη καὶ ἀβέλτερον, ἔφη τὸν μὲν Ἑκατερὸν
78758 177.F.10 : ἀμφότερον εἶναι, τὸν δ´ Ἀμφοτερὸν οὐδέτερον. |
78759 178.A.1 : Τοὺς δὲ συμβουλεύοντας αὐτῷ πικρῶς χρῆσθαι
78760 178.A.2 : τοῖς Ἀθηναίοις ἀτόπους ἔλεγεν εἶναι, κελεύοντας ἄνθρωπον
78761 178.A.3 : ὑπὲρ δόξης πάντα ποιοῦντα καὶ πάσχοντα ἀποβαλεῖν
78762 178.A.4 : τὸ τῆς δόξης θέατρον.
78763 178.A.5 : Γενόμενος δὲ κριτὴς δυεῖν πονηρῶν ἐκέλευσε τὸν
78764 178.A.6 : μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν.
78765 178.A.7 : Μέλλων δὲ καταστρατοπεδεύειν ἐν χωρίῳ καλῷ
78766 178.A.8 : καὶ πυθόμενος ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις,
78767 178.A.9 : ‘οἷος’ εἶπεν ‘ἡμῶν ὁ βίος ἐστίν, εἰ καὶ πρὸς τὸν τῶν
78768 178.A.10 : ὄνων καιρὸν ὀφείλομεν ζῆν;’
78769 178.A.11 : Φρούριον δέ τι βουλόμενος λαβεῖν ὀχυρόν, ὡς
78770 178.B.1 : ἀπήγγειλαν οἱ κατάσκοποι χαλεπὸν εἶναι παντάπασι καὶ
78771 178.B.2 : ἀνάλωτον, ἠρώτησεν εἰ χαλεπὸν οὕτως ἐστίν, ὥστε μηδὲ
78772 178.B.3 : ὄνον προσελθεῖν χρυσίον κομίζοντα.
78773 178.B.4 : Τῶν δὲ περὶ Λασθένην τὸν Ὀλύνθιον ἐγκαλούντων
78774 178.B.5 : καὶ ἀγανακτούντων, ὅτι προδότας αὐτοὺς ἔνιοι τῶν
78775 178.B.6 : περὶ τὸν Φίλιππον ἀποκαλοῦσι, σκαιούς ἔφη φύσει καὶ
78776 178.B.7 : ἀγροίκους εἶναι Μακεδόνας τὴν σκάφην σκάφην λέγοντας.
78777 178.B.8 : Τῷ δὲ υἱῷ παρῄνει πρὸς χάριν ὁμιλεῖν τοῖς Μακεδόσι,
78778 178.B.9 : κτώμενον ἑαυτῷ τὴν παρὰ τῶν πολλῶν δύναμιν,
78779 178.B.10 : ἕως ἔξεστι βασιλεύοντος ἄλλου φιλάνθρωπον εἶναι.
78780 178.B.11 : Συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ
78781 178.C.1 : τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα
78782 178.C.2 : οἷς μὲν χρῆσθαι οἷς δ´ ἀποχρῆσθαι.
78783 178.C.3 : Πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ
78784 178.C.4 : γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις ὁμηρεύων,
78785 178.C.5 : ὕστερον δὲ μηδεμίαν παρ´ αὐτοῦ δωρεὰν προσδεχόμενον
78786 178.C.6 : ‘μή με’ εἶπεν ‘ἀφαιροῦ τὸ ἀνίκητον εὐεργεσίας καὶ
78787 178.C.7 : χάριτος ἡττώμενον.’
78788 178.C.8 : Ληφθέντων δὲ πολλῶν αἰχμαλώτων ἐπίπρασκεν
78789 178.C.9 : αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς·
78790 178.C.10 : εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε ‘φεῖσαί μου,
78791 178.C.11 : Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος.’ ἐρωτήσαντος δὲ
78792 178.C.12 : τοῦ Φιλίππου ‘πόθεν, ὦ ἄνθρωπε, γενόμενος καὶ πῶς;’
78793 178.D.1 : ‘ἐγγύς’ ἔφη ‘φράσαι σοι βούλομαι προσελθών.’ ὡς οὖν
78794 178.D.2 : προσήχθη, ‘μικρόν’ ἔφη ‘κατωτέρω τὴν χλαμύδα ποίησον,
78795 178.D.3 : ἀσχημονεῖς γὰρ οὕτω καθήμενος.’ καὶ ὁ Φίλιππος
78796 178.D.4 : ‘ἄφετε αὐτόν’ εἶπεν, ‘ἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος
78797 178.D.5 : ἐλάνθανεν.’
78798 178.D.6 : Ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν
78799 178.D.7 : ὁδῷ πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον
78800 178.D.8 : (ἦν γὰρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα), προσπέμπων
78801 178.D.9 : τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολιπεῖν·
78802 178.D.10 : οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά,
78803 178.D.11 : καὶ πᾶσιν οὕτως ἤρκεσεν.
78804 178.E.1 : Ἱππάρχου δὲ τοῦ Εὐβοέως ἀποθανόντος δῆλος
78805 178.E.2 : ἦν βαρέως φέρων· εἰπόντος δέ τινος ‘ἀλλὰ μὴν ὡραῖος
78806 178.E.3 : ὢν ἐκεῖνος ἀποτέθνηκεν’, ‘ἑαυτῷ γε’ εἶπεν, ‘ἐμοὶ δὲ
78807 178.E.4 : ταχέως· ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρ´ ἐμοῦ χάριν
78808 178.E.5 : ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.’
78809 178.E.6 : Πυθόμενος δ´ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον
78810 178.E.7 : ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, ‘οὐκοῦν’ ἔφη
78811 178.E.8 : ‘πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ
78812 178.E.9 : καλὸς κἀγαθός, ἵνα μὴ δι´ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ
78813 178.E.10 : διὰ σεαυτόν.’
78814 178.E.11 : Ἐκέλευε δ´ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν,
78815 178.E.12 : ‘ὅπως’ ἔφη ‘μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφ´ οἷς
78816 178.F.1 : ἐγὼ πεπραγμένοις μεταμέλομαι.’
78817 178.F.2 : Τῶν δ´ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς
78818 178.F.3 : τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθόμενος
78819 178.F.4 : καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν
78820 178.F.5 : θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασι.
78821 178.F.6 : Μαχαίτᾳ δέ τινι κρίνων δίκην καὶ ὑπονυστάζων
78822 178.F.7 : οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν· ἐκείνου
78823 178.F.8 : δ´ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν διοργισθείς ‘ἐπὶ
78824 179.A.1 : τίνα;’ εἶπε· καὶ ὁ Μαχαίτας ‘ἐπὶ σέ, βασιλεῦ, αὐτόν, | ἂν
78825 179.A.2 : ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς.’ τότε μὲν οὖν ἀνέστη·
78826 179.A.3 : γενόμενος δὲ μᾶλλον ἐφ´ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον
78827 179.A.4 : τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς
78828 179.A.5 : δίκης αὐτὸς ἐξέτισεν.
78829 179.A.6 : Ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου
78830 179.A.7 : Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν
78831 179.A.8 : εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ,
78832 179.A.9 : ‘βέλτιόν ἐστιν’ εἶπε ‘τοῦτον αὐτὸν ἢ ἡμᾶς διὰ τοῦτον
78833 179.A.10 : κακῶς ἀκούειν.’
78834 179.A.11 : Ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν
78835 179.A.12 : αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι,
78836 179.A.13 : ‘τί οὖν’ εἶπεν, ‘ἐὰν κακῶς πάθωσι;’
78837 179.B.1 : Κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας, εἶτα
78838 179.B.2 : διαναστάς ‘ἀσφαλῶς’ εἶπεν ‘ἐκάθευδον· Ἀντίπατρος γὰρ
78839 179.B.3 : ἐγρηγόρει.’
78840 179.B.4 : Πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν
78841 179.B.5 : ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ
78842 179.B.6 : ἐγκαλούντων, ὁ Παρμενίων ‘μὴ θαυμάσητε’ εἶπεν ‘εἰ
78843 179.B.7 : καθεύδει νῦν Φίλιππος· ὅτε γὰρ ἐκαθεύδεθ´ ὑμεῖς, οὗτος
78844 179.B.8 : ἐγρηγόρει.’
78845 179.B.9 : Ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν
78846 179.B.10 : αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων ὁ ψάλτης ‘μὴ
78847 179.B.11 : γένοιτό σοι’ εἶπεν, ‘ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνα ταῦτ´
78848 179.B.12 : ἐμοῦ βέλτιον εἰδῇς.’
78849 179.B.13 : Ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα
78850 179.C.1 : τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος,
78851 179.C.2 : ἐπυνθάνετο, πῶς πρὸς ἀλλήλους ἔχουσιν 〈ὁμονοίας〉 οἱ
78852 179.C.3 : Ἕλληνες· καὶ ὁ Δημάρατος ‘πάνυ γοῦν’ ἔφη ‘σοὶ περὶ
78853 179.C.4 : τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς
78854 179.C.5 : σὲ τῶν οἰκειοτάτων ἐχόντων.’ ὁ δὲ συμφρονήσας ἐπαύσατο
78855 179.C.6 : τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.
78856 179.C.7 : Πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπ´ αὐτοῦ
78857 179.C.8 : κριθῆναι καὶ πολλάκις ἐνοχλούσης ἔφη μὴ σχολάζειν.
78858 179.C.9 : ἡ δὲ πρεσβῦτις ἐγκραγοῦσα ‘καὶ μὴ βασίλευε’ εἶπεν. ὁ
78859 179.C.10 : δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν
78860 179.C.11 : ἄλλων εὐθὺς διήκουσεν.
78861 179.C.12 : ΑΛΕΞΑΝΔΡΟΣ
78862 179.D.1 : Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου
78863 179.D.2 : κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους
78864 179.D.3 : ἔλεγε παῖδας ‘ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει.’
78865 179.D.4 : τῶν δὲ παίδων λεγόντων ὅτι ‘ταῦτα σοὶ κτᾶται’, ‘τί δ´
78866 179.D.5 : ὄφελος’ εἶπεν ‘ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;’
78867 179.D.6 : Ἐλαφρὸς δ´ ὢν καὶ ποδώκης [καὶ] παρακαλούμενος
78868 179.D.7 : ὑπὸ τοῦ πατρὸς Ὀλυμπία〈σιν〉 δραμεῖν στάδιον, ‘εἴγε’
78869 179.D.8 : ἔφη ‘βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς.’
78870 179.D.9 : Ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης
78871 179.D.10 : περὶ ἑσπέραν βαθεῖαν ἠρώτησεν ‘ὅ τι τηνικαῦτα;’
78872 179.E.1 : τῆς δὲ εἰπούσης ‘περιέμενον γὰρ τὸν ἄνδρα
78873 179.E.2 : κατακλιν〈ῆν〉αι,’ πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ
78874 179.E.3 : δι´ αὐτοὺς μοιχὸς γενόμενος.
78875 179.E.4 : Ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις
78876 179.E.5 : ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ παρὼν Λεωνίδης
78877 179.E.6 : ὁ παιδαγωγός ‘οὕτως’ εἶπεν ‘ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις,
78878 179.E.7 : ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς.’ ὡς οὖν ἐκράτησεν,
78879 179.E.8 : ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν· ‘ἀπέσταλκά σοι
78880 179.E.9 : τάλαντα λιβανωτοῦ καὶ κασίας, ἵνα μηκέτι μικρολογῇ
78881 179.E.10 : πρὸς τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.’
78882 179.E.11 :
78883 179.E.12 : Μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι παρεκάλει
78884 179.F.1 : τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα
78885 179.F.2 : φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας τὰ τῶν πολεμίων.
78886 179.F.3 :
78887 179.F.4 : Περίλλου δέ τινος τῶν φίλων αἰτήσαντος προῖκα
78888 179.F.5 : τοῖς θυγατρίοις ἐκέλευσε πεντήκοντα τάλαντα λαβεῖν·
78889 179.F.6 : αὐτοῦ δὲ φήσαντος ἱκανὰ εἶναι δέκα, ‘σοί γε’ ἔφη ‘λα–
78890 179.F.7 : βεῖν, ἐμοὶ δ´ οὐχ ἱκανὰ δοῦναι.’
78891 179.F.8 : Ἀναξάρχῳ δὲ τῷ φιλοσόφῳ δοῦναι τὸν διοικητὴν
78892 179.F.9 : ἐκέλευσεν ὅσον ἂν αἰτήσῃ· τοῦ δὲ διοικητοῦ φήσαντος
78893 179.F.10 : ὡς ἑκατὸν αἰτεῖ τάλαντα, ‘καλῶς’ ἔφη ‘ποιεῖ γινώσκων
78894 180.A.1 : ὅτι | φίλον ἔχει καὶ δυνάμενον τηλικαῦτα δωρεῖσθαι καὶ
78895 180.A.2 : βουλόμενον.’
78896 180.A.3 : Ἐν δὲ τῇ Μιλήτῳ πολλοὺς ἀνδριάντας ἀθλητῶν
78897 180.A.4 : θεασάμενος Ὀλύμπια καὶ Πύθια νενικηκότων ‘καὶ ποῦ
78898 180.A.5 : τὰ τηλικαῦτα’ ἔφη ‘ἦν σώματα, ὅτε οἱ βάρβαροι ὑμῶν
78899 180.A.6 : τὴν πόλιν ἐπολιόρκουν;’
78900 180.A.7 : Τῆς δὲ τῶν Καρῶν βασιλίσσης Ἄδας ὄψα καὶ
78901 180.A.8 : πέμματα παρεσκευασμένα περιττῶς διὰ δημιουργῶν καὶ
78902 180.A.9 : μαγείρων φιλοτιμουμένης ἀεὶ πέμπειν πρὸς αὐτόν ἔφη
78903 180.A.10 : κρείττονας ἔχειν αὐτὸς ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν
78904 180.A.11 : νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν.
78905 180.B.1 : Ἐπεὶ δὲ παρεσκευασμένων πάντων πρὸς μάχην
78906 180.B.2 : ἠρώτησαν οἱ στρατηγοί, μή τι πρὸς τούτοις ἕτερον,
78907 180.B.3 : οὐδέν, εἶπεν, ἢ ξῦραι τὰ γένεια τῶν Μακεδόνων· θαυμάσαντος
78908 180.B.4 : δὲ τοῦ Παρμενίωνος ‘οὐκ οἶδας’ εἶπεν ‘ὅτι
78909 180.B.5 : βελτίων οὐκ ἔστιν ἐν μάχῃ λαβὴ πώγωνος;’
78910 180.B.6 : Δαρείου δὲ διδόντος αὐτῷ μύρια τάλαντα καὶ τὸ
78911 180.B.7 : τὴν Ἀσίαν νείμασθαι πρὸς αὐτὸν ἐπίσης, καὶ Παρμενίωνος
78912 180.B.8 : εἰπόντος ‘ἐγὼ μὲν ἔλαβον ἂν εἰ Ἀλέξανδρος ἤμην’,
78913 180.B.9 : ‘κἀγὼ νὴ Δία’ εἶπεν ‘εἰ Παρμενίων’. ἀπεκρίνατο δὲ
78914 180.B.10 : Δαρείῳ μήτε τὴν γῆν ἡλίους δύο μήτε τὴν Ἀσίαν δύο
78915 180.B.11 : βασιλεῖς ὑπομένειν.
78916 180.C.1 : Μέλλοντι δ´ αὐτῷ περὶ τῶν ὅλων ἐν Ἀρβήλοις
78917 180.C.2 : κινδυνεύειν πρὸς ἑκατὸν μυριάδας ἀντιτεταγμένας, προσῄεσαν
78918 180.C.3 : οἱ φίλοι τῶν στρατιωτῶν κατηγοροῦντες ὡς ἐν
78919 180.C.4 : ταῖς σκηναῖς διαλαλούντων καὶ συντιθεμένων, ὅπως
78920 180.C.5 : μηδὲν τῶν λαφύρων εἰς τὸ βασιλικὸν ἀνοίσουσιν, ἀλλ´
78921 180.C.6 : αὐτοὶ κερδανοῦσιν. ὁ δὲ μειδιάσας ‘ἀγαθά’ φησίν ‘ἀγ–
78922 180.C.7 : γέλλετε· νικᾶν γὰρ ἀνδρῶν οὐ φεύγειν παρεσκευασμένων
78923 180.C.8 : ἀκούω διαλογισμούς.’ καὶ προσιόντες αὐτῷ πολλοὶ τῶν
78924 180.C.9 : στρατιωτῶν ἔλεγον ‘ὦ βασιλεῦ, θάρρει καὶ μὴ φοβοῦ τὸ
78925 180.C.10 : πλῆθος τῶν πολεμίων, αὐτὸν γὰρ ἡμῶν τὸν γράσον οὐχ
78926 180.C.11 : ὑπομενοῦσι.’
78927 180.C.12 : Παρατασσομένου δὲ τοῦ στρατεύματος ἰδών τινα
78928 180.D.1 : τῶν στρατιωτῶν τὸ ἀκόντιον ἐναγκυλούμενον ἐξέωσε τῆς
78929 180.D.2 : φάλαγγος ὡς ἄχρηστον, ὃς ‘παρασκευάζεται νῦν, ὅτε
78930 180.D.3 : χρῆσθαι δεῖ τοῖς ὅπλοις.’
78931 180.D.4 : Ἐπιστολὴν δὲ παρὰ τῆς μητρὸς ἀναγινώσκων
78932 180.D.5 : αἰτίας ἀπορρήτους κατ´ Ἀντιπάτρου καὶ διαβολὰς ἔχουσαν,
78933 180.D.6 : ἅμα τοῦ Ἡφαιστίωνος ὥσπερ εἰώθει συναναγινώσκοντος,
78934 180.D.7 : οὐκ ἐκώλυσεν· ὡς δ´ ἀνέγνω, τὸν δακτύλιον
78935 180.D.8 : ἀφελόμενος τὸν ἑαυτοῦ τῷ στόματι τῷ ἐκείνου τὴν
78936 180.D.9 : σφραγῖδα ἐπέθηκεν.
78937 180.D.10 : Ἐν δ´ Ἄμμωνος ὑπὸ τοῦ προφήτου παῖς Διὸς
78938 180.D.11 : προσαγορευθείς ‘οὐδέν γε’ ἔφη ‘θαυμαστόν, πάντων μὲν
78939 180.D.12 : γὰρ ὁ Ζεὺς φύσει πατήρ ἐστιν, ἑαυτοῦ δὲ ποιεῖται τοὺς
78940 180.D.13 : ἀρίστους.’
78941 180.E.1 : Τοξεύματι δὲ πληγεὶς εἰς τὸ σκέλος, ὡς πολλοὶ
78942 180.E.2 : συνέδραμον τῶν πολλάκις αὐτὸν εἰωθότων θεὸν προσαγορεύειν,
78943 180.E.3 : διαχυθεὶς τῷ προσώπῳ ‘τουτὶ μὲν αἷμα’ εἶπεν
78944 180.E.4 : ‘ὡς ὁρᾶτε καὶ οὐκ (Ε 340)
78945 180.E.4 :
78946 180.E.5 : ἰχώρ, οἷόσπέρ τε ῥέει μακάρεσσι θεοῖσιν.’
78947 180.E.5 :
78948 180.E.6 : Ἐπαινούντων δ´ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν
78949 180.E.7 : ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς ‘ἔξωθεν’
78950 180.E.8 : εἶπεν ‘Ἀντίπατρος λευκοπάρυφός ἐστι, τὰ δ´ ἔνδον ὁλοπόρφυρος.’
78951 180.E.9 :
78952 180.E.10 : Ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος
78953 180.E.11 : αὐτὸν ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος,
78954 180.E.12 : ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.
78955 180.E.13 : Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον
78956 180.F.1 : ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος
78957 180.F.2 : ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνει τῆς γυναικὸς
78958 180.F.3 : ἐρῶν· ἐκείνου δὲ ὁμολογήσαντος, ‘ὦ μιαρέ’ εἶπεν ‘οὐκ
78959 180.F.4 : ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;’
78960 180.F.5 : Πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον
78961 180.F.6 : Κάσανδρος ἐβιάζετο φιλῆσαι· τὸν οὖν Εὔιον ὁρῶν
78962 180.F.7 : ἀχθόμενον ἀνεπήδησε μετ´ ὀργῆς ἐπὶ τὸν Κάσανδρον,
78963 180.F.8 : κεκραγώς ‘ἀλλ´ οὐδ´ ἐρασθῆναί τινος ἔξεστι δι´ ὑμᾶς;’
78964 180.F.9 : Ἀποστέλλοντος δ´ αὐτοῦ τῶν Μακεδόνων τοὺς
78965 181.A.1 : νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλασσαν | ἐνεδείχθη τις εἰς
78966 181.A.2 : τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ
78967 181.A.3 : οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι
78968 181.A.4 : δι´ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλασσαν,
78969 181.A.5 : ἠρώτησεν ὁ Ἀλέξανδρος ‘πρὸς τίνα δεῖ περὶ τῆς
78970 181.A.6 : Τελεσίππας διαλέγεσθαι;’ πυθόμενος δ´ ἐλευθέραν οὖσαν
78971 181.A.7 : ‘οὐκοῦν’ ἔφη ‘ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν,
78972 181.A.8 : ἵνα μείνῃ μεθ´ ἡμῶν· βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν
78973 181.A.9 : οὐχ ἡμέτερον.’
78974 181.A.10 : Τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις
78975 181.A.11 : ὑποχειρίων γενομένων τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν
78976 181.A.12 : ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου
78977 181.B.1 : μισθοφοροῦσι καὶ τοὺς Θεσσαλοὺς ὅτι γῆν ἀρίστην
78978 181.B.2 : κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν
78979 181.B.3 : εἰπὼν ὅτι ‘μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα δι´ ἡμᾶς
78980 181.B.4 : ἀπολέλειπται.’
78981 181.B.5 : Τῶν δ´ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ
78982 181.B.6 : λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον
78983 181.B.7 : ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς
78984 181.B.8 : ἀνελεῖν προσέταξε· ἐπεὶ δ´ ἀγόμενος ὁ ἄνθρωπος
78985 181.B.9 : ἔλεγε πρὸς τοὺς ἄγοντας ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε
78986 181.B.10 : καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος
78987 181.B.11 : ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον
78988 181.B.12 : ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι.
78989 181.C.1 : Ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν,
78990 181.C.2 : ἀπαντήσας προυκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν
78991 181.C.3 : Ἀλέξανδρον, ἀλλ´ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ
78992 181.C.4 : βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον
78993 181.C.5 : εἶναι, πότερος εὖ ποιῶν περιγένηται.
78994 181.C.6 : Περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς
78995 181.C.7 : ἀκούσας, ὅτι τὸ μὲν χωρίον δυσάλωτόν ἐστιν ὁ δὲ ἔχων
78996 181.C.8 : αὐτὸ δειλός ἐστι, ‘νῦν’ ἔφη ‘τὸ χωρίον εὐάλωτόν ἐστιν.’
78997 181.C.9 : Ἐπεὶ δ´ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν
78998 181.C.10 : εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ,
78999 181.C.11 : ἀφῆκε τῆς ἰδίας χώρας ἄρχειν καὶ προσέθηκε χώραν,
79000 181.C.12 : εἰπὼν ὅτι ‘φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον
79001 181.D.1 : ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.’
79002 181.D.2 : Μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων
79003 181.D.3 : ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ‘ἀλλ´
79004 181.D.4 : ἐγώ’ εἶπε ‘τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς
79005 181.D.5 : οὐ νομίζω ῥήματος ἀνταξίας εἶναι τοῦ Ἡρακλέους.’
79006 181.D.6 : Τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν
79007 181.D.7 : οὐ παίζοντας ἐζημίωσε.
79008 181.D.8 : Τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν
79009 181.D.9 : ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα.
79010 181.D.10 : ‘Κρατερὸς μὲν γάρ’ ἔφη ‘φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων
79011 181.D.11 : δὲ φιλαλέξανδρος.’
79012 181.D.12 : Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα
79013 181.E.1 : πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν, εἰ
79014 181.E.2 : μηδὲ φίλον ἔχει Ξενοκράτης· ‘ἐμοὶ μὲν γάρ’ ἔφη ‘μόλις
79015 181.E.3 : ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.’
79016 181.E.4 : Ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπ´ αὐτοῦ μετὰ τὴν
79017 181.E.5 : μάχην ‘πῶς σοι χρήσωμαι;’ ‘βασιλικῶς’ εἶπε, καὶ προσερωτηθείς
79018 181.E.6 : ‘μή τι ἄλλο;’ ‘πάντα’ εἶπεν ‘ἐν τῷ βασιλικῶς
79019 181.E.7 : ἔνεστι,’ θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν
79020 181.E.8 : ἀνδραγαθίαν πλείονα χώραν ἧς πρῴην εἶχε προσέθηκε.
79021 181.E.9 : Πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι ‘βασιλι–
79022 181.E.10 : κόν’ ἔφη ‘ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.’
79023 181.E.11 : Ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη
79024 181.E.12 : ‘μέγαν ὁρῶ μοι τὸν ἐπιτάφιον ἐσόμενον.’
79025 181.F.1 : Τελευτήσαντος δ´ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ‘ὅμοι–
79026 181.F.2 : ον’ ἔφη ‘διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν
79027 181.F.3 : Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.’
79028 181.F.4 : ΠΤΟΛΕΜΑΙΟΣ Ο ΛΑΓΟΥ
79029 181.F.5 : Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει
79030 181.F.6 : καὶ ἐκάθευδεν· εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων
79031 181.F.7 : ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ
79032 181.F.8 : τραπέζας· αὐτὸς δ´ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων,
79033 181.F.9 : ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.
79034 181.F.10 : |
79035 181.F.11 : ΑΝΤΙΓΟΝΟΣ
79036 182.A.1 : Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως· εἰπόντος
79037 182.A.2 : δέ τινος ‘ἀλλ´ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος’ ‘εἰκότως’
79038 182.A.3 : εἶπεν, ‘ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.’
79039 182.A.4 :
79040 182.A.5 : Τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι
79041 182.A.6 : καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη καὶ τοὺς ἡγεμόνας
79042 182.A.7 : αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος· ὡς δ´ ἤκουσεν
79043 182.A.8 : ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις
79044 182.A.9 : ἔδωκε.
79045 182.A.10 : Θαυμαζόντων δὲ πάντων ὅτι γέρων γενόμενος
79046 182.A.11 : ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, ‘πρότερον μὲν
79047 182.A.12 : γάρ’ εἶπε ‘δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.’
79048 182.B.1 : Πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον πλειόνων
79049 182.B.2 : παρόντων ‘πότε μέλλομεν ἀναζευγνύναι;’ ‘τί δέδοικας;’
79050 182.B.3 : εἶπε ‘μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς;’
79051 182.B.4 : Σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν
79052 182.B.5 : παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς,
79053 182.B.6 : καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν ‘οὐκ ἐξάξεις μου τὸν
79054 182.B.7 : υἱὸν ἐκ τῆς στενοχωρίας;’
79055 182.B.8 : Νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέσφηλεν, ‘οὐδέν’
79056 182.B.9 : ἔφη ‘χεῖρον· ὑπέμνησε γὰρ ἡμᾶς ἡ νόσος μὴ μέγα φρονεῖν
79057 182.B.10 : ὡς ὄντας θνητούς.’
79058 182.B.11 : Ἑρμοδότου δ´ αὐτὸν ἐν τοῖς ποιήμασιν (Bergk III
79059 182.B.12 : 637) Ἡλίου παῖδα γράψαντος ‘οὐ ταῦτά μοι’ ἔφη ‘σύν–
79060 182.C.1 : οιδεν ὁ λασανοφόρος.’
79061 182.C.2 : Εἰπόντος δέ τινος ὅτι ‘πάντα καλὰ καὶ δίκαια’
79062 182.C.3 : τοῖς βασιλεῦσι, ‘ναὶ μὰ Δία, τοῖς τῶν βαρβάρων’ εἶπεν
79063 182.C.4 : ‘ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ δίκαια μόνα τὰ δίκαια.’
79064 182.C.5 : Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ
79065 182.C.6 : τὴν κρίσιν αὐτῷ γενέσθαι κατ´ οἰκίαν, ‘ἔσται μὲν οὖν’ εἶπεν
79066 182.C.7 : ‘ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων, εἰ μηδὲν ἀδικοῦμεν.’
79067 182.C.8 : Ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν
79068 182.C.9 : ἐπιτηδείων ἠναγκάσθη καταζεῦξαι καὶ τῶν στρατιωτῶν
79069 182.C.10 : τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστίν, τῇ
79070 182.D.1 : βακτηρίᾳ τὴν σκηνὴν διαστείλας ‘οἰμώξετε’ εἶπεν ‘εἰ
79071 182.D.2 : μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.’
79072 182.D.3 : Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου
79073 182.D.4 : γεγονέναι δοκοῦντος, συμβουλεύοντος δ´ αὐτῷ τῶν ἀναλωμάτων
79074 182.D.5 : καὶ τῶν δωρεῶν ἀφαιρεῖν, ‘οἱ λόγοι σου’ εἶπεν
79075 182.D.6 : ‘ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.’
79076 182.D.7 : Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον εἰς τὴν
79077 182.D.8 : πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, ‘οὐκ ἂν’ εἶπεν
79078 182.D.9 : ‘ἕνα μόνον βουλοίμην Ἀθηναῖον ὑπ´ ἐμοῦ μεμαστιγῶσθαι.’
79079 182.D.10 :
79080 182.D.11 : Νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος
79081 182.D.12 : μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπ´
79082 182.E.1 : αὐτοῦ, βουλόμενός τι προσμαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος
79083 182.E.2 : δὲ τοῦ νεανίσκου ‘τί λέγεις;’ εἶπεν ‘ἢ
79084 182.E.2 :
79085 182.E.3 : ’ταῦτ´ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;‘
79086 182.E.4 : (Εὐριπίδης, Ἰφιγένεια ἐν Ταύροις, 787).
79087 182.E.5 : Ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος
79088 182.E.6 : ἡ ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν,
79089 182.E.7 : ’οὐ παύσῃ μοι‘ εἶπεν ’ὡς ὄχλῳ χρώμενος;‘
79090 182.E.8 : Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος
79091 182.E.9 : αὐτόν, ’ἀλλ´ οὐ βασιλικόν‘ ἔφη ’τὸ δόμα·‘ τοῦ δὲ εἰπόντος
79092 182.E.10 : ’οὐκοῦν τάλαντον δός μοι‘, ’ἀλλ´ οὐ κυνικόν‘ ἔφη
79093 182.E.11 : ’τὸ λῆμμα.‘
79094 182.E.12 : Πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν
79095 182.E.13 : καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε
79096 182.F.1 : τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην
79097 182.F.2 : πυρσεύεσθαι.
79098 182.F.3 : Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ
79099 182.F.4 : αὐτοῦ τὴν λοπάδα σείοντος ἐπιστὰς ἐξόπισθεν ’οἴει‘
79100 182.F.5 : φησί ’τὸν Ὅμηρον, ὦ Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ
79101 182.F.6 : Ἀγαμέμνονος γράφοντα πράξεις;‘ καὶ ὁ Ἀνταγόρας ’σὺ
79102 182.F.7 : δέ‘ εἶπεν, ’ὦ βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα
79103 182.F.8 : τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ
79104 182.F.9 : στρατοπέδῳ γόγγρον ἕψει;‘ |
79105 183.A.1 : Ἐπεὶ δ´ ὄναρ ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα
79106 183.A.2 : Μιθριδάτην ἐβουλεύσατο κτεῖναι καὶ Δημητρίῳ τῷ υἱῷ
79107 183.A.3 : φράσας ὥρκωσε σιωπῆσαι, [ὁ δὲ] παραλαβὼν τὸν Μιθριδάτην
79108 183.A.4 : ὁ Δημήτριος καὶ συμπεριπατῶν παρὰ θάλασσαν
79109 183.A.5 : ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ
79110 183.A.6 : δόρατος ’φεῦγε, Μιθριδᾶτα.‘ ἐκεῖνος δὲ νοήσας ἔφυγεν
79111 183.A.7 : εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.
79112 183.A.8 : ΔΗΜΗΤΡΙΟΣ
79113 183.A.9 : Ῥοδίους δὲ πολιορκῶν ὁ Δημήτριος ἔλαβεν ἔν τινι
79114 183.A.10 : προαστείῳ πίνακα Πρωτογένους τοῦ ζωγράφου τὸν
79115 183.B.1 : Ἰάλυσον γράφοντος· ἐπικηρυκευσαμένων δὲ τῶν Ῥοδίων
79116 183.B.2 : καὶ φείσασθαι τοῦ πίνακος παρακαλούντων, ἔφη μᾶλλον
79117 183.B.3 : τὰς τοῦ πατρὸς εἰκόνας ἢ τὴν γραφὴν ἐκείνην διαφθερεῖν.
79118 183.B.4 : Σπεισάμενος δὲ τοῖς Ῥοδίοις τὴν ἑλέπολιν ἀπέλιπε
79119 183.B.5 : παρ´ αὐτοῖς, ὑπόδειγμα τῆς αὑτοῦ 〈μὲν〉 μεγαλουργίας
79120 183.B.6 : ἐκείνων δ´ ἀνδρείας ἐσομένην.
79121 183.B.7 : Ἀποστάντων δὲ τῶν Ἀθηναίων ἑλὼν τὴν πόλιν
79122 183.B.8 : ἤδη κακῶς ὑπὸ σιτοδείας ἔχουσαν, εὐθὺς ἐκκλησίας
79123 183.B.9 : αὐτῷ συναχθείσης ἐπέδωκε δωρεὰν σῖτον αὐτοῖς· δημηγορῶν
79124 183.B.10 : δὲ περὶ τούτων ἐβαρβάρισε· τῶν δὲ καθημένων
79125 183.B.11 : τινὸς ὡς ἔδει τὸ ῥῆμα λεχθῆναι παραφωνήσαντος, ’οὐ–
79126 183.B.12 : κοῦν‘ ἔφη ’καὶ τῆς ἐπανορθώσεως ταύτης ἄλλους ὑμῖν
79127 183.C.1 : πεντακισχιλίους ἐπιδίδωμι μεδίμνους.‘
79128 183.C.2 : ΑΝΤΙΓΟΝΟΣ Ο ΔΕΥΤΕΡΟΣ
79129 183.C.3 : Ἀντίγονος ὁ δεύτερος, Δημητρίου τοῦ πατρὸς
79130 183.C.4 : ἁλόντος καὶ πέμψαντός τινα τῶν φίλων κελεύοντα μὴ
79131 183.C.5 : προσέχειν, ἄν τι γράφῃ βιασθεὶς ὑπὸ Σελεύκου, μηδὲ
79132 183.C.6 : παραχωρεῖν τῶν πόλεων, αὐτὸς ἔγραψε πρὸς Σέλευκον
79133 183.C.7 : ἐξιστάμενος αὐτῷ τῆς ἀρχῆς ἁπάσης καὶ παραδιδοὺς
79134 183.C.8 : ὅμηρον ἑαυτὸν ἐπὶ τῷ τὸν πατέρα Δημήτριον ἀπολυθῆναι.
79135 183.C.9 :
79136 183.C.10 : Μέλλων δὲ ναυμαχεῖν πρὸς τοὺς Πτολεμαίου στρατηγούς,
79137 183.C.11 : εἰπόντος τοῦ κυβερνήτου πολὺ πλείονας εἶναι τὰς
79138 183.C.12 : τῶν πολεμίων ναῦς, ’ἐμὲ δέ‘ ἔφη ’αὐτὸν παρόντα πρὸς
79139 183.D.1 : πόσας ἀντιτάττεις;‘
79140 183.D.2 : Ὑποχωρῶν δέ ποτε τοῖς πολεμίοις ἐπερχομένοις
79141 183.D.3 : οὐκ ἔφη φεύγειν, ἀλλὰ διώκειν τὸ συμφέρον ὀπίσω κείμενον.
79142 183.D.4 :
79143 183.D.5 : Ἐπεὶ δὲ νεανίσκος ἀνδρείου πατρός, αὐτὸς δὲ μὴ
79144 183.D.6 : πάνυ δοκῶν ἀγαθὸς εἶναι στρατιώτης ἠξίου τὰς τοῦ
79145 183.D.7 : πατρὸς λαμβάνειν ἀποφοράς, ’ἀλλ´ ἐγώ‘ εἶπεν ’ὦ μειράκιον,
79146 183.D.8 : ἀνδραγαθίας οὐ πατραγαθίας μισθοὺς καὶ δωρεὰς
79147 183.D.9 : δίδωμι.‘
79148 183.D.10 : Ζήνωνος δὲ τοῦ Κιτιέως ἀποθανόντος, ὃν μάλιστα
79149 183.D.11 : τῶν φιλοσόφων ἐθαύμασεν, ἔλεγε τὸ θέατρον αὐτοῦ τῶν
79150 183.D.12 : πράξεων ἀνῃρῆσθαι.
79151 183.D.13 : ΛΥΣΙΜΑΧΟΣ
79152 183.D.14 : Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου
79153 183.E.1 : καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδοὺς ὡς
79154 183.E.2 : ἔπιεν αἰχμάλωτος γενόμενος, ’ὦ θεοί‘ εἶπεν ’ὡς μικρᾶς
79155 183.E.3 : ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως πεποίηκα.‘
79156 183.E.4 : Πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδοποιὸν φίλον ὄντα
79157 183.E.5 : καὶ συνήθη ’τίνος σοι‘ εἶπε ’τῶν ἐμῶν μεταδῶ;‘ κἀκεῖνος
79158 183.E.6 : ’οὗ βούλει πλὴν τῶν ἀπορρήτων.‘
79159 183.E.7 : ΑΝΤΙΠΑΤΡΟΣ
79160 183.E.8 : Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπ´ Ἀλεξάνδρου
79161 183.E.9 : τελευτήν ’εἰ μὲν ἐπεβούλευσεν‘ εἶπε ’Παρ–
79162 183.E.10 : μενίων Ἀλεξάνδρῳ, τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;‘
79163 183.E.11 : Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος
79164 183.F.1 : ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην
79165 183.F.2 : τὴν γαστέρα καὶ τὴν γλῶτταν.
79166 183.F.3 : ΑΝΤΙΟΧΟΣ Ο ΤΡΙΤΟΣ
79167 183.F.4 : Ἀντίοχος ὁ τρίτος ἔγραψε ταῖς πόλεσιν, ἄν τι γράψῃ
79168 183.F.5 : παρὰ τοὺς νόμους κελεύων γενέσθαι, μὴ προσέχειν ὡς
79169 183.F.6 : ἠγνοηκότι.
79170 183.F.7 : Τὴν δὲ τῆς Ἀρτέμιδος ἱέρειαν ἰδὼν ὑπερβολῇ καλὴν
79171 183.F.8 : φανεῖσαν εὐθὺς ἀνέζευξεν ἐξ Ἐφέσου, φοβούμενος μὴ
79172 183.F.9 : παρὰ γνώμην ἐκβιασθῇ πρᾶξαί τι τῶν οὐχ ὁσίων. |
79173 183.F.10 : ΑΝΤΙΟΧΟΣ Ο ΙΕΡΑΞ
79174 184.A.1 : Ἀντίοχος ὁ ἐπικληθεὶς Ἱέραξ ἐπολέμει περὶ τῆς βασιλείας
79175 184.A.2 : πρὸς τὸν ἀδελφὸν Σέλευκον· ἐπεὶ δὲ ὁ Σέλευκος
79176 184.A.3 : ἡττηθεὶς ὑπὸ Γαλατῶν οὐδαμοῦ φανερὸς ἦν ἀλλ´ ἐδόκει
79177 184.A.4 : κατακεκόφθαι, θεὶς τὴν πορφύραν ὁ Ἀντίοχος φαιὸν
79178 184.A.5 : ἱμάτιον ἀντέλαβε. μετ´ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν
79179 184.A.6 : σῴζεσθαι, εὐαγγέλια τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς
79180 184.A.7 : ὑφ´ ἑαυτῷ στεφανηφορεῖν ἐποίησεν.
79181 184.A.8 : ΕΥΜΕΝΗΣ
79182 184.A.9 : Εὐμένης ἐπιβουλευθεὶς ὑπὸ Περσέως ἔδοξε τεθνάναι·
79183 184.A.10 : τῆς δὲ φήμης εἰς Πέργαμον κομισθείσης Ἄτταλος ὁ
79184 184.B.1 : ἀδελφὸς αὐτοῦ περιθέμενος τὸ διάδημα καὶ τὴν γυναῖκα
79185 184.B.2 : γήμας ἐβασίλευσε· πυθόμενος δὲ προσιόντα ζῶντα τὸν
79186 184.B.3 : ἀδελφὸν ἀπήντησεν ὥσπερ εἰώθει μετὰ τῶν σωματοφυλάκων
79187 184.B.4 : δοράτιον ἔχων· ὁ δ´ Εὐμένης φιλοφρόνως ἀσπασάμενος
79188 184.B.5 : αὐτὸν καὶ πρὸς τὸ οὖς εἰπών (N 2 p. 275 Soph.
79189 184.B.6 : 601)
79190 184.B.6 :
79191 184.B.7 : ’μὴ σπεῦδε γῆμαι πρὶν τελευτήσαντ´ ἴδῃς‘
79192 184.B.7 :
79193 184.B.8 : οὐδὲν ἄλλο παρὰ πάντα τὸν βίον οὔτ´ εἶπεν ὕποπτον οὔτ´
79194 184.B.9 : ἐποίησεν, ἀλλὰ καὶ τελευτῶν ἐκείνῳ τὴν γυναῖκα καὶ τὴν
79195 184.B.10 : βασιλείαν ἀπέλιπεν. ἀνθ´ ὧν ἐκεῖνος οὐδὲν ἐξ ἑαυτοῦ
79196 184.B.11 : τέκνον † ἔθρεψε, πολλῶν γενομένων, ἀλλὰ τῷ Εὐμένους
79197 184.B.12 : υἱῷ τὴν βασιλείαν ἔτι ζῶν ἐνηλίκῳ γενομένῳ παρέδωκε.
79198 184.C.1 : ΠΥΡΡΟΣ
79199 184.C.2 : Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι καταλείψει
79200 184.C.3 : τὴν βασιλείαν· καὶ ὁ Πύρρος εἶπεν ’ὃς ἂν ὑμῶν
79201 184.C.4 : ὀξυτέραν ἔχῃ τὴν μάχαιραν.‘
79202 184.C.5 : Ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας αὐλητὴς
79203 184.C.6 : ἀμείνων ’Πολυπέρχων‘ ἔφη ’στρατηγός.‘
79204 184.C.7 : Ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν
79205 184.C.8 : φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, ’ἂν ἔτι μίαν‘ ἔφη
79206 184.C.9 : ’μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.‘
79207 184.C.10 : Ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς
79208 184.C.11 : ὀπίσω πρὸς τοὺς φίλους ’οἵαν‘ ἔφη ’Ῥωμαίοις καὶ Καρχηδονίοις
79209 184.C.12 : ἀπολείπομεν παλαίστραν.‘
79210 184.C.13 : Τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων
79211 184.D.1 : ’τί γάρ‘ εἶπεν ’οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ
79212 184.D.2 : ὠκυπτέροις αἰρόμενος;‘
79213 184.D.3 : Ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ
79214 184.D.4 : αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθ´ ἡμέραν
79215 184.D.5 : πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δὲ τὸν πρῶτον ἠρώτησεν,
79216 184.D.6 : εἰ ταῦτ´ εἰρήκασι περὶ αὐτοῦ· καὶ ὁ νεανίσκος ’ταῦτα‘
79217 184.D.7 : εἶπεν ’ὦ βασιλεῦ· πλείονα δ´ ἂν τούτων εἰρήκειμεν, εἰ
79218 184.D.8 : πλείονα οἶνον εἴχομεν.‘
79219 184.D.9 : ΑΝΤΙΟΧΟΣ
79220 184.D.10 : Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους ἔν
79221 184.D.11 : τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ θεραπόντων
79222 184.D.12 : ἀποπλανηθεὶς εἰς ἔπαυλιν πενήτων ἀνθρώπων ἀγνοούμενος
79223 184.D.13 : εἰσῆλθε καὶ παρὰ τὸ δεῖπνον ἐμβαλὼν λόγον περὶ τοῦ
79224 184.E.1 : βασιλέως ἤκουσεν, ὅτι τἆλλα χρηστός ἐστιν, φίλοις δὲ
79225 184.E.2 : μοχθηροῖς ἐπιτρέπων τὰ πλεῖστα παρορᾷ καὶ πολλάκις
79226 184.E.3 : ἀμελεῖ τῶν ἀναγκαίων διὰ τὸ λίαν φιλόθηρος εἶναι. τότε
79227 184.E.4 : μὲν οὖν ἐσιώπησεν· ἅμα δὲ ἡμέρᾳ τῶν δορυφόρων παραγενομένων
79228 184.E.5 : ἐπὶ τὴν ἔπαυλιν φανερὸς γενόμενος, προσφερομένης
79229 184.E.6 : τῆς πορφύρας αὐτῷ καὶ τοῦ διαδήματος, ’ἀλλ´ ἀφ´
79230 184.E.7 : ἧς ἡμέρας‘ εἶπεν ’ὑμᾶς ἀνείληφα, πρῶτον ἐχθὲς ἀληθινῶν
79231 184.E.8 : λόγων ἤκουσα περὶ ἐμαυτοῦ.‘
79232 184.E.9 : Τῶν δ´ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα,
79233 184.E.10 : πρὸς τὴν μεγίστην ἑορτὴν αἰτησαμένων ἑπτὰ
79234 184.E.11 : ἡμερῶν ἀνοχὰς οὐ μόνον ἔδωκε ταύτας, ἀλλὰ καὶ ταύρους
79235 184.E.12 : χρυσόκερως παρασκευασάμενος καὶ θυμιαμάτων καὶ ἀρωμάτων
79236 184.F.1 : πλῆθος ἄχρι τῶν πυλῶν ἐπόμπευσε· καὶ παραδοὺς
79237 184.F.2 : τοῖς ἐκείνων ἱερεῦσι τὴν θυσίαν αὐτὸς ἐπανῆλθεν εἰς τὸ
79238 184.F.3 : στρατόπεδον. οἱ δ´ Ἰουδαῖοι θαυμάσαντες εὐθὺς ἑαυτοὺς
79239 184.F.4 : μετὰ τὴν ἑορτὴν ἐνεχείρισαν.
79240 184.F.5 : ΘΕΜΙΣΤΟΚΛΗΣ
79241 184.F.6 : Θεμιστοκλῆς ἔτι μειράκιον ὢν ἐν πότοις ἐκυλινδεῖτο
79242 184.F.7 : καὶ γυναιξίν· ἐπεὶ δὲ Μιλτιάδης στρατηγῶν ἐνίκησεν
79243 184.F.8 : ἐν Μαραθῶνι τοὺς βαρβάρους, οὐκέτι ἦν ἐντυχεῖν
79244 185.A.1 : ἀτακτοῦντι Θεμιστοκλεῖ· | πρὸς δὲ τοὺς θαυμάζοντας τὴν
79245 185.A.2 : μεταβολὴν ἔλεγεν ὡς ’οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν
79246 185.A.3 : τὸ Μιλτιάδου τρόπαιον.‘
79247 185.A.4 : Ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετ´ ἂν ἢ Ὅμηρος
79248 185.A.5 : εἶναι, ’σὺ δ´ αὐτός‘ ἔφη ’πότερον 〈ἂν〉 ἤθελες ὁ
79249 185.A.6 : νικῶν Ὀλυμπίασιν ἢ ὁ κηρύσσων τοὺς νικῶντας εἶναι;‘
79250 185.A.7 : Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ
79251 185.A.8 : στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ
79252 185.A.9 : καὶ δειλὸν ὄντα, μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ
79253 185.A.10 : τὴν πόλιν, ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.
79254 185.A.11 : Εὐρυβιάδου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος δ´
79255 185.A.12 : 〈Ἀδειμάντου〉 πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα
79256 185.B.1 : καὶ προτρέποντα ’ὦ Θεμιστόκλεις, τοὺς ἐν
79257 185.B.2 : τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν [ἀεί]‘, ’ναί‘
79258 185.B.3 : εἶπεν ’ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.‘
79259 185.B.4 : Ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς
79260 185.B.5 : πατάξοντος ’πάταξον μὲν οὖν‘ εἶπεν ’ἄκουσον δέ.‘
79261 185.B.6 : Μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι
79262 185.B.7 : κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ
79263 185.B.8 : διεῖναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας· ἐπεὶ δὲ πεισθεὶς
79264 185.B.9 : ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι,
79265 185.B.10 : πάλιν ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον
79266 185.B.11 : τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων
79267 185.C.1 : λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ
79268 185.C.2 : σῴζειν.
79269 185.C.3 : Τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ δι´
79270 185.C.4 : αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν ἔνδοξός ἐστιν, ’ἀληθῆ λέγεις‘
79271 185.C.5 : εἶπεν ’ἀλλ´ οὔτ´ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος
79272 185.C.6 : οὔτε σὺ Ἀθηναῖος.‘
79273 185.C.7 : Ἀντιφάτου δὲ τοῦ καλοῦ πρότερον μὲν ἐρῶντα τὸν
79274 185.C.8 : Θεμιστοκλέα φεύγοντος καὶ καταφρονοῦντος, ἐπεὶ δὲ δόξαν
79275 185.C.9 : ἔσχε μεγάλην καὶ δύναμιν, προσερχομένου καὶ κολακεύοντος,
79276 185.C.10 : ’ὦ μειράκιον‘ εἶπεν ’ὀψὲ μὲν ἀμφότεροι ἀλλ´
79277 185.C.11 : ἅμα νοῦν ἐσχήκαμεν.‘
79278 185.C.12 : Πρὸς δὲ Σιμωνίδην ἐξαιτούμενόν τινα κρίσιν οὐ δικαίαν
79279 185.C.13 : ἔφη μήτ´ ἂν ἐκεῖνον γενέσθαι ποιητὴν ἀγαθὸν
79280 185.D.1 : ᾄδοντα παρὰ μέλος, μήτ´ αὐτὸν ἄρχοντα χρηστὸν δικάζοντα
79281 185.D.2 : παρὰ τὸν νόμον.
79282 185.D.3 : Τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ πλεῖστον Ἑλλήνων
79283 185.D.4 : ἔλεγε δύνασθαι· τῶν γὰρ Ἑλλήνων ἄρχειν Ἀθηναίους,
79284 185.D.5 : Ἀθηναίων δ´ ἑαυτόν, ἑαυτοῦ δὲ τὴν ἐκείνου μητέρα,
79285 185.D.6 : τῆς δὲ μητρὸς ἐκεῖνον.
79286 185.D.7 : Τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ
79287 185.D.8 : τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων
79288 185.D.9 : δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός.
79289 185.D.10 : Χωρίον δὲ πωλῶν ἐκέλευε κηρύττειν ὅτι καὶ γείτονα
79290 185.D.11 : χρηστὸν ἔχει.
79291 185.D.12 : Τῶν δ´ Ἀθηναίων αὐτὸν προπηλακιζόντων ’τί κοπιᾶτε‘
79292 185.E.1 : εἶπεν ’ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι;‘
79293 185.E.2 : καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι
79294 185.E.3 : χειμαζόμενοι, γενομένης δ´ εὐδίας τίλλουσι παρερχόμενοι
79295 185.E.4 : καὶ κολούουσι.
79296 185.E.5 : Τοὺς δ´ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας
79297 185.E.6 : μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν.
79298 185.E.7 : Ἐπεὶ δ´ ἐξέπεσε τῶν Ἀθηνῶν τὸ πρῶτον εἶτα καὶ
79299 185.E.8 : τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν,
79300 185.E.9 : ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν·
79301 185.E.10 : ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι
79302 185.E.11 : τὰ εἴδη συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν.
79303 185.E.12 : Ἠιτήσατο δὲ καὶ χρόνον, ὅπως τὴν Περσικὴν διάλεκτον
79304 185.F.1 : καταμαθὼν δι´ ἑαυτοῦ καὶ μὴ δι´ ἑτέρου ποιήσαιτο
79305 185.F.2 : τὴν πρὸς αὐτὸν ἔντευξιν.
79306 185.F.3 : Πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος
79307 185.F.4 : γενόμενος πρὸς τοὺς παῖδας εἶπεν ’ὦ παῖδες, ἀπωλόμεθ´
79308 185.F.5 : ἄν, εἰ μὴ ἀπωλώλειμεν.‘
79309 185.F.6 : ΜΥΡΩΝΙΔΗΣ
79310 185.F.7 : Μυρωνίδης παρήγγειλεν ἔξοδον Ἀθηναίοις ἐπὶ Βοιωτοὺς
79311 185.F.8 : στρατεύων· ἐνστάσης δὲ τῆς ὥρας καὶ τῶν λοχαγῶν
79312 186.A.1 : λεγόντων μηδέπω πάντας παρεῖναι, | ’πάρεισιν‘ εἶπεν
79313 186.A.2 : ’οἱ μέλλοντες μάχεσθαι·‘ καὶ χρησάμενος αὐτοῖς προθύμοις
79314 186.A.3 : ἐνίκησε τοὺς πολεμίους.
79315 186.A.4 : ΑΡΙΣΤΕΙΔΗΣ
79316 186.A.5 : Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθ´ ἑαυτὸν ἐπολιτεύετο
79317 186.A.6 : καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων
79318 186.A.7 : δυνάμεως ἀδικεῖν ἐπαιρούσης.
79319 186.A.8 : Ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν
79320 186.A.9 : ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον
79321 186.A.10 : ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα
79322 186.A.11 : τοῦ Ἀριστείδου, ’γινώσκεις γάρ‘ ἔφη ’τὸν Ἀριστείδην;‘
79323 186.A.12 : τοῦ δ´ ἀνθρώπου γινώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι
79324 186.B.1 : δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ
79325 186.B.2 : ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν.
79326 186.B.3 : Ἐχθρὸς δ´ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς
79327 186.B.4 : ἐκπεμφθεὶς σὺν αὐτῷ ’βούλει‘ φησίν ’ἐπὶ τῶν ὅρων, ὦ
79328 186.B.5 : Θεμιστόκλεις, τὴν ἔχθραν ἀπολίπωμεν; ἂν γὰρ δοκῇ,
79329 186.B.6 : πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.‘
79330 186.B.7 : Τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος
79331 186.B.8 : ἐπανῆλθεν, ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.
79332 186.B.9 : Αἰσχύλου δὲ ποιήσαντος εἰς Ἀμφιάραον (Sept. 592)
79333 186.B.10 : ’οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ´ εἶναι θέλει,
79334 186.B.11 : βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
79335 186.B.12 : ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα‘
79336 186.B.12 :
79337 186.C.1 : καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.
79338 186.C.2 :
79339 186.C.3 : ΠΕΡΙΚΛΗΣ
79340 186.C.4 : Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων
79341 186.C.5 : τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε ’πρόσεχε, Περίκλεις,
79342 186.C.6 : ἐλευθέρων μέλλεις ἄρχειν καὶ Ἑλλήνων καὶ Ἀθηναίων.‘
79343 186.C.7 : Ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ
79344 186.C.8 : λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς.
79345 186.C.9 : Πρὸς δὲ φίλον τινὰ μαρτυρίας ψευδοῦς δεόμενον,
79346 186.C.10 : ᾗ προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.
79347 186.C.11 : Μέλλων δ´ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν
79348 186.C.12 : ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον δι´ αὐτὸν ἐνεδύσατο.
79349 186.C.13 : ΑΛΚΙΒΙΑΔΗΣ
79350 186.D.1 : Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ·
79351 186.D.2 : καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ
79352 186.D.3 : καταπαλαίοντος· εἰπόντος δ´ ἐκείνου ’δάκνεις ὡς αἱ γυναῖκες‘,
79353 186.D.4 : ’οὐ μὲν οὖν‘ εἶπεν ’ἀλλ´ ὡς οἱ λέοντες.‘
79354 186.D.5 : Ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἑπτακισχιλίων
79355 186.D.6 : δραχμῶν ἀπέκοψεν αὐτοῦ τὴν οὐράν ’ὅπως‘ ἔφη ’τοῦτο
79356 186.D.7 : λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.‘
79357 186.D.8 :
79358 186.D.9 : Προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει·
79359 186.D.10 : τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος ἐντρίψας
79360 186.D.11 : αὐτῷ κόνδυλον παρῆλθεν.
79361 186.E.1 : Ἐλθὼν δ´ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος
79362 186.E.2 : αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν, ὅπως ἀποδώσει λόγους
79363 186.E.3 : Ἀθηναίοις, ’οὐ βέλτιον‘ ἔφη ’σκοπεῖν ἦν, ὅπως οὐκ ἀποδώσει;‘
79364 186.E.4 :
79365 186.E.5 : Καλούμενος δ´ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων
79366 186.E.6 : ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτόν, εἰπὼν εὔηθες εἶναι
79367 186.E.7 : τὸ δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.
79368 186.E.8 : Εἰπόντος δέ τινος ’οὐ πιστεύεις τῇ πατρίδι τὴν
79369 186.E.9 : περὶ σεαυτοῦ κρίσιν;‘ ’ἐγὼ μέν‘ ἔφη ’οὐδὲ τῇ μητρί, μή
79370 186.E.10 : πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς.‘
79371 186.E.11 : Ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ
79372 186.E.12 : τῶν σὺν αὐτῷ ’δείξωμεν οὖν αὐτοῖς‘ εἶπεν ’ὅτι ζῶμεν·‘
79373 186.F.1 : καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν
79374 186.F.2 : ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.
79375 186.F.3 : ΛΑΜΑΧΟΣ
79376 186.F.4 : Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτόντι· τοῦ
79377 186.F.5 : δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν ’οὐκ ἔστιν‘ εἶπεν
79378 186.F.6 : ’ἐν πολέμῳ δὶς ἁμαρτεῖν.‘
79379 186.F.7 : ΙΦΙΚΡΑΤΗΣ
79380 186.F.8 : Ἰφικράτης δοκῶν υἱὸς εἶναι σκυτοτόμου κατεφρονεῖτο·
79381 187.A.1 : δόξαν δὲ τότε πρῶτον ἔσχε, ὅτε τραυ|ματίσας πολέμιον
79382 187.A.2 : ἄνδρα καὶ μετὰ τῶν ὅπλων ζῶντα συναρπάσας
79383 187.A.3 : εἰς τὴν ἑαυτοῦ τριήρη μετήνεγκεν.
79384 187.A.4 : Ἐν δὲ φιλίᾳ καὶ συμμάχῳ χώρᾳ στρατοπεδεύων καὶ
79385 187.A.5 : χάρακα βαλλόμενος καὶ τάφρον ὀρύττων ἐπιμελῶς πρὸς
79386 187.A.6 : τὸν εἰπόντα ’τί γὰρ φοβούμεθα;‘ χειρίστην ἔφησε στρατηγοῦ
79387 187.A.7 : φωνὴν εἶναι τὴν ’οὐκ ἂν προσεδόκησα‘.
79388 187.A.8 : Παραταττόμενος δὲ τοῖς βαρβάροις ἔφη δεδιέναι,
79389 187.A.9 : μὴ τὸν Ἰφικράτην οὐκ ἴσασιν, ᾧ καταπλήττεται τοὺς
79390 187.A.10 : ἄλλους πολεμίους.
79391 187.A.11 : Κρινόμενος δὲ θανάτου πρὸς τὸν συκοφάντην ’οἷα
79392 187.A.12 : ποιεῖς, ὦ ἄνθρωπε‘ εἶπε ’πολέμου περιεστῶτος τὴν πόλιν
79393 187.B.1 : περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετ´ ἐμοῦ;‘
79394 187.B.2 : Πρὸς δὲ Ἁρμόδιον, τὸν τοῦ παλαιοῦ Ἁρμοδίου ἀπόγονον,
79395 187.B.3 : εἰς δυσγένειαν αὐτῷ λοιδορούμενον ἔφη ’τὸ μὲν
79396 187.B.4 : ἐμὸν ἀπ´ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.‘
79397 187.B.5 : Ῥήτορος δέ τινος ἐπερωτῶντος αὐτὸν ἐν ἐκκλησίᾳ
79398 187.B.6 : ’τίς ὢν μέγα φρονεῖς; πότερον ἱππεὺς ἢ ὁπλίτης ἢ τοξότης
79399 187.B.7 : ἢ πελταστής;‘ ’οὐδείς‘ ἔφη ’τούτων, ἀλλ´ ὁ πᾶσι
79400 187.B.8 : τούτοις ἐπιστάμενος ἐπιτάττειν.‘
79401 187.B.9 : ΤΙΜΟΘΕΟΣ
79402 187.B.10 : Τιμόθεος εὐτυχὴς ἐνομίζετο στρατηγὸς εἶναι, καὶ
79403 187.B.11 : φθονοῦντες αὐτῷ τινες ἐζωγράφουν τὰς πόλεις εἰς κύρτον
79404 187.B.12 : αὐτομάτως ἐκείνου καθεύδοντος ἐνδυομένας· ἔλεγεν οὖν
79405 187.C.1 : ὁ Τιμόθεος ’εἰ τηλικαύτας πόλεις λαμβάνω καθεύδων,
79406 187.C.2 : τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;‘
79407 187.C.3 : Τῶν δὲ τολμηρῶν στρατηγῶν τινος τραῦμα τοῖς
79408 187.C.4 : Ἀθηναίοις δεικνύοντος, ’ἐγὼ δέ‘ εἶπεν ’ᾐσχύνθην ὅτι
79409 187.C.5 : μου στρατηγοῦντος ὑμῶν ἐν Σάμῳ καταπελτικὸν βέλος
79410 187.C.6 : ἐγγὺς ἔπεσε.‘
79411 187.C.7 : Τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον
79412 187.C.8 : ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, ’οὐ τὸν
79413 187.C.9 : στρατηγόν‘ εἶπεν ὁ Τιμόθεος ’ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ
79414 187.C.10 : στρώματα κομίζοντα.‘
79415 187.C.11 : ΧΑΒΡΙΑΣ
79416 187.C.12 : Χαβρίας ἔλεγε κάλλιστα στρατηγεῖν τοὺς μάλιστα
79417 187.C.13 : γινώσκοντας τὰ τῶν πολεμίων.
79418 187.D.1 : Δίκην δὲ φεύγων προδοσίας μετ´ Ἰφικράτους, ἐπιτιμῶντος
79419 187.D.2 : αὐτῷ τοῦ Ἰφικράτους ὅτι κινδυνεύων εἰς τὸ
79420 187.D.3 : γυμνάσιον βαδίζει καὶ τὴν εἰωθυῖαν ὥραν ἀριστᾷ, ’τοι–
79421 187.D.4 : γαροῦν‘ εἶπεν ’ἂν ἄλλο τι γνῶσι περὶ ἡμῶν Ἀθηναῖοι, σὲ
79422 187.D.5 : μὲν αὐχμῶντα καὶ ἄσιτον, ἐμὲ δ´ ἠριστηκότα καὶ ἀληλιμμένον
79423 187.D.6 : ἀποκτενοῦσιν.‘
79424 187.D.7 : Εἰώθει δὲ λέγειν ὅτι φοβερώτερόν ἐστιν ἐλάφων
79425 187.D.8 : στρατόπεδον ἡγουμένου λέοντος ἢ λεόντων ἐλάφου.
79426 187.D.9 : ΗΓΗΣΙΠΠΟΣ
79427 187.D.10 : Ἡγησίππου τοῦ Κρωβύλου προσαγορευομένου παροξύνοντος
79428 187.D.11 : τοὺς Ἀθηναίους ἐπὶ Φίλιππον, ὑπεφώνησέ τις
79429 187.D.12 : ἐκ τῆς ἐκκλησίας ’πόλεμον εἰσηγῇ;‘ ’ναὶ μὰ Δία‘ εἶπε
79430 187.E.1 : ’καὶ μέλανα ἱμάτια καὶ δημοσίας ἐκφορὰς καὶ λόγους
79431 187.E.2 : ἐπιταφίους, εἰ μέλλομεν ἐλεύθεροι βιώσεσθαι καὶ μὴ
79432 187.E.3 : ποιήσειν τὸ προσταττόμενον Μακεδόσι.‘
79433 187.E.4 : ΠΥΘΕΑΣ
79434 187.E.5 : Πυθέας ἔτι μειράκιον ὢν παρῆλθεν ἀντερῶν τοῖς περὶ
79435 187.E.6 : Ἀλεξάνδρου γραφομένοις ψηφίσμασιν· εἰπόντος δέ τινος
79436 187.E.7 : ’σὺ νέος ὢν τολμᾷς λέγειν περὶ τηλικούτων;‘ ’καὶ μὴν
79437 187.E.8 : Ἀλέξανδρος‘ εἶπεν ’ὃν ψηφίζεσθε θεόν, ἐμοῦ νεώτερός
79438 187.E.9 : ἐστι.‘
79439 187.E.10 : ΦΩΚΙΩΝ
79440 187.E.11 : Φωκίων ὁ Ἀθηναῖος ὑπ´ οὐδενὸς οὔτε γελῶν ὤφθη
79441 187.E.12 : οὔτε δακρύων.
79442 187.E.13 : Ἐκκλησίας δὲ γενομένης πρὸς τὸν εἰπόντα ’σκε–
79443 187.F.1 : πτομένῳ, ὦ Φωκίων, ἔοικας‘, ’ὀρθῶς‘ ἔφη ’τοπάζεις·
79444 187.F.2 : σκέπτομαι γάρ, εἴ τι δύναμαι περιελεῖν ὧν μέλλω λέγειν
79445 187.F.3 : πρὸς Ἀθηναίους.‘
79446 187.F.4 : Μαντείας δὲ γενομένης Ἀθηναίοις, ὡς εἷς ἀνὴρ
79447 187.F.5 : ἔστιν ἐν τῇ πόλει ταῖς πάντων ἐναντιούμενος γνώμαις,
79448 187.F.6 : καὶ τῶν Ἀθηναίων ζητεῖν κελευόντων ὅστις ἐστὶ καὶ βοώντων,
79449 187.F.7 : Φωκίων ἑαυτὸν ἔφησε τοῦτον εἶναι· μόνῳ γὰρ
79450 187.F.8 : ἑαυτῷ μηδὲν ἀρέσκειν ὧν οἱ πολλοὶ πράττουσι καὶ λέγουσιν.
79451 187.F.9 :
79452 188.A.1 : Ἐπεὶ δὲ λέγων ποτὲ γνώμην | πρὸς τὸν δῆμον εὐδοκίμει
79453 188.A.2 : καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους,
79454 188.A.3 : ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν ’οὐ δήπου κακόν τι
79455 188.A.4 : λέγων ἐμαυτὸν λέληθα;‘
79456 188.A.5 : Πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις
79457 188.A.6 : καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις
79458 188.A.7 : ’αἰσχυνοίμην ἄν‘ εἶπεν ’ὑμῖν μὲν ἐπιδιδούς, τούτῳ δὲ μὴ
79459 188.A.8 : ἀποδιδούς‘, ἅμα δεικνύων τὸν δανειστήν.
79460 188.A.9 : Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος ’ἀποκτε–
79461 188.A.10 : νοῦσί σε Ἀθηναῖοι‘ ’ἐὰν μανῶσιν [, νὴ Δία]‘, εἶπε, ’σὲ
79462 188.A.11 : δ´ ἐὰν σωφρονῶσιν.‘
79463 188.A.12 : Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μέλλοντος ἀποθνῄσκειν
79464 188.B.1 : ἐν τῷ δεσμωτηρίῳ κατακρίτου γεγονότος καὶ
79465 188.B.2 : δεομένου τὸν Φωκίωνα πρὸς αὐτὸν ἐλθεῖν, τῶν δὲ φίλων
79466 188.B.3 : οὐκ ἐώντων πρὸς ἄνθρωπον πονηρὸν βαδίζειν, ’καὶ ποῦ
79467 188.B.4 : τις ἄν‘ εἶπεν ’ἥδιον Ἀριστογείτονι λαλήσειεν;‘
79468 188.B.5 : Ὀργιζομένων δὲ τοῖς Βυζαντίοις τῶν Ἀθηναίων μὴ
79469 188.B.6 : δεξαμένοις τῇ πόλει Χάρητα πεμφθέντα μετὰ δυνάμεως
79470 188.B.7 : βοηθὸν αὐτοῖς πρὸς Φίλιππον, εἰπὼν ὁ Φωκίων ὅτι ’δεῖ
79471 188.B.8 : μὴ τοῖς ἀπιστοῦσι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις
79472 188.B.9 : ὀργίζεσθαι τῶν στρατηγῶν‘ αὐτὸς ᾑρέθη στρατηγός·
79473 188.B.10 : καὶ πιστευθεὶς ὑπὸ τῶν Βυζαντίων ἐποίησε τὸν
79474 188.B.11 : Φίλιππον ἀπελθεῖν ἄπρακτον.
79475 188.C.1 : Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἑκατὸν τάλαντα δωρεὰν
79476 188.C.2 : πέμψαντος ἠρώτησε τοὺς κομίζοντας τί δήποτε
79477 188.C.3 : πολλῶν ὄντων Ἀθηναίων αὐτῷ μόνῳ ταῦτα δίδωσιν
79478 188.C.4 : Ἀλέξανδρος· εἰπόντων δ´ ἐκείνων ὡς μόνον αὐτὸν ἡγεῖται
79479 188.C.5 : καλὸν κἀγαθὸν εἶναι, ’οὐκοῦν‘ ἔφη ’ἐασάτω με καὶ δοκεῖν
79480 188.C.6 : καὶ εἶναι τοιοῦτον.‘
79481 188.C.7 : Αἰτοῦντος δ´ Ἀλεξάνδρου τριήρεις καὶ τοῦ δήμου
79482 188.C.8 : κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν,
79483 188.C.9 : ἀναστὰς ἔφη ’συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν
79484 188.C.10 : τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.‘
79485 188.C.11 : Λόγου δὲ περὶ τῆς Ἀλεξάνδρου τελευτῆς ἐμπεσόντος
79486 188.D.1 : ἀδεσπότου καὶ τῶν ῥητόρων ἀναπηδώντων εὐθὺς
79487 188.D.2 : ἐπὶ τὸ βῆμα καὶ μὴ μέλλειν ἀλλὰ πολεμεῖν ἤδη κελευόντων
79488 188.D.3 : ὁ Φωκίων ἠξίου περιμεῖναι καὶ γνῶναι βεβαίως.
79489 188.D.4 : ’εἰ γὰρ τήμερον‘ ἔφη ’τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς
79490 188.D.5 : τρίτην τεθνηκώς.‘
79491 188.D.6 : Τοῦ δὲ Λεωσθένους εἰς τὸν πόλεμον ἐμβαλόντος τὴν
79492 188.D.7 : πόλιν ἐλπίσι λαμπραῖς πρὸς τὸ τῆς ἐλευθερίας ὄνομα
79493 188.D.8 : καὶ τῆς ἡγεμονίας ἐπαιρομένην τοὺς λόγους αὐτοῦ ταῖς
79494 188.D.9 : κυπαρίττοις ἀπείκαζε· ’καλοὶ γὰρ ὄντες‘ ἔφη ’καὶ ὑψηλοὶ
79495 188.D.10 : καρπὸν οὐκ ἔχουσι.‘ κατωρθωμένων δὲ τῶν πρώτων
79496 188.D.11 : καὶ τῆς πόλεως εὐαγγέλια θυούσης, ἐρωτηθεὶς εἰ ταῦτ´
79497 188.E.1 : 〈ἂν〉 ἤθελεν αὑτῷ πεπρᾶχθαι ’πεπρᾶχθαι μὲν οὖν‘ ἔφη
79498 188.E.2 : ’ταῦτα, βεβουλεῦσθαι δ´ ἐκεῖνα.‘
79499 188.E.3 : Τῇ δ´ Ἀττικῇ τῶν Μακεδόνων προσβαλόντων καὶ
79500 188.E.4 : πορθούντων τὴν παραλίαν ἐξήγαγε τοὺς ἐν ἡλικίᾳ· πολλῶν
79501 188.E.5 : δὲ συντρεχόντων πρὸς αὐτὸν καὶ παρεγκελευομένων
79502 188.E.6 : ἐκεῖ[νον] τὸν λόφον καταλαβεῖν, ἐνταῦθα τάξαι τὴν
79503 188.E.7 : δύναμιν, ’ὦ Ἡράκλεις‘ εἶπεν ’ὡς πολλοὺς ὁρῶ στρατηγούς,
79504 188.E.8 : στρατιώτας δ´ ὀλίγους.‘ οὐ μὴν ἀλλὰ συμβαλὼν
79505 188.E.9 : ἐκράτησε καὶ διέφθειρε Νικίωνα τὸν ἄρχοντα τῶν Μακεδόνων.
79506 188.E.10 :
79507 188.E.11 : Μετ´ ὀλίγον δὲ χρόνον οἱ μὲν Ἀθηναῖοι τῷ πολέμῳ
79508 188.E.12 : κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπ´ Ἀντιπάτρου· Μενύλλου
79509 188.F.1 : δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι
79510 188.F.2 : διδόντος ἀγανακτήσας εἶπε μήτ´ ἐκεῖνον Ἀλεξάνδρου βελτίονα
79511 188.F.3 : εἶναι καὶ χείρονα τὴν αἰτίαν, ἐφ´ ᾗ λήψεται νῦν
79512 188.F.4 : τότε μὴ δεξάμενος.
79513 188.F.5 : Ἀντίπατρος δ´ ἔφη ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν
79514 188.F.6 : ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς
79515 188.F.7 : ἐμπέπληκεν.
79516 188.F.8 : Ἀξιοῦντος δ´ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων
79517 188.F.9 : αὐτόν ’οὐ δύνασαι,‘ εἶπεν, ’Ἀντίπατρε, καὶ φίλῳ
79518 188.F.10 : Φωκίωνι χρῆσθαι καὶ κόλακι.‘ |
79519 189.A.1 : Μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας
79520 189.A.2 : Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος
79521 189.A.3 : ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες
79522 189.A.4 : ἤγοντο, τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν
79523 189.A.5 : τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς
79524 189.A.6 : ἄρχοντας ἀποβλέψας ’οὐ παύσει τις‘ εἶπε ’τοῦτον ἀσχημονοῦντα;‘
79525 189.A.7 :
79526 189.A.8 : Τῶν δὲ μελλόντων συναποθνῄσκειν ἑνὸς ὀδυρομένου
79527 189.A.9 : καὶ ἀγανακτοῦντος ’οὐκ ἀγαπᾷς,‘ εἶπεν, ’ὦ Θούδιππε,
79528 189.A.10 : μετὰ Φωκίωνος ἀποθανούμενος;‘
79529 189.A.11 : Ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης ἐρωτηθεὶς
79530 189.A.12 : εἴ τι λέγει πρὸς τὸν υἱόν ’ἔγωγε‘ εἶπεν ’ἐντέλλομαι
79531 189.B.1 : καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.‘
79532 189.B.2 : ΠΕΙΣΙΣΤΡΑΤΟΣ
79533 189.B.3 : Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων
79534 189.B.4 : τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς
79535 189.B.5 : αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων
79536 189.B.6 : δ´ ἐκείνων τί βούλεται, ’πείσας ὑμᾶς‘ εἶπεν ’ἀπαγαγεῖν
79537 189.B.7 : ἢ μὴ πείσας μένειν μεθ´ ὑμῶν, 〈καὶ〉 διὰ τοῦτο ἀφῖγμαι
79538 189.B.8 : συνεσκευασμένος.‘
79539 189.B.9 : Διαβληθείσης δὲ τῆς μητρὸς πρὸς αὐτόν, ὡς ἐρᾷ
79540 189.B.10 : τινος νεανίσκου καὶ κρύφα σύνεστι φοβουμένῳ καὶ παραιτουμένῳ
79541 189.B.11 : τὰ πολλά, καλέσας ἐπὶ δεῖπνον τὸν νεανίσκον
79542 189.B.12 : ἠρώτησε δειπνήσαντα, πῶς γέγονεν· ’ἡδέως‘ δὲ φήσαντος,
79543 189.C.1 : ’ταῦτά σοι‘ ἔφη ’καθ´ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί
79544 189.C.2 : μου ἀρέσκῃς.‘
79545 189.C.3 : Ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς
79546 189.C.4 : ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπ´ αὐτὸν ὑπὸ τῆς
79547 189.C.5 : γυναικὸς ’ἂν τοὺς φιλοῦντας‘ εἶπε ’μισῶμεν, τί ποιήσομεν
79548 189.C.6 : τοὺς μισοῦντας;‘ καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ
79549 189.C.7 : τὴν παρθένον.
79550 189.C.8 : Κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ
79551 189.C.9 : καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθ´ ἡμέραν
79552 189.C.10 : δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, ’ὑμεῖς
79553 189.C.11 : μέν‘ ἔφη ’πειρᾶσθε σωφρονεῖν τὸ λοιπόν· ἡ δ´ ἐμὴ γυνὴ
79554 189.C.12 : τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.‘
79555 189.D.1 : Τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος,
79556 189.D.2 : διαπυνθανομένων μή τι μεμφόμενος αὐτοῖς εἴη,
79557 189.D.3 : ’ἥκιστα‘ εἶπεν ’ἀλλ´ ἐπαινῶν καὶ βουλόμενος καὶ ἑτέρους
79558 189.D.4 : μοι παῖδας τοιούτους γενέσθαι.‘
79559 189.D.5 : ΔΗΜΗΤΡΙΟΣ Ο ΦΑΛΗΡΕΥΣ
79560 189.D.6 : Δημήτριος ὁ Φαληρεὺς Πτολεμαίῳ τῷ βασιλεῖ παρῄνει
79561 189.D.7 : τὰ περὶ βασιλείας καὶ ἡγεμονίας βιβλία κτᾶσθαι καὶ
79562 189.D.8 : ἀναγινώσκειν· ’ἃ γὰρ οἱ φίλοι τοῖς βασιλεῦσιν οὐ θαρροῦσι
79563 189.D.9 : παραινεῖν, ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται.‘
79564 189.D.10 : ΛΥΚΟΥΡΓΟΣ
79565 189.D.11 : Λυκοῦργος ὁ Λακεδαιμόνιος εἴθισε τοὺς πολίτας
79566 189.E.1 : κομᾶν λέγων ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους
79567 189.E.2 : ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.
79568 189.E.3 : Πρὸς δὲ τὸν κελεύοντα ποιεῖν ἐν τῇ πόλει δημοκρατίαν
79569 189.E.4 : ’σὺ πρῶτος‘ εἶπεν ’ἐν τῇ οἰκίᾳ σου ποίησον
79570 189.E.5 : δημοκρατίαν.‘
79571 189.E.6 : Ἐκέλευε δὲ τὰς οἰκίας ποιεῖν ἀπὸ πρίονος καὶ πελέκεως
79572 189.E.7 : μόνον· αἰσχυνεῖσθαι γὰρ εἰς οἰκίας λιτὰς ἐκπώματα
79573 189.E.8 : καὶ στρώματα καὶ τραπέζας πολυτελεῖς εἰσφέροντας.
79574 189.E.9 :
79575 189.E.10 : Πυγμὴν δὲ καὶ παγκράτιον ἀγωνίζεσθαι ἐκώλυσεν,
79576 189.E.11 : ἵνα μηδὲ παίζοντες ἀπαυδᾶν ἐθίζωνται.
79577 189.E.12 : Στρατεύειν δὲ πολλάκις ἐπὶ τοὺς αὐτοὺς ἐκώλυσεν,
79578 189.E.13 : ὅπως μὴ ποιῶσι μαχιμωτέρους. ὕστερον γοῦν τοῦ Ἀγησιλάου
79579 189.E.14 : τρωθέντος ὁ Ἀνταλκίδας εἶπε καλὰ διδασκάλια
79580 189.F.1 : παρὰ Θηβαίων ἀπολαμβάνειν αὐτὸν ἐθίσαντα καὶ διδάξαντα
79581 189.F.2 : πολεμεῖν ἄκοντας.
79582 189.F.3 : ΧΑΡΙΛΛΟΣ
79583 189.F.4 : Χάριλλος ὁ βασιλεὺς ἐρωτηθείς, διὰ τί νόμους ὀλίγους
79584 189.F.5 : οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους
79585 189.F.6 : ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν.
79586 189.F.7 : Τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου,
79587 189.F.8 : ’ναὶ τὼ σιώ‘ εἶπε ’κατέκτανον κά τυ, αἰ μὴ
79588 189.F.9 : ὠργιζόμαν.‘
79589 189.F.10 : Πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν
79590 189.F.11 : κόσμων ἀδαπανώτατος οὗτός ἐστι. |
79591 189.F.12 : ΤΗΛΕΚΛΟΣ
79592 190.A.1 : Τήλεκλος ὁ βασιλεὺς πρὸς τὸν ἀδελφὸν ἐγκαλοῦντα
79593 190.A.2 : τοῖς πολίταις ὡς ἀγνωμονέστερον αὐτῷ προσφερομένοις
79594 190.A.3 : ἢ ἐκείνῳ, ’σὺ γάρ‘ εἶπεν ’οὐκ οἶδας ἀδικεῖσθαι.‘
79595 190.A.4 : ΘΕΟΠΟΜΠΟΣ
79596 190.A.5 : Θεόπομπος ἔν τινι πόλει πρὸς τὸν ἐπιδεικνύμενον τὸ
79597 190.A.6 : τεῖχος αὐτῷ καὶ πυνθανόμενον, εἰ δοκεῖ καλὸν καὶ ὑψηλὸν
79598 190.A.7 : εἶναι, † ’οὐδ´ εἰ γυναικῶν‘ εἶπεν 〈’ἦν‘〉.
79599 190.A.8 : ΑΡΧΙΔΑΜΟΣ
79600 190.A.9 : Ἀρχίδαμος ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῶν συμμάχων
79601 190.A.10 : ἀξιούντων ὁρίσαι τοὺς φόρους αὐτοῖς, εἶπεν ’ὁ
79602 190.A.11 : πόλεμος οὐ τεταγμένα σιτεῖται.‘
79603 190.B.1 : ΒΡΑΣΙΔΑΣ
79604 190.B.2 : Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν·
79605 190.B.3 : εἶτα πρὸς τοὺς παρόντας ’οὐδὲν οὕτως‘ ἔφη ’μικρόν
79606 190.B.4 : ἐστιν, ὃ μὴ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.‘
79607 190.B.5 :
79608 190.B.6 : Ἐν δὲ μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ
79609 190.B.7 : δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον
79610 190.B.8 : ἀπέκτεινεν· ἐπερωτηθεὶς δὲ πῶς ἐτρώθη, ’προδούσης με
79611 190.B.9 : τῆς ἀσπίδος‘ εἶπεν.
79612 190.B.10 : Ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ
79613 190.B.11 : Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα
79614 190.B.12 : πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ, πρῶτον μὲν ἠρώτησεν
79615 190.B.13 : εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν· ἐγκωμιαζόντων δὲ
79616 190.B.14 : τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται
79617 190.C.1 : τοιοῦτος, ’ἀγνοεῖτε‘ εἶπεν ’ὦ ξένοι· Βρασίδας μὲν γὰρ
79618 190.C.2 : ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω
79619 190.C.3 : κάρρονας.‘
79620 190.C.4 : ΑΓΙΣ
79621 190.C.5 : Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν
79622 190.C.6 : πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.
79623 190.C.7 : Ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις
79624 190.C.8 : πλείοσιν οὖσιν, εἶπεν ’ἀνάγκη πολλοῖς μάχεσθαι
79625 190.C.9 : τὸν ἄρχειν πολλῶν βουλόμενον.‘
79626 190.C.10 : Ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια
79627 190.C.11 : καλῶς ἄγειν ’τί δέ‘ εἶπε ’ποιοῦσι θαυμαστόν, εἰ δι´ ἐτῶν
79628 190.C.12 : τεσσάρων μιᾷ ἡμέρᾳ χρῶνται τῇ δικαιοσύνῃ;‘ ἐπιμενόντων
79629 190.C.13 : δὲ τοῖς ἐπαίνοις, ἔφη ’τί θαυμαστόν, εἰ πράγματι
79630 190.D.1 : καλῷ καλῶς χρῶνται, τῇ δικαιοσύνῃ;‘
79631 190.D.2 : Πρὸς δ´ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς
79632 190.D.3 : ἄριστος εἴη Σπαρτιατῶν, εἶπεν ’ὁ τὶν ἀνομοιότατος.‘
79633 190.D.4 : Ἑτέρου δὲ πυνθανομένου πόσοι εἰσὶ Λακεδαιμόνιοι
79634 190.D.5 : ’ὅσοι‘ εἶπεν ’ἱκανοὶ τοὺς κακοὺς ἀπείργειν.‘
79635 190.D.6 : Καὶ τὸ αὐτὸ ἑτέρου πυνθανομένου, ’πολλοί σοι‘ ἔφη
79636 190.D.7 : ’δόξουσιν εἶναι, ἐὰν αὐτοὺς ἴδῃς μαχομένους.‘
79637 190.D.8 : ΛΥΣΑΝΔΡΟΣ
79638 190.D.9 : Λύσανδρος Διονυσίου τοῦ τυράννου πέμψαντος ἱμάτια
79639 190.D.10 : ταῖς θυγατράσιν αὐτοῦ τῶν πολυτελῶν οὐκ ἔλαβεν
79640 190.D.11 : εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν.
79641 190.D.12 : Πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ δι´ ἀπάτης τὰ
79642 190.E.1 : πολλὰ πράσσειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους ἔλεγεν, ὅπου
79643 190.E.2 : μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.
79644 190.E.3 : Πρὸς δ´ Ἀργείους δικαιότερα τῶν Λακεδαιμονίων
79645 190.E.4 : λέγειν περὶ τῆς ἀμφισβητουμένης χώρας δοκοῦντας σπασάμενος
79646 190.E.5 : τὴν μάχαιραν ’ὁ ταύτης‘ ἔφη ’κρατῶν βέλτιστα
79647 190.E.6 : περὶ γῆς ὅρων διαλέγεται.‘
79648 190.E.7 : Τοὺς δὲ Λακεδαιμονίους ὁρῶν ὀκνοῦντας προσμάχεσθαι
79649 190.E.8 : τοῖς τείχεσι τῶν Κορινθίων, ὡς εἶδε λαγὼν ἐξαλλόμενον
79650 190.E.9 : ἐκ τῆς τάφρου, ’τοιούτους‘ ἔφη ’φοβεῖσθε πολεμίους,
79651 190.E.10 : ὧν οἱ λαγοὶ δι´ ἀργίαν ἐν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;‘
79652 190.E.11 :
79653 190.E.12 : Μεγαρέως δ´ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ παρρησίᾳ
79654 190.F.1 : χρησαμένου πρὸς αὐτόν, ’οἱ λόγοι σου‘ εἶπε ’πόλεως
79655 190.F.2 : δέονται.‘
79656 190.F.3 : ΑΓΗΣΙΛΑΟΣ
79657 190.F.4 : Ἀγησίλαος ἔλεγε τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους
79658 190.F.5 : μὲν κακοὺς εἶναι, δούλους δ´ ἀγαθούς.
79659 190.F.6 : Εἰθισμένων δ´ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν
79660 190.F.7 : προσαγορεύειν, ’τί δαὶ ἐκεῖνος‘ εἶπεν ’ἐμοῦ μείζων, εἰ
79661 190.F.8 : μὴ δικαιότερος καὶ σωφρονέστερος;‘
79662 190.F.9 : Περὶ δ´ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα
79663 190.F.10 : βελτίων ’οὐδὲν ἀνδρείας‘ ἔφη ’χρῄζομεν, ἐὰν πάντες
79664 190.F.11 : ὦμεν δίκαιοι.‘ |
79665 191.A.1 : Νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς
79666 191.A.2 : πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον δι´ ἀσθένειαν
79667 191.A.3 : καὶ δακρύοντα, ’χαλεπόν‘ εἶπεν ’ἅμα ἐλεεῖν καὶ
79668 191.A.4 : φρονεῖν.‘
79669 191.A.5 : Μενεκράτους δὲ τοῦ ἰατροῦ 〈τοῦ〉 Διὸς προσαγορευομένου
79670 191.A.6 : γράψαντος ἐπιστολὴν πρὸς αὐτόν ’Μενεκράτης
79671 191.A.7 : Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν‘ ἀντέγραψεν ’βασιλεὺς
79672 191.A.8 : Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.‘
79673 191.A.9 : Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς
79674 191.A.10 : συμμάχους ἐν Κορίνθῳ πυθόμενος τὸ πλῆθος τῶν πολεμίων
79675 191.A.11 : νεκρῶν ’φεῦ τᾶς Ἑλλάδος‘ εἶπεν ’ἃ τοσούτους ὑφ´
79676 191.B.1 : αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν
79677 191.B.2 : ἅπαντας.‘
79678 191.B.3 : Χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν
79679 191.B.4 : ἤθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον
79680 191.B.5 : ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος
79681 191.B.6 : ἠρώτησε τὸν θεόν, εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.
79682 191.B.7 : Παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς
79683 191.B.8 : Ἱδριέως ἔγραψε πρὸς αὐτόν ’Νικίας εἰ μὲν οὐκ ἀδικεῖ,
79684 191.B.9 : ἄφες· εἰ δ´ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δ´ ἄφες.‘
79685 191.B.10 : Τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι
79686 191.B.11 : παρακαλούμενος ’αὐτᾶς‘ εἶπεν ’ἄκουκα πολλάκις.‘
79687 191.B.12 : Μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας
79688 191.C.1 : ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ
79689 191.C.2 : ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν
79690 191.C.3 : ἀτιμίαν λῦσαι καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον·
79691 191.C.4 : ὁ δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ
79692 191.C.5 : τῆς αὔριον κυρίους εἶναι.
79693 191.C.6 : Ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων
79694 191.C.7 : σύμμαχος ἐπολιορκεῖτο μετ´ αὐτοῦ πολλαπλασίων ὄντων
79695 191.C.8 : τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον,
79696 191.C.9 : κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως,
79697 191.C.10 : οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι
79698 191.C.11 : βουλομένους. ἔτι δὲ μικρὸν ἀπολειπούσης τῆς τάφρου
79699 191.D.1 : συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς
79700 191.D.2 : ἴσους ἴσοις ἀγωνισάμενος ἐνίκησεν.
79701 191.D.3 : Ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν
79702 191.D.4 : πλαστὰν μηδὲ μιμηλὰν ποιήσασθαι, τὰς εἰκόνας οὕτω
79703 191.D.5 : προσαγορεύων· ’εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό
79704 191.D.6 : μου μνημεῖον ἔσται· εἰ δὲ μηδέν, οὐδ´ οἱ πάντες ἀνδριάντες.‘
79705 191.D.7 :
79706 191.D.8 : ΑΡΧΙΔΑΜΟΣ Ο ΑΓΗΣΙΛΑΟΥ
79707 191.D.9 : Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε
79708 191.D.10 : πρῶτον ἐκ Σικελίας ἀχθὲν ἀνεβόησεν ’ὦ Ἡράκλεις, ἀπόλωλεν
79709 191.D.11 : ἀνδρὸς ἀρετά.‘
79710 191.D.12 : ΑΓΙΣ Ο ΝΕΩΤΕΡΟΣ
79711 191.E.1 : Ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ
79712 191.E.2 : ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί,
79713 191.E.3 : ’καὶ μήν‘ ἔφη ’μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων
79714 191.E.4 : τοῖς ξίφεσιν ἐφικνοῦνται.‘
79715 191.E.5 : Τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων
79716 191.E.6 : κελευόντων οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι
79717 191.E.7 : τοὺς ἰδίους.
79718 191.E.8 : ΚΛΕΟΜΕΝΗΣ
79719 191.E.9 : Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας
79720 191.E.10 : ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι ’μὴ σύ γε‘ εἶπεν
79721 191.E.11 : ’ἀλλὰ δός μοι τοὺς κατακτέννοντας ἐν τῷ μάχεσθαι.‘
79722 191.E.12 : ΠΕΔΑΡΙΤΟΣ
79723 191.F.1 : Πεδάριτος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν
79724 191.F.2 : ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν
79725 191.F.3 : ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας
79726 191.F.4 : ἑαυτοῦ βελτίονας.
79727 191.F.5 : ΔΑΜΩΝΙΔΑΣ
79728 191.F.6 : Δαμωνίδας δὲ ταχθεὶς εἰς τὴν τελευταίαν τοῦ χοροῦ
79729 191.F.7 : τάξιν ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος ’εὖγε‘ εἶπεν ’ἐξεῦρες,
79730 191.F.8 : πῶς καὶ αὕτη ἔντιμος γένηται.‘ |
79731 191.F.9 : ΝΙΚΟΣΤΡΑΤΟΣ
79732 192.A.1 : Νικόστρατος ὁ τῶν Ἀργείων στρατηγὸς ὑπ´ Ἀρχιδάμου
79733 192.A.2 : χωρίον τι προδοῦναι παρακαλούμενος ἐπὶ χρήμασι πολλοῖς
79734 192.A.3 : καὶ γάμῳ Λακαίνης, ἣν βούλεται, δίχα τῶν βασιλικῶν,
79735 192.A.4 : ἀπεκρίνατο μὴ εἶναι τὸν Ἀρχίδαμον ἀφ´ Ἡρακλέους·
79736 192.A.5 : τὸν μὲν γὰρ Ἡρακλέα περιιόντα τοὺς κακοὺς
79737 192.A.6 : κολάζειν, Ἀρχίδαμον δὲ τοὺς ἀγαθοὺς κακοὺς ποιεῖν.
79738 192.A.7 : ΕΥΔΑΜΙΔΑΣ
79739 192.A.8 : Εὐδαμίδας ἰδὼν ἐν Ἀκαδημείᾳ Ξενοκράτην πρεσβύτερον
79740 192.A.9 : ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος
79741 192.A.10 : ὅτι τὴν ἀρετὴν ζητεῖ, ’πότ´ οὖν‘ εἶπεν ’αὐτῇ χρήσεται;‘
79742 192.A.11 :
79743 192.B.1 : Πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος ὅτι μόνος
79744 192.B.2 : ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ’ὁ μὲν λόγος‘ ἔφη
79745 192.B.3 : ’θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται.‘
79746 192.B.4 : ΑΝΤΙΟΧΟΣ
79747 192.B.5 : Ἀντίοχος ἐφορεύων, ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος
79748 192.B.6 : τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ τὸ κρατεῖν
79749 192.B.7 : αὐτοῖς μαχομένοις περὶ τῆς χώρας ἔδωκεν.
79750 192.B.8 : ΑΝΤΑΛΚΙΔΑΣ
79751 192.B.9 : Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα
79752 192.B.10 : τοὺς Λακεδαιμονίους ’μόνοι γοῦν‘ εἶπεν ’ἡμεῖς οὐδὲν
79753 192.B.11 : μεμαθήκαμεν κακὸν παρ´ ὑμῶν.‘
79754 192.B.12 : Ἑτέρου δ´ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος ’ἀλλὰ μὴν
79755 192.C.1 : ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν‘, ’ἡμεῖς
79756 192.C.2 : δ´ οὐδέποτε‘ εἶπεν ’ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.‘
79757 192.C.3 : Σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον
79758 192.C.4 : Ἡρακλέους, ἔφη ’τίς γὰρ αὐτὸν ψέγει;‘
79759 192.C.5 : ΕΠΑΜΕΙΝΩΝΔΑΣ
79760 192.C.6 : Ἐπαμεινώνδου τοῦ Θηβαίου στρατηγοῦντος οὐδέποτε
79761 192.C.7 : πανικὸς θόρυβος ἐνέπεσεν εἰς τὸ στρατόπεδον.
79762 192.C.8 : Ἔλεγε δὲ τὸν ἐν πολέμῳ θάνατον εἶναι ἱερόθυτον.
79763 192.C.9 : Τῶν δὲ ὁπλιτῶν δεῖν ἀπέφαινεν εἶναι τὸ σῶμα γεγυμνασμένον
79764 192.C.10 : οὐκ ἀθλητικῶς μόνον ἀλλὰ καὶ στρατιωτικῶς·
79765 192.C.11 : διὸ καὶ τοῖς πολυσάρκοις ἐπολέμει, καί τινα τοιοῦτον
79766 192.D.1 : ἀπήλασε τῆς στρατιᾶς εἰπὼν ὅτι μόλις αὐτοῦ σκέπουσι
79767 192.D.2 : τὴν γαστέρα ἀσπίδες τρεῖς ἢ τέσσαρες, δι´ ἣν οὐχ
79768 192.D.3 : ἑώρακεν αὑτοῦ τὸ αἰδοῖον.
79769 192.D.4 : Οὕτω δ´ ἦν εὐτελὴς περὶ τὴν δίαιταν, ὥστε κληθεὶς
79770 192.D.5 : ἐπὶ δεῖπνον ὑπὸ γείτονος εὑρὼν πεμμάτων καὶ ὄψων καὶ
79771 192.D.6 : μύρων παρασκευὴν ἀπῆλθεν εὐθύς, εἰπών ’ἐγώ σε θύειν
79772 192.D.7 : ᾠόμην οὐχ ὑβρίζειν.‘
79773 192.D.8 : Τοῦ δὲ μαγείρου τοῖς συνάρχουσιν ἡμερῶν τινων
79774 192.D.9 : δαπάνην ἀπολογιζομένου πρὸς μόνον ἠγανάκτησε τὸ πλῆθος
79775 192.D.10 : τοῦ ἐλαίου· θαυμασάντων δὲ τῶν συναρχόντων, οὐ
79776 192.D.11 : τὸ τῆς δαπάνης ἔφη λυπεῖν αὐτόν, ἀλλ´ εἰ τοσοῦτον
79777 192.D.12 : ἔλαιον ἐντὸς παραδέδεκται τοῦ σώματος.
79778 192.E.1 : Ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις
79779 192.E.2 : καὶ συνουσίαις ὄντων ἀπήντησέ τινι τῶν συνήθων
79780 192.E.3 : αὐχμηρὸς καὶ σύννους βαδίζων· θαυμάζοντος δὲ καὶ πυνθανομένου
79781 192.E.4 : τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ’ὅπως‘
79782 192.E.5 : εἶπεν ’ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.‘
79783 192.E.6 : Ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων
79784 192.E.7 : τοῦ μὲν Πελοπίδου παρακαλοῦντος οὐκ ἀφῆκε, τῆς
79785 192.E.8 : δ´ ἐρωμένης δεηθείσης ἀφῆκεν, εἰπὼν ὅτι τοιαῦτα πρέπει
79786 192.E.9 : λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖς.
79787 192.E.10 : Ἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο
79788 192.E.11 : χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην
79789 192.F.1 : φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι,
79790 192.F.2 : τοὺς δ´ ἐπ´ ἀριστερά. τεθέντων δὲ πάντων ἀναστὰς
79791 192.F.3 : εἶπεν ’ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ
79792 192.F.4 : τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοί‘
79793 192.F.5 : δείξας τοὺς βελτίονας· ’ἐὰν δ´ ἀποδειλιάσητε πρὸς τὸν
79794 192.F.6 : κίνδυνον, ἐκεῖνοι‘ πρὸς τοὺς χείρονας ἰδών.
79795 192.F.7 : Πάλιν δὲ προσάγων τοῖς πολεμίοις, βροντῆς γενομένης
79796 192.F.8 : καὶ τῶν περὶ αὐτὸν πυνθανομένων τί σημαίνειν
79797 193.A.1 : οἴεται τὸν θεόν, | ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν,
79798 193.A.2 : ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων ἐν τοιούτοις στρατοπεδεύουσιν.
79799 193.A.3 :
79800 193.A.4 : Ἥδιστον δὲ πάντων τῶν αὑτῷ γεγονότων καλῶν
79801 193.A.5 : καὶ ἀγαθῶν εἶναι ἔλεγε τὸ [τῶν γειναμένων αὐτὸν] τοῦ
79802 193.A.6 : πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι
79803 193.A.7 : Λακεδαιμονίους.
79804 193.A.8 : Εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος
79805 193.A.9 : τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ μετὰ τὴν μάχην
79806 193.A.10 : ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός·
79807 193.A.11 : τῶν δὲ φίλων ἐρωτώντων μή τι λυπηρὸν αὐτῷ συμπέπτωκεν,
79808 193.A.12 : ’οὐδέν‘ εἶπεν ’ἀλλ´ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον
79809 193.A.13 : ἢ καλῶς ἔχει φρονήσαντος· διὸ σήμερον κολάζω τὴν
79810 193.B.1 : ἀμετρίαν τῆς χαρᾶς.‘
79811 193.B.2 : Εἰδὼς δὲ τοὺς Σπαρτιάτας ἐπικρυπτομένους τὰ τοιαῦτα
79812 193.B.3 : συμπτώματα καὶ βουλόμενος ἐξελέγξαι τὸ μέγεθος
79813 193.B.4 : τῆς συμφορᾶς αὐτῶν, οὐχ ὁμοῦ πᾶσι νεκρῶν ἀναίρεσιν
79814 193.B.5 : ἀλλ´ ἑκάστοις κατὰ πόλιν ἔδωκεν, ὥστε πλείονας ἢ χιλίους
79815 193.B.6 : ὄντας ὀφθῆναι τοὺς Λακεδαιμονίων.
79816 193.B.7 : Ἰάσονος δὲ τοῦ Θεσσαλῶν μονάρχου συμμάχου
79817 193.B.8 : μὲν εἰς Θήβας παραγενομένου, δισχιλίους δὲ χρυσοῦς τῷ
79818 193.B.9 : Ἐπαμεινώνδᾳ πέμψαντος ἰσχυρῶς πενομένῳ τὸ μὲν χρυσίον
79819 193.B.10 : οὐκ ἔλαβε, τὸν δὲ Ἰάσονα θεασάμενος ’ἀδίκων‘ ἔφη
79820 193.B.11 : ’χειρῶν ἄρχεις·‘ αὐτὸς δὲ πεντήκοντα δραχμὰς δανεισάμενος
79821 193.C.1 : παρά τινος τῶν πολιτῶν ἐφόδιον τῆς στρατείας
79822 193.C.2 : ἐνέβαλεν εἰς Πελοπόννησον.
79823 193.C.3 : Αὖθις δὲ τοῦ Περσῶν βασιλέως τρισμυρίους δαρεικοὺς
79824 193.C.4 : ἀποστείλαντος αὐτῷ, καθήψατο πικρῶς Διομέδοντος,
79825 193.C.5 : εἰ τοσοῦτον πλοῦν πέπλευκε διαφθερῶν Ἐπαμεινώνδαν·
79826 193.C.6 : πρὸς δὲ τὸν βασιλέα λέγειν ἐκέλευσεν, ὅτι τὰ
79827 193.C.7 : συμφέροντα Θηβαίοις φρονῶν ἕξει προῖκα φίλον Ἐπαμεινώνδαν,
79828 193.C.8 : τὰ δὲ μὴ συμφέροντα πολέμιον.
79829 193.C.9 : Ἐπεὶ δ´ Ἀργεῖοι μὲν ἐγένοντο σύμμαχοι Θηβαίων,
79830 193.C.10 : Ἀθηναίων δὲ πρέσβεις εἰς Ἀρκαδίαν παραγενόμενοι κατηγόρουν
79831 193.C.11 : ἀμφοτέρων καὶ Καλλίστρατος ὁ ῥήτωρ ὠνείδισε
79832 193.C.12 : τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν, ἐπαναστὰς ὁ
79833 193.D.1 : Ἐπαμεινώνδας ’ὁμολογοῦμεν‘ ἔφη ’καὶ παρ´ ἡμῖν πατροκτόνον
79834 193.D.2 : γενέσθαι καὶ παρ´ Ἀργείοις μητροκτόνον· ἀλλὰ
79835 193.D.3 : τοὺς ταῦτα δράσαντας ἡμεῖς μὲν ἐξεβάλομεν, Ἀθηναῖοι δὲ
79836 193.D.4 : ὑπεδέξαντο.‘
79837 193.D.5 : Πρὸς δὲ τοὺς Σπαρτιάτας πολλὰ καὶ μεγάλα τῶν
79838 193.D.6 : Θηβαίων κατηγοροῦντας ’οὗτοι μέντοι‘ εἶπεν ’ὑμᾶς βραχυλογοῦντας
79839 193.D.7 : ἔπαυσαν.‘
79840 193.D.8 : Ἐπεὶ δ´ Ἀλέξανδρον τὸν Φεραίων τύραννον πολέμιον
79841 193.D.9 : ὄντα Θηβαίων Ἀθηναῖοι φίλον ἐποιήσαντο καὶ σύμμαχον
79842 193.D.10 : ὑποσχόμενον αὐτοῖς ἡμιωβολίου τὴν μνᾶν κρεῶν
79843 193.D.11 : ὤνιον παρέξειν, ’ἡμεῖς δέ‘ ἔφη ὁ Ἐπαμεινώνδας ’ξύλα
79844 193.E.1 : προῖκα παρέξομεν Ἀθηναίοις ἐπὶ τὰ κρέα ταῦτα· τὴν γὰρ
79845 193.E.2 : χώραν αὐτῶν τεμοῦμεν, ἂν πολυπραγμονῶσι.‘
79846 193.E.3 : Τοὺς δὲ Βοιωτοὺς ὑπὸ σχολῆς ἐκλυομένους ἀεὶ
79847 193.E.4 : βουλόμενος ἐν τοῖς ὅπλοις συνέχειν, ὁπότε βοιωτάρχης
79848 193.E.5 : αἱρεθείη, παραινῶν ἔλεγεν ’ἔτι βουλεύσασθε, ὦ ἄνδρες·
79849 193.E.6 : ἐὰν γὰρ ἐγὼ στρατηγῶ, στρατευτέον ἐστὶν ὑμῖν·‘ καὶ
79850 193.E.7 : τὴν χώραν ὑπτίαν οὖσαν καὶ ἀναπεπταμένην ’πολέμου
79851 193.E.8 : ὀρχήστραν‘ προσηγόρευεν, ὡς μὴ δυναμένους κρατεῖν
79852 193.E.9 : αὐτῆς, ἂν μὴ τὴν χεῖρα διὰ πόρπακος ἔχωσι.
79853 193.E.10 : Τοῦ δὲ Χαβρίου περὶ Κόρινθον ὀλίγους τινὰς τῶν
79854 193.E.11 : Θηβαίων ὑπὸ τὰ τείχη φιλομαχοῦντας καταβαλόντος καὶ
79855 193.F.1 : στήσαντος τρόπαιον, ὁ Ἐπαμεινώνδας καταγελῶν ἔφη
79856 193.F.2 : ’ἐνταῦθα δεῖ οὐ τρόπαιον ἀλλὰ Ἑκατήσιον ἑστάναι·‘ τὴν
79857 193.F.3 : γὰρ Ἑκάτην ἐπιεικῶς ἐν ταῖς πρὸ τῶν πυλῶν ἱδρύοντο
79858 193.F.4 : τριόδοις.
79859 193.F.5 : Ἀπαγγείλαντος δέ τινος ὡς Ἀθηναῖοι στράτευμα
79860 193.F.6 : καινοῖς κεκοσμημένον ὅπλοις εἰς Πελοπόννησον ἀπεστάλκασι,
79861 193.F.7 : ’τί οὖν;‘ εἶπεν ’Ἀντιγενίδας στένει καινοὺς
79862 193.F.8 : Τελλῆνος αὐλοὺς ἔχοντος;‘ ἦν δ´ αὐλητὴς ὁ μὲν Τελλὴν
79863 193.F.9 : κάκιστος, ὁ δ´ Ἀντιγενίδας κάλλιστος. |
79864 194.A.1 : Τὸν δὲ ὑπασπιστὴν αἰσθόμενος εἰληφότα χρήματα
79865 194.A.2 : πολλὰ παρ´ ἀνδρὸς αἰχμαλώτου γεγονότος ’ἐμοὶ μέν‘
79866 194.A.3 : εἶπεν ’ἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον,
79867 194.A.4 : ἐν ᾧ καταζήσεις· οὐκέτι γὰρ ἐθελήσεις κινδυνεύειν
79868 194.A.5 : ὁμοίως εἷς τῶν πλουσίων γεγονὼς καὶ μακαρίων.‘
79869 194.A.6 : Ἐρωτηθεὶς δὲ πότερον ἑαυτὸν ἡγεῖται βελτίονα
79870 194.A.7 : στρατηγὸν ἢ Χαβρίαν ἢ Ἰφικράτην ’δύσκριτον‘ εἶπεν ’ἕως
79871 194.A.8 : ζῶμεν.‘
79872 194.A.9 : Ἐπεὶ δ´ ἐκ τῆς Λακωνικῆς ὑποστρέψας ἔφευγε
79873 194.A.10 : θανάτου δίκην μετὰ τῶν συστρατήγων ὡς ἐπιβαλὼν τῇ
79874 194.A.11 : βοιωταρχίᾳ παρὰ τὸν νόμον τέσσαρας μῆνας, τοὺς μὲν
79875 194.A.12 : συνάρχοντας ἐκέλευεν εἰς ἑαυτὸν ἀναφέρειν τὴν αἰτίαν
79876 194.B.1 : ὡς ἐκβιασθέντας, αὐτὸς δ´ οὐκ ἔφη βελτίονας ἔχειν τῶν
79877 194.B.2 : ἔργων λόγους· εἰ δὲ δεῖ τι πάντως εἰπεῖν πρὸς τοὺς
79878 194.B.3 : δικαστάς, ἀξιοῦν, ἂν ἀποκτείνωσιν αὐτόν, ἐπιγράψαι τῇ
79879 194.B.4 : στήλῃ τὴν καταδίκην, ὅπως οἱ Ἕλληνες εἰδῶσιν ὅτι μὴ
79880 194.B.5 : βουλομένους Θηβαίους Ἐπαμεινώνδας ἠνάγκασε τὴν
79881 194.B.6 : Λακωνικὴν πυρπολῆσαι, πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον
79882 194.B.7 : οὖσαν· οἰκίσαι δὲ Μεσσήνην δι´ ἐτῶν τριάκοντα καὶ διακοσίων·
79883 194.B.8 : συντάξαι δὲ καὶ συναγαγεῖν εἰς ταὐτὸν Ἀρκάδας·
79884 194.B.9 : ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. ταῦτα γὰρ
79885 194.B.10 : ἐπράχθη κατ´ ἐκείνην τὴν στρατείαν. ἐξῆλθον οὖν οἱ
79886 194.B.11 : δικασταὶ σὺν πολλῷ γέλωτι μηδὲ τὰς ψήφους ἐπ´ αὐτὸν
79887 194.C.1 : ἀναλαβόντες.
79888 194.C.2 : Ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τρωθεὶς καὶ κομισθεὶς
79889 194.C.3 : ἐπὶ τὴν σκηνὴν ἐκάλει Δαΐφαντον, εἶτα μετ´ ἐκεῖνον
79890 194.C.4 : Ἰολαΐδαν· τεθνάναι δὲ τοὺς ἄνδρας πυθόμενος ἐκέλευε
79891 194.C.5 : διαλύεσθαι πρὸς τοὺς πολεμίους, ὡς οὐκ ὄντος αὐτοῖς
79892 194.C.6 : στρατηγοῦ. καὶ τῷ λόγῳ τὸ ἔργον ἐμαρτύρησεν, ὡς εἰδότος
79893 194.C.7 : ἄριστα τοὺς πολίτας.
79894 194.C.8 : ΠΕΛΟΠΙΔΑΣ
79895 194.C.9 : Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδᾳ, τῶν φίλων
79896 194.C.10 : αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων
79897 194.C.11 : συναγωγῆς, ’ἀναγκαῖα τὰ χρήματα νὴ Δία‘ εἶπε
79898 194.C.12 : ’τούτῳ‘ Νικομήδη δείξας, χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.
79899 194.C.13 :
79900 194.C.14 : Τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης
79901 194.D.1 : σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν,
79902 194.D.2 : ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.
79903 194.D.3 : Εἰπόντος δέ τινος τῶν στρατιωτῶν ’ἐμπεπτώκαμεν
79904 194.D.4 : εἰς τοὺς πολεμίους‘, ’τί μᾶλλον‘ εἶπεν ’ἢ εἰς ἡμᾶς ἐκεῖνοι;‘
79905 194.D.5 : Ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπ´ Ἀλεξάνδρου τοῦ
79906 194.D.6 : Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν,
79907 194.D.7 : εἰπόντος ἐκείνου ’σπεύδεις ἀποθανεῖν;‘ ’πάνυ μὲν οὖν‘
79908 194.D.8 : εἶπεν ’ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι καὶ σὺ δίκην
79909 194.D.9 : δῷς τάχιον.‘
79910 194.D.10 : Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης
79911 194.D.11 : πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως
79912 194.D.12 : ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν
79913 194.E.1 : ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.
79914 194.E.2 : Κομισαμένου δ´ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν
79915 194.E.3 : εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι γὰρ ἑαυτοῦ νῦν
79916 194.E.4 : μάλιστα οὐ πρὸς πόλεμον 〈μόνον〉, ἀλλὰ καὶ πρὸς θάνατον
79917 194.E.5 : εὐθαρσῶς ἔχοντος.
79918 194.E.6 : ΡΩΜΑΪΚΑ
79919 194.E.7 : ΜΑΝΙΟΣ ΚΟΥΡΙΟΣ
79920 194.E.8 : Μάνιος Κούριος, ἐγκαλούντων αὐτῷ τινων ὅτι τῆς
79921 194.E.9 : αἰχμαλώτου χώρας ὀλίγον ἑκάστῳ μέρος διένειμε τὴν δὲ
79922 194.E.10 : πολλὴν ἐποίησε δημοσίαν, ἐπηύξατο μηδένα γενέσθαι
79923 194.E.11 : Ῥωμαίων, ὃς ὀλίγην ἡγήσεται γῆν τὴν τρέφουσαν.
79924 194.E.12 : Σαυνιτῶν δὲ μετὰ τὴν ἧτταν ἀφικομένων πρὸς
79925 194.F.1 : αὐτὸν καὶ χρυσίον διδόντων ἔτυχεν ἐν χύτραις ἕψων
79926 194.F.2 : γογγυλίδας· ἀπεκρίνατο δὴ τοῖς Σαυνίταις μηδὲν χρυσίου
79927 194.F.3 : δεῖσθαι τοιοῦτον δεῖπνον δειπνῶν, αὑτῷ δὲ βέλτιον
79928 194.F.4 : εἶναι τοῦ χρυσίον ἔχειν τὸ κρατεῖν τῶν ἐχόντων.
79929 194.F.5 : ΓΑΙΟΣ ΦΑΒΡΙΚΙΟΣ
79930 194.F.6 : Γάιος Φαβρίκιος τὴν ὑπὸ Πύρρου Ῥωμαίων ἧτταν
79931 194.F.7 : πυθόμενος ’Λαιβῖνον‘ εἶπε ’Πύρρος, οὐκ Ἠπειρῶται
79932 194.F.8 : Ῥωμαίους νενικήκασιν.‘
79933 194.F.9 : Ἐλθὼν δὲ πρὸς Πύρρον περὶ λύσεως αἰχμαλώτων
79934 195.A.1 : χρυσίον | μὲν πολὺ διδόντος οὐκ ἔλαβε· τῇ δ´ ὑστεραίᾳ τὸν
79935 195.A.2 : μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν
79936 195.A.3 : ἀγνοοῦντι τῷ Φαβρικίῳ ῥήξαντα φωνὴν ἐπιφανῆναι
79937 195.A.4 : καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ
79938 195.A.5 : μειδιάσας ’ἐμέ‘ εἶπεν ’οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε
79939 195.A.6 : σήμερον τὸ θηρίον ἐξέπληξε.‘
79940 195.A.7 : Τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν
79941 195.A.8 : αὐτῷ καὶ τὴν μετ´ αὐτὸν ἔχειν ἡγεμονίαν ’οὐδὲ σοί‘
79942 195.A.9 : ἔφη ’τοῦτο λυσιτελές ἐστιν· Ἠπειρῶται γὰρ ἐὰν ἀμφοτέρους
79943 195.A.10 : γνῶσιν ἡμᾶς, ὑπ´ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ
79944 195.A.11 : σοῦ ἐθελήσουσιν.‘
79945 195.A.12 : Ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν ἐπιστολὴν
79946 195.B.1 : ὁ τοῦ Πύρρου ἰατρὸς ἐπαγγελλόμενος, ἐὰν κελεύῃ,
79947 195.B.2 : φαρμάκοις τὸν Πύρρον ἀποκτενεῖν· ὁ δὲ Φαβρίκιος τὴν
79948 195.B.3 : ἐπιστολὴν πρὸς τὸν Πύρρον ἔπεμψεν, αἰσθέσθαι κελεύσας
79949 195.B.4 : ὅτι καὶ φίλων κάκιστός ἐστι κριτὴς καὶ πολεμίων.
79950 195.B.5 : Ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν
79951 195.B.6 : ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ
79952 195.B.7 : λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλ´ ἴσους ἀντέδωκε,
79953 195.B.8 : μὴ δόξῃ λαμβάνειν μισθόν· οὐδὲ γὰρ χάριτι
79954 195.B.9 : Πύρρου μεμηνυκέναι τὴν ἐπιβουλήν, ἀλλ´ ὅπως μὴ δοκῶσι
79955 195.B.10 : Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ
79956 195.B.11 : δυνάμενοι.
79957 195.B.12 : ΦΑΒΙΟΣ ΜΑΞΙΜΟΣ
79958 195.C.1 : Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος
79959 195.C.2 : ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ καὶ χρημάτων
79960 195.C.3 : ἐνδεᾶ καὶ σιτίων οὖσαν ἐπηκολούθει διὰ τῶν τραχέων
79961 195.C.4 : καὶ ὀρεινῶν ἀντιπαρεξιών· καταγελώντων δὲ τῶν πολλῶν
79962 195.C.5 : καὶ παιδαγωγὸν Ἀννίβα καλούντων μικρὰ φροντίζων
79963 195.C.6 : ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς· καὶ πρὸς τοὺς φίλους
79964 195.C.7 : ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας
79965 195.C.8 : δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.
79966 195.C.9 : Ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος
79967 195.C.10 : τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου
79968 195.C.11 : τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν
79969 195.D.1 : τοῦ Μινουκίου φοβεῖσθαι. καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος
79970 195.D.2 : καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ
79971 195.D.3 : δυνάμεως ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς
79972 195.D.4 : διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς
79973 195.D.5 : τοὺς φίλους ’οὐ πολλάκις ἐγὼ προὔλεγον ὑμῖν τὴν ἐπὶ
79974 195.D.6 : τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφ´ ἡμᾶς;‘
79975 195.D.7 : Μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων
79976 195.D.8 : γεγονὼς μετὰ Κλαυδίου Μαρκέλλου, τόλμαν ἔχοντος ἀνδρὸς
79977 195.D.9 : καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς
79978 195.D.10 : ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα
79979 195.E.1 : παρατεινομένην ἀπαγορεύσειν· ἔλεγεν οὖν ὁ Ἀννίβας
79980 195.E.2 : ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον
79981 195.E.3 : μὴ μαχόμενον.
79982 195.E.4 : Στρατιώτου δέ τινος Λευκανοῦ κατηγορηθέντος
79983 195.E.5 : πρὸς αὐτόν, ὡς νύκτωρ ἀπὸ τοῦ στρατοπέδου πλανῷτο
79984 195.E.6 : πολλάκις ἐρῶν γυναικός, τὰ δ´ ἄλλα θαυμαστὸν ἐν τοῖς
79985 195.E.7 : ὅπλοις πυνθανόμενος εἶναι τὸν ἄνδρα, συλλαβεῖν ἐκέλευσε
79986 195.E.8 : τὴν ἐρωμένην αὐτοῦ κρύφα καὶ πρὸς αὐτὸν ἀγαγεῖν·
79987 195.E.9 : ὡς δ´ ἤχθη, μεταπεμψάμενος τὸν ἄνθρωπον ’οὐ λέληθας‘
79988 195.E.10 : ἔφη ’παρὰ τὸν νόμον ἀπονυκτερεύων· ἀλλ´ οὐδὲ
79989 195.E.11 : χρηστὸς ὢν πρότερον ἐλελήθεις· τὰ μὲν οὖν ἡμαρτημένα
79990 195.F.1 : λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἔσῃ μεθ´
79991 195.F.2 : ἡμῶν· ἔχω γὰρ ἐγγυητήν‘ καὶ προαγαγὼν συνέστησεν
79992 195.F.3 : αὐτῷ τὸ γύναιον.
79993 195.F.4 : Ταραντίνους δὲ κατέχοντα φρουρᾷ τὸν Ἀννίβαν πλὴν
79994 195.F.5 : τῆς ἀκροπόλεως ἀπαγαγὼν πορρωτάτω δι´ ἀπάτης καὶ
79995 195.F.6 : τὴν πόλιν ἑλὼν καὶ διαρπάσας, τοῦ γραμματέως ἐπερωτήσαντος
79996 195.F.7 : τί περὶ τῶν ἱερῶν ἔγνωκεν ἀγαλμάτων, ’ἀπο–
79997 195.F.8 : λίπωμεν‘ ἔφη ’Ταραντίνοις τοὺς θεοὺς κεχολωμένους.‘
79998 195.F.9 : Μάρκου δὲ Λιβίου τοῦ τὴν ἀκρόπολιν φρουροῦντος
79999 195.F.10 : δι´ ἑαυτὸν ἑαλωκέναι τὴν πόλιν λέγοντος, οἱ μὲν ἄλλοι
80000 196.A.1 : κατεγέλων, | ὁ δὲ Φάβιος εἶπεν ’ἀληθῆ λέγεις· εἰ μὴ γὰρ
80001 196.A.2 : σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ ἀνέλαβον.‘
80002 196.A.3 : Ἤδη δὲ πρεσβύτερος ὤν, ὑπατεύοντος τοῦ υἱοῦ καὶ
80003 196.A.4 : χρηματίζοντος ἐν δημοσίῳ πολλῶν παρόντων, ἀναβὰς
80004 196.A.5 : ἐφ´ ἵππον προσῄει· πέμψαντος δὲ τοῦ νεανίσκου ῥαβδοῦχον
80005 196.A.6 : καὶ καταβῆναι κελεύσαντος, οἱ μὲν ἄλλοι διετράπησαν,
80006 196.A.7 : αὐτὸς δὲ ὁ Φάβιος ἀποπηδήσας τοῦ ἵππου
80007 196.A.8 : προσέδραμε παρ´ ἡλικίαν καὶ περιβαλὼν τὸν υἱόν ’εὖγε‘
80008 196.A.9 : εἶπεν, ’ὦ παῖ, φρονεῖς, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης
80009 196.A.10 : ἀρχῆς μέγεθος παρείληφας.‘
80010 196.A.11 : ΣΚΙΠΙΩΝ Ο ΠΡΕΣΒΥΤΕΡΟΣ
80011 196.B.1 : Σκιπίων δὲ ὁ πρεσβύτερος τὴν ἀπὸ τῶν στρατειῶν
80012 196.B.2 : καὶ τῆς πολιτείας σχολὴν ἐν γράμμασι διατριβὴν ποιούμενος
80013 196.B.3 : ἔλεγεν, ὁπότε σχολάζοι, πλείονα πράττειν.
80014 196.B.4 : Ἐπεὶ δὲ Καρχηδόνα κατὰ κράτος εἷλε καὶ τῶν
80015 196.B.5 : στρατιωτῶν τινες αἰχμάλωτον λαβόντες εὐπρεπῆ παρθένον
80016 196.B.6 : ἧκον κομίζοντες αὐτῷ τ´ ἐδίδοσαν, ’ἡδέως ἄν‘
80017 196.B.7 : ἔφη ’ἔλαβον, εἴπερ ἦν ἰδιώτης καὶ μὴ ἄρχων.‘
80018 196.B.8 : Πολιορκῶν δὲ πόλιν Βαθεῖαν, ἧς ὑπερεφαίνετο ναὸς
80019 196.B.9 : Ἀφροδίτης, ἐκέλευσεν ἐκεῖ τὰς ἐγγύας ὁμολογεῖν, ὡς
80020 196.B.10 : εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν
80021 196.B.11 : διαδικούντων· καὶ τοῦτ´ ἐποίησεν, ὡς προεῖπε, τῆς πόλεως
80022 196.B.12 : ἁλούσης.
80023 196.C.1 : Πυνθανομένου δέ τινος ἐν Σικελίᾳ, τίνι πεποιθὼς
80024 196.C.2 : ἐπὶ Καρχηδόνα μέλλοι τὸν στόλον περαιοῦν, δείξας αὐτῷ
80025 196.C.3 : ἐνόπλους ἄνδρας τριακοσίους γυμναζομένους καὶ πύργον
80026 196.C.4 : ὑψηλὸν ὑπὲρ θαλάττης ’οὐδείς‘ ἔφη ’τούτων ἐστίν,
80027 196.C.5 : ὅστις ἐπὶ τὸν πύργον ἀναβὰς τοῦτον οὐκ ἂν ἑαυτὸν
80028 196.C.6 : ῥίψειεν ἐπὶ κεφαλὴν ἐμοῦ κελεύσαντος.‘
80029 196.C.7 : Ἐπεὶ δὲ διάρας τῆς τε γῆς ἐκράτει καὶ τὰ στρατόπεδα
80030 196.C.8 : τῶν πολεμίων κατέκαυσεν, οἱ δὲ Καρχηδόνιοι πέμψαντες
80031 196.C.9 : ἐποιοῦντο συνθήκας, τά τε θηρία καὶ τὰς ναῦς
80032 196.C.10 : καὶ τὰ χρήματα δώσειν ὁμολογήσαντες, Ἀννίβου δὲ
80033 196.C.11 : καταπλεύσαντος ἐξ Ἰταλίας μετεμέλοντο ταῖς ὁμολογίαις
80034 196.D.1 : διὰ τὸ θαρρεῖν, πυθόμενος Σκιπίων ἔφη μηδὲ
80035 196.D.2 : βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν, ἂν μὴ
80036 196.D.3 : τάλαντα πεντακισχίλια προεκτίσωσιν, ὅτι μετεπέμψαντο
80037 196.D.4 : τὸν Ἀννίβαν.
80038 196.D.5 : Ἐπεὶ δὲ νικηθέντες οἱ Καρχηδόνιοι κατὰ κράτος
80039 196.D.6 : περὶ σπονδῶν καὶ εἰρήνης πρέσβεις ἀπέστειλαν πρὸς
80040 196.D.7 : αὐτόν, ἐκέλευσεν εὐθὺς ἀπιέναι τοὺς ἥκοντας, ὡς οὐκ
80041 196.D.8 : ἀκουσόμενος πρότερον αὐτῶν ἢ Λεύκιον Τερέντιον ἀναγάγωσιν·
80042 196.D.9 : ἦν δὲ Ῥωμαῖος ὁ Τερέντιος, ἐπιεικὴς ἀνήρ, γεγονὼς
80043 196.D.10 : αἰχμάλωτος ὑπὸ Καρχηδονίων· ἐπεὶ δὲ ἧκον
80044 196.D.11 : ἄγοντες τὸν ἄνδρα, καθίσας ἐν τῷ συμβουλίῳ παρ´
80045 196.E.1 : αὑτὸν ἐπὶ τοῦ βήματος, οὕτως ἐχρημάτισε τοῖς Καρχηδονίοις
80046 196.E.2 : καὶ κατέλυσε τὸν πόλεμον.
80047 196.E.3 : Ὁ δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι
80048 196.E.4 : πιλίον ἔχων ὥσπερ ἀπελεύθερος· ἀποθανόντος δὲ τοῖς
80049 196.E.5 : ἐπὶ τὴν ἐκφορὰν παραγενομένοις ἐνέχει πίνειν οἰνόμελι
80050 196.E.6 : καὶ τὰ ἄλλα περὶ τὴν ταφὴν ἐφιλοτιμήθη. ταῦτα μὲν
80051 196.E.7 : οὖν ὕστερον.
80052 196.E.8 : Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ τὸ διαβῆναι Ῥωμαίους
80053 196.E.9 : ἐπ´ αὐτὸν εἰς Ἀσίαν πέμψαντος πρὸς τὸν Σκιπίωνα
80054 196.E.10 : περὶ διαλύσεως, ’ἔδει πρότερον‘ εἶπεν ’ἀλλὰ μὴ
80055 196.E.11 : νῦν, ὁπότε καὶ τὸν χαλινὸν καὶ τὸν ἀναβάτην προσδέδεξαι.‘
80056 196.E.12 :
80057 196.E.13 : Χρήματα δὲ τῆς συγκλήτου λαβεῖν αὐτὸν ἐκ τοῦ
80058 196.F.1 : ταμιείου ψηφισαμένης, τῶν δὲ ταμιῶν οὐ βουλομένων
80059 196.F.2 : ἀνοῖξαι τῆς ἡμέρας ἐκείνης, αὐτὸς ἀνοίξειν ἔφη· καὶ γὰρ
80060 196.F.3 : κλείεσθαι δι´ αὐτὸν πλήσαντα χρημάτων τοσούτων τὸ
80061 196.F.4 : ταμιεῖον.
80062 196.F.5 : † Πετιλλίου δὲ καὶ Κοΐντου πολλὰ πρὸς τὸν δῆμον
80063 196.F.6 : αὐτοῦ κατηγορησάντων, εἰπὼν ὅτι τῇ σήμερον
80064 196.F.7 : ἡμέρᾳ Καρχηδονίους καὶ Ἀννίβαν ἐνίκησεν, αὐτὸς μὲν
80065 196.F.8 : ἔφη στεφανωσάμενος ἀναβαίνειν εἰς τὸ Καπετώλιον θύσων,
80066 196.F.9 : τὸν δὲ βουλόμενον τὴν ψῆφον ἐκέλευσε φέρειν περὶ
80067 197.A.1 : αὐτοῦ· | καὶ ταῦτ´ εἰπὼν ἀνέβαινεν, ὁ δὲ δῆμος ἐπηκολούθησε
80068 197.A.2 : τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.
80069 197.A.3 : ΤΙΤΟΣ ΚΟΙΝΤΙΟΣ
80070 197.A.4 : Τίτος Κοΐντιος οὕτως ἦν εὐθὺς ἐξ ἀρχῆς ἐπιφανής,
80071 197.A.5 : ὥστε πρὸ δημαρχίας καὶ στρατηγίας καὶ ἀγορανομίας
80072 197.A.6 : ὕπατος αἱρεθῆναι. πεμφθεὶς δὲ στρατηγὸς ἐπὶ Φίλιππον
80073 197.A.7 : εἰς λόγους ἐπείσθη συνελθεῖν αὐτῷ· τοῦ δὲ Φιλίππου
80074 197.A.8 : λαβεῖν ὁμήρους ἀξιοῦντος, ἐκεῖνον μὲν γὰρ 〈παρ–〉
80075 197.A.9 : εῖναι μετὰ πολλῶν [Ῥωμαίων], ἑαυτὸν δὲ μόνον [Μακε–
80076 197.A.10 : δόσι], ’σὺ γὰρ μόνον‘ ὁ Κοΐντιος ἔφη ’ἑαυτὸν ἐποίησας
80077 197.A.11 : ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.‘
80078 197.B.1 : Νικήσας δὲ μάχῃ τὸν Φίλιππον ἐκήρυξεν ἐν Ἰσθμίοις
80079 197.B.2 : ὅτι τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους
80080 197.B.3 : ἀφίησιν· ὅσοι δὲ Ῥωμαίων αἰχμάλωτοι γενόμενοι ἐν
80081 197.B.4 : τοῖς κατ´ Ἀννίβαν χρόνοις ἐδούλευον παρὰ τοῖς Ἕλλησι,
80082 197.B.5 : τούτων ἕκαστον οἱ Ἕλληνες ἐξωνησάμενοι δραχμῶν
80083 197.B.6 : πεντακοσίων δωρεὰν ἔδωκαν αὐτῷ, κἀκεῖνοι θριαμβεύοντι
80084 197.B.7 : συνηκολούθησαν ἐν Ῥώμῃ πιλία περὶ ταῖς κεφαλαῖς
80085 197.B.8 : ἔχοντες, ὥσπερ ἔθος ἐστὶ τοῖς ἐλευθερωθεῖσι.
80086 197.B.9 : Τοὺς δ´ Ἀχαιοὺς ἐπὶ τὴν Ζακυνθίων νῆσον διανοουμένους
80087 197.B.10 : στρατεύειν ἐκέλευε φυλάττεσθαι, μὴ καθάπερ
80088 197.B.11 : αἱ χελῶναι τὴν κεφαλὴν προτείναντες ἔξω τῆς
80089 197.B.12 : Πελοποννήσου κινδυνεύσωσιν.
80090 197.C.1 : Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ πολλῆς δυνάμεως
80091 197.C.2 : ἥκοντος εἰς τὴν Ἑλλάδα καὶ πάντων ἐκπεπληγμένων τὰ
80092 197.C.3 : πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιοῦτον πρὸς
80093 197.C.4 : τοὺς Ἀχαιούς· ἔφη γὰρ ἐν Χαλκίδι παρὰ τῷ ξένῳ δειπνῶν
80094 197.C.5 : θαυμάζειν τὸ τῶν κρεῶν πλῆθος· εἰπεῖν δὲ τὸν
80095 197.C.6 : ξένον ὅτι ταῦτα πάντα χοίρειά ἐστιν ἡδύσμασι καὶ
80096 197.C.7 : σκευασίαις διαφέροντα. ’μὴ τοίνυν μηδὲ ὑμεῖς‘ ἔφη
80097 197.C.8 : ’θαυμάζετε τὴν βασιλικὴν δύναμιν, λογχοφόρους καὶ
80098 197.C.9 : καταφράκτους καὶ πεζεταίρους καὶ ἀφιπποτοξότας ἀκούοντες·
80099 197.C.10 : πάντες γάρ εἰσιν οὗτοι Σύροι ὁπλαρίοις ἀλλήλων
80100 197.C.11 : διαφέροντες.‘
80101 197.C.12 : Φιλοποίμενι δὲ τῷ στρατηγῷ τῶν Ἀχαιῶν ἱππεῖς
80102 197.D.1 : μὲν πολλοὺς καὶ ὁπλίτας ἔχοντι χρημάτων δ´ οὐκ εὐποροῦντι
80103 197.D.2 : προσπαίζων ἔλεγεν ὅτι ’χεῖρας ἔχει Φιλοποίμην
80104 197.D.3 : καὶ σκέλη, γαστέρα δ´ οὐκ ἔχει.‘ καὶ γὰρ καὶ τῇ φύσει
80105 197.D.4 : τοῦ σώματος ἦν ὁ Φιλοποίμην τοιοῦτος.
80106 197.D.5 : ΓΑΙΟΣ ΔΟΜΙΤΙΟΣ
80107 197.D.6 : Γάιος Δομίτιος, ὃν Σκιπίων ὁ μέγας ἀνθ´ ἑαυτοῦ τῷ
80108 197.D.7 : ἀδελφῷ Λευκίῳ παρακατέστησεν ἐν τῷ πρὸς Ἀντίοχον
80109 197.D.8 : πολέμῳ, κατασκεψάμενος τὴν τῶν πολεμίων φάλαγγα
80110 197.D.9 : καὶ τῶν περὶ αὐτὸν ἡγεμονικῶν εὐθὺς ἐπιχειρεῖν κελευόντων
80111 197.D.10 : ἔφη τὴν ὥραν οὐκ ἐπαρκεῖν, ἵνα τοσαύτας μυριάδας
80112 197.E.1 : κατακόψαντες καὶ διαρπάσαντες τὴν ἀποσκευὴν
80113 197.E.2 : ἐπανελθόντες εἰς τὸ στρατόπεδον ἑαυτῶν ἐπιμεληθῶσι,
80114 197.E.3 : τὸ δ´ αὐτὸ ποιήσειν αὔριον καθ´ ὥραν. καὶ συμβαλὼν τῇ
80115 197.E.4 : ὑστεραίᾳ πεντακισμυρίους τῶν πολεμίων ἀνεῖλεν.
80116 197.E.5 : ΠΟΠΛΙΟΣ ΛΙΚΙΝΙΟΣ
80117 197.E.6 : Πόπλιος Λικίνιος ὕπατος στρατηγὸς ἡττηθεὶς ὑπὸ
80118 197.E.7 : Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ δισχιλίους
80119 197.E.8 : ὀκτακοσίους ἀπέβαλε, τοὺς μὲν πεσόντας τοὺς δὲ ἁλόντας·
80120 197.E.9 : ἐπεὶ δὲ μετὰ τὴν μάχην ἔπεμψεν ὁ Περσεὺς πρέσβεις
80121 197.E.10 : περὶ σπονδῶν καὶ εἰρήνης, ἐκέλευσεν ὁ νενικημένος
80122 197.F.1 : τὸν νενικηκότα Ῥωμαίοις ἐπιτρέπειν τὰ καθ´ αὑτόν.
80123 197.F.2 : ΠΑΥΛΟΣ ΑΙΜΙΛΙΟΣ
80124 197.F.3 : Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν·
80125 197.F.4 : ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου
80126 197.F.5 : μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν
80127 197.F.6 : ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν
80128 197.F.7 : αὐτοῖς· οὐ γὰρ 〈οὕτως〉 αὐτὸς ἀρχῆς δεόμενος, ὡς
80129 197.F.8 : ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός.
80130 197.F.9 : Ἐλθὼν δ´ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν
80131 197.F.10 : τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν·
80132 198.A.1 : εἰπούσης δὲ ὅτι ’Περ|σεὺς τέθνηκεν ἡμῖν‘ (κυνίδιον δ´
80133 198.A.2 : ἦν οὕτως ὀνομαζόμενον), ’ἀγαθῇ τύχῃ,‘ εἶπεν, ’ὦ θύγατερ,
80134 198.A.3 : καὶ δέχομαι τὸν οἰωνόν.‘
80135 198.A.4 : Εὑρὼν δ´ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ
80136 198.A.5 : λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν
80137 198.A.6 : ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας
80138 198.A.7 : μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.
80139 198.A.8 : Τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάσσειν
80140 198.A.9 : ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους
80141 198.A.10 : ἀπεγνωκότες μᾶλλον διαμαχοῦνται πρὸς τὸν
80142 198.A.11 : ὕπνον.
80143 198.A.12 : Ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ
80144 198.A.13 : συντεταγμένους ἰδὼν τοὺς πολεμίους τοῦ Νασικᾶ παρακαλοῦντος
80145 198.B.1 : αὐτὸν εὐθὺς ἐπιχειρεῖν ’εἴγε τὴν σήν‘ εἶπεν
80146 198.B.2 : ’ἡλικίαν εἶχον· αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ
80147 198.B.3 : πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.‘
80148 198.B.4 : Νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος
80149 198.B.5 : ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα
80150 198.B.6 : φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον
80151 198.B.7 : φίλοις παρασχεῖν.
80152 198.B.8 : Τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παραιτουμένου
80153 198.B.9 : τὸν θρίαμβον ’ἐπὶ σοί‘ εἶπε ’τοῦτ´ ἐστίν,‘
80154 198.B.10 : ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν.
80155 198.B.11 : Χρημάτων δ´ ἀπείρων εὑρεθέντων αὐτὸς μὲν οὐκ
80156 198.C.1 : ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς
80157 198.C.2 : πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον
80158 198.C.3 : εἰς τὸν 〈τῶν〉 Αἰλίων οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.
80159 198.C.4 :
80160 198.C.5 : Τεσσάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων
80161 198.C.6 : δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι·
80162 198.C.7 : δυοῖν δ´ ὄντων ἐπὶ τῆς οἰκίας ὁ μὲν ἡμέραις πέντε πρὸ
80163 198.C.8 : τοῦ θριάμβου, τεσσαρακαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν,
80164 198.C.9 : ὁ δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν
80165 198.C.10 : δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος,
80166 198.C.11 : νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ
80167 198.C.12 : ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν
80168 198.C.13 : οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.
80169 198.D.1 :
80170 198.D.2 : ΚΑΤΩΝ Ο ΠΡΕΣΒΥΤΕΡΟΣ
80171 198.D.3 : Κάτων ὁ πρεσβύτερος ἐν τῷ δήμῳ τῆς ἀσωτίας
80172 198.D.4 : καὶ πολυτελείας καθαπτόμενος εἶπεν ’ὡς χαλεπόν ἐστι
80173 198.D.5 : λέγειν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν.‘ Θαυμάζειν
80174 198.D.6 : δὲ πῶς σῴζεται πόλις, ἐν ᾗ πωλεῖται πλείονος ἰχθὺς ἢ
80175 198.D.7 : βοῦς.
80176 198.D.8 : Λοιδορῶν δέ ποτε τὴν ἐπιπολάζουσαν γυναικοκρατίαν
80177 198.D.9 : ’πάντες‘ εἶπεν ’ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν,
80178 198.D.10 : ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.‘
80179 198.D.11 : Ἔφη δὲ βούλεσθαι μᾶλλον εὐεργετήσας μὴ κομίσασθαι
80180 198.D.12 : χάριν ἢ μὴ ὑποσχεῖν κόλασιν ἀδικήσας, καὶ
80181 198.E.1 : πᾶσιν ἀεὶ τοῖς ἁμαρτάνουσι χωρὶς ἑαυτοῦ διδόναι συγγνώμην.
80182 198.E.2 :
80183 198.E.3 : Παρορμῶν δὲ τοὺς ἄρχοντας ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσιν
80184 198.E.4 : ἔλεγε τοὺς δυναμένους κωλύειν τοὺς κακῶς
80185 198.E.5 : ποιοῦντας, ἐὰν μὴ κωλύωσι, κελεύειν.
80186 198.E.6 : Τῶν δὲ νέων ἔφη χαίρειν τοῖς ἐρυθριῶσι μᾶλλον ἢ
80187 198.E.7 : τοῖς ὠχριῶσι.
80188 198.E.8 : Στρατιώτην δὲ μισεῖν, ὃς ἐν τῷ περιπατεῖν τὰς
80189 198.E.9 : χεῖρας, ἐν δὲ τῷ μάχεσθαι τοὺς πόδας κινεῖ, ῥέγχει δὲ
80190 198.E.10 : μεῖζον ἢ ἀλαλάζει.
80191 198.E.11 : Κάκιστον δ´ ἔλεγεν ἄρχοντα εἶναι τὸν ἄρχειν ἑαυτοῦ
80192 198.E.12 : μὴ δυνάμενον.
80193 198.E.13 : Μάλιστα δ´ ἐνόμιζε δεῖν ἕκαστον ἑαυτὸν αἰδεῖσθαι·
80194 198.E.14 : μηδένα γὰρ ἑαυτοῦ μηδέποτε χωρὶς εἶναι.
80195 198.E.15 : Πολλῶν δ´ ὁρῶν ἀνισταμένους ἀνδριάντας ’περὶ ἐμοῦ
80196 198.F.1 : δ´‘ ἔφη ’βούλομαι ἐρωτᾶν μᾶλλον τοὺς ἀνθρώπους, διὰ
80197 198.F.2 : τί ἀνδριὰς οὐ κεῖται [Κάτωνος] ἢ διὰ τί κεῖται.‘
80198 198.F.3 : Φείδεσθαι δὲ τῆς ἐξουσίας παρεκάλει τοὺς δυναμένους,
80199 198.F.4 : ὅπως ἀεὶ παραμείνῃ τὸ ἐξεῖναι.
80200 198.F.5 : Τοὺς δὲ τῆς ἀρετῆς τὴν τιμὴν ἀφαιροῦντας ἔλεγε
80201 198.F.6 : τὴν ἀρετὴν ἀφαιρεῖν τῆς νεότητος.
80202 198.F.7 : Τὸν δ´ ἄρχοντα ἢ κριτὴν ἔλεγε δεῖν μήτε ὑπὲρ
80203 198.F.8 : τῶν δικαίων λιπαρεῖσθαι μήτε ὑπὲρ τῶν ἀδίκων ἐκλιπαρεῖσθαι.
80204 198.F.9 : |
80205 199.A.1 : Τὴν δ´ ἀδικίαν ἔλεγε τοῖς ἀδικοῦσιν ἂν μὴ φέρῃ
80206 199.A.2 : κίνδυνον, ἅπασι φέρειν.
80207 199.A.3 : Τῷ δὲ γήρᾳ πολλῶν αἰσχρῶν παρόντων ἠξίου
80208 199.A.4 : μὴ προστιθέναι τὴν ἀπὸ τῆς κακίας αἰσχύνην.
80209 199.A.5 : Τὸν δ´ ὀργιζόμενον ἐνόμιζε τοῦ μαινομένου χρόνῳ
80210 199.A.6 : διαφέρειν.
80211 199.A.7 : Ἥκιστα δὲ φθονεῖσθαι τοὺς τῇ τύχῃ χρωμένους
80212 199.A.8 : ἐπιεικῶς καὶ μετρίως· ’οὐ γὰρ ἡμῖν ἀλλὰ τοῖς περὶ
80213 199.A.9 : ἡμᾶς φθονοῦσι.‘
80214 199.A.10 : Τοὺς δὲ σπουδάζοντας ἐν τοῖς γελοίοις ἔλεγεν ἐν
80215 199.A.11 : τοῖς σπουδαίοις ἔσεσθαι καταγελάστους.
80216 199.A.12 : Τὰς δὲ καλὰς πράξεις ἔλεγε δεῖν καταλαμβάνειν
80217 199.A.13 : πράξεσι καλαῖς, ἵνα μὴ τῆς δόξης ἀπορρέωσιν.
80218 199.A.14 : Ἐπετίμα δὲ τοῖς πολίταις ἀεὶ τοὺς αὐτοὺς αἱρουμένοις
80219 199.B.1 : ἄρχοντας· ’δόξετε γάρ‘ εἶπεν ’ἢ μὴ πολλοῦ τὸ
80220 199.B.2 : ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.‘
80221 199.B.3 : Τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο
80222 199.B.4 : θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάσσης· ’ἃ
80223 199.B.5 : γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε.‘
80224 199.B.6 : Τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους
80225 199.B.7 : τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς ἐβόα τὸν
80226 199.B.8 : δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ·
80227 199.B.9 : δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον
80228 199.B.10 : αἱρεῖσθαι. καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων.
80229 199.B.11 : Διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι πολλάκις
80230 199.C.1 : ἔλεγε τοῦ ξίφους τὸν λόγον μᾶλλον καὶ τὴν φωνὴν
80231 199.C.2 : τῆς χειρὸς τρέπειν καὶ καταπλήττειν τοὺς πολεμίους.
80232 199.C.3 : Ἐπεὶ δὲ πολεμῶν τοῖς περὶ τὸν Βαῖτιν ποταμὸν
80233 199.C.4 : οἰκοῦσιν εἰς κίνδυνον ὑπὸ πλήθους τῶν πολεμίων κατέστη,
80234 199.C.5 : τῶν μὲν Κελτιβήρων ἐπὶ διακοσίοις ταλάντοις βουλομένων
80235 199.C.6 : βοηθεῖν τῶν δὲ Ῥωμαίων οὐκ ἐώντων ὁμολογεῖν
80236 199.C.7 : μισθὸν ἀνθρώποις βαρβάροις, ἁμαρτάνειν ἔφησεν
80237 199.C.8 : αὐτούς· νικῶντας μὲν γὰρ ἀποδώσειν οὐ παρ´ αὑτῶν
80238 199.C.9 : ἀλλὰ παρὰ τῶν πολεμίων, ἡττωμένων δὲ μήτε τοὺς
80239 199.C.10 : ἀπαιτουμένους μήτε τοὺς ἀπαιτοῦντας ἔσεσθαι.
80240 199.C.11 : Πλείονας δὲ πόλεις ἑλών, ὥς φησι, τῶν ἡμερῶν
80241 199.D.1 : ἃς διέτριψεν ἐν τοῖς πολεμίοις οὐδὲν αὐτὸς πλέον ἔλαβεν
80242 199.D.2 : ὧν ἔπιε καὶ ἔφαγεν ἐκ τῆς πολεμίας.
80243 199.D.3 : Τῶν δὲ στρατιωτῶν ἑκάστῳ λίτραν ἀργυρίου διανείμας
80244 199.D.4 : φησὶ βέλτιον εἶναι πολλοὺς ἔχοντας ἀργύριον ἢ
80245 199.D.5 : ὀλίγους χρυσίον ἀπὸ τῆς στρατείας ἐπανελθεῖν· τῶν γὰρ
80246 199.D.6 : ἀρχόντων οὐδὲν ἄλλο δεῖν ἐν ταῖς ἐπαρχίαις ἢ τὴν δόξαν
80247 199.D.7 : αὐξάνεσθαι.
80248 199.D.8 : Πέντε δ´ οἰκέτας εἶχεν ἐπὶ τῆς στρατείας, ὧν εἷς
80249 199.D.9 : αἰχμάλωτα τρία σώματα πριάμενος, ὡς οὐκ ἔλαθε τὸν
80250 199.D.10 : Κάτωνα, πρὶν εἰς ὄψιν ἐλθεῖν, ἀπήγξατο.
80251 199.D.11 : Παρακληθεὶς δ´ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς
80252 199.E.1 : Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας
80253 199.E.2 : κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος·
80254 199.E.3 : ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων
80255 199.E.4 : ἀναστάς ’ὥσπερ οὐκ ἔχοντες‘ εἶπεν ’ὃ πράττωμεν,
80256 199.E.5 : καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον
80257 199.E.6 : ὑπὸ τῶν παρ´ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.‘
80258 199.E.7 :
80259 199.E.8 : Ποστουμίου δ´ Ἀλβίνου γράψαντος ἱστορίας Ἑλληνιστὶ
80260 199.E.9 : καὶ συγγνώμην παρὰ τῶν ἀκροωμένων αἰτοῦντος,
80261 199.E.10 : εἰρωνευόμενος ὁ Κάτων ἔφη δοτέον εἶναι συγγνώμην,
80262 199.E.11 : εἰ τῶν Ἀμφικτυόνων ψηφισαμένων ἀναγκασθεὶς
80263 199.E.12 : ἔγραψε.
80264 199.E.13 : ΣΚΙΠΙΩΝ Ο ΝΕΩΤΕΡΟΣ
80265 199.F.1 : Σκιπίωνα τὸν νεώτερον λέγουσιν ἔτεσι πεντήκοντα
80266 199.F.2 : καὶ τέτταρσιν, οἷς ἐβίωσε, μηδὲν πρίασθαι μηδὲν ἀποδόσθαι
80267 199.F.3 : μηδὲν οἰκοδομῆσαι, λίτρας δὲ ἀργυρίου τρεῖς καὶ
80268 199.F.4 : τριάκοντα μόνας [ἐν οὐσίᾳ μεγάλῃ] δύο δὲ χρυσίου καταλιπεῖν·
80269 199.F.5 : καὶ ταῦτα Καρχηδόνος κύριον ὄντα καὶ μάλιστα
80270 199.F.6 : τῶν στρατηγῶν πλουτίσαντα τοὺς στρατιώτας.
80271 199.F.7 : Τὸ δὲ Πολυβίου παράγγελμα διαφυλάττων ἐπειρᾶτο
80272 199.F.8 : μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ ποιήσασθαί τινα
80273 199.F.9 : συνήθη καὶ φίλον ἁμωσγέπως τῶν ἐντυγχανόντων. |
80274 200.A.1 : Ἔτι δὲ νέος ὢν τοσαύτην εἶχε δόξαν ἀνδρείας καὶ
80275 200.A.2 : συνέσεως, ὥστε Κάτωνα μὲν τὸν πρεσβύτερον εἰπεῖν
80276 200.A.3 : ἐρωτηθέντα περὶ τῶν ἐν Καρχηδόνι στρατευομένων, ἐν
80277 200.A.4 : οἷς καὶ Σκιπίων ἦν, (κ 495)
80278 200.A.4 :
80279 200.A.5 : ’οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.‘
80280 200.A.5 :
80281 200.A.6 : Εἰς δὲ τὴν Ῥώμην ἐλθόντος ἀπὸ στρατείας 〈εἰς
80282 200.A.7 : ὑπατείαν〉 ἐκάλουν αὐτὸν οὐκ ἐκείνῳ χαριζόμενοι, ἀλλ´
80283 200.A.8 : ὡς Καρχηδόνα δι´ ἐκείνου ταχὺ καὶ ῥᾳδίως ληψόμενοι.
80284 200.A.9 : Ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων
80285 200.A.10 : ἐκ τῆς ἄκρας ἀμυνομένων, ** † μὴ σὺ τὴν διὰ μέσου
80286 200.A.11 : θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν· τοῦ Πολυβίου συμβουλεύοντος
80287 200.A.12 : αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ
80288 200.B.1 : σανίδας ἐμβαλεῖν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ
80289 200.B.2 : πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον
80290 200.B.3 : εἶναι κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας
80291 200.B.4 : εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις.
80292 200.B.5 : Εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνιῶν καὶ
80293 200.B.6 : ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν, ἐκήρυξε τοὺς
80294 200.B.7 : ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.
80295 200.B.8 :
80296 200.B.9 : Τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτ´ ἀπελεύθερον
80297 200.B.10 : εἴα λαβεῖν οὐδένα, ἀλλ´ οὐδὲ πρίασθαι πάντων ἀγόντων
80298 200.B.11 : καὶ φερόντων.
80299 200.B.12 : Γαΐῳ δὲ Λαιλίῳ τῷ φιλτάτῳ τῶν ἑταίρων ὑπατείαν
80300 200.C.1 : μετιόντι συμπράττων ἐπηρώτησε Πομπήιον εἰ καὶ αὐτὸς
80301 200.C.2 : ὑπατείαν μέτεισιν· ἐδόκει δ´ ὁ Πομπήιος υἱὸς αὐλητοῦ
80302 200.C.3 : γεγονέναι· τοῦ δὲ φήσαντος μὴ μετιέναι, ἀλλὰ καὶ τὸν
80303 200.C.4 : Λαίλιον ἐπαγγελλομένου συμπεριάξειν καὶ συναρχαιρεσιάσειν,
80304 200.C.5 : πιστεύσαντες καὶ περιμένοντες ἐκεῖνον ἐξηπατήθησαν·
80305 200.C.6 : ἀπηγγέλλετο γὰρ αὐτὸς ἐν ἀγορᾷ περιιὼν καὶ
80306 200.C.7 : δεξιούμενος τοὺς πολίτας. ἀγανακτούντων δὲ τῶν ἄλλων
80307 200.C.8 : ὁ Σκιπίων γελάσας ’ἀβελτερίᾳ γε‘ εἶπεν ’ἡμῶν, 〈οἳ〉
80308 200.C.9 : καθάπερ οὐκ ἀνθρώπους μέλλοντες ἀλλὰ θεοὺς παρακαλεῖν
80309 200.C.10 : πάλαι διατρίβομεν αὐλητὴν ἀναμένοντες.‘
80310 200.C.11 : Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς
80311 200.D.1 : ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος ὅτι πάντας ὀνομαστὶ
80312 200.D.2 : Ῥωμαίους αὐτὸς ἀσπάζεται Σκιπίωνος ὀλίγου
80313 200.D.3 : δεῖν ἀγνοοῦντος ἅπαντας, ’ἀληθῆ λέγεις‘ εἶπεν· ’ἐμοὶ
80314 200.D.4 : γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλ´ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι
80315 200.D.5 : μεμέληκεν.‘
80316 200.D.6 : Ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες
80317 200.D.7 : Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν στρατείαν ἐκπέμψαντας
80318 200.D.8 : ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν
80319 200.D.9 : καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.
80320 200.D.10 : Ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο
80321 200.D.11 : τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν
80322 200.D.12 : ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας
80323 200.E.1 : καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε
80324 200.E.2 : διαρπάσαι τοῖς παροῦσι· καὶ πυνθανομένου τὴν αἰτίαν
80325 200.E.3 : τοῦ νεανίσκου δι´ ἣν ἀφῄρηται τὸν ἵππον ’ἐμοῦ γάρ‘ ἔφη
80326 200.E.4 : ’πρότερος Καρχηδόνα διήρπασας.‘
80327 200.E.5 : Γάιον δὲ Λικίνιον ἰδὼν παρερχόμενον ’οἶδα‘ ἔφη
80328 200.E.6 : ’τοῦτον ἐπιωρκηκότα τὸν ἄνδρα· μηδενὸς δὲ κατηγοροῦντος
80329 200.E.7 : οὐ δύναμαι κατήγορος 〈ὁ〉 αὐτὸς εἶναι καὶ
80330 200.E.8 : δικαστής.‘
80331 200.E.9 : Ἐκπεμφθέντα δὲ τρίτον αὐτὸν ὑπὸ τῆς βουλῆς,
80332 200.E.10 : ὥς φησι Κλειτόμαχος (ρ 487),
80333 200.E.10 :
80334 200.E.11 : ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα,
80335 200.E.11 :
80336 200.E.12 : πόλεων ἐθνῶν βασιλέων ἐπίσκοπον, ὡς εἰς Ἀλεξάνδρειαν
80337 200.E.13 : ἧκε καὶ τῆς νεὼς ἀποβὰς ἐβάδιζε κατὰ τῆς κεφαλῆς
80338 200.F.1 : ἔχων τὸ ἱμάτιον, ἠξίουν ἀποκαλύψασθαι παραθέοντες
80339 200.F.2 : οἱ Ἀλεξανδρεῖς καὶ δεῖξαι ποθοῦσιν αὐτοῖς τὸ πρόσωπον·
80340 200.F.3 : τοῦ δ´ ἀποκαλυψαμένου κραυγὴν καὶ κρότον
80341 200.F.4 : ἐποίησαν. τοῦ δὲ βασιλέως μόλις ἁμιλλωμένου βαδίζουσιν
80342 200.F.5 : αὐτοῖς δι´ ἀργίαν καὶ τρυφὴν τοῦ σώματος ὁ Σκιπίων
80343 200.F.6 : ἀτρέμα πρὸς τὸν Παναίτιον ψιθυρίσας εἶπεν ’ἤδη
80344 201.A.1 : τι τῆς ἐπιδημίας ἡμῶν Ἀλεξανδρεῖς ἀπολελαύκασι· | δι´
80345 201.A.2 : ἡμᾶς γὰρ ἑωράκασι τὸν βασιλέα περιπατοῦντα.‘
80346 201.A.3 : Συναπεδήμει δ´ αὐτῷ φίλος μὲν εἷς φιλόσοφος
80347 201.A.4 : Παναίτιος, οἰκέται δὲ πέντε· καὶ τοῦ ἑνὸς ἀποθανόντος
80348 201.A.5 : ἐπὶ τῆς ξένης ἄλλον μὴ βουλόμενος πρίασθαι ἀπὸ Ῥώμης
80349 201.A.6 : μετεπέμψατο.
80350 201.A.7 : Τῶν δὲ Νομαντίνων ἀμάχων εἶναι δοκούντων καὶ
80351 201.A.8 : πολλοὺς νενικηκότων στρατηγοὺς ὕπατον ἀπέδειξε Σκιπίωνα
80352 201.A.9 : τὸ δεύτερον ὁ δῆμος ἐπὶ τὸν πόλεμον· ὡρμημένων
80353 201.A.10 : δὲ πολλῶν ἐπὶ τὴν στρατείαν καὶ τοῦτο διεκώλυσεν ἡ
80354 201.A.11 : σύγκλητος, ὡς ἐρήμου τῆς Ἰταλίας ἐσομένης, καὶ χρήματα
80355 201.A.12 : λαβεῖν τῶν ἑτοίμων οὐκ εἴασεν, ἀλλὰ τὰς τελωνικὰς
80356 201.B.1 : προσόδους ἀπέταξεν οὔπω χρόνον ἐχούσας. ὁ δὲ
80357 201.B.2 : Σκιπίων χρημάτων μὲν οὐκ ἔφη δεῖσθαι, τὰ γὰρ ἑαυτοῦ
80358 201.B.3 : καὶ τῶν φίλων ἐξαρκέσειν, περὶ δὲ τῶν στρατιωτῶν ἐμέμψατο·
80359 201.B.4 : χαλεπὸν γὰρ εἶναι τὸν πόλεμον, εἰ μὲν δι´ ἀνδρείαν
80360 201.B.5 : τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς
80361 201.B.6 : τοιούτους, εἰ δὲ δι´ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ
80362 201.B.7 : τοιούτων.
80363 201.B.8 : Ἐπεὶ δ´ ἐλθὼν εἰς τὸ στρατόπεδον πολλὴν ἀταξίαν
80364 201.B.9 : καὶ ἀκολασίαν καὶ δεισιδαιμονίαν καὶ τρυφὴν κατέλαβε,
80365 201.B.10 : μάντεις μὲν εὐθὺς ἐξήλασε καὶ θύτας καὶ πορνοβοσκούς,
80366 201.B.11 : σκεύη δὲ προσέταξεν ἀποπέμπειν ἅπαντα πλὴν χύτρας,
80367 201.B.12 : ὀβελίσκου καὶ ποτηρίου κεραμεοῦ· τῶν δ´ ἀργυρέων
80368 201.C.1 : ἔκπωμα οὐ μεῖζον δύο λιτρῶν συνεχώρησε τοῖς βουλομένοις
80369 201.C.2 : ἔχειν· λούεσθαι δ´ ἀπεῖπε, τῶν δ´ ἀλειφομένων
80370 201.C.3 : τρίβειν ἕκαστον ἑαυτόν· τὰ γὰρ ὑποζύγια χεῖρας μὴ
80371 201.C.4 : ἔχοντα ἑτέρου τρίψοντος δεῖσθαι· προσέταξε δ´ ἀριστᾶν
80372 201.C.5 : μὲν ἑστῶτας ἄπυρον ὄψον, δειπνεῖν δὲ κατακειμένους
80373 201.C.6 : ἄρτον ἢ πόλτον ἁπλῶς καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· αὐτὸς
80374 201.C.7 : δὲ σάγον ἐμπεπορπημένος μέλανα περιῄει, πενθεῖν τὴν
80375 201.C.8 : τοῦ στρατεύματος αἰσχύνην λέγων.
80376 201.C.9 : Μεμμίου δέ τινος χιλιάρχου λαβὼν ὑποζύγια
80377 201.C.10 : ψυκτῆρας διαλίθους παρακομίζοντα καὶ Θηρικλείους
80378 201.C.11 : ’ἐμοὶ μέν‘ εἶπεν ’ἡμέρας τριάκοντα καὶ τῇ πατρίδι,
80379 201.D.1 : σαυτῷ δὲ τὸν βίον ἅπαντα τοιοῦτος ὢν ἄχρηστον πεποίηκας
80380 201.D.2 : σεαυτόν.‘
80381 201.D.3 : Ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον
80382 201.D.4 : ’ὁ μὲν θυρεός,‘ εἶπεν, ’ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον
80383 201.D.5 : ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ
80384 201.D.6 : ἀριστερᾷ.‘
80385 201.D.7 : Τοῦ δὲ τὸν χάρακα ἄραντος σφόδρα πιέζεσθαι
80386 201.D.8 : φάσκοντος ’εἰκότως‘ ἔφη· ’τῷ γὰρ ξύλῳ τούτῳ μᾶλλον
80387 201.D.9 : ἢ τῇ μαχαίρᾳ πιστεύεις.‘
80388 201.D.10 : Ὁρῶν δὲ τὴν ἀπόνοιαν τῶν πολεμίων ἔλεγεν
80389 201.D.11 : ὠνεῖσθαι τοῦ χρόνου τὴν ἀσφάλειαν· τὸν γὰρ ἀγαθὸν
80390 201.D.12 : στρατηγὸν ὥσπερ ἰατρὸν ἐσχάτης δεῖσθαι τῆς διὰ τοῦ
80391 201.D.13 : σιδήρου θεραπείας. οὐ μὴν ἀλλ´ ἐπιθέμενος ἐν καιρῷ
80392 201.D.14 : τοὺς Νομαντίνους ἐτρέψατο.
80393 201.E.1 : Τῶν δὲ πρεσβυτέρων τοὺς ἡττημένους κακιζόντων,
80394 201.E.2 : 〈ὅ〉τι πεφεύγασιν οὓς τοσαυτάκις ἐδίωξαν, εἰπεῖν
80395 201.E.3 : τινα λέγεται τῶν Νομαντίνων ὡς τὰ πρόβατα ταὐτὰ
80396 201.E.4 : καὶ νῦν ἐστιν, ὁ δὲ ποιμὴν ἄλλος.
80397 201.E.5 : Ἐπεὶ δὲ τὴν Νομαντίαν ἑλὼν καὶ θριαμβεύσας τὸ
80398 201.E.6 : δεύτερον ἐν τῇ πρὸς Γάιον Γράκχον ὑπέρ τε τῆς βουλῆς
80399 201.E.7 : καὶ τῶν συμμάχων κατέστη διαφορᾷ καὶ λυπούμενος ὁ
80400 201.E.8 : δῆμος ἐθορύβησεν αὐτὸν ἐπὶ τοῦ βήματος, ’ἐμέ‘ εἶπεν
80401 201.E.9 : ’οὐδέποτε στρατοπέδων ἀλαλαγμὸς ἐθορύβησεν, οὔτι γε
80402 201.E.10 : συγκλύδων ἀνθρώπων, ὧν οὐ μητέρα τὴν Ἰταλίαν ἀλλὰ
80403 201.E.11 : μητρυιὰν οὖσαν ἐπίσταμαι.‘
80404 201.E.12 : Τῶν δὲ περὶ τὸν Γάιον βοώντων κτεῖναι τὸν
80405 201.F.1 : τύραννον ’εἰκότως‘ εἶπεν ’οἱ τῇ πατρίδι πολεμοῦντες
80406 201.F.2 : ἐμὲ βούλονται προανελεῖν· οὐ γὰρ οἷόν τε τὴν Ῥώμην
80407 201.F.3 : πεσεῖν Σκιπίωνος ἑστῶτος οὐδὲ ζῆν Σκιπίωνα τῆς
80408 201.F.4 : Ῥώμης πεσούσης.‘
80409 201.F.5 : ΚΑΙΚΙΛΙΟΣ ΜΕΤΕΛΛΟΣ
80410 201.F.6 : Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν,
80411 201.F.7 : εἰπόντος ἑκατοντάρχου πρὸς αὐτὸν ὡς, ἐὰν δέκα
80412 202.A.1 : μόνους ἀποβάλῃ, | λήψεται τὸ χωρίον, ἠρώτησεν αὐτόν,
80413 202.A.2 : εἰ βούλοιτο εἷς τῶν δέκα γενέσθαι.
80414 202.A.3 : Τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου
80415 202.A.4 : τί μέλλει ποιεῖν, ’εἰ τοῦτ´‘ ἔφη ’συνειδέναι μοι τὸν χιτωνίσκον
80416 202.A.5 : ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ
80417 202.A.6 : ἐπέθηκα.‘
80418 202.A.7 : Σκιπίωνι δὲ ζῶντι πολεμῶν ἀποθανόντος ἠχθέσθη
80419 202.A.8 : καὶ τοὺς μὲν υἱοὺς ἐκέλευσεν ὑποδύντας ἄρασθαι τὸ
80420 202.A.9 : λέχος, τοῖς δὲ θεοῖς ἔφη χάριν ἔχειν ὑπὲρ τῆς Ῥώμης,
80421 202.A.10 : ὅτι παρ´ ἄλλοις οὐκ ἐγένετο Σκιπίων.
80422 202.A.11 : ΓΑΙΟΣ ΜΑΡΙΟΣ
80423 202.A.12 : Γάιος Μάριος ἐκ γένους ἀδόξου προϊὼν εἰς πολιτείαν
80424 202.B.1 : διὰ τῶν στρατειῶν, ἀγορανομίαν τὴν μείζονα παρήγγειλεν·
80425 202.B.2 : αἰσθόμενος δὲ ὅτι λείπεται τῆς αὐτῆς ἡμέρας
80426 202.B.3 : ἐπὶ τὴν ἐλάττονα μετῆλθε· κἀκείνης ἀποτυχὼν ὅμως
80427 202.B.4 : οὐκ ἀπέγνω τοῦ πρωτεύσειν Ῥωμαίων.
80428 202.B.5 : Ἰξίας δ´ ἔχων ἐν ἀμφοτέροις τοῖς σκέλεσι παρέσχεν
80429 202.B.6 : ἄδετος ἐκτεμεῖν τῷ ἰατρῷ καὶ μὴ στενάξας μηδὲ
80430 202.B.7 : τὰς ὀφρῦς συναγαγὼν ἐνεκαρτέρησε τῇ χειρουργίᾳ· τοῦ
80431 202.B.8 : δ´ ἰατροῦ μεταβαίνοντος ἐπὶ θάτερον οὐκ ἠθέλησεν εἰπὼν
80432 202.B.9 : οὐκ εἶναι τὸ θεράπευμα τῆς ἀλγηδόνος ἄξιον.
80433 202.B.10 : Ἐπεὶ δὲ Λούσιος ὁ ἀδελφιδοῦς αὐτοῦ τὸ δεύτερον
80434 202.B.11 : ὑπατεύοντος ἐβιάζετο τῶν ἐν ὥρᾳ στρατευομένων τινὰ
80435 202.B.12 : ὀνόματι Τρεβώνιον, ὁ δ´ ἀπέκτεινεν αὐτὸν καὶ πολλῶν
80436 202.C.1 : κατηγορούντων οὐκ ἠρνήσατο κτεῖναι τὸν ἄρχοντα, τὴν
80437 202.C.2 : δ´ αἰτίαν εἶπε καὶ ἀπέδειξε, κελεύσας ὁ Μάριος τὸν ἐπὶ
80438 202.C.3 : ταῖς ἀριστείαις διδόμενον στέφανον κομισθῆναι τῷ Τρεβωνίῳ
80439 202.C.4 : περιέθηκε.
80440 202.C.5 : Τοῖς δὲ Τεύτοσι παραστρατοπεδεύσας ἐν χωρίῳ
80441 202.C.6 : ὀλίγον ὕδωρ ἔχοντι, τῶν στρατιωτῶν διψῆν λεγόντων,
80442 202.C.7 : δείξας αὐτοῖς ποταμὸν ἐγγὺς παραρρέοντα τῷ χάρακι
80443 202.C.8 : τῶν πολεμίων ’ἐκεῖθεν ὑμῖν ἔστιν‘ εἶπε ’ποτὸν ὤνιον
80444 202.C.9 : αἵματος.‘ οἱ δ´ ἄγειν παρεκάλουν, ἕως ὑγρὸν ἔχωσι τὸ
80445 202.C.10 : αἷμα καὶ μήπω πᾶν ὑπὸ τοῦ διψῆν ἐκπεπηγός.
80446 202.C.11 : Ἐν δὲ τοῖς Κιμβρικοῖς πολέμοις Καμερίνων χιλίους
80447 202.C.12 : ἄνδρας ἀγαθοὺς γενομένους ὁμοῦ Ῥωμαίους ἐποίησε,
80448 202.D.1 : κατ´ οὐδένα νόμον· πρὸς δὲ τοὺς ἐγκαλοῦντας ἔλεγε
80449 202.D.2 : τῶν νόμων οὐκ ἐξακοῦσαι διὰ τὸν τῶν ὅπλων ψόφον.
80450 202.D.3 : Ἐν δὲ τῷ ἐμφυλίῳ πολέμῳ περιταφρευόμενος καὶ
80451 202.D.4 : πολιορκούμενος ἐκαρτέρει, τὸν οἰκεῖον ἀναμένων καιρόν.
80452 202.D.5 : εἰπόντος δὲ Πομπαιδίου Σίλωνος πρὸς αὐτόν ’εἰ μέγας
80453 202.D.6 : εἶ στρατηγός, ὦ Μάριε, καταβὰς διαγώνισαι‘, ’σὺ μὲν
80454 202.D.7 : οὖν‘ εἶπεν ’εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι
80455 202.D.8 : καὶ μὴ βουλόμενον.‘
80456 202.D.9 : ΚΑΤΛΟΣ ΛΟΥΤΑΤΙΟΣ
80457 202.D.10 : Κάτλος Λουτάτιος ἐν τῷ Κιμβρικῷ πολέμῳ παρὰ τὸν
80458 202.D.11 : Νατισῶνα ποταμὸν στρατοπεδεύων, ἐπεὶ τοὺς βαρβάρους
80459 202.D.12 : ὁρῶντες οἱ Ῥωμαῖοι διαβαίνειν ἐπιχειροῦντας
80460 202.E.1 : ἀνεχώρουν, μὴ δυνάμενος αὐτοὺς κατασχεῖν ὥρμησεν εἰς
80461 202.E.2 : τοὺς πρώτους τῶν ἀποτρεχόντων, ὅπως δοκῶσι μὴ
80462 202.E.3 : φεύγειν τοὺς πολεμίους, ἀλλὰ τῷ στρατηγῷ κατακολουθεῖν.
80463 202.E.4 :
80464 202.E.5 : ΣΥΛΛΑΣ
80465 202.E.6 : Σύλλας ὁ εὐτυχὴς ἀναγορευθεὶς τῶν μεγίστων εὐτυχιῶν
80466 202.E.7 : ἐποιεῖτο δύο, τὴν Πίου Μετέλλου φιλίαν καὶ τὸ μὴ
80467 202.E.8 : κατασκάψαι τὰς Ἀθήνας ἀλλὰ φείσασθαι τῆς πόλεως.
80468 202.E.9 : ΓΑΙΟΣ ΠΟΠΙΛΛΙΟΣ
80469 202.E.10 : Γάιος Ποπίλλιος ἐπέμφθη πρὸς Ἀντίοχον ἐπιστολὴν
80470 202.E.11 : παρὰ τῆς συγκλήτου κομίζων, κελεύουσαν ἀπάγειν ἐξ
80471 202.E.12 : Αἰγύπτου τὸ στράτευμα καὶ μὴ σφετερίζεσθαι τῶν
80472 202.F.1 : Πτολεμαίου τέκνων ὀρφανῶν ὄντων τὴν βασιλείαν· προσιόντα
80473 202.F.2 : δ´ αὐτὸν διὰ τοῦ στρατοπέδου πόρρωθεν ἀσπασαμένου
80474 202.F.3 : τοῦ Ἀντιόχου φιλοφρόνως οὐκ ἀντασπασάμενος τὸ
80475 202.F.4 : γραμματεῖον ἀπέδωκεν· ἐπεὶ δ´ ἀναγνοὺς ἔφη βουλεύσεσθαι
80476 202.F.5 : καὶ δώσειν τὴν ἀπόκρισιν, τῷ κλήματι γῦρον περὶ
80477 202.F.6 : αὐτὸν ὁ Ποπίλλιος περιέγραψεν εἰπών ’ἐνταῦθα τοίνυν
80478 202.F.7 : ἑστὼς βούλευσαι καὶ ἀπόκριναι.‘ πάντων δὲ τὸ φρόνημα
80479 202.F.8 : τοῦ ἀνδρὸς καταπλαγέντων τοῦ τ´ Ἀντιόχου ποιήσειν
80480 203.A.1 : ὁμολογοῦντος τὰ δοκοῦντα Ῥωμαίοις, | οὕτως ἠσπάσατο
80481 203.A.2 : καὶ περιέπτυξεν αὐτὸν ὁ Ποπίλλιος.
80482 203.A.3 : ΛΕΥΚΟΥΛΛΟΣ
80483 203.A.4 : Λεύκουλλος ἐν Ἀρμενίᾳ μετὰ μυρίων ὁπλιτῶν καὶ
80484 203.A.5 : χιλίων ἱππέων ἐπὶ Τιγράνην ἐχώρει πεντεκαίδεκα μυριάδας
80485 203.A.6 : στρατιᾶς ἔχοντα τῇ πρὸ μιᾶς νωνῶν ὀκτωβρίων,
80486 203.A.7 : ἐν ᾗ πρότερον ὑπὸ Κίμβρων ἡ μετὰ Καιπίωνος
80487 203.A.8 : διεφθάρη δύναμις. εἰπόντος δέ τινος ὅτι Ῥωμαῖοι τὴν
80488 203.A.9 : ἡμέραν ἀφοσιοῦνται καὶ δεδοίκασιν, ’οὐκοῦν‘ ἔφη ’σή–
80489 203.A.10 : μερον ἀγωνισώμεθα προθύμως, ἵνα καὶ ταύτην ἐξ
80490 203.A.11 : ἀποφράδος καὶ σκυθρωπῆς ποιήσωμεν ἱλαρὰν καὶ προσφιλῆ
80491 203.A.12 : Ῥωμαίοις.‘
80492 203.A.13 : Τοὺς δὲ καταφράκτους μάλιστα φοβουμένων τῶν
80493 203.B.1 : στρατιωτῶν ἐκέλευε θαρρεῖν· πλεῖον γὰρ ἔργον εἶναι
80494 203.B.2 : τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι. προσβὰς δὲ τῷ λόφῳ
80495 203.B.3 : πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε
80496 203.B.4 : ’νενικήκαμεν, ὦ συστρατιῶται·‘ καὶ μηδενὸς
80497 203.B.5 : ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας,
80498 203.B.6 : τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.
80499 203.B.7 : ΓΝΑΙΟΣ ΠΟΜΠΗΙΟΣ
80500 203.B.8 : Γναῖος Πομπήιος ὑπὸ Ῥωμαίων ἠγαπήθη τοσοῦτον
80501 203.B.9 : ὅσον ὁ πατὴρ ἐμισήθη. νέος δ´ ὢν παντάπασι τῇ
80502 203.B.10 : Σύλλα μερίδι προσέθηκεν αὑτόν· καὶ μήτ´ ἄρχων μήτε
80503 203.B.11 : βουλεύων πολλοὺς ἐκ τῆς Ἰταλίας ἐστρατολόγησε. καὶ
80504 203.C.1 : Σύλλα καλοῦντος οὐκ ἔφη δίχα λαφύρων οὐδ´ ἀναίμακτον
80505 203.C.2 : ἐπιδείξειν τῷ αὐτοκράτορι τὴν δύναμιν· οὐδ´ ἦλθε πρότερον
80506 203.C.3 : πρὶν ἢ πολλαῖς μάχαις νικῆσαι τοὺς στρατηγοὺς
80507 203.C.4 : τῶν πολεμίων.
80508 203.C.5 : Ἐπεὶ δὲ πεμφθεὶς εἰς Σικελίαν ὑπὸ Σύλλα στρατηγὸς
80509 203.C.6 : ἐπυνθάνετο τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις
80510 203.C.7 : ἐκτρεπομένους βιάζεσθαι καὶ ἁρπάζειν, τοὺς μὲν ἄλλως
80511 203.C.8 : πλανωμένους καὶ περιθέοντας ἐκόλασε, τῶν δὲ πεμπομένων
80512 203.C.9 : ὑπ´ αὐτοῦ σφραγῖδας ἐπέβαλε ταῖς μαχαίραις.
80513 203.C.10 : Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος
80514 203.C.11 : οἷός [τε] ἦν ἀποσφάττειν ἅπαντας· Σθενίου δὲ τοῦ δημαγωγοῦ
80515 203.D.1 : φήσαντος οὐ δίκαια ποιεῖν αὐτὸν ἀνθ´ ἑνὸς
80516 203.D.2 : αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα, τοῦτον δὲ αὑτὸν
80517 203.D.3 : εἶναι τὸν τοὺς μὲν φίλους πείσαντα τοὺς δ´ ἐχθροὺς
80518 203.D.4 : βιασάμενον ἑλέσθαι τὰ Μαρίου, θαυμάσας ὁ Πομπήιος
80519 203.D.5 : ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν
80520 203.D.6 : ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ.
80521 203.D.7 : καὶ τήν τε πόλιν καὶ τὸν Σθένιον ἀπέλυσεν.
80522 203.D.8 : Εἰς δὲ Λιβύην διαβὰς ἐπὶ Δομίτιον καὶ μάχῃ μεγάλῃ
80523 203.D.9 : κρατήσας ἀσπασαμένων αὐτὸν αὐτοκράτορα τῶν στρατιωτῶν
80524 203.D.10 : ἔφη μὴ δέχεσθαι τὴν τιμήν, ἕως ὀρθὸς ἕστηκεν
80525 203.D.11 : ὁ χάραξ τῶν πολεμίων. οἱ δέ, καίπερ ὄμβρου πολλοῦ
80526 203.E.1 : κατέχοντος, ὁρμήσαντες διεπόρθησαν τὸ στρατόπεδον.
80527 203.E.2 : Ἐπανελθόντα δ´ αὐτὸν ὁ Σύλλας ταῖς μὲν ἄλλαις
80528 203.E.3 : τιμαῖς ἐδέξατο φιλοφρόνως καὶ Μάγνον προσηγόρευσε
80529 203.E.4 : πρῶτος αὐτόν, θριαμβεῦσαι δὲ βουλόμενον οὐκ εἴα
80530 203.E.5 : μηδέπω μετέχοντα βουλῆς. εἰπόντος δὲ τοῦ Πομπηίου
80531 203.E.6 : πρὸς τοὺς παρόντας ἀγνοεῖν τὸν Σύλλαν ὅτι καὶ τὸν
80532 203.E.7 : ἥλιον ἀνατέλλοντα πλείονες ἢ δύνοντα προσκυνοῦσιν, ὁ
80533 203.E.8 : μὲν Σύλλας ἀνεβόησε ’θριαμβευέτω.‘
80534 203.E.9 : Σερουίλιος δ´ ἀνὴρ ἀριστοκρατικὸς ἠγανάκτει καὶ
80535 203.E.10 : τῶν στρατιωτῶν ἐνίσταντο πολλοὶ τῷ θριάμβῳ δωρεάς
80536 203.E.11 : τινας ἀπαιτοῦντες. ἐπεὶ δ´ ὁ Πομπήιος ἔφη μᾶλλον
80537 203.F.1 : ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους, νῦν ἔφη
80538 203.F.2 : καὶ μέγαν ἀληθῶς ὁρᾶν καὶ ἄξιον τοῦ θριάμβου τὸν
80539 203.F.3 : Πομπήιον.
80540 203.F.4 : Ἔθους δ´ ὄντος ἐν Ῥώμῃ τοῖς ἱππεῦσιν, ὅταν
80541 203.F.5 : στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς
80542 203.F.6 : ἀγορὰν ἐπὶ τοὺς δύο ἄνδρας, οὓς τιμητὰς καλοῦσι, καὶ
80543 203.F.7 : καταριθμησαμένους τὰς στρατείας καὶ τοὺς στρατηγοὺς
80544 203.F.8 : ὑφ´ οἷς ἐστρατεύσαντο τυγχάνειν ἐπαίνων ἢ ψόγων τῶν
80545 204.A.1 : προσηκόντων, ὑπατεύων ὁ Πομπήιος | κατήγαγεν αὐτὸς
80546 204.A.2 : τὸν ἵππον ἐπὶ τοὺς τιμητὰς Γέλλιον καὶ Λέντλον· ἐκείνων
80547 204.A.3 : δὲ ὥσπερ ἔθος ἐστὶ πυθομένων, εἰ πάσας ἐστράτευται
80548 204.A.4 : τὰς στρατείας, ’πάσας‘ εἶπεν ’ὑπ´ ἐμαυτῷ αὐτοκράτορι.‘
80549 204.A.5 : Τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ,
80550 204.A.6 : ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ
80551 204.A.7 : καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς
80552 204.A.8 : Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι
80553 204.A.9 : καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς.
80554 204.A.10 : Ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς
80555 204.A.11 : αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη
80556 204.A.12 : χρήσεθαι Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ.
80557 204.B.1 : Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος
80558 204.B.2 : αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ
80559 204.B.3 : Πομπήιον ὡς παρ´ ἡλικίαν τοῦ πολλὰ πράσσειν ὀρεγόμενον
80560 204.B.4 : ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ τὸ
80561 204.B.5 : ἄρχειν εἶναι παρ´ ἡλικίαν.
80562 204.B.6 : Νοσοῦντι δ´ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν·
80563 204.B.7 : οἱ δὲ ζητοῦντες οὐχ εὗρον (ἦν γὰρ παρ´ ὥραν),
80564 204.B.8 : ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ δι´ ἔτους
80565 204.B.9 : τρεφομένας· ’εἶτα‘ ἔφη ’εἰ μὴ Λεύκουλλος ἐτρύφα,
80566 204.B.10 : Πομπήιος οὐκ ἂν ἔζησε;‘ καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν
80567 204.B.11 : ἔλαβέ τι τῶν εὐπορίστων.
80568 204.B.12 : Ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης ἀποδειχθεὶς
80569 204.C.1 : λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ
80570 204.C.2 : θαλάσσης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ
80571 204.C.3 : Σικελίαν· καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν
80572 204.C.4 : Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν
80573 204.C.5 : ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι
80574 204.C.6 : κελεύσας ἀνεβόησε ’πλεῖν ἀνάγκη, ζῆν οὐκ ἀνάγκη.‘
80575 204.C.7 : Τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης
80576 204.C.8 : καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι
80577 204.C.9 : δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ
80578 204.C.10 : πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, ’οὐκ αἰσχύνῃ, Μαρκελλῖνε,‘
80579 204.C.11 : εἶπεν ’ἐμοὶ λοιδορούμενος, δι´ ὃν ἐξ ἀφώνου λόγιος
80580 204.C.12 : ἐκ δὲ πεινατικοῦ ἐμετικὸς γέγονας;‘
80581 204.D.1 : Πρὸς δὲ Κάτωνα πικρῶς καθαψάμενον, ὅτι πολλάκις
80582 204.D.2 : αὐτοῦ προαγορεύοντος τὴν Καίσαρος δύναμιν καὶ
80583 204.D.3 : αὔξησιν οὐκ ἐπ´ ἀγαθῷ τῆς δημοκρατίας γινομένην
80584 204.D.4 : ἀντέπραττεν αὐτός, ἀπεκρίνατο ’τὰ μὲν σὰ μαντικώτερα,
80585 204.D.5 : τὰ δ´ ἐμὰ φιλικώτερα.‘
80586 204.D.6 : Περὶ δὲ αὑτοῦ παρρησιαζόμενος εἶπεν, ὡς πᾶσαν
80587 204.D.7 : ἀρχὴν καὶ ἔλαβε θᾶσσον ἢ προσεδόκησε καὶ κατέθετο
80588 204.D.8 : θᾶσσον ἢ προσεδοκήθη.
80589 204.D.9 : Μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην φεύγων εἰς
80590 204.D.10 : Αἴγυπτον, ὡς ἔμελλε διαβαίνειν ἐκ τῆς τριήρους εἰς
80591 204.D.11 : ἁλιευτικὸν πλοῖον ἀποστείλαντος τοῦ βασιλέως, ἐπιστραφεὶς
80592 204.D.12 : πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν οὐδὲν ἕτερον ἢ τὸ
80593 204.D.13 : τοῦ Σοφοκλέους εἶπεν (frg. 789 N. 2)
80594 204.D.13 :
80595 204.E.1 : ’ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
80596 204.E.2 : κείνου ´στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.‘
80597 204.E.2 :
80598 204.E.3 : μεταβὰς δὲ καὶ πληγεὶς ξίφει καὶ στενάξας ἅπαξ, εἰπὼν
80599 204.E.4 : δὲ μηδὲν ἀλλ´ ἐγκαλυψάμενος παρέδωκεν ἑαυτόν.
80600 204.E.5 : ΚΙΚΕΡΩΝ
80601 204.E.6 : Κικέρων ὁ ῥήτωρ εἰς τοὔνομα σκωπτόμενος καὶ τῶν
80602 204.E.7 : φίλων μεταθέσθαι κελευόντων ἔφη τὸν Κικέρωνα ποιήσειν
80603 204.E.8 : τῶν Κατώνων καὶ τῶν Κάτλων καὶ τῶν Σκαύρων
80604 204.E.9 : ἐνδοξότερον.
80605 204.E.10 : Ἔκπωμα δ´ ἀργυροῦν τοῖς θεοῖς ἀνατιθεὶς τὰ μὲν
80606 204.E.11 : πρῶτα τῶν ὀνομάτων γράμμασιν ἐσήμηνεν, ἀντὶ δὲ τοῦ
80607 204.E.12 : Κικέρωνος ἐρέβινθον ἐτόρευσε.
80608 204.E.13 : Τῶν δὲ ῥητόρων τοὺς μέγα βοῶντας ἔλεγε δι´
80609 204.F.1 : ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὡς χωλοὺς ἀναβαίνειν ἐφ´
80610 204.F.2 : ἵππον.
80611 204.F.3 : Οὐέρρου δὲ υἱὸν ἔχοντος οὐκ εὖ κεχρημένον ἐφ´
80612 204.F.4 : ὥρᾳ τῷ σώματι, τὸν δὲ Κικέρωνα λοιδοροῦντος εἰς
80613 204.F.5 : μαλακίαν καὶ κίναιδον ἀποκαλοῦντος, ’ἀγνοεῖς‘ εἶπεν
80614 204.F.6 : ’ὅτι προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι.‘
80615 204.F.7 : Μετέλλου δὲ Νέπωτος εἰπόντος πρὸς αὐτὸν ὅτι
80616 204.F.8 : ’πλείονας μαρτυρῶν ἀπέκτονας ἢ συνηγορῶν σέσωκας‘, |
80617 205.A.1 : ’καὶ γὰρ ἔστιν‘ ἔφη ’πλεῖον ἐμοὶ πίστεως ἢ λογιότητος.‘
80618 205.A.2 : Ἐρωτῶντος δὲ τοῦ Μετέλλου τίς αὐτοῦ πατήρ ἐστι,
80619 205.A.3 : ’ταύτην‘ ἔφη ’τὴν ἀπόκρισιν χαλεπωτέραν σοὶ ἡ μήτηρ
80620 205.A.4 : πεποίηκεν.‘ ἦν γὰρ ἡ τοῦ Μετέλλου ἀκόλαστος, ὁ δὲ
80621 205.A.5 : Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος καὶ φερόμενος
80622 205.A.6 : ταῖς ὁρμαῖς. Διοδότῳ δὲ τῷ διδασκάλῳ τῶν ῥητορικῶν
80623 205.A.7 : ἀποθανόντι κόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ
80624 205.A.8 : δικαίαν ἔφη τὴν ἀμοιβὴν γεγονέναι· ’πέτεσθαι γὰρ τοῦτον
80625 205.A.9 : οὐ λέγειν ἐδίδαξεν.‘
80626 205.A.10 : Οὐατίνιον δ´ ἄνθρωπον ἑαυτῷ διάφορον καὶ μοχθηρὸν
80627 205.A.11 : ἄλλως ἀκούσας ὅτι τέθνηκεν, εἶτα γνοὺς ὕστερον ὅτι
80628 205.B.1 : ζῇ, ’κακός‘ εἶπεν ’ὄλοιτο κακῶς ὁ ψευσάμενος.‘
80629 205.B.2 : Πρὸς δὲ τὸν δοκοῦντα Λίβυν ἀπὸ γένους εἶναι,
80630 205.B.3 : φήσαντα δ´ αὐτοῦ μὴ ἀκούειν λέγοντος, ’καὶ μὴν οὐκ
80631 205.B.4 : ἀτρύπητον ἔχεις τὸ οὖς‘ εἶπε.
80632 205.B.5 : † Κάστον δὲ Ποπίλλιον νομικὸν εἶναι βουλόμενον,
80633 205.B.6 : ὄντα δ´ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός
80634 205.B.7 : τινα δίκην· εἰπόντος δ´ ἐκείνου μηδὲν γινώσκειν, ’οἴει
80635 205.B.8 : γὰρ ἴσως‘ εἶπε ’περὶ τῶν νομίμων ἐπερωτᾶσθαι.‘
80636 205.B.9 : Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν
80637 205.B.10 : σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα
80638 205.B.11 : πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως
80639 205.B.12 : ἔχειν, ’καὶ μὴν ἡ σφίγξ‘ ἔφη ’παρὰ σοί ἐστιν.‘
80640 205.C.1 : Οὐοκωνίῳ δ´ ἀπαντήσας μετὰ τριῶν θυγατέρων
80641 205.C.2 : ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν
80642 205.C.3 : (p. 911 N. 2)
80643 205.C.3 :
80644 205.C.4 : ’Φοίβου ποτ´ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.‘
80645 205.C.4 :
80646 205.C.5 : Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων
80647 205.C.6 : ἀπαρτίαν προγράψαντος ’ταύτην‘ ἔφη ’μᾶλλον
80648 205.C.7 : ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν [αὐτοῦ].‘
80649 205.C.8 : Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων ἔφη ’γι–
80650 205.C.9 : νώσκω ὃν φύγω, μὴ γινώσκων πρὸς ὃν φύγω,‘ καὶ
80651 205.C.10 : Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα
80652 205.C.11 : μᾶλλον ἢ Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις
80653 205.C.12 : τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.
80654 205.C.13 : Γενόμενος δ´ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν,
80655 205.D.1 : ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν
80656 205.D.2 : ἀπολέλοιπεν ἔφη ’παρὰ τῷ σῷ πενθερῷ.‘
80657 205.D.3 : Μεταβαλομένου δέ τινος ἀπὸ Καίσαρος πρὸς τὸν
80658 205.D.4 : Πομπήιον καὶ λέγοντος ὑπὸ σπουδῆς καὶ προθυμίας
80659 205.D.5 : ἀπολελοιπέναι τὸν ἵππον, βέλτιον ἔφη αὐτὸν περὶ τοῦ
80660 205.D.6 : ἵππου βεβουλεῦσθαι.
80661 205.D.7 : Πρὸς δὲ τὸν ἀπαγγέλλοντα τοὺς Καίσαρος φίλους
80662 205.D.8 : σκυθρωποὺς εἶναι ’λέγεις‘ ἔφη ’δυσνοεῖν αὐτοὺς Καίσαρι.‘
80663 205.D.9 : Μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν
80664 205.D.10 : φυγόντος, Νωνίου δέ τινος ἔτι παρ´ αὑτοῖς ἀετοὺς ἑπτὰ
80665 205.D.11 : φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος,
80666 205.E.1 : ’καλῶς ἂν παρῄνεις‘ εἶπεν ’εἰ κολοιοῖς ἐπολεμοῦμεν.‘
80667 205.E.2 : Ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας
80668 205.E.3 : εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη περὶ αὐτοῦ
80669 205.E.4 : [λέγων ὁ Κικέρων] ὅτι ’τοὺς Πομπηίου Καῖσαρ
80670 205.E.5 : ἱστὰς ἀνδριάντας τοὺς αὑτοῦ πήγνυσιν.‘
80671 205.E.6 : Οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ
80672 205.E.7 : περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης
80673 205.E.8 : ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς ἡμέρας
80674 205.E.9 : Ἔρωτα ἀπαγγείλαντα αὐτῷ τὸν οἰκέτην εἰς τὴν ἐπιοῦσαν
80675 205.E.10 : ὑπερτεθῆναι τὴν δίκην ἠλευθέρωσε.
80676 205.E.11 : ΓΑΙΟΣ ΚΑΙΣΑΡ
80677 205.E.12 : Γάιος Καῖσαρ, ὅτε Σύλλαν ἔφευγεν ἔτι μειράκιον
80678 205.F.1 : ὤν, περιέπεσε πειραταῖς· καὶ πρῶτον μὲν αἰτηθεὶς ἀργυρίου
80679 205.F.2 : πλῆθος κατεγέλασε τῶν λῃστῶν ὡς ἀγνοούντων
80680 205.F.3 : ὃν ἔχουσι καὶ διπλάσιον ὡμολόγησε δώσειν· ἔπειτα
80681 205.F.4 : φρουρούμενος, ἕως συνῆγε τὰ χρήματα, προσέταττεν
80682 205.F.5 : ἡσυχίαν αὐτῷ παρέχειν κοιμωμένῳ καὶ σιωπᾶν. λόγους
80683 205.F.6 : δὲ καὶ ποιήματα γράφων ἀνεγίνωσκεν αὐτοῖς καὶ τοὺς μὴ
80684 205.F.7 : λίαν ἐπαινοῦντας ἀναισθήτους καὶ βαρβάρους ἀπεκάλει
80685 205.F.8 : καὶ μετὰ γέλωτος ἠπείλει κρεμᾶν αὐτούς· ὃ καὶ μετ´
80686 206.A.1 : ὀλίγον ἐποίησεν. τῶν γὰρ λύτρων κομισθέντων | ἀπολυθεὶς
80687 206.A.2 : καὶ συναγαγὼν ἄνδρας ἐξ Ἀσίας καὶ πλοῖα συνήρπασε
80688 206.A.3 : τοὺς λῃστὰς καὶ προσήλωσεν.
80689 206.A.4 : Ἐν δὲ Ῥώμῃ πρὸς Κάτλον πρωτεύοντα Ῥωμαίων
80690 206.A.5 : εἰς ἅμιλλαν ὑπὲρ τῆς ἀρχιερωσύνης καταστὰς καὶ προπεμπόμενος
80691 206.A.6 : ὑπὸ τῆς μητρὸς ἐπὶ τὰς θύρας ’σήμερον‘
80692 206.A.7 : εἶπεν ’ὦ μῆτερ, 〈ἢ〉 ἀρχιερέα τὸν υἱὸν ἢ φυγάδα ἕξεις.‘
80693 206.A.8 : Πομπηίαν δὲ τὴν γυναῖκα κακῶς ἀκούσασαν ἐπὶ
80694 206.A.9 : Κλωδίῳ παραιτησάμενος, εἶτα τοῦ Κλωδίου φεύγοντος
80695 206.A.10 : ἐπὶ τούτῳ δίκην μάρτυς εἰσαχθεὶς οὐδὲν εἶπε φαῦλον
80696 206.A.11 : περὶ τῆς γυναικός· ἐρομένου δὲ τοῦ κατηγόρου ’διὰ τί
80697 206.B.1 : τοίνυν ἐξέβαλες αὐτήν‘, ’ὅτι τὴν Καίσαρος‘ ἔφη ’γυ–
80698 206.B.2 : ναῖκα καὶ διαβολῆς ἔδει καθαρὰν εἶναι.‘
80699 206.B.3 : Τὰς δ´ Ἀλεξάνδρου πράξεις ἀναγινώσκων ἐδάκρυσε
80700 206.B.4 : καὶ πρὸς τοὺς φίλους εἶπεν ὅτι ’ταύτην τὴν ἡλικίαν ἔχων
80701 206.B.5 : ἐνίκησε Δαρεῖον, ἐμοὶ δὲ μέχρι νῦν οὐδὲν πέπρακται.‘
80702 206.B.6 : Πολίχνιον δ´ αὐτοῦ λυπρὸν ἐν ταῖς Ἄλπεσι παρερχομένου
80703 206.B.7 : καὶ τῶν φίλων διαπορούντων εἰ καὶ ἐνταῦθά
80704 206.B.8 : τινες στάσεις εἰσὶ καὶ ἅμιλλαι περὶ πρωτείων, ἐπιστὰς
80705 206.B.9 : καὶ σύννους γενόμενος ’μᾶλλον ἄν‘ ἔφη ’ἐβουλόμην
80706 206.B.10 : πρῶτος ἐνταῦθα εἶναι ἢ δεύτερος ἐν Ῥώμῃ.‘
80707 206.B.11 : Τῶν δὲ τολμημάτων τὰ παράβολα καὶ μεγάλα
80708 206.C.1 : πράττειν ἔφη δεῖν, ἀλλὰ μὴ βουλεύεσθαι. Καὶ διέβη
80709 206.C.2 : τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας ἐπὶ
80710 206.C.3 : Πομπήιον εἰπών ’πᾶς ἀνερρίφθω κύβος.‘
80711 206.C.4 : Ἐπεὶ δὲ Πομπηίου φυγόντος ἐπὶ θάλασσαν ἐκ τῆς
80712 206.C.5 : Ῥώμης Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου βουλόμενον
80713 206.C.6 : αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν,
80714 206.C.7 : ἠπείλησεν ἀποκτενεῖν αὐτόν· καταπλαγέντος δὲ τοῦ Μετέλλου
80715 206.C.8 : ’τοῦτ´‘ εἶπεν ’ὦ νεανίσκε, φῆσαί μοι χαλεπώτερον
80716 206.C.9 : ἦν ἢ ποιῆσαι.‘
80717 206.C.10 : Τῶν δὲ στρατιωτῶν αὐτῷ βραδέως εἰς Δυρράχιον
80718 206.C.11 : ἐκ Βρεντεσίου κομιζομένων λαθὼν ἅπαντας εἰς πλοῖον
80719 206.C.12 : ἐμβὰς μικρὸν ἐπεχείρησε διαπλεῖν τὸ πέλαγος· συγκλυζομένου
80720 206.D.1 : δὲ τοῦ πλοίου ποιήσας τῷ κυβερνήτῃ φανερὸν
80721 206.D.2 : ἑαυτὸν ἀνεβόησε ’πίστευε τῇ τύχῃ γνοὺς ὅτι Καίσαρα
80722 206.D.3 : κομίζεις.‘
80723 206.D.4 : Τότε μὲν οὖν ἐκωλύθη τοῦ χειμῶνος ἰσχυροῦ
80724 206.D.5 : γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων,
80725 206.D.6 : εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς·
80726 206.D.7 : ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ
80727 206.D.8 : ἐπεξῆλθεν, ἀλλ´ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, ’τήμε–
80728 206.D.9 : ρον‘ εἶπεν ’ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν
80729 206.D.10 : εἰδότα νικᾶν οὐκ ἔχουσιν.‘
80730 206.D.11 : Ἐν δὲ Φαρσάλῳ Πομπηίου παρατεταγμένην τὴν
80731 206.D.12 : φάλαγγα κατὰ χώραν ἑστάναι καὶ προσδέχεσθαι τοὺς
80732 206.E.1 : πολεμίους παρεγγυήσαντος ἁμαρτεῖν αὐτὸν ἔλεγε τὸν ἐξ
80733 206.E.2 : ἐπιδρομῆς μετ´ ἐνθουσιασμοῦ τόνον καὶ ῥοῖζον ἐκλύσαντα
80734 206.E.3 : τῶν στρατιωτῶν.
80735 206.E.4 : Φαρνάκην δὲ νικήσας τὸν Ποντικὸν ἐξ ἐφόδου
80736 206.E.5 : πρὸς τοὺς φίλους ἔγραψεν ’ἦλθον εἶδον ἐνίκησα.‘
80737 206.E.6 : Μετὰ δὲ τὴν ἐν Λιβύῃ τῶν περὶ τὸν Σκιπίωνα
80738 206.E.7 : φυγὴν καὶ ἧτταν Κάτωνος ἑαυτὸν ἀνελόντος ’φθονῶ σοι,
80739 206.E.8 : Κάτων,‘ εἶπε ’τοῦ θανάτου· καὶ γὰρ σὺ ἐμοὶ τῆς σῆς
80740 206.E.9 : σωτηρίας ἐφθόνησας.‘
80741 206.E.10 : Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ὑφορωμένων ἐνίων
80742 206.E.11 : καὶ φυλάττεσθαι κελευόντων, οὐ τούτους ἔφη δεδιέναι
80743 206.E.12 : τοὺς βαναύσους καὶ λιπῶντας, ἀλλὰ τοὺς ἰσχνοὺς καὶ
80744 206.E.13 : ὠχροὺς ἐκείνους, δείξας Βροῦτον καὶ Κάσσιον.
80745 206.F.1 : Λόγου δὲ παρὰ δεῖπνον ἐμπεσόντος περὶ θανάτου
80746 206.F.2 : ποῖος ἄριστος ’ὁ ἀπροσδόκητος‘ εἶπε.
80747 206.F.3 : ΚΑΙΣΑΡ Ο ΣΕΒΑΣΤΟΣ
80748 206.F.4 : Καῖσαρ ὁ πρῶτος ἐπικληθεὶς Σεβαστὸς ἔτι μειράκιον
80749 206.F.5 : ὢν Ἀντώνιον ἀπῄτει 〈τὰς〉 δισχιλίας πεντακοσίας
80750 206.F.6 : μυριάδας, ἃς τοῦ πρώτου Καίσαρος ἀναιρεθέντος ἐκ
80751 206.F.7 : τῆς οἰκίας πρὸς αὑτὸν ὁ Ἀντώνιος μετήνεγκεν, ἀποδοῦναι
80752 206.F.8 : Ῥωμαίοις βουλόμενος τὸ καταλειφθὲν ὑπὸ Καίσαρος,
80753 206.F.9 : ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε· τοῦ δ´ Ἀντωνίου
80754 206.F.10 : τὰ μὲν χρήματα κατέχοντος, ἐκεῖνον δὲ τῆς ἀπαιτήσεως
80755 207.A.1 : ἀμελεῖν, εἰ σωφρονεῖ, κελεύοντος, | ἐκήρυττε τὰ πατρῷα
80756 207.A.2 : καὶ ἐπίπρασκε· καὶ τὴν δωρεὰν ἀποδοὺς εὔνοιαν μὲν
80757 207.A.3 : αὑτῷ, μῖσος δ´ ἐκείνῳ παρὰ τῶν πολιτῶν περιεποίησεν.
80758 207.A.4 : Ἐπεὶ δὲ Ῥοιμητάλκης ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπ´
80759 207.A.5 : Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζε παρὰ
80760 207.A.6 : τοὺς πότους, ἀλλ´ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν,
80761 207.A.7 : προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν ’ἐγὼ
80762 207.A.8 : προδοσίαν φιλῶ, προδότας δ´ οὐκ ἐπαινῶ.‘
80763 207.A.9 : Τῶν δ´ Ἀλεξανδρέων μετὰ τὴν ἅλωσιν τὰ δεινότατα
80764 207.A.10 : πείσεσθαι προσδοκώντων ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ
80765 207.B.1 : παραστησάμενος Ἄρειον τὸν Ἀλεξανδρέα φείδεσθαι τῆς
80766 207.B.2 : πόλεως ἔφη πρῶτον μὲν διὰ τὸ μέγεθος καὶ τὸ κάλλος,
80767 207.B.3 : ἔπειτα διὰ τὸν κτίστην Ἀλέξανδρον, τρίτον δὲ δι´ Ἄρειον
80768 207.B.4 : τὸν φίλον.
80769 207.B.5 : Ἀκούσας δὲ ὅτι Ἔρως ὁ τὰ ἐν Αἰγύπτῳ διοικῶν
80770 207.B.6 : ὄρτυγα τὸν κρατοῦντα πάντων ἐν τῷ μάχεσθαι καὶ
80771 207.B.7 : ἀήττητον ὄντα πριάμενος ὀπτήσας κατέφαγε, μετεπέμψατο
80772 207.B.8 : αὐτὸν καὶ ἀνέκρινεν· ὁμολογήσαντα δ´ ἐκέλευσεν
80773 207.B.9 : ἱστῷ νηὸς προσηλωθῆναι.
80774 207.B.10 : Ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε
80775 207.B.11 : διοικητήν· ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον
80776 207.B.12 : ἦν ’φαλακρὸς † ἢ κλέπτης Θεόδωρος ὁ Ταρσεύς·
80777 207.B.13 : τί σοι δοκεῖ;‘ ἀναγνοὺς Καῖσαρ ὑπέγραψε ’δοκεῖ.‘
80778 207.C.1 : Παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθ´ ἕκαστον
80779 207.C.2 : ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.
80780 207.C.3 : Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον
80781 207.C.4 : ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δ´ ἀσπασάμενος
80782 207.C.5 : αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν ’ὅταν ὀργισθῇς, Καῖσαρ,
80783 207.C.6 : μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ
80784 207.C.7 : τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν‘, ἐπιλαβόμενος
80785 207.C.8 : αὐτοῦ τῆς χειρός ’ἔτι σοῦ παρόντος‘ ἔφη ’χρείαν ἔχω·‘
80786 207.C.9 : καὶ κατέσχεν αὐτὸν ὅλον ἐνιαυτόν, εἰπὼν ὅτι ’ἔστι καὶ
80787 207.C.10 : σιγῆς ἀκίνδυνον γέρας.‘ (Simonid. fr. 66 II p. 78 D.)
80788 207.C.11 : Ἀκούσας δὲ ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα
80789 207.D.1 : γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί
80790 207.D.2 : ποιήσει τὸν λοιπὸν χρόνον, ἐθαύμαζεν, εἰ μὴ μεῖζον
80791 207.D.3 : Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ κτήσασθαι μεγάλην ἡγεμονίαν
80792 207.D.4 : τὸ διατάξαι τὴν ὑπάρχουσαν.
80793 207.D.5 : Γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται
80794 207.D.6 : πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις γενομένους καὶ
80795 207.D.7 : πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προπεσὼν ὑπ´
80796 207.D.8 : ὀργῆς τὸν ἐπ´ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον
80797 207.D.9 : ἔτυπτε ταῖς χερσίν, ἐκείνου δ´ ἀναβοῶντος ’νόμον
80798 207.D.10 : ἔθηκας, ὦ Καῖσαρ,‘ οὕτω μετενόησεν, ὥστε τὴν ἡμέραν
80799 207.D.11 : ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.
80800 207.D.12 : Γάιον δὲ τὸν θυγατριδοῦν εἰς Ἀρμενίαν ἀποστέλλων
80801 207.E.1 : ᾐτεῖτο παρὰ τῶν θεῶν εὔνοιαν αὐτῷ τὴν Πομπηίου,
80802 207.E.2 : τόλμαν δὲ τὴν Ἀλεξάνδρου, τύχην δὲ τὴν ἑαυτοῦ παρακολουθῆσαι.
80803 207.E.3 :
80804 207.E.4 : Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον,
80805 207.E.5 : ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο,
80806 207.E.6 : Τιβέριον λέγων.
80807 207.E.7 : Θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι
80808 207.E.8 : βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλ´ ἐθορύβουν,
80809 207.E.9 : ’ἀκούσατε‘ εἶπε ’νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.‘
80810 207.E.10 : Τοῦ δ´ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος
80811 207.E.11 : ἔγραψεν ἀπ´ Αἰγίνης βούλεσθαι μὴ λανθάνειν αὐτοὺς
80812 207.E.12 : ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσειεν. ἄλλο δ´
80813 207.F.1 : οὐδὲν οὔτ´ εἶπεν αὐτοὺς οὔτ´ ἐποίησε.
80814 207.F.2 : Τῶν δ´ Εὐρυκλέους κατηγόρων ἑνὸς ἀφειδῶς καὶ
80815 207.F.3 : κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι
80816 207.F.4 : τοιοῦτον ’εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα,
80817 207.F.5 : κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην,‘
80818 207.F.6 : ὀργισθεὶς ἀπάγειν ἐκέλευσε· πυθόμενος δὲ ὅτι τῶν ἀπὸ
80819 207.F.7 : Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι μετεπέμψατο
80820 207.F.8 : καὶ μέτρια νουθετήσας ἀπέλυσε.
80821 208.A.1 : Πείσωνος δὲ τὴν οἰκίαν ἐκ θεμελίων | ἄχρι τῆς
80822 208.A.2 : στέγης ἐπιμελῶς οἰκοδομοῦντος, ’εὔθυμον‘ ἔφη ’με
80823 208.A.3 : ποιεῖς οὕτως οἰκοδομῶν, ὡς ἀιδίου τῆς Ῥώμης ἐσομένης.‘
80824 208.A.4 :