Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/δ
←Βιβλίον γ΄ | Βιβλίον δ΄ Συγγραφέας: Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον |
Βιβλίον ε΄→ |
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870. |
ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυτῶν τέχναις ἦσαν, ἀλλ᾽ ἠκολούθουν ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες, λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοιαῦτα τὸν ἄνδρα ᾄδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν ὑγιείας δεομένων ὁ θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις. ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐτὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων, ὁ δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφιξεσθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ ὅ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλιπαρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, ὅ τι αὐτοῦ δέοιντο, ὁ δὲ ‘ἰδεῖν’ ἔφη ‘καὶ ὀφθῆναι.’
ὁ δὲ Ἀπολλώνιος ‘ἀφίξομαι’ εἶπε ‘δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων.’ Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφεσον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν· ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυρρίχαις αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ ἀνδρογύνων, μεστὰ δὲ κτύπων· ὁ δὲ καίτοι μεταθεμένων τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιορᾶν ταῦτα, ἀλλ᾽ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολλοῖς.
τὰς δὲ ἄλλας διαλέξεις περὶ τὰ ἄλση τὰ ἐν τοῖς ξυστοῖς δρόμοις ἐποιεῖτο, διαλεγομένου δέ ποτε περὶ κοινωνίας καὶ διδάσκοντος, ὅτι χρὴ τρέφειν τε ἀλλήλους καὶ ὑπ᾽ ἀλλήλων τρέφεσθαι, στρουθοὶ μὲν ἐκάθηντο ἐπὶ τῶν δένδρων σιωπῶντες, εἷς δὲ αὐτῶν προσπετόμενος ἐβόα, παρακελεύεσθαί τι δοκῶν τοῖς ἄλλοις, οἱ δέ, ὡς ἤκουσαν, αὐτοί τε ἀνέκραγον καὶ ἀρθέντες ἐπέτοντο ὑπὸ τῷ ἑνί. ὁ μὲν δὴ Ἀπολλώνιος εἴχετο τοῦ λόγου γιγνώσκων μέν, ἐφ᾽ ὅ τι οἱ στρουθοὶ πέτοιντο, πρὸς δὲ τοὺς πολλοὺς οὐχ ἑρμηνεύων αὐτό, ἐπεὶ δὲ ἀνέβλεψαν ἐς αὐτοὺς πάντες καὶ ἀνοήτως ἔνιοι τερατῶδες αὐτὸ ἐνόμισαν, παραλλάξας ὁ Ἀπολλώνιος τοῦ λόγου ‘παῖς’ εἶπεν ‘ὤλισθεν ἀπάγων πυροὺς ἐν σκάφῃ καὶ κακῶς αὐτοὺς ξυλλεξάμενος αὐτὸς μὲν ἀπελήλυθε, πολλοὺς δ᾽ ἐσκεδασμένους ἀπολέλοιπεν ἐν στενωπῷ τῷ δεῖνι, ὁ δὲ στρουθὸς παρατυχὼν οὗτος πρόξενος τοῖς ἄλλοις ἥκει τοῦ ἑρμαίου καὶ ποιεῖται αὐτοὺς ξυσσίτους.’ οἱ μὲν δὴ πλεῖστοι τῶν ἀκροωμένων δρόμῳ ἐπὶ τοῦτο ᾤχοντο, ὁ δὲ Ἀπολλώνιος πρὸς τοὺς παρόντας διῄει τὸν λόγον, ὃν περὶ τῆς κοινωνίας προὔθετο, καὶ ἐπειδὴ ἀφίκοντο βοῶντές τε καὶ μεστοὶ θαύματος ‘οἱ μὲν στρουθοὶ’ εἶπεν ‘ὁρᾶτε, ὡς ἐπιμελοῦνταί τε ἀλλήλων καὶ κοινωνίᾳ χαίρουσιν, ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν, ἀλλὰ κἂν κοινωνοῦντα ἑτέροις ἴδωμεν, ἐκεῖνον μὲν ἀσωτίαν καὶ τρυφὴν καὶ τὰ τοιαῦτα ἡγούμεθα, τοὺς δὲ ὑπ᾽ αὐτοῦ τρεφομένους παρασίτους τε καὶ κόλακας φαμέν. καὶ τί λοιπὸν ἀλλ᾽ ἢ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ γαστρίζεσθαι, μέχρις ἂν διαρραγῶμεν παχυνόμενοι;’
Αοιμοῦ δὲ ὑφέρποντος τὴν Ἔφεσον καὶ οὔπω ἀνοιδούσης τῆς νόσου ξυνῆκε μὲν ὁ Ἀπολλώνιος τῆς προσβολῆς, ξυνεὶς δὲ προὔλεγε πολλαχοῦ τε τῶν διαλέξεων ‘ὦ γῆ, μένε ὁμοία,’ καὶ τοιαῦτα ἐπεφθέγγετο ξὺν ἀπειλῇ· ‘τούσδε σῶζε’ καὶ ‘οὐ παρελεύσῃ ἐνταῦθα.’ οἱ δ᾽ οὐ προσεῖχον καὶ τερατολογίαν τὰ τοιαῦτα ᾤοντο τοσῷδε μᾶλλον, ὅσῳ καὶ ἐς πάντα τὰ ἱερὰ φοιτῶν ἀποτρέπειν αὐτὸ ἐδόκει καὶ ἀπεύχεσθαι. ἐπεὶ δὲ ἀνοήτως εἶχον τοῦ πάθους, ἐκείνοις μὲν οὐδὲν ᾤετο δεῖν ἐπαρκεῖν ἔτι, τὴν δὲ ἄλλην Ἰωνίαν περιῄει διορθούμενος τὰ παρ᾽ ἑκάστοις καὶ διαλεγόμενος ἀεί τι σωτήριον τοῖς παροῦσιν.
Ἀφικνουμένῳ δὲ αὐτῷ ἐς τὴν Σμύρναν προσαπήντων μὲν οἱ Ἴωνες, καὶ γὰρ ἔτυχον Πανιώνια θύοντες, ἀναγνοὺς δὲ καὶ ψήφισμα Ἰωνικόν, ἐν ᾧ ἐδέοντο αὐτοῦ κοινωνῆσαί σφισι τοῦ ξυλλόγου, καὶ ὀνόματι προστυχὼν ἥκιστα Ἰωνικῷ, Λούκουλλος γάρ τις ἐπεγέγραπτο τῇ γνώμῃ, πέμπει ἐπιστολὴν ἐς τὸ κοινὸν αὐτῶν ἐπίπληξιν ποιούμενος περὶ τοῦ βαρβαρισμοῦ τούτου· καὶ γὰρ δὴ καὶ Φαβρίκιον καὶ τοιούτους ἑτέρους ἐν τοῖς ἐψηφισμένοις εὗρεν. ὡς μὲν οὖν ἐρρωμένως ἐπέπληξε, δηλοῖ ἡ περὶ τούτου ἐπιστολή.
παρελθὼν δὲ ἐπ᾽ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, ‘τίς’ ἔφη ‘ὁ κρατὴρ οὗτος;’ οἱ δὲ ἔφασαν ‘Πανιώνιος.’ ἀρυσάμενος οὖν καὶ σπείσας, ‘ὦ θεοί,’ εἶπεν ‘Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποικίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδ᾽ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις.’ τοιαῦτα ἐπεθείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα.
σπουδῇ δὲ ὁρῶν τοὺς Σμυρναίους ἁπάντων ἁπτομένους λόγων ἐπερρώννυε καὶ σπουδαιοτέρους ἐποίει, φρονεῖν τε ἐκέλευεν ἐφ᾽ ἑαυτοῖς μᾶλλον ἢ τῷ τῆς πόλεως εἴδει, καὶ γάρ, εἰ καὶ καλλίστη πόλεων, ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλ᾽ ἀνδράσιν ἐστεφανῶσθαι αὐτὴν ἥδιον ἢ στοαῖς τε καὶ γραφαῖς καὶ χρυσῷ πλείονι τοῦ ὄντος. τὰ μὲν γὰρ οἰκοδομήματα ἐπὶ ταὐτοῦ μένειν οὐδαμοῦ ὁρώμενα πλὴν ἐκείνου τοῦ μέρους τῆς γῆς, ἐν ᾧ ἐστιν, ἄνδρας δὲ ἀγαθοὺς πανταχοῦ μὲν ὁρᾶσθαι, πανταχοῦ δὲ φθέγγεσθαι, τὴν δὲ πόλιν, ἧς γεγόνασιν, ἀποφαίνειν τοσαύτην, ὅσοι περ αὐτοὶ γῆν ἐπελθεῖν δύνανται. ἔλεγε δὲ τὰς μὲν πόλεις τὰς οὕτω καλὰς ἐοικέναι τῷ τοῦ Διὸς ἀγάλματι, ὃς ἐν Ὀλυμπίᾳ τῷ Φειδίᾳ ἐκπεποίηται, καθῆσθαι γὰρ αὐτὸ — οὕτως τῷ δημιουργῷ ἔδοξε — τοὺς δὲ ἄνδρας ἐπὶ πάντα ἥκοντας μηδὲν ἀπεοικέναι τοῦ Ὁμηρείου Διός, ὃς ἐν πολλαῖς ἰδέαις Ὁμήρῳ πεποίηται θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλεφαντίνου· τὸν μὲν γὰρ ἐν γῇ φαίνεσθαι, τὸν δὲ ἐς πάντα ἐν τῷ οὐρανῷ ὑπονοεῖσθαι.
καὶ μὴν καὶ περὶ τοῦ πῶς ἂν πόλεις ἀσφαλῶς οἰκοῖντο ξυνεφιλοσόφει τοῖς Σμυρναίοις, διαφερομένους ὁρῶν ἀλλήλοις καὶ μὴ ξυγκειμένους τὰς γνώμας· ἔλεγε γὰρ δὴ τὴν ὀρθῶς οἰκησομένην πόλιν ὁμονοίας στασιαζούσης δεῖσθαι, τούτου δὲ ἀπιθάνως τε καὶ οὐκ ἐς τὸ ἀκόλουθον εἰρῆσθαι δόξαντος, ξυνεὶς ὁ Ἀπολλώνιος, ὅτι μὴ ἕπονται οἱ πολλοὶ τῷ λόγῳ ‘λευκὸν μὲν’ ἔφη ‘καὶ μέλαν οὐκ ἄν ποτε ταὐτὸν γένοιτο, οὐδ᾽ ἂν τῷ γλυκεῖ τὸ πικρὸν ὑγιῶς ξυγκραθείη, ὁμόνοια δὲ στασιάσει σωτηρίας ἕνεκα τῶν πόλεων. ὃ δὲ λέγω, τοιοῦτον ἡγώμεθα· στάσις ἡ μὲν ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, ᾗ παιδοτροφίας τε δεῖ καὶ νόμων καὶ ἀνδρῶν, ἐφ᾽ οἷς λόγοι καὶ ἔργα, φιλοτιμία δὲ ἡ πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ καὶ πῶς ἂν ὁ μὲν γνώμης εἴποι βελτίω γνώμην, ὁ δ᾽ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, ὁ δὲ πρεσβεύσειεν, ὁ δ᾽ ἐξοικοδομήσαιτο λαμπρότερον τῆς ἑτέρου ἐπιστατείας, ἔρις, οἶμαι, αὕτη ἀγαθὴ καὶ στάσις πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ. τὸ δ᾽ ἄλλον ἄλλο ἐπιτηδεύοντας ἐς τὸ τῆς πόλεως ὄφελος ξυμφέρειν Λακεδαιμονίοις μὲν εὔηθες ἐδόκει πάλαι, τὰ γὰρ πολεμικὰ ἐξεπονεῖτό ῾σφισἰ καὶ ἐς τοῦτο ἔρρωντο πάντες καὶ τούτου μόνου ἥπτοντο, ἐμοὶ δ᾽ ἄριστον δοκεῖ τὸ πράττειν ἕκαστον, ὅ τι οἶδε καὶ ὅ τι δύναται. εἰ γὰρ ὁ μὲν ἀπὸ δημαγωγίας θαυμασθήσεται, ὁ δὲ ἀπὸ σοφίας, ὁ δὲ ἀπὸ τοῦ ἐς τὸ κοινὸν πλουτεῖν, ὁ δὲ ἀπὸ τοῦ χρηστὸς εἶναι, ὁ δὲ ἀπὸ τοῦ ἐμβριθὴς καὶ μὴ ξυγγνώμων τοῖς ἁμαρτάνουσιν, ὁ δὲ ἀπὸ τοῦ μὴ διαβεβλῆσθαι τὰς χεῖρας, εὖ κείσεται ἡ πόλις, μᾶλλον δὲ ἑστήξει.’
καὶ ἅμα διιὼν ταῦτα ναῦν εἶδε τῶν τριαρμένων ἐκπλέουσαν καὶ τοὺς ναύτας ἄλλον ἄλλως ἐς τὸ ἀνάγεσθαι αὐτὴν πράττοντας. ἐπιστρέφων οὖν τοὺς παρόντας ‘ὁρᾶτε’ εἶπε ‘τὸν τῆς νεὼς δῆμον, ὡς οἱ μὲν τὰς ἐφολκίδας ἐμβεβήκασιν ἐρετικοὶ ὄντες, οἱ δ᾽ ἀγκύρας ἀνιμῶσί τε καὶ ἀναρτῶσιν, οἱ δὲ ὑπέχουσι τὰ ἱστία τῷ ἀνέμῳ, οἱ δὲ ἐκ πρύμνης τε καὶ πρῴρας προορῶσιν; εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονήρως πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν· εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὅρμοι τῇ νηὶ ταύτῃ, μεστὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτοῖς εὐβουλία δόξει.’
τοιούτοις μὲν δὴ λόγοις ξυνεῖχε τὴν Σμύρναν, ἐπεὶ δὲ ἡ νόσος τοῖς Ἐφεσίοις ἐνέπεσε καὶ οὐδὲν ἦν πρὸς αὐτὴν αὔταρκες, ἐπρεσβεύοντο παρὰ τὸν Ἀπολλώνιον, ἰατρὸν· ποιούμενοι αὐτὸν τοῦ πάθους, ὁ δὲ οὐκ ᾤετο δεῖν ἀναβάλλεσθαι τὴν ὁδόν, ἀλλ᾽ εἰπὼν ‘ἴωμεν’ ἦν ἐν Ἐφέσῳ, τοῦ Πυθαγόρου, οἶμαι, ἐκεῖνο πράττων τὸ ἐν Θουρίοις ὁμοῦ καὶ Μεταποντίοις εἶναι. ξυναγαγὼν οὖν τοὺς Ἐφεσίους ‘θαρσεῖτε,’ ἔφη ‘τήμερον γὰρ παύσω τὴν νόσον,’ καὶ εἰπὼν ἦγεν ἡλικίαν πᾶσαν ἐπὶ τὸ θέατρον, οὗ τὸ τοῦ Ἀποτροπαίου ἵδρυται. πτωχεύειν δέ τις ἐνταῦθα ἐδόκει γέρων ἐπιμύων τοὺς ὀφθαλμοὺς τέχνῃ, καὶ πήραν ἔφερε καὶ ἄρτου ἐν αὐτῇ τρύφος, ῥάκεσί τε ἠμφίεστο καὶ αὐχμηρῶς εἶχε τοῦ προσώπου. περιστήσας οὖν τοὺς Ἐφεσίους αὐτῷ ‘βάλλετε τὸν θεοῖς ἐχθρὸν’ εἶπε ‘ξυλλεξάμενοι τῶν λίθων ὡς πλείστους’. θαυμαζόντων δὲ τῶν Ἐφεσίων, ὅ τι λέγοι, καὶ δεινὸν ἡγουμένων, εἰ ξένον ἀποκτενοῦσιν ἀθλίως οὕτω πράττοντα, καὶ γὰρ ἱκέτευε καὶ πολλὰ ἐπὶ ἐλέῳ ἔλεγεν, ἐνέκειτο παρακελευόμενος τοῖς Ἐφεσίοις ἐρείδειν τε καὶ μὴ ἀνιέναι. ὡς δὲ ἀκροβολισμῷ τινες ἐπ᾽ αὐτῷ ἐχρήσαντο καὶ ῾ὀ̔ καταμύειν δοκῶν ἀνέβλεψεν ἀθρόον πυρός τε μεστοὺς τοὺς ὀφθαλμοὺς ἔδειξε, ξυνῆκαν οἱ Ἐφέσιοι τοῦ δαίμονος καὶ κατελίθωσαν οὕτως αὐτόν, ὡς κολωνὸν λίθων περὶ αὐτὸν χώσασθαι. διαλιπὼν δὲ ὀλίγον ἐκέλευσεν ἀφελεῖν τοὺς λίθους, καὶ τὸ θηρίον, ὃ ἀπεκτόνασι, γνῶναι. γυμνωθέντος οὖν τοῦ βεβλῆσθαι δοκοῦντος ὁ μὲν ἠφάνιστο, κύων δὲ τὸ μὲν εἶδος ὅμοιος τῷ ἐκ Μολοττῶν, μέγεθος δὲ κατὰ τὸν μέγιστον λέοντα ξυντετριμμένος ὤφθη ὑπὸ τῶν λίθων καὶ παραπτύων ἀφρόν, ὥσπερ οἱ λυττῶντες. τὸ μὲν δὴ τοῦ Ἀποτροπαίου ἕδος, ἔστι δὲ Ἡρακλῆς, ἵδρυται περὶ τὸ χωρίον, ἐν ᾧ τὸ φάσμα ἐβλήθη.
καθήρας δὲ τοὺς Ἐφεσίους τῆς νόσου καὶ τῶν κατὰ τὴν Ἰωνίαν ἱκανῶς ἔχων ἐς τὴν Ἑλλάδα ὥρμητο. βαδίσας οὖν ἐς τὸ Πέργαμον καὶ ἡσθεὶς τῷ τοῦ Ἀσκληπιοῦ ἱερῷ τοῖς τε ἱκετεύουσι τὸν θεὸν ὑποθέμενος, ὁπόσα δρῶντες εὐξυμβόλων ὀνειράτων τεύξονται, πολλοὺς δὲ καὶ ἰασάμενος ἦλθεν ἐς τὴν Ἰλιάδα καὶ πάσης τῆς περὶ αὐτῶν ἀρχαιολογίας ἐμφορηθεὶς ἐφοίτησεν ἐπὶ τοὺς τῶν Ἀχαιῶν τάφους, καὶ πολλὰ μὲν εἰπὼν ἐπ᾽ αὐτοῖς, πολλὰ δὲ τῶν ἀναίμων τε καὶ καθαρῶν καθαγίσας τοὺς μὲν ἑταίρους ἐκέλευσεν ἐπὶ τὴν ναῦν χωρεῖν, αὐτὸς δὲ ἐπὶ τοῦ κολωνοῦ τοῦ Ἀχιλλέως ἐννυχεύσειν ἔφη. δεδιττομένων οὖν τῶν ἑταίρων αὐτόν, καὶ γὰρ δὴ καὶ οἱ Διοσκορίδαι καὶ οἱ Φαίδιμοι καὶ ἡ τοιάδε ὁμιλία πᾶσα ξυνῆσαν ἤδη τῷ Ἀπολλωνίῳ, τόν τε Ἀχιλλέα φοβερὸν ἔτι φασκόντων φαίνεσθαι, τουτὶ γὰρ καὶ τοὺς ἐν τῷ Ἰλίῳ περὶ αὐτοῦ πεπεῖσθαι ‘καὶ μὴν ἐγὼ’ ἔφη ‘τὸν Ἀχιλλέα σφόδρα οἶδα ταῖς ξυνουσίαις χαίροντα, τόν τε γὰρ Νέστορα τὸν ἐκ τῆς Πύλου μάλα ἠσπάζετο, ἐπειδὴ ἀεί τι αὐτῷ διῄει χρηστόν, τόν τε Φοίνικα τροφέα καὶ ὀπαδὸν καὶ τὰ τοιαῦτα τιμᾶν ἐνόμιζεν, ἐπειδὴ διῆγεν αὐτὸν ὁ Φοῖνιξ λόγοις, καὶ τὸν Πρίαμον δὲ καίτοι πολεμιώτατον αὐτῷ ὄντα πρᾳότατα εἶδεν, ἐπειδὴ διαλεγομένου ἤκουσε, καὶ Ὀδυσσεῖ δὲ ἐν διχοστασίᾳ ξυγγενόμενος οὕτω μέτριος ὤφθη, ὡς καλὸς τῷ Ὀδυσσεῖ μᾶλλον ἢ φοβερὸς δόξαι. τὴν μὲν δὴ ἀσπίδα καὶ τὴν κόρυν τὴν δεινόν, ὥς φασι, νεύουσαν, ἐπὶ τοὺς Τρῶας οἶμαι αὐτῷ εἶναι μεμνημένῳ, ἃ ὑπ᾽ αὐτῶν ἔπαθεν ἀπιστησάντων πρὸς αὐτὸν ὑπὲρ τοῦ γάμου, ἐγὼ δὲ οὔτε μετέχω τι τοῦ Ἰλίου διαλέξομαί τε αὐτῷ χαριέστερον ἢ οἱ τότε ἑταῖροι, κἂν ἀποκτείνῃ με, ὥς φατε, μετὰ Μέμνονος δήπου καὶ Κύκνου κείσομαι καὶ ἴσως με ἐν καπέτῳ κοίλῃ, καθάπερ τὸν Ἕκτορα, ἡ Τροία θάψει.’ τοιαῦτα πρὸς τοὺς ἑταίρους ἀναμὶξ παίξας τε καὶ σπουδάσας προσέβαινε τῷ κολωνῷ μόνος, οἱ δὲ ἐβάδιζον ἐπὶ τὴν ναῦν ἑσπέρας ἤδη.
ὁ δὲ Ἀπολλώνιος περὶ ὄρθρον ἥκων ‘ποῦ’ ἔφη ‘Ἀντισθένης ὁ Πάριος’; ἑβδόμην δὲ οὗτος ἡμέραν ἐτύγχανεν ἤδη προσπεφοιτηκὼς αὐτῷ ἐν Ἰλίῳ. ὑπακούσαντος δὲ τοῦ Ἀντισθένους ‘προσήκεις τι’, ἔφη ‘ὦ νεανία, τῇ Τροίᾳ’; ‘σφόδρα’, εἶπεν ‘εἰμὶ γὰρ δὴ ἄνωθεν Τρώς’. ‘ἦ καὶ Πριαμίδης;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ἐκ τούτου γὰρ δὴ ἀγαθός τε οἶμαι κἀξ ἀγαθῶν εἶναι’. ‘εἰκότως οὖν’ ἔφη ‘ὁ Ἀχιλλεὺς ἀπαγορεύει μοι μὴ ξυνεῖναί σοι, κελεύσαντος γὰρ αὐτοῦ πρεσβεῦσαί με πρὸς τοὺς Θετταλοὺς περὶ ὧν αἰτιᾶται σφᾶς, ὡς ἠρόμην, τί ἂν πρὸς τούτῳ ἕτερον πρὸς χάριν αὐτῷ πράττοιμι, τὸ μειράκιον ἔφη τὸ ἐκ Πάρου μὴ ποιούμενος ξυνέμπορον τῆς ἑαυτοῦ σοφίας, Πριαμίδης τε γὰρ ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.’
ὁ μὲν δὴ Ἀντισθένης ἄκων ἀπῆλθεν, ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὸ πνεῦμα ἐκ τῆς γῆς ἐπεδίδου περί τε ἀναγωγὴν ἡ ναῦς εἶχεν, ἐπέρρεον αὐτῇ σμικρᾷ οὔσῃ πλείους ἕτεροι βουλόμενοι τῷ Ἀπολλωνίῳ ξυμπλεῖν, καὶ γὰρ μετόπωρον ἤδη ἐτύγχανε καὶ ἡ θάλαττα ἧττον βεβαία. πάντες οὖν καὶ χειμῶνος καὶ πυρὸς καὶ τῶν χαλεπωτάτων κρείττω τὸν ἄνδρα ἡγούμενοι ξυνεμβαίνειν ἤθελον καὶ ἐδέοντο προσδοῦναί σφισι τῆς κοινωνίας τοῦ πλοῦ. ἐπεὶ δὲ τὸ πλήρωμα πολλαπλάσιον ἦν τῆς νεώς, ναῦν μειζω ἑτέραν ἐπισκεψάμενος, πολλαὶ δὲ περὶ τὸ Αἰάντειον ἦσαν ‘ἐνταῦθα’ ἔφη ‘ἐμβαίνωμεν, καλὸν γὰρ τὸ μετὰ πλειόνων σώζεσθαι.’ περιβαλὼν οὖν τὸ Τρωικὸν ἀκρωτήριον, ἐκέλευσε τὸν κυβερνήτην κατασχεῖν ἐς τὴν Αἰολέων, ἣ ἀντιπέρας Λέσβου κεῖται, πρὸς Μήθυμνάν τε μᾶλλον τετραμμένον ποιεῖσθαι τὸν ὅρμον. ‘ἐνταῦθα γάρ που τὸν Παλαμήδην φησὶν ὁ Ἀχιλλεὺς κεῖσθαι, οὗ καὶ ἄγαλμα αὐτοῦ εἶναι πηχυαῖον, ἐν πρεσβυτέρῳ, ἢ ὡς Παλαμήδης, τῷ εἴδει.’ καὶ ἅμα ἐξιὼν τῆς νεὼς ‘ἐπιμεληθῶμεν’, εἶπεν ‘ὦ ἄνδρες Ἕλληνες, ἀγαθοῦ ἀνδρός, δι᾽ ὃν σοφία πᾶσα, καὶ γὰρ ἂν καὶ τῶν γε Ἀχαιῶν βελτίους γενοίμεθα, τιμῶντες δι᾽ ἀρετήν, ὃν ἐκεῖνοι δίκῃ οὐδεμιᾷ ἀπέκτειναν.’ οἱ μὲν δὴ ἐξεπήδων τῆς νεώς, ὁ δὲ ἐνέτυχε τῷ τάφῳ καὶ τὸ ἄγαλμα κατορωρυγμένον πρὸς αὐτῷ εὗρεν. ἐπεγέγραπτο δὲ τῇ βάσει τοῦ ἀγάλματος ΘΕΙΩΙ ΠΑΛΑΜΗΔΕΙ. καθιδρύσας οὖν αὐτό, ὡς κἀγὼ εἶδον, καὶ ἱερὸν περὶ αὐτὸ βαλόμενος, ὅσον οἱ τὴν Ἐνοδίαν τιμῶντες, ἔστι γὰρ ὡς δέκα ξυμπότας ἐν αὐτῷ εὐωχεῖσθαι, τοιάνδε εὐχὴν ηὔξατο· ‘Παλάμηδες, ἐκλάθου τῆς μήνιδος, ἣν ἐν τοῖς Ἀχαιοῖς ποτε ἐμήνισας, καὶ δίδου γίγνεσθαι πολλούς τε καὶ σοφοὺς ἄνδρας. ναὶ Παλάμηδες, δι᾽ ὃν λόγοι, δι᾽ ὃν Μοῦσαι, δι᾽ ὃν ἐγώ.’
παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν. ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοίτων ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον μήτ᾽ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ ‘πέπαυσο’ ἔφη ‘τῶν ἐμῶν, καὶ γὰρ δὴ ῾καἲ ᾄδοντά σε ἱκανῶς ἤνεγκα’.
πλεόντων δὲ αὐτῶν μετὰ ταῦτα τὸ ἐπ᾽ Εὐβοίας πέλαγος, ὃ καὶ Ὁμήρῳ δοκεῖ τῶν χαλεπῶν καὶ δυσμετρήτων εἶναι, ἡ μὲν θάλαττα ὑπτία καὶ τῆς ὥρας κρείττων ἐφαίνετο λόγοι τε ἐγίγνοντο περί τε νήσων, ἐπειδὴ πολλαῖς τε καὶ ὀνομασταῖς ἐνετύγχανον, περί τε ναυπηγίας καὶ κυβερνητικῆς πρόσφοροι τοῖς πλέουσιν, ἐπεὶ δὲ ὁ Δάμις τοὺς μὲν διέβαλλε τῶν λόγων, τοὺς δὲ ὑπετέμνετο, τοὺς δὲ οὐ ξυνεχώρει ἐρωτᾶν, ξυνῆκεν ὁ Ἀπολλώνιος, ὅτι λόγον ἕτερον σπουδάσαι βούλοιτο, καὶ ‘τί παθών’, ἔφη ‘ὦ Δάμι, διασπᾷς τὰ ἐρωτώμενα; οὐ γὰρ ναυτιῶν γε ἢ ὑπὸ τοῦ πλοῦ πονήρως ἔχων ἀποστρέφῃ τοὺς λόγους, ἡ γὰρ θάλαττα, ὁρᾷς, ὡς ὑποτέθεικεν ἑαυτὴν τῇ νηὶ καὶ πέμπει. τί οὖν δυσχεραίνεις;’ ‘ὅτι’ ἔφη ‘λόγου μεγάλου ἐν μέσῳ ὄντος, ὃν εἰκὸς ἦν ἐρωτᾶν μᾶλλον, ἡμεῖς δὲ τοὺς ἑώλους τε καὶ ἀρχαίους ἐρωτῶμεν.’ ‘καὶ τίς’ εἶπεν ‘ὁ λόγος οὗτος εἴη ἄν, δἰ ὃν τοὺς ἄλλους ἡγῇ περιττούς;’ ‘Ἀχιλλεῖ’ ἔφη ‘ξυγγενόμενος, ὦ Ἀπολλώνιε, καὶ πολλὰ ἴσως διακηκοὼς μήπω ἡμῖν γιγνωσκόμενα οὐ δίει ταῦτα, οὐδὲ τὸ εἶδος ἡμῖν τοῦ Ἀχιλλέως ἀνατυποῖς, περιπλεῖς δὲ τὰς νήσους καὶ ναυπηγεῖς τῷ λόγῳ.’ ‘εἰ μὴ ἀλαζονεύεσθαι’ ἔφη ‘δόξω, πάντα εἰρήσεται.’
δεομένων δὲ καὶ τῶν ἄλλων τοῦ λόγου τούτου καὶ φιληκόως ἐχόντων αὐτοῦ ‘ἀλλ᾽ οὐχὶ βόθρον’ εἶπεν ‘Ὀδυσσέως ὀρυξάμενος, οὐδὲ ἀρνῶν αἵματι ψυχαγωγήσας ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ᾽ εὐξάμενος, ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασιν εὔχεσθαι, ‘ὦ Ἀχιλλεῦ,’ ἔφην ‘τεθνάναι σε οἱ πολλοὶ τῶν ἀνθρώπων φασίν, ἐγὼ δὲ οὐ ξυγχωρῶ τῷ λόγῳ, οὐδὲ Πυθαγόρας σοφίας ἐμῆς πρόγονος. εἰ δὴ ἀληθεύομεν, δεῖξον ἡμῖν τὸ σεαυτοῦ εἶδος, καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο.’ ἐπὶ τούτοις σεισμὸς μὲν περὶ τὸν κολωνὸν βραχὺς ἐγένετο, πεντάπηχυς δὲ νεανίας ἀνεδόθη Θετταλικὸς τὴν χλαμύδα, τὸ δὲ εἶδος οὐκ ἀλαζών τις ἐφαίνετο, ὡς ἐνίοις ὁ Ἀχιλλεὺς δοκεῖ, δεινός τε ὁρώμενος οὐκ ἐξήλλαττε τοῦ φαιδροῦ, τὸ δὲ κάλλος οὔπω μοι δοκεῖ ἐπαινέτου ἀξίου ἐπειλῆφθαι καίτοι Ὁμήρου πολλὰ ἐπ᾽ αὐτῷ εἰπόντος, ἀλλὰ ἄρρητον εἶναι καὶ καταλύεσθαι μᾶλλον ὑπὸ τοῦ ὑμνοῦντος ἢ παραπλησίως ἑαυτῷ ᾄδεσθαι. ὁρώμενος δέ, ὁπόσον εἶπον, μείζων ἐγίγνετο καὶ διπλάσιος καὶ ὑπὲρ τοῦτο, δωδεκάπηχυς γοῦν ἐφάνη μοι, ὅτε δὴ τελεώτατος ἑαυτοῦ ἐγένετο, καὶ τὸ κάλλος ἀεὶ ξυνεπεδίδου τῷ μήκει. τὴν μὲν δὴ κόμην οὐδὲ κείρασθαί ποτε ἔλεγεν, ἀλλὰ ἄσυλον φυλάξαι τῷ Σπερχειῷ, ποταμῶν γὰρ πρώτῳ Σπερχειῷ χρήσασθαι, τὰ γένεια δ᾽ αὐτῷ πρώτας ἐκβολὰς εἶχε. προσειπὼν δέ με ‘ἀσμένως’ εἶπεν ‘ἐντετύχηκά σοι, πάλαι δεόμενος ἀνδρὸς τοιῦδε· Θετταλοὶ γὰρ τὰ ἐναγίσματα χρόνον ἤδη πολὺν ἐκλελοίπασί μοι, καὶ μηνίειν μὲν οὔπω ἀξιῶ, μηνίσαντος γὰρ ἀπολοῦνται μᾶλλον ἢ οἱ ἐνταῦθά ποτε Ἕλληνες, ξυμβουλίᾳ δὲ ἐπιεικεῖ χρῶμαι, μὴ ὑβρίζειν σφᾶς ἐς τὰ νόμιμα, μηδὲ κακίους ἐλέγχεσθαι τουτωνὶ τῶν Τρώων, οἳ τοσούσδε ἄνδρας ὑπ᾽ ἐμοῦ ἀφαιρεθέντες δημοσίᾳ τε θύουσί μοι καὶ ὡραίων ἀπάρχονται καὶ ἱκετηρίαν τιθέμενοι σπονδὰς αἰτοῦσιν, ἃς ἐγὼ οὐ δώσω· τὰ γὰρ ἐπιορκηθέντα τούτοις ἐπ᾽ ἐμὲ οὐκ ἐάσει τὸ Ἴλιόν ποτε τὸ ἀρχαῖον ἀναλαβεῖν εἶδος, οὐδὲ τυχεῖν ἀκμῆς, ὁπόση περὶ πολλὰς τῶν καθῃρημένων ἐγένετο, ἀλλ᾽ οἰκήσουσιν αὐτὸ βελτίους οὐδὲν ἢ εἰ χθὲς ἥλωσαν. ἵν᾽ οὖν μὴ καὶ τὰ Θετταλῶν ἀποφαίνω ὅμοια, πρέσβευε παρὰ τὸ κοινὸν αὐτῶν ὑπὲρ ὧν εἶπον.’ ‘πρεσβεύσω’, ἔφην ‘ὁ γὰρ νοῦς τῆς πρεσβείας ἦν μὴ ἀπολέσθαι αὐτούς. ἀλλ᾽ ἐγώ τί σου, Ἀχιλλεῦ, δέομαι.’ ‘ξυνίημι’, ἔφη ‘δῆλος γὰρ εἶ περὶ τῶν Τρωικῶν ῾ἐρωτήσων᾽· ἐρώτα δὲ λόγους πέντε, οὓς αὐτός τε βούλει καὶ Μοῖραι ξυγχωροῦσιν.’ ἠρόμην οὖν πρῶτον, εἰ κατὰ τὸν τῶν ποιητῶν λόγον ἔτυχε τάφου. ‘κεῖμαι μέν,’ εἶπεν ‘ὡς ἔμοιγε ἥδιστον καὶ Πατρόκλῳ ἐγένετο, ξυνέβημεν γὰρ δὴ κομιδῇ νέοι, ξυνέχει δὲ ἄμφω χρυσοῦς ἀμφορεὺς κειμένους, ὡς ἕνα. Μουσῶν δὲ θρῆνοι καὶ Νηρηίδων, οὓς ἐπ᾽ ἐμοὶ γενέσθαι φασί, Μοῦσαι μὲν οὐδ᾽ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηίδες δὲ ἔτι φοιτῶσι.’ μετὰ ταῦτα δὲ ἠρόμην, εἰ ἡ Πολυξένη ἐπισφαγείη αὐτῷ, ὁ δὲ ἀληθὲς μὲν ἔφη τοῦτο εἶναι, σφαγῆναι δὲ αὐτὴν οὐχ ὑπὸ τῶν Ἀχαιῶν, ἀλλ᾽ ἑκοῦσαν ἐπὶ τὸ σῆμα ἐλθοῦσαν καὶ τὸν ἑαυτῆς τε κἀκείνου ἔρωτα μεγάλων ἀξιῶσαι προσπεσοῦσαν ξίφει ὀρθῷ. τρίτον ἠρόμην· ἡ Ἑλένη, ὦ Ἀχιλλεῦ, ἐς Τροίαν ἦλθεν ἢ Ὁμήρῳ ἔδοξεν ὑποθέσθαι ταῦτα;’ ‘πολὺν’ ἔφη ‘χρόνον ἐξηπατώμεθα πρεσβευόμενοί τε παρὰ τοὺς Τρῶας καὶ ποιούμενοι τὰς ὑπὲρ αὐτῆς μάχας, ὡς ἐν τῷ Ἰλίῳ οὔσης, ἡ δ᾽ Αἴγυπτὸν τε ᾤκει καὶ τὸν Πρωτέως οἶκον ἁρπασθεῖσα ὑπὸ τοῦ Πάριδος. ἐπεὶ δὲ ἐπιστεύθη τοῦτο, ὑπὲρ αὐτῆς τῆς Τροίας λοιπὸν ἐμαχόμεθα, ὡς μὴ αἰσχρῶς ἀπέλθοιμεν.’ ἡψάμην καὶ τετάρτης ἐρωτήσεως καὶ θαυμάζειν ἔφην, εἰ τοσούσδε ὁμοῦ καὶ τοιούσδε ἄνδρας ἡ Ἑλλὰς ἤνεγκεν, ὁπόσους Ὅμηρος ἐπὶ τὴν Τροίαν ξυντάττει. ὁ δὲ Ἀχιλλεὺς ‘οὐδὲ οἱ βάρβαροι’ ἔφη ‘πολὺ ἡμῶν ἐλείποντο, οὕτως ἡ γῆ πᾶσα ἀρετῆς ἤνθησε.’ πέμπτον δ᾽ ἠρόμην· τί παθὼν Ὅμηρος τὸν Παλαμήδην οὐκ οἶδεν, ἢ οἶδε μέν, ἐξαιρεῖ δὲ τοῦ περὶ ὑμῶν λόγου; ‘εἰ Παλαμήδης’ εἶπεν ‘ἐς Τροίαν οὐκ ἦλθεν, οὐδὲ Τροία ἐγένετο· ἐπεὶ δὲ ἀνὴρ σοφώτατός τε καὶ μαχιμώτατος ἀπέθανεν, ὡς Ὀδυσσεῖ ἔδοξεν, οὐκ ἐσάγεται αὐτὸν ἐς τὰ ποιήματα Ὅμηρος, ὡς μὴ τὰ ὀνείδη τοῦ Ὀδυσσέως ᾄδοι.’ καὶ ἐπολοφυράμενος αὐτῷ ὁ Ἀχιλλεὺς ὡς μεγίστῳ τε καὶ καλλίστῳ νεωτάτῳ τε καὶ πολεμικωτάτῳ σωφροσύνῃ τε ὑπερβαλομένῳ πάντας καὶ πολλὰ ξυμβαλομένῳ ταῖς Μούσαις ‘ἀλλὰ σύ,’ ἔφη ‘Ἀπολλώνιε, σοφοῖς γὰρ πρὸς σοφοὺς ἐπιτήδεια, τοῦ τε τάφου ἐπιμελήθητι καὶ τὸ ἄγαλμα τοῦ Παλαμήδους ἀνάλαβε φαύλως ἐρριμμένον· κεῖται δὲ ἐν τῇ Αἰολίδι κατὰ Μήθυμναν τὴν ἐν Λέσβῳ.’ ταῦτα εἰπὼν καὶ ἐπὶ πᾶσι τὰ περὶ τὸν νεανίαν τὸν ἐκ Πάρου ἀπῆλθε ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.
τοιαῦτα μὲν τὰ ἐπὶ τῆς νεώς, ἐς δὲ τὸν Πειραιᾶ ἐσπλεύσας περὶ μυστηρίων ὥραν, ὅτε Ἀθηναῖοι πολυανθρωπότατα Ἑλλήνων πράττουσιν, ἀνῄει ξυντείνας ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ, προιὼν δὲ πολλοῖς τῶν φιλοσοφούντων ἐνετύγχανε Φάληράδε κατιοῦσιν, ὧν οἱ μὲν γυμνοὶ ἐθέροντο, καὶ γὰρ τὸ μετόπωρον εὐήλιον τοῖς Ἀθηναίοις, οἱ δὲ ἐκ βιβλίων ἐσπούδαζον, οἱ δ᾽ ἀπὸ στόματος ἠσκοῦντο, οἱ δὲ ἤριζον. παρῄει δὲ οὐδεὶς αὐτόν, ἀλλὰ τεκμηράμενοι πάντες, ὡς εἴη Ἀπολλώνιος, ξυνανεστρέφοντό τε καὶ ἠσπάζοντο χαίροντες, νεανίσκοι δὲ ὁμοῦ δέκα περιτυχόντες αὐτῷ ‘νὴ τὴν Ἀθηνᾶν ἐκείνην,’ ἔφασαν ἀνατείναντες τὰς χεῖρας ἐς τὴν ἀκρόπολιν, ‘ἡμεῖς ἄρτι ἐς Πειραιᾶ ἐβαδίζομεν πλευσόμενοι ἐς Ἰωνίαν παρὰ σέ.’ ὁ δὲ ἀπεδέχετο αὐτῶν καὶ ξυγχαίρειν ἔφη φιλοσοφοῦσιν.
ἦν μὲν δὴ Ἐπιδαυρίων ἡμέρα. τὰ δὲ Ἐπιδαύρια μετὰ πρόρρησίν τε καὶ ἱερεῖα δεῦρο μυεῖν Ἀθηναίοις πάτριον ἐπὶ θυσίᾳ δευτέρᾳ, τουτὶ δὲ ἐνόμισαν Ἀσκληπιοῦ ἕνεκα, ὅτι δὴ ἐμύησαν αὐτὸν ἥκοντα Ἐπιδαυρόθεν ὀψὲ μυστηρίων. ἀμελήσαντες δὲ οἱ πολλοὶ τοῦ μυεῖσθαι περὶ τὸν Ἀπολλώνιον εἶχον καὶ τοῦτ᾽ ἐσπούδαζον μᾶλλον ἢ τὸ ἀπελθεῖν τετελεσμένοι, ὁ δὲ ξυνέσεσθαι μὲν αὐτοῖς αὖθις ἔλεγεν, ἐκέλευσε δὲ πρὸς τοῖς ἱεροῖς τότε γίγνεσθαι, καὶ γὰρ αὐτὸς μυεῖσθαι. ὁ δὲ ἱεροφάντης οὐκ ἐβούλετο παρέχειν τὰ ἱερά, μὴ γὰρ ἄν ποτε μυῆσαι γόητα, μηδὲ τὴν Ἐλευσῖνα ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ὁ δὲ Ἀπολλώνιος οὐδὲν ὑπὸ τούτων ἥττων αὑτοῦ γενόμενος ‘οὔπω’ ἔφη ‘τὸ μέγιστον, ὧν ἐγὼ ἐγκληθείην ἄν, εἴρηκας, ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον.’ ἐπαινεσάντων δὲ τῶν παρόντων, ὡς ἐρρωμένως καὶ παραπλησίως αὑτῷ ἀπεκρίνατο, ὁ μὲν ἱεροφάντης, ἐπειδὴ ἐξείργων αὐτὸν οὐ φίλα τοῖς πολλοῖς ἐδόκει πράττειν, μετέβαλε τοῦ τόνου καὶ ‘μυοῦ’, ἔφη ‘σοφὸς γάρ τις ἥκειν ἔοικας’, ὁ δὲ Ἀπολλώνιος ‘μυήσομαι’ ἔφη ‘αὖθις, μυήσει δέ με ὁ δεῖνα’ προγνώσει χρώμενος ἐς τὸν μετ᾽ ἐκεῖνον ἱεροφάντην, ὃς μετὰ τέτταρα ἔτη τοῦ ἱεροῦ προὔστη.
τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δάμις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδασθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλοθύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπένδοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει. διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτ᾽ ἐλέγχων τὸν ἱεροφάντην δι᾽ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε· τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;
διαλεγομένου δὲ αὐτοῦ περὶ τοῦ σπένδειν παρέτυχε μὲν τῷ λόγῳ μειράκιον τῶν ἁβρῶν οὕτως ἀσελγὲς νομιζόμενον, ὡς γενέσθαι ποτὲ καὶ ἁμαξῶν ᾆσμα, πατρὶς δὲ αὐτῷ Κέρκυρα ἦν καὶ ἐς Ἀλκίνουν ἀνέφερε τὸν ξένον τοῦ Ὀδυσσέως τὸν Φαίακα, καὶ διῄει μὲν ὁ Ἀπολλώνιος περὶ τοῦ σπένδειν, ἐκέλευε δὲ μὴ πίνειν τοῦ ποτηρίου τούτου, φυλάττειν δὲ αὐτὸ τοῖς θεοῖς ἄχραντόν τε καὶ ἄποτον. ἐπεὶ δὲ καὶ ὦτα ἐκέλευσε τῷ ποτηρίῳ ποιεῖσθαι καὶ σπένδειν κατὰ τὸ οὖς, ἀφ᾽ οὗ μέρους ἥκιστα πίνουσιν ἄνθρωποι, τὸ μειράκιον κατεσκέδασε τοῦ λόγου πλατύν τε καὶ ἀσελγῆ γέλωτα· ὁ δὲ ἀναβλέψας ἐς αὐτὸ ‘οὐ σὺ’ ἔφη ‘ταῦτα ὑβρίζεις, ἀλλ᾽ ὁ δαίμων, ὃς ἐλαύνει σε οὐκ εἰδότα.’ ἐλελήθει δὲ ἄρα δαιμονῶν τὸ μειράκιον· ἐγέλα τε γὰρ ἐφ᾽ οἷς οὐδεὶς ἕτερος καὶ μετέβαλλεν ἐς τὸ κλάειν αἰτίαν οὐκ ἔχον, διελέγετό τε πρὸς ἑαυτὸν καὶ ᾖδε. καὶ οἱ μὲν πολλοὶ τὴν νεότητα σκιρτῶσαν ᾤοντο ἐκφέρειν αὐτὸ ἐς ταῦτα, ὁ δ᾽ ὑπεκρίνετο ἄρα τῷ δαίμονι καὶ ἐδόκει παροινεῖν, ἃ ἐπαρῴνει τότε, ὁρῶντός τε ἐς αὐτὸ τοῦ Ἀπολλωνίου, δεδοικότως τε καὶ ὀργίλως φωνὰς ἠφίει τὸ εἴδωλον, ὁπόσαι καομένων τε καὶ στρεβλουμένων εἰσίν, ἀφεξεσθαί τε τοῦ μειρακίου ὤμνυ καὶ μηδενὶ ἀνθρώπων ἐμπεσεῖσθαι. τοῦ δὲ οἷον δεσπότου πρὸς ἀνδράποδον ποικίλον πανοῦργόν τε καὶ ἀναιδὲς καὶ τὰ τοιαῦτα ξὺν ὀργῇ λέγοντος καὶ κελεύοντος αὐτῷ ξὺν τεκμηρίῳ ἀπαλλάττεσθαι ‘τὸν δεῖνα’ ἔφη ‘καταβαλῶ ἀνδριάντα’ δείξας τινὰ τῶν περὶ τὴν Βασίλειον στοάν, πρὸς ᾗ ταῦτα ἐπράττετο· ἐπεὶ δὲ ὁ ἀνδριὰς ὑπεκινήθη πρῶτον, εἶτα ἔπεσε, τὸν μὲν θόρυβον τὸν ἐπὶ τούτῳ καὶ ὡς ἐκρότησαν ὑπὸ θαύματος τί ἄν τις γράφοι; τὸ δὲ μειράκιον, ὥσπερ ἀφυπνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν αἰδῶ τε ἐπεσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων ἀσελγές τε οὐκέτι ἐφαίνετο, οὐδὲ ἄτακτον βλέπον, ἀλλ᾽ ἐπανῆλθεν ἐς τὴν ἑαυτοῦ φύσιν μεῖον οὐδὲν ἢ εἰ φαρμακοποσίᾳ ἐκέχρητο, μεταβαλόν τε τῶν χλανιδίων καὶ λῃδίων καὶ τῆς ἄλλης συβάριδος ἐς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο.
ἐπιπλῆξαι δὲ λέγεται περὶ Διονυσίων Ἀθηναίοις, ἃ ποιεῖταί σφισιν ἐν ὥρᾳ τοῦ ἀνθεστηριῶνος· ὁ μὲν γὰρ μονῳδίας ἀκροασομένους καὶ μελοποιίας παραβάσεών τε καὶ ῥυθμῶν, ὁπόσοι κωμῳδίας τε καὶ τραγῳδίας εἰσίν, ἐς τὸ θέατρον ξυμφοιτᾶν ᾤετο, ἐπεὶ δὲ ἤκουσεν, ὅτι αὐλοῦ ὑποσημήναντος λυγισμοὺς ὀρχοῦνται καὶ μεταξὺ τῆς Ὀρφέως ἐποποιίας τε καὶ θεολογίας τὰ μὲν ὡς Ὧραι, τὰ δὲ ὡς Νύμφαι, τὰ δὲ ὡς Βάκχαι πράττουσιν, ἐς ἐπίπληξιν τούτου κατέστη καὶ ‘παύσασθε’ εἶπεν ‘ἐξορχούμενοι τοὺς Σαλαμινίους καὶ πολλοὺς ἑτέρους κειμένους ἀγαθοὺς ἄνδρας, εἰ μὲν γὰρ Λακωνικὴ ταῦτα ὄρχησις, εὖγε οἱ στρατιῶται, γυμνάζεσθε γὰρ πολέμῳ καὶ ξυνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, τί φῶ περὶ τῶν τροπαίων; οὐ γὰρ κατὰ Μήδων ταῦτα ἢ Περσῶν, καθ᾽ ὑμῶν δὲ ἑστήξει, τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε. κροκωτοὶ δὲ ὑμῖν καὶ ἁλουργία καὶ κοκκοβαφία τοιαύτη πόθεν; οὐδὲ γὰρ αἱ Ἀχαρναί γε ὧδε ἐστέλλοντο, οὐδὲ ὁ Κολωνὸς ὧδε ἵππευε. καὶ τί λέγω ταῦτα; γυνὴ ναύαρχος ἐκ Καρίας ἐφ᾽ ὑμᾶς ἔπλευσε μετὰ Ξέρξου, καὶ ἦν αὐτῇ γυναικεῖον οὐδέν, ἀλλ᾽ ἀνδρὸς στολὴ καὶ ὅπλα, ὑμεῖς δὲ ἁβρότεροι τῶν Ξέρξου γυναικῶν ἐφ᾽ ἑαυτοὺς στέλλεσθε οἱ γέροντες οἱ νέοι τὸ ἐφηβικόν, οἳ πάλαι μὲν ὤμνυσαν ἐς Ἀγραύλου φοιτῶντες ὑπὲρ τῆς πατρίδος ἀποθανεῖσθαι καὶ ὅπλα θήσεσθαι, νῦν δὲ ἴσως ὀμοῦνται ὑπὲρ τῆς πατρίδος βακχεύσειν καὶ θύρσον λήψεσθαι κόρυν μὲν οὐδεμίαν φέρον, γυναικομίμῳ δὲ μορφώματι, κατὰ τὸν Εὐριπίδην, αἰσχρῶς διαπρέπον. ἀκούω δὲ ὑμᾶς καὶ ἀνέμους γίγνεσθαι καὶ λῄδια ἀνασείειν λέγεσθε ἔπιπλα μετεώρως αὐτὰ κολποῦντες. ἔδει δὲ ἀλλὰ τούτους γε αἰδεῖσθαι, ξυμμάχους ὄντας καὶ πνεύσαντας ὑπὲρ ὑμῶν μέγα, μηδὲ τὸν Βορέαν κηδεστήν γε ὄντα καὶ παρὰ πάντας τοὺς ἀνέμους ἄρσενα ποιεῖσθαι θῆλυν, οὐδὲ γὰρ τῆς Ὠρειθυίας ἐραστὴς ἄν ποτε ὁ Βορέας ἐγένετο, εἰ κἀκείνην ὀρχουμένην εἶδε.’
διωρθοῦτο δὲ κἀκεῖνο Ἀθήνησιν· οἱ Ἀθηναῖοι ξυνιόντες ἐς θέατρον τὸ ὑπὸ τῇ ἀκροπόλει προσεῖχον σφαγαῖς ἀνθρώπων καὶ ἐσπουδάζετο ταῦτα ἐκεῖ μᾶλλον ἢ ἐν Κορίνθῳ νῦν, χρημάτων τε μεγάλων ἐωνημένοι ἤγοντο μοιχοὶ καὶ πόρνοι καὶ τοιχωρύχοι καὶ βαλαντιοτόμοι καὶ ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη, οἱ δ᾽ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ξυμπίπτειν. ἐλάβετο δὲ καὶ τούτων ὁ Ἀπολλώνιος καὶ καλούντων αὐτὸν ἐς ἐκκλησίαν Ἀθηναίων οὐκ ἂν ἔφη παρελθεῖν ἐς χωρίον ἀκάθαρτον καὶ λύθρου μεστόν. ἔλεγε δὲ ταῦτα ἐν ἐπιστολῇ. καὶ θαυμάζειν ἔλεγεν ‘ὅπως ἡ θεὸς οὐ καὶ τὴν ἀκρόπολιν ἤδη ἐκλείπει τοιοῦτον αἷμα ὑμῶν ἐκχεόντων αὐτῇ. δοκεῖτε γάρ μοι προιόντες, ἐπειδὰν τὰ Παναθήναια πέμπητε, μηδὲ βοῦς ἔτι, ἀλλ᾽ ἑκατόμβας ἀνθρώπων καταθύσειν τῇ θεῷ. σὺ δέ, Διόνυσε, μετὰ τοιοῦτον αἷμα ἐς τὸ θέατρον φοιτᾷς; κἀκεῖ σοι σπένδουσιν οἱ σοφοὶ Ἀθηναῖοι; μετάστηθι καὶ σύ, Διόνυσε· Κιθαιρὼν καθαρώτερος.’ τοιάδε εὗρον τὰ σπουδαιότατα τῶν φιλοσοφηθέντων Ἀθήνησιν αὐτῷ τότε.
ἐπρέσβευσε δὲ καὶ παρὰ τοὺς Θετταλοὺς ὑπὲρ τοῦ Ἀχιλλέως κατὰ τοὺς ἐν Πυλαίᾳ ξυλλόγους, ἐν οἷς οἱ Θετταλοὶ τὰ Ἀμφικτυονικὰ πράττουσιν, οἱ δὲ δείσαντες ἐψηφίσαντο ἀναλαβεῖν τὰ προσήκοντα τῷ τάφῳ. καὶ τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου μονονοὺ περιέβαλεν ἀγασθεὶς τὸν ἄνδρα. ἐπὶ δὲ τὸν κολωνὸν βαδίζων, ἐφ᾽ οὗ λέγονται Λακεδαιμόνιοι περιχωσθῆναι τοῖς τοξεύμασιν, ἤκουσε τῶν ὁμιλητῶν διαφερομένων ἀλλήλοις, ὅ τι εἴη τὸ ὑψηλότατον τῆς Ἑλλάδος, παρεῖχε δὲ ἄρα τὸν λόγον ἡ Οἴτη τὸ ὄρος ἐν ὀφθαλμοῖς οὖσα, καὶ ἀνελθὼν ἐπὶ τὸν λόφον, ‘ἐγὼ’ ἔφη ‘τὸ ὑψηλότατον τοῦτο ἡγοῦμαι, οἱ γὰρ ἐνταῦθα ὑπὲρ ἐλευθερίας ἀποθανόντες ἀντανήγαγον αὐτὸ τῇ Οἴτῃ καὶ ὑπὲρ πολλοὺς Ὀλύμπους ἦραν. ἐγὼ δὲ ἄγαμαι μὲν καὶ τούσδε τοὺς ἄνδρας, τὸν δὲ Ἀκαρνᾶνα Μεγιστίαν καὶ πρὸ τούτων, ἃ γὰρ πεισομένους ἐγίγνωσκε, τούτων ἐπεθύμησε κοινωνῆσαι τοῖς ἀνδράσιν, οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι.’
Ἐπεφοίτησε δὲ καὶ τοῖς Ἑλληνικοῖς ἱεροῖς πᾶσι τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ τῷ ἐν Ἀβαῖς, ἐς Ἀμφιάρεώ τε καὶ Τροφωνίου ἐβάδισε καὶ ἐς τὸ Μουσεῖον τὸ ἐν Ἑλικῶνι ἀνέβη. φοιτῶντι δὲ ἐς τὰ ἱερὰ καὶ διορθουμένῳ αὐτὰ ξυνεφοίτων μὲν οἱ ἱερεῖς, ἠκολούθουν δὲ οἱ γνώριμοι, λόγων τε κρατῆρες ἵσταντο καὶ ἠρύοντο αὐτῶν οἱ διψῶντες. ὄντων δὲ καὶ Ὀλυμπίων καὶ καλούντων αὐτὸν Ἠλείων ἐπὶ κοινωνίαν τοῦ ἀγῶνος ‘δοκεῖτέ μοι’ ἔφη ‘διαβάλλειν τὴν τῶν Ὀλυμπίων δόξαν πρεσβειῶν δεόμενοι πρὸς τοὺς αὐτόθεν ἥξοντας.’ γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν μυκησαμένης τῆς περὶ τὸ Λέχαιον θαλάττης ‘οὗτος’ εἶπεν ‘ὁ αὐχὴν τῆς γῆς τετμήσεται, μᾶλλον δὲ οὔ.’ εἶχε δὲ αὐτῷ καὶ τοῦτο πρόρρησιν τῆς μικρὸν ὕστερον περὶ τὸν Ἰσθμὸν τομῆς, ἣν μετὰ ἔτη ἑπτὰ Νέρων διενοήθη· τὰ γὰρ βασίλεια ἐκλιπὼν ἐς τὴν Ἑλλάδα ἀφίκετο κηρύγμασιν ὑποθήσων ἑαυτὸν Ὀλυμπικοῖς τε καὶ Πυθικοῖς, ἐνίκα δὲ καὶ Ἰσθμοῖ· αἱ δὲ νῖκαι ἦσαν κιθαρῳδίαι καὶ κήρυκες, ἐνίκα δὲ καὶ τραγῳδοὺς ἐν Ὀλυμπίᾳ. τότε λέγεται καὶ τῆς περὶ τὸν Ἰσθμὸν καινοτομίας ἅψασθαι περίπλουν αὐτὸν ἐργαζόμενος καὶ τὸν Αἰγαῖον τῷ Ἀδρίᾳ ξυμβάλλων, ὡς μὴ πᾶσα ναῦς ὑπὲρ Μαλέαν πλέοι κομίζοιντό τε αἱ πολλαὶ διὰ τοῦ ῥήγματος ξυντέμνουσαι τὰς περιβολὰς τοῦ πλοῦ. πῆ δὲ ἀπέβη τὸ τοῦ Ἀπολλωνίου λόγιον; ἡ ὀρυχὴ τὴν ἀρχὴν ἀπὸ Λεχαίου λαβοῦσα στάδια προὔβη ἴσως τέτταρα ξυνεχῶς ὀρυττόντων, σχεῖν δὲ λέγεται Νέρων τὴν τομὴν οἱ μὲν Αἰγυπτίων φιλοσοφησάντων αὐτῷ τὰς θαλάττας καὶ τὸ ὑπὲρ Λεχαίου πέλαγος ὑπερχυθὲν ἀφανιεῖν εἰπόντων τὴν Αἴγιναν, οἱ δὲ νεώτερα περὶ τῇ ἀρχῇ δείσαντα. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ τὸν Ἰσθμὸν τετμήσεσθαι καὶ οὐ τετμήσεσθαι.
ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημήτριος ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λόγων οὐκ ἀγεννῶς ἐπεμνήσθη, παθὼν δὲ πρὸς τὸν Ἀπολλώνιον, ὅπερ φασὶ τὸν Ἀντισθένην πρὸς τὴν τοῦ Σωκράτους σοφίαν παθεῖν, εἵπετο αὐτῷ μαθητιῶν καὶ προσκείμενος τοῖς λόγοις καὶ τῶν αὐτῷ γνωρίμων τοὺς εὐδοκιμωτέρους ἐπὶ τὸν Ἀπολλώνιον ἔτρεπεν, ὧν καὶ Μένιππος ἦν ὁ Λύκιος ἔτη μὲν γεγονὼς πέντε καὶ εἴκοσι, γνώμης δὲ ἱκανῶς ἔχων καὶ τὸ σῶμα εὖ κατεσκευασμένος, ἐῴκει γοῦν ἀθλητῇ καλῷ καὶ ἐλευθερίῳ τὸ εἶδος. ἐρᾶσθαι δὲ τὸν Μένιππον οἱ πολλοὶ ᾤοντο ὑπὸ γυναίου ξένου, τὸ δὲ γύναιον καλή τε ἐφαίνετο καὶ ἱκανῶς ἁβρὰ καὶ πλουτεῖν ἔφασκεν, οὐδὲν δὲ τούτων ἄρα ἀτεχνῶς ἦν, ἀλλὰ ἐδόκει πάντα. κατὰ γὰρ τὴν ὁδὸν τὴν ἐπὶ Κεγχρεὰς βαδίζοντι αὐτῷ μόνῳ φάσμα ἐντυχὸν γυνή τε ἐγένετο καὶ χεῖρα ξυνῆψεν ἐρᾶν αὐτοῦ πάλαι φάσκουσα, Φοίνισσα δὲ εἶναι καὶ οἰκεῖν ἐν προαστείῳ τῆς Κορίνθου, τὸ δεῖνα εἰποῦσα προάστειον, ‘ἐς ὃ ἑσπέρας’ ἔφη ‘ἀφικομένῳ σοι ᾠδή τε ὑπάρξει ἐμοῦ ᾀδούσης καὶ οἶνος, οἷον οὔπω ἔπιες, καὶ οὐδὲ ἀντεραστὴς ἐνοχλήσει σε, βιώσομαι δὲ καλὴ ξὺν καλῷ.’ τούτοις ὑπαχθεὶς ὁ νεανίας, τὴν μὲν γὰρ ἄλλην φιλοσοφίαν ἔρρωτο, τῶν δὲ ἐρωτικῶν ἥττητο, ἐφοίτησε περὶ ἑσπέραν αὐτῇ καὶ τὸν λοιπὸν χρόνον ἐθάμιζεν, ὥσπερ παιδικοῖς, οὔπω ξυνεὶς τοῦ φάσματος. ὁ δὲ Ἀπολλώνιος ἀνδριαντοποιοῦ δίκην ἐς τὸν Μένιππον βλέπων ἐζωγράφει τὸν νεανίαν καὶ ἐθεώρει, καταγνοὺς δὲ αὐτὸν ‘σὺ μέντοι’ εἶπεν ‘ὁ καλός τε καὶ ὑπὸ τῶν καλῶν γυναικῶν θηρευόμενος ὄφιν θάλπεις καὶ σὲ ὄφις.’ θαυμάσαντος δὲ τοῦ Μενίππου ‘ὅτι γυνή σοι’ ἔφη ‘ἐστὶν οὐ γαμετή. τί δέ; ἡγῇ ὑπ᾽ αὐτῆς ἐρᾶσθαι;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ἐπειδὴ διάκειται πρός με ὡς ἐρῶσα.’ ‘καὶ γήμαις δ᾽ ἂν αὐτήν;’ ἔφη. ‘χαρίεν γὰρ ἂν εἴη τὸ ἀγαπῶσαν γῆμαι.’ ἤρετο οὖν ‘πηνίκα οἱ γάμοι;’ ‘θερμοὶ’ ἔφη ‘καὶ ἴσως αὔριον.’ ἐπιφυλάξας οὖν τὸν τοῦ συμποσίου καιρὸν ὁ Ἀπολλώνιος καὶ ἐπιστὰς τοῖς δαιτυμόσιν ἄρτι ἥκουσι ‘ποῦ’ ἔφη ‘ἡ ἁβρά, δι᾽ ἣν ἥκετε;’ ‘ἐνταῦθα’ εἶπεν ὁ Μένιππος καὶ ἅμα ὑπανίστατο ἐρυθριῶν. ‘ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;’ ‘τῆς γυναικός,’ ἔφη ‘τἀμὰ γὰρ τοσαῦτα’ δείξας τὸν ἑαυτοῦ τρίβωνα. ὁ δὲ Ἀπολλώνιος ‘τοὺς Ταντάλου κήπους’ ἔφη ‘εἴδετε, ὡς ὄντες οὐκ εἰσί;’ ‘παρ᾽ Ὁμήρῳ γε,’ ἔφασαν ‘οὐ γὰρ ἐς Αἵδου γε καταβάντες.’ ‘τοῦτ᾽’ ἔφη ‘καὶ τουτονὶ τὸν κόσμον ἡγεῖσθε, οὐ γὰρ ὕλη ἐστίν, ἀλλὰ ὕλης δόξα. ὡς δὲ γιγνώσκοιτε, ὃ λέγω, ἡ χρηστὴ νύμφη μία τῶν ἐμπουσῶν ἐστιν, ἃς λαμίας τε καὶ μορμολυκίας οἱ πολλοὶ ἡγοῦνται. ἐρῶσι δ᾽ αὗται καὶ ἀφροδισίων μέν, σαρκῶν δὲ μάλιστα ἀνθρωπείων ἐρῶσι καὶ παλεύουσι τοῖς ἀφροδισίοις, οὓς ἂν ἐθέλωσι δαίσασθαι.’ ἡ δὲ ‘εὐφήμει’ ἔλεγε ‘καὶ ἄπαγε’ καὶ μυσάττεσθαι ἐδόκει, ἃ ἤκουε, καί που καὶ ἀπέσκωπτε τοὺς φιλοσόφους, ὡς ἀεὶ ληροῦντας. ἐπεὶ μέντοι τὰ ἐκπώματα τὰ χρυσᾶ καὶ ὁ δοκῶν ἄργυρος ἀνεμιαῖα ἠλέγχθη καὶ διέπτη τῶν ὀφθαλμῶν ἅπαντα οἰνοχόοι τε καὶ ὀψοποιοὶ καὶ ἡ τοιαύτη θεραπεία πᾶσα ἠφανίσθησαν ἐλεγχόμενοι ὑπὸ τοῦ Ἀπολλωνίου, δακρύοντι ἐῴκει τὸ φάσμα καὶ ἐδεῖτο μὴ βασανίζειν αὐτό, μηδὲ ἀναγκάζειν ὁμολογεῖν, ὅ τι εἴη, ἐπικειμένου δὲ καὶ μὴ ἀνιέντος ἔμπουσά τε εἶναι ἔφη καὶ πιαίνειν ἡδοναῖς τὸν Μένιππον ἐς βρῶσιν τοῦ σώματος, τὰ γὰρ καλὰ τῶν σωμάτων καὶ νέα σιτεῖσθαι ἐνόμιζεν, ἐπειδὴ ἀκραιφνὲς αὐτοῖς τὸ αἷμα. τοῦτον τὸν λόγον γνωριμώτατον τῶν Ἀπολλωνίου τυγχάνοντα ἐξ ἀνάγκης ἐμήκυνα, γιγνώσκουσι μὲν γὰρ πλείους αὐτόν, ἅτε καθ᾽ Ἑλλάδα μέσην πραχθέντα, ξυλλήβδην δὲ αὐτὸν παρειλήφασιν, ὅτι ἕλοι ποτὲ ἐν Κορίνθῳ λάμιαν, ὅ τι μέντοι πράττουσαν καὶ ὅτι ὑπὲρ Μενίππου, οὔπω γιγνώσκουσιν, ἀλλὰ Δάμιδί τε καὶ ἐκ τῶν ἐκείνου λόγων ἐμοὶ εἴρηται.
τότε καὶ πρὸς Βάσσον διηνέχθη τὸν ἐκ τῆς Κορίνθου, πατραλοίας γὰρ οὗτος καὶ ἐδόκει καὶ ἐπεπίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέσχεν ὁ Ἀπολλώνιος οἷς τε ἐπέστειλεν οἷς τε διελέχθη κατ᾽ αὐτοῦ. πᾶν γάρ, ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει, μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδ᾽ ἂν εἰπεῖν τὸ μὴ ὄν.
τὰ δὲ ἐν Ὀλυμπίᾳ τοῦ ἀνδρὸς τοιαῦτα· ἀνιόντι τῷ Ἀπολλωνίῳ ἐς Ὀλυμπίαν ἐνέτυχον Λακεδαιμονίων πρέσβεις ὑπὲρ ξυνουσίας, Λακωνικὸν δὲ οὐδὲν περὶ αὐτοὺς ἐφαίνετο, ἀλλ᾽ ἁβρότερον αὑτῶν εἶχον καὶ συβάριδος μεστοὶ ἦσαν. ἰδὼν δὲ ἄνδρας λείους τὰ σκέλη λιπαροὺς τὰς κόμας καὶ μηδὲ γενείοις χρωμένους, ἀλλὰ καὶ τὴν ἐσθῆτα μαλακούς, τοιαῦτα πρὸς τοὺς ἐφόρους ἐπέστειλεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα, ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία. μαθὼν δὲ αὐτοὺς τὰ οἴκοι διορθουμένους ἔπεμψεν ἐπιστολὴν ἀπ᾽ Ὀλυμπίας βραχυτέραν τῆς Λακωνικῆς σκυτάλης. ἔστι δὲ ἥδε· ‘Ἀπολλώνιος ἐφόροις χαίρειν. ἀνδρῶν μὲν τὸ μὴ ἁμαρτάνειν, γενναίων δὲ τὸ καὶ ἁμαρτάνοντας αἰσθέσθαι.’
ἰδὼν δὲ ἐς τὸ ἕδος τὸ ἐν Ὀλυμπίᾳ ‘χαῖρε,’ εἶπεν ‘ἀγαθὲ Ζεῦ, σὺ γὰρ οὕτω τι ἀγαθός, ὡς καὶ σαυτοῦ κοινωνῆσαι τοῖς ἀνθρώποις.’ ἐξηγήσατο δὲ καὶ τὸν χαλκοῦν Μίλωνα καὶ τὸν λόγον τοῦ περὶ αὐτὸν σχήματος. ὁ γὰρ Μίλων ἑστάναι μὲν ἐπὶ δίσκου δοκεῖ τὼ πόδε ἄμφω συμβεβηκώς, ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ, ἡ δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες. οἱ μὲν δὴ κατ᾽ Ὀλυμπίαν τε καὶ Ἀρκαδίαν λόγοι τὸν ἀθλητὴν ἱστοροῦσι τοῦτον ἄτρεπτον γενέσθαι καὶ μὴ ἐκβιβασθῆναί ποτε τοῦ χώρου, ἐν ᾧ ἔστη, δηλοῦσθαι δὲ τὸ μὲν ἀπρὶξ τῶν δακτύλων ἐν τῇ ξυνοχῇ τῆς ῥόας, τὸ δὲ μηδ᾽ ἂν σχισθῆναί ποτ᾽ ἀπ᾽ ἀλλήλων αὐτούς, εἴ τις πρὸς ἕνα αὐτῶν ἁμιλλῷτο, τῷ τὰς διαφυὰς ἐν ὀρθοῖς τοῖς δακτύλοις εὖ ξυνηρμόσθαι, τὴν ταινίαν δέ, ἣν ἀναδεῖται, σωφροσύνης ἡγοῦνται ξύμβολον. ὁ δὲ Ἀπολλώνιος σοφῶς μὲν εἶπεν ἐπινενοῆσθαι ταῦτα, σοφώτερα δὲ εἶναι τὰ ἀληθέστερα. ‘ὡς δὲ γιγνώσκοιτε τὸν νοῦν τοῦ Μίλωνος, Κροτωνιᾶται τὸν ἀθλητὴν τοῦτον ἱερέα ἐστήσαντο τῆς Ἥρας. τὴν μὲν δὴ μίτραν ὅ τι χρὴ νοεῖν, τί ἂν ἐξηγοίμην ἔτι, μνημονεύσας ἱερέως ἀνδρός; ἡ ῥόα δὲ μόνη φυτῶν τῇ Ἥρᾳ φύεται, ὁ δὲ ὑπὸ τοῖς ποσὶ δίσκος, ἐπὶ ἀσπιδίου βεβηκὼς ὁ ἱερεὺς τῇ Ἥρᾳ εὔχεται, τουτὶ δὲ καὶ ἡ δεξιὰ σημαίνει, τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσκείσθω.’
παρατυγχάνων δὲ τοῖς δρωμένοις ἀπεδέχετο τῶν Ἠλείων, ὡς ἐπεμελοῦντό τε αὐτῶν καὶ ξὺν κόσμῳ ἔδρων μεῖόν τε οὐδὲν ἢ οἱ ἀγωνιούμενοι τῶν ἀθλητῶν κρίνεσθαι ᾤοντο καὶ μήθ᾽ ἑκόντες τι μήτ᾽ ἄκοντες ἁμαρτάνειν προὐνοοῦντο. ἐρομένων δ᾽ αὐτὸν τῶν ἑταίρων, τίνας Ἠλείους περὶ τὴν διάθεσιν τῶν Ὀλυμπίων ἡγοῖτο, ‘εἰ μὲν σοφοὺς,’ ἔφη ‘οὐκ οἶδα, σοφιστὰς μέντοι.’
ὡς δὲ καὶ διεβέβλητο πρὸς τοὺς οἰομένους ξυγγράφειν καὶ ἀμαθεῖς ἡγεῖτο τοὺς ἁπτομένους λόγου μείζονος, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· μειράκιον γὰρ δοκησίσοφον ἐντυχὸν αὐτῷ περὶ τὸ ἱερὸν ‘συμπροθυμήθητί μοι’ ἔφη ‘αὔριον, ἀναγνώσομαι γάρ τι’. τοῦ δὲ Ἀπολλωνίου ἐρομένου, ὅ τι ἀναγνώσοιτο, ‘λόγος’ εἶπε ‘ξυντέτακταί μοι ἐς τὸν Δία.’ καὶ ἅμα ὑπὸ τῷ ἱματίῳ ἐπεδείκνυ αὐτὸν σεμνυνόμενος τῇ παχύτητι τοῦ βιβλίου. ‘τί οὖν’ ἔφη ‘ἐπαινέσῃ τοῦ Διός; ἢ τὸν Δία τὸν ἐνταῦθα καὶ τὸ μηδὲν εἶναι τῶν ἐν τῇ γῇ ὅμοιον;’ ‘καὶ τοῦτο μέν,’ ἔφη ‘πολλὰ δὲ πρὸ τούτου καὶ ἐπὶ τούτῳ ἕτερα, καὶ γὰρ αἱ ὧραι καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑπὲρ τὴν γῆν καὶ ἀνέμους εἶναι καὶ ἄστρα Διὸς πάντα.’ ὁ δὲ Ἀπολλώνιος ‘δοκεῖς μοι’ εἶπεν ‘ἐγκωμιαστικός τις εἶναι σφόδρα’. ‘διὰ τοῦτο’ ἔφη ‘καὶ ποδάγρας ἐγκώμιόν τί μοι ξυντέτακται καὶ τοῦ τυφλόν τινα ἢ κωφὸν εἶναι.’ ‘ἀλλὰ μηδὲ τοὺς ὑδέρους’ εἶπε ‘μηδὲ τοὺς κατάρρους ἀποκήρυττε τῆς ἑαυτοῦ σοφίας, εἰ βούλοιο ἐπαινεῖν τὰ τοιαῦτα, βελτίων δὲ ἔσῃ καὶ τοῖς ἀποθνήσκουσιν ἑπόμενος καὶ διιὼν ἐπαίνους τῶν νοσημάτων, ὑφ᾽ ὧν ἀπέθανον, ἧττον γὰρ ἐπ᾽ αὐτοῖς ἀνιάσονται πατέρες τε καὶ παῖδες καὶ οἱ ἀγχοῦ τῶν ἀποθανόντων.’ κεχαλινωμένον δὲ ἰδὼν τὸ μειράκιον ὑπὸ τοῦ λόγου ‘ὁ ἐγκωμιάζων’, εἶπεν ‘ὦ ξυγγραφεῦ, πότερον ἃ οἶδεν ἐπαινέσεται ἄμεινον ἢ ἃ οὐκ οἶδεν;’ ‘ἃ οἶδεν,’ ἔφη ‘πῶς γὰρ ἄν τις ἐπαινοῖ, ἃ οὐκ οἶδε;’ ‘τὸν πατέρα οὖν ἤδη ποτὲ τὸν σαυτοῦ ἐπῄνεσας;’ ‘ἐβουλήθην,’ εἶπεν ‘ἀλλ᾽ ἐπεὶ μέγας τι μοι δοκεῖ καὶ γενναῖος ἀνθρώπων τε ὧν οἶδα κάλλιστος οἶκόν τε ἱκανὸς οἰκῆσαι καὶ σοφίᾳ ἐς πάντα χρῆσθαι, παρῆκα τὸν ἐς αὐτὸν ἔπαινον, ὡς μὴ αἰσχύνοιμι τὸν πατέρα λόγῳ ἥττονι.’ δυσχεράνας οὖν ὁ Ἀπολλώνιος, τουτὶ δὲ πρὸς τοὺς φορτικοὺς τῶν ἀνθρώπων ἔπασχεν ‘εἶτα’, ἔφη ‘ὦ κάθαρμα, τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρ᾽ οἴει πότ᾽ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δ᾽ ἀνθρώπων καὶ θεῶν πατέρα καὶ δημιουργὸν τῶν ὅλων, ὅσα περὶ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς ἐστιν, εὐκόλως οὕτως ἐγκωμιάζων οὔθ᾽, ὃν ἐπαινεῖς, δέδιας, οὔτε ξυνίης ἐς λόγον καθιστάμενος μείζονα ἀνθρώπου;’
αἱ δὲ ἐν Ὀλυμπίᾳ διαλέξεις τῷ Ἀπολλωνίῳ περὶ τῶν χρησιμωτάτων ἐγίγνοντο, περὶ σοφίας τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ καθάπαξ, ὁπόσαι ἀρεταί εἰσι, περὶ τούτων ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέγετο πάντας ἐκπλήττων οὐ ταῖς διανοίαις μόνον, ἀλλὰ καὶ ταῖς ἰδέαις τοῦ λόγου. περιστάντες δὲ αὐτὸν οἱ Λακεδαιμόνιοι ξένον τε παρὰ τῷ Διὶ ἐποιοῦντο καὶ τῶν οἴκοι νέων πατέρα βίου τε νομοθέτην καὶ γερόντων γέρας. ἐρομένου δὲ Κορινθίου τινὸς κατὰ ἀχθηδόνα, εἰ καὶ θεοφάνια αὐτῷ ἄξουσι, ‘ναὶ τὼ Σιώ,’ ἔφη, ‘ἕτοιμά γε’. ὁ δὲ Ἀπολλώνιος ἀπήγαγεν αὐτοὺς τῶν τοιούτων, ὡς μὴ φθονοῖτο. ἐπεὶ δὲ ὑπερβὰς τὸ Ταύγετον εἶδεν ἐνεργὸν Λακεδαίμονα καὶ τὰ τοῦ Λυκούργου πάτρια εὖ πράττοντα, οὐκ ἀηδὲς ἐνόμισε τὸ καὶ τοῖς τέλεσι τῶν Λακεδαιμονίων ξυγγενέσθαι περὶ ὧν ἐρωτᾶν ἐβούλοντο. ἤροντο οὖν ἀφικόμενον, πῶς θεοὶ θεραπευτέοι, ὁ δὲ εἶπεν ‘ὡς δεσπόται’. πάλιν ἤροντο, πῶς ἥρωες· ‘ὡς πατέρες.’ τρίτον δὲ ἐρομένων, πῶς δὲ ἄνθρωποι ‘οὐ Λακωνικὸν’ ἔφη ‘τὸ ἐρώτημα’. ἤροντο καὶ ὅ τι ἡγοῖτο τοὺς παρ᾽ αὐτοῖς νόμους, ὁ δὲ εἶπεν ‘ἀρίστους διδασκάλους, οἱ διδάσκαλοι δὲ εὐδοκιμήσουσιν, ἢν οἱ μαθηταὶ μὴ ῥᾳθυμῶσιν.’ ἐρομένων δ᾽ αὐτῶν, τί περὶ ἀνδρείας ξυμβουλεύοι, ‘καὶ τί’ ἔφη ‘τῇ ἀνδρείᾳ χρήσεσθε;’
ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον νεανίας Λακεδαιμόνιος αἰτίαν ἔχων παρ᾽ αὐτοῖς, ὡς ἀδικῶν περὶ τὰ ἤθη· Καλλικρατίδα μὲν γὰρ τοῦ περὶ Ἀργινούσας ναυαρχήσαντος ἦν ἔκγονος, ναυκληρίας δὲ ἤρα καὶ οὐ προσεῖχε τοῖς κοινοῖς, ἀλλ᾽ ἐς Καρχηδόνα ἐξέπλει καὶ Σικελίαν ναῦς πεποιημένος. ἀκουσας οὖν κρίνεσθαι αὐτὸν ἐπὶ τούτῳ δεινὸν ᾠήθη περιιδεῖν τὸν νεανίαν ὑπαχθέντα ἐς δίκην καὶ ‘ὦ λῷστε’, ἔφη ‘τί πεφροντικὼς περίει καὶ μεστὸς ἐννοίας’; ‘ἀγὼν’ εἶπεν ‘ἐπήγγελταί μοι δημόσιος, ἐπειδὴ πρὸς ναυκληρίαις εἰμὶ καὶ τὰ κοινὰ οὐ πράττω.’ ‘πατὴρ δέ σοι ναύκληρος ἐγένετο ἢ πάππος;’ ‘ἄπαγε’, εἶπε ‘γυμνασίαρχοι τε καὶ ἔφοροι καὶ πατρονόμοι πάντες, Καλλικρατίδας δὲ ὁ πρόγονος καὶ τῶν ναυαρχησάντων ἐγένετο.’ ‘μῶν’ ἔφη ‘τὸν ἐν Ἀργινούσαις λέγεις’; ‘ἐκεῖνον’ εἶπε ‘τὸν ἐν τῇ ναυαρχίᾳ ἀποθανόντα’. ‘εἶτ᾽ οὐ διέβαλέ σοι’ εἶπε ‘τὴν θάλατταν ἡ τελευτὴ τοῦ προγόνου’; ‘μὰ Δί᾽,’ εἶπεν ‘οὐ γὰρ ναυμαχήσων γε πλέω.’ ‘ἀλλ᾽ ἐμπόρων τε καὶ ναυκλήρων κακοδαιμονέστερόν τι ἐρεῖς ἔθνος; πρῶτον μὲν περινοστοῦσι, ζητοῦσι ἀγορὰν κακῶς πράττουσαν, εἶτα προξένοις καὶ καπήλοις ἀναμιχθέντες πωλοῦσί τε καὶ πωλοῦνται καὶ τόκοις ἀνοσίοις τὰς αὑτῶν κεφαλὰς ὑποτιθέντες ἐς τὸ ἀρχαῖον σπεύδουσι, κἂν μὲν εὖ πράττωσιν, εὐπλοεῖ ἡ ναῦς καὶ πολὺν ποιοῦνται λόγον τοῦ μήτε ἑκόντες ἀνατρέψαι μήτε ἄκοντες, εἰ δὲ ἡ ἐμπορία πρὸς τὰ χρέα μὴ ἀναφέροιτο, μεταβάντες ἐς τὰ ἐφόλκια προσαράττουσι τὰς ναῦς καὶ τὸν ἑτέρων ναῦται βίον θεοῦ ἀνάγκην εἰπόντες ἀθεώτατα καὶ οὐδὲ ἄκοντες αὐτοὶ ἀφείλοντο. εἰ δὲ καὶ μὴ τοιοῦτον ἦν τὸ θαλαττουργόν τε καὶ ναυτικὸν ἔθνος, ἀλλὰ τό γε Σπαρτιάτην ὄντα καὶ πατέρων γεγονότα, οἳ μέσην ποτὲ τὴν Σπάρτην ᾤκησαν, ἐν κοίλῃ νηὶ κεῖσθαι λήθην μὲν ἴσχοντα Αυκούργου τε καὶ Ἰφίτου, φόρτου δὲ μνήμονα καὶ ναυτικῆς ἀκριβολογίας, τίνος αἰσχύνης ἄπεστιν; εἰ γὰρ καὶ μηδὲν ἄλλο, τὴν γοῦν Σπάρτην αὐτὴν ἔδει ἐνθυμεῖσθαι, ὡς, ὁπότε μὲν τῆς γῆς εἴχετο, οὐρανομήκη δόξασαν, ἐπεὶ δὲ θαλάττης ἐπεθύμησε, βυθισθεῖσάν τε καὶ ἀφανισθεῖσαν οὐκ ἐν τῇ θαλάττῃ μόνοι, ἀλλὰ καὶ ἐν τῇ γῇ.’ τούτοις τὸν νεανίαν οὕτω τι ἐχειρώσατο τοῖς λόγοις, ὡς νεύσαντα αὐτὸν ἐς τὴν γῆν κλαίειν, ἐπεὶ τοσοῦτον ἤκουσεν ἀπολελεῖφθαι τῶν πατέρων, ἀποδόσθαι τε τὰς ναῦς, ἐν αἷς ἔζη. καθεστῶτα δὲ αὐτὸν ἰδὼν ὁ Ἀπολλώνιος καὶ τὴν γῆν ἀσπαζόμενον κατήγαγε παρὰ τοὺς ἐφόρους καὶ παρῃτήσατο τῆς δίκης.
κἀκεῖνο τῶν ἐν Λακεδαίμονι· ἐπιστολὴ ἐκ βασιλέως Λακεδαιμονίοις ἧκεν ἐπίπληξιν ἐς τὸ κοινὸν αὐτῶν φέρουσα, ὡς ὑπὲρ τὴν ἐλευθερίαν ὑβριζόντων, ἐκ διαβολῶν δὲ τοῦ τῆς Ἑλλάδος ἄρχοντος ἐπέσταλτο αὐτοῖς ταῦτα. οἱ μὲν δὴ Λακεδαιμόνιοι ἀπορίᾳ εἴχοντο καὶ ἡ Σπάρτη πρὸς ἑαυτὴν ἤριζεν, εἴτε χρὴ παραιτουμένους τὴν ὀργὴν τοῦ βασιλέως εἴτε ὑπερφρονοῦντας ἐπιστέλλειν· πρὸς ταῦτα ξύμβουλον ἐποιοῦντο τὸν Ἀπολλώνιον τοῦ τῆς ἐπιστολῆς ἤθους, ὁ δέ, ὡς εἶδε διεστηκότας, παρῆλθέ τε ἐς τὸ κοινὸν αὐτῶν καὶ ὧδε ἐβραχυλόγησε· ‘Παλαμήδης εὗρε γράμματα οὐχ ὑπὲρ τοῦ γράφειν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ γιγνώσκειν, ἃ δεῖ μὴ γράφειν.’ οὕτω μὲν δὴ Λακεδαιμονίους ἀπῆγε τοῦ μήτε θρασεῖς μήτε δειλοὺς ὀφθῆναι.
διατρίψας δ᾽ ἐν τῇ Σπάρτῃ μετὰ τὴν Ὀλυμπίαν χρόνον, ὡς ἐτελεύτα ὁ χειμών, ἐπὶ Μαλέαν ἦλθεν ἀρχομένου ἦρος, ὡς ἐς τὴν Ῥώμην ἀφήσων. διανοουμένῳ δ᾽ αὐτῷ ταῦτα ἐγένετο ὄναρ τοιόνδε· ἐδόκει γυναῖκα μεγίστην τε καὶ πρεσβυτάτην περιβάλλειν αὐτὸν καὶ δεῖσθαί οἱ ξυγγενέσθαι, πρὶν ἐς Ἰταλοὺς πλεῦσαι, Διὸς δὲ εἶναι ἡ τροφὸς ἔλεγε καὶ ἦν αὐτῇ στέφανος πάντ᾽ ἔχων τὰ ἐκ γῆς καὶ θαλάττης. λογισμὸν δὲ αὑτῷ διδοὺς τῆς ὄψεως ξυνῆκεν, ὅτι πλευστέα εἴη ἐς Κρήτην πρότερον, ἣν τροφὸν ἡγούμεθα τοῦ Διός, ἐπειδὴ ἐν ταύτῃ ἐμαιεύθη, ὁ δὲ στέφανος καὶ ἄλλην ἴσως δηλώσαι νῆσον. οὐσῶν δὲ ἐν Μαλέᾳ νεῶν πλειόνων, αἳ ἐς Κρήτην ἀφήσειν ἔμελλον, ἐνέβη ναῦν ἀποχρῶσαν τῷ κοινῷ· κοινὸν δὲ ἐκάλει τούς τε ἑταίρους καὶ τοὺς τῶν ἑταίρων δούλους, οὐδὲ γὰρ ἐκείνους παρεώρα. προσπλεύσας δὲ Κυδωνίᾳ καὶ παραπλεύσας ἐς Κνωσσὸν τὸν μὲν Λαβύρινθον, ὃς ἐκεῖ δείκνυται, ξυνεῖχε δέ, οἶμαί, ποτε τὸν Μινώταυρον, βουλομένων ἰδεῖν τῶν ἑταίρων, ἐκείνοις μὲν ξυνεχώρει τοῦτο, αὐτὸς δὲ οὐκ ἂν ἔφη θεατὴς γενέσθαι τῆς ἀδικίας τοῦ Μίνω. προῄει δὲ ἐπὶ Γόρτυναν πόθῳ τῆς Ἴδης. ἀνελθὼν οὖν καὶ τοῖς θεολογουμένοις ἐντυχὼν ἐπορεύθη καὶ ἐς τὸ ἱερὸν τὸ Λεβηναῖον· ἔστι δὲ Ἀσκληπιοῦ καὶ ὥσπερ ἡ Ἀσία ἐς τὸ Πέργαμον, οὕτως ἐς τὸ ἱερὸν τοῦτο ξυνεφοίτα ἡ Κρήτη, πολλοὶ δὲ καὶ Λιβύων ἐς αὐτὸ περαιοῦνται· καὶ γὰρ τέτραπται πρὸς τὸ Λιβυκὸν πέλαγος κατὰ γοῦν τὴν Φαιστόν, ἔνθα τὴν πολλὴν ἀνείργει θάλατταν ὁ μικρὸς λίθος. Λεβηναῖον δὲ τὸ ἱερὸν ὠνομάσθαι φασίν, ἐπειδὴ ἀκρωτήριον ἐξ αὐτοῦ κατατείνει λέοντι εἰκασμένον, οἷα πολλὰ αἱ ξυντυχίαι τῶν πετρῶν ἀποφαίνουσι, μῦθόν τε ἐπὶ τῷ ἀκρωτηρίῳ ᾄδουσιν, ὡς λέων εἷς οὗτος γένοιτο τῶν ὑποζυγίων ποτὲ τῇ Ῥέᾳ. ἐνταῦθα διαλεγομένου ποτὲ τοῦ Ἀπολλωνίου περὶ μεσημβρίαν, διελέγετο δὲ πολλοῖς ἀνδράσιν, ὑφ᾽ ὧν τὸ ἱερὸν ἐθεραπεύετο, σεισμὸς ἀθρόως τῇ Κρήτῃ προσέβαλε, βροντὴ δὲ οὐκ ἐκ νεφῶν, ἀλλ᾽ ἐκ τῆς γῆς ὑπήχησεν, ἡ θάλαττα δὲ ὑπενόστησε στάδια ἴσως ἑπτά. καὶ οἱ μὲν πολλοὶ ἔδεισαν, μὴ τὸ πέλαγος ὑποχωρῆσαν ἐπισπάσηται τὸ ἱερὸν καὶ ἀπενεχθῶσιν, ὁ δὲ Ἀπολλώνιος ‘θαρσεῖτε’, ἔφη ‘ἡ γὰρ θάλαττα γῆν ἔτεκε’. καὶ οἱ μὲν ᾤοντο αὐτὸν τὴν ὁμόνοιαν τῶν στοιχείων λέγειν, καὶ ὅτι μηδὲν ἂν ἡ θάλαττα νεώτερον ἐς τὴν γῆν ἐργάσαιτο, μετὰ δὲ ἡμέρας ὀλίγας ἀφικόμενοί τινες ἐκ τῆς Κυδωνιάτιδος ἤγγειλαν, ὅτι κατὰ τὴν ἡμέραν τε καὶ μεσημβρίαν, ἣν ἐγένετο ἡ διοσημία, νῆσος ἐκ τῆς θαλάττης ἀνεδόθη περὶ τὸν πορθμὸν τὸν διαρρἐοντα Θήραν τε καὶ Κρήτην. ἐάσαντες οὖν λόγων μῆκος ἔλθωμεν καὶ ἐπὶ τὰς ἐν Ῥώμῃ σπουδάς, αἳ ἐγένοντο αὐτῷ μετὰ τὰ ἐν Κρήτῃ.
Νέρων οὐ ξυνεχώρει φιλοσοφεῖν, ἀλλὰ περίεργον αὐτῷ χρῆμα οἱ φιλοσοφοῦντες ἐφαίνοντο καὶ μαντικὴν συσκιάζοντες, καὶ ἤχθη ποτὲ ὁ τρίβων ἐς δικαστήριον, ὡς μαντικῆς σχῆμα. ἐῶ τοὺς ἄλλους, ἀλλὰ Μουσώνιος ὁ Βαβυλώνιος, ἀνὴρ Ἀπολλωνίου μόνου δεύτερος ἐδέθη ἐπὶ σοφίᾳ καὶ ἐκεῖ μένων ἐκινδύνευσεν, ἀπέθανε δ᾽ ἂν τὸ ἐπὶ τῷ δήσαντι, εἰ μὴ σφόδρα ἔρρωτο.
ἐν τοιαύτῃ καταστάσει φιλοσοφίας οὔσης ἔτυχε προσιὼν τῇ Ῥώμῃ, στάδια δὲ εἴκοσι καὶ ἑκατὸν ἀπέχων ἐνέτυχε Φιλολάῳ τῷ Κιττιεῖ περὶ τὸ νέμος τὸ ἐν τῇ Ἀρικίᾳ. ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι. οὗτος ἀναλύων ἀπὸ τῆς Ῥώμης αὐτός τε ἐῴκει φεύγοντι καὶ ὅτῳ ἐντύχοι φιλοσοφοῦντι παρεκελεύετο τὸ αὐτὸ πράττειν. προσειπὼν οὖν τὸν Ἀπολλώνιον ἐκέλευεν ἐκστῆναι τῷ καιρῷ, μηδὲ ἐπιφοιτᾶν τῇ Ῥώμῃ διαβεβλημένου τοῦ φιλοσοφεῖν, καὶ διηγεῖτο τὰ ἐκεῖ πραττόμενα θαμὰ ἐπιστρεφόμενος, μὴ ἐπακροῷτό τις αὐτοῦ κατόπιν. ‘σὺ δὲ καὶ χορὸν φιλοσόφων ἀναψάμενος’ εἶπε ‘βαδίζεις φθόνου μεστὸς οὐκ εἰδὼς τοὺς ἐπιτεταγμένους ταῖς πύλαις ὑπὸ Νέρωνος, οἳ ξυλλήψονταί σέ τε καὶ τούτους, πρὶν ἔσω γενέσθαι.’ ‘τί δ᾽’ εἶπεν ‘ὦ Φιλόλαε, τὸν αὐτοκράτορα σπουδάζειν φασίν;’ ‘ἡνιοχεῖ’ ἔφη ‘δημοσίᾳ καὶ ᾄδει παριὼν ἐς τὰ Ῥωμαίων θέατρα καὶ μετὰ τῶν μονομαχούντων ζῇ, μονομαχεῖ δὲ καὶ αὐτὸς καὶ ἀποσφάττει.’ ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος ‘εἶτα’, ἔφη ‘ὦ βέλτιστε, μεῖζόν τι ἡγῇ θέαμα ἀνδράσι πεπαιδευμένοις ἢ βασιλέα ἰδεῖν ἀσχημονοῦντα; θεοῦ μὲν γὰρ παίγνιον ἄνθρωπος’ εἶπε ‘κατὰ τὴν Πλάτωνος δόξαν, βασιλεὺς δὲ ἀνθρώπον παίγνιον γιγνόμενος καὶ χαριζόμενος τοῖς ὄχλοις τὴν ἑαυτοῦ αἰσχύνην τίνας οὐκ ἂν παράσχοι λόγους τοῖς φιλοσοφοῦσι;’ ‘νὴ Δί᾽’, εἶπεν ὁ Φιλόλαος ‘εἴγε μετὰ τοῦ ἀκινδύνου γίγνοιτο, εἰ δὲ ἀπόλοιο ἀναχθεὶς καὶ Νέρων σε ὠμὸν φάγοι μηδὲν ἰδόντα ὧν πράττει, ἐπὶ πολλῷ ἔσται σοι τὸ ἐντυχεῖν αὐτῷ καὶ ἐπὶ πλείονι ἢ τῷ Ὀδυσσεῖ ἐγένετο, ὁπότε παρὰ τὸν Κύκλωπα ἦλθεν, ἀπώλεσε γὰρ πολλοὺς τῶν ἑταίρων ποθήσας ἰδεῖν αὐτὸν καὶ ἡττηθεὶς ἀτόπου καὶ ὠμοῦ θεάματος.’ ὁ δὲ Ἀπολλώνιος ‘οἴει γὰρ’ ἔφη ‘τοῦτον ἧττον ἐκτετυφλῶσθαι τοῦ Κύκλωπος, εἰ τοιαῦτα ἐργάζεται;’ καὶ ὁ Φιλόλαος ‘πραττέτω μέν’, εἶπεν
‘ὅ τι βούλεται, σὺ δὲ ἀλλὰ τούτους σῶζε.’ φωνῇ δὲ ταῦτα μείζονι ἔλεγε καὶ ἐῴκει κλᾴοντι. ἐνταῦθα δείσας ὁ Δάμις περὶ τοῖς νέοις, μὴ χείρους αὑτῶν γένοιντο ὑπὸ τῆς τοῦ Φιλολάου πτοίας, ἀπολαβὼν τὸν Ἀπολλώνιον ‘ἀπολεῖ’ ἔφη ‘τοὺς νέους ὁ λαγὼς οὗτος τρόμων καὶ ἀθυμίας ἀναπιμπλὰς πάντα’. ὁ δὲ Ἀπολλώνιος ‘καὶ μὴν πολλῶν’ ἔφη ‘ἀγαθῶν ὄντων, ἃ μηδ᾽ εὐξαμένῳ μοι πολλάκις παρὰ τῶν θεῶν γέγονε, μέγιστον ἂν ἔγωγε φαίην ἀπολελαυκέναι τὸ νυνὶ τοῦτο, παραπέπτωκε γὰρ βάσανος τῶν νέων, ἣ σφόδρα ἐλέγξει τοὺς φιλοσοφοῦντάς τε αὐτῶν καὶ τοὺς ἕτερόν τι μᾶλλον ἢ τοῦτο πράττοντας.’ καὶ ἠλέγχθησαν αὐτίκα οἱ μὴ ἐρρωμένοι σφῶν, ὑπὸ γὰρ τῶν τοῦ Φιλολάου λόγων ἀπαχθέντες οἱ μὲν ἔφασαν νοσεῖν, οἱ δ᾽ οὐκ εἶναι αὑτοῖς ἐφόδια, οἱ δὲ τῶν οἴκοι ἐρᾶν, οἱ δὲ ὑπὸ ὀνειράτων ἐκπεπλῆχθαι, καὶ περιῆλθεν ἐς ὀκτὼ ὁμιλητὰς ὁ Ἀπολλώνιος ἐκ τεττάρων καὶ τριάκοντα, οἳ ξυνεφοίτων αὐτῷ ἐς τὴν Ῥώμην. οἱ δ᾽ ἄλλοι Νέρωνά τε καὶ φιλοσοφίαν ἀποδράντες φυγῇ ᾤχοντο.
ξυναγαγὼν οὖν τοὺς περιλειφθέντας, ὧν καὶ Μένιππος ἦν ὁ ξυναλλάξας τῇ ἐμπούσῃ καὶ Διοσκορίδης ὁ Αἰγύπτιος καὶ Δάμις ‘οὐ λοιδορήσομαι’ ἔφη ‘τοῖς ἀπολελοιπόσιν ἡμᾶς, ἀλλ᾽ ὑμᾶς ἐπαινέσομαι μᾶλλον, ὅτι ἄνδρες ἐστὲ ἐμοὶ ὅμοιοι, οὐδ᾽, εἴ τις Νέρωνα δείσας ἀπῆλθε, δειλὸν ἡγήσομαι τοῦτον, ἀλλ᾽ εῖ τις τοῦ δέους τούτου κρείττων γίγνεται, φιλόσοφος ὑπ᾽ ἐμοῦ προσειρήσεται, καὶ διδάξομαι αὐτόν, ὁπόσα οἶσα. δοκεῖ δή μοι πρῶτον μὲν εὔξασθαι τοῖς θεοῖς, δι᾽ οὓς ταῦτα ἐπὶ νοῦν ἦλθεν ὑμῖν τε κἀκείνοις, ἔπειθ᾽ ἡγεμόνας αὐτοὺς ποιεῖσθαι, θεῶν γὰρ χωρὶς οὐδ᾽ ἐν ἄλλῳ ἐσμέν. παριτητέα ἐς πόλιν, ἣ τοσούτων τῆς οἰκουμένης μερῶν ἄρχει· πῶς οὖν ἂν παρέλθοι τις, εἰ μὴ ἐκεῖνοι ἡγοῖντο; καὶ ταῦτα τυραννίδος ἐν αὐτῇ καθεστηκυίας οὕτω χαλεπῆς, ὡς μὴ ἐξεῖναι σοφοῖς εἶναι. ἀνόητόν τε μηδενὶ δοκείτω τὸ θαρσεῖν ὁδόν, ἣν πολλοὶ τῶν φιλοσόφων φεύγουσιν, ἐγὼ γὰρ πρῶτον μὲν οὐδὲν ἂν ἡγοῦμαι φοβερὸν οὕτω γενέσθαι τῶν κατ᾽ ἀνθρώπους, ὡς ἐκπλαγῆναί ποτε ὑπ᾽ αὐτοῦ τὸν σοφόν, εἶτ᾽ οὐδ᾽ ἂν προθείην ἀνδρείας μελέτας, ἐὰν μὴ μετὰ κινδύνων γίγνοιντο. καὶ ἄλλως ἐπελθὼν γῆν, ὅσην οὔπω τις ἀνθρώπων, θηρία μὲν Ἀράβιά τε καὶ Ἰνδικὰ πάμπολλα εἶδον, τὸ δὲ θηρίον τοῦτο, ὃ καλοῦσιν οἱ πολλοὶ τύραννον, οὔτε ὁπόσαι κεφαλαὶ αὐτῷ, οἶδα, οὔτε εἰ γαμψώνυχόν τε καὶ καρχαρόδουν ἐστί. καίτοι πολιτικὸν μὲν εἶναι τὸ θηρίον τοῦτο λέγεται καὶ τὰ μέσα τῶν πόλεων οἰκεῖν, τοσούτῳ δὲ ἀγριώτερον διάκειται τῶν ὀρεινῶν τε καὶ ὑλαίων, ὅσῳ λέοντες μὲν καὶ παρδάλεις ἐνίοτε κολακευόμενοι ἡμεροῦνται καὶ μεταβάλλουσι τοῦ ἤθους, τουτὶ δὲ ὑπὸ τῶν καταψηχόντων ἐπαιρόμενον ἀγριώτερον αὑτοῦ γίγνεται καὶ λαφύσσει πάντα. περὶ μέν γε θηρίων οὐκ ἂν εἴποις, ὅτι τὰς μητέρας ποτὲ τὰς αὑτῶν ἐδαίσαντο, Νέρων δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης. εἰ δὲ καὶ ταῦτα γέγονεν ἐπ᾽ Ὀρέστῃ καὶ Ἀλκμαίωνι, ἀλλ᾽ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν ὁ μὲν ἀποθανὼν ὑπὸ τῆς ἑαυτοῦ γυναικός, ὁ δὲ ὅρμου πραθείς, οὑτοσὶ δὲ καὶ ἐσποιηθεὶς ὑπὸ τῆς μητρὸς γέροντι βασιλεῖ καὶ κληρονομήσας τὸ ἄρχειν ναυαγίῳ τὴν μητέρα ἀπέκτεινε πλοῖον ἐπ᾽ αὐτῇ ξυνθείς, ὑφ᾽ οὗ ἀπώλετο πρὸς τῇ γῇ. εἰ δὲ ἐκ τούτων φοβερόν τις ἡγεῖται Νέρωνα καὶ διὰ τοῦτο ἀποπηδᾷ φιλοσοφίας οὐκ ἀσφαλὲς αὑτῷ νομίζων τὸ ἀπὸ θυμοῦ τι αὐτῷ πράττειν, ἴστω τὸ μὲν φοβερὸν ἐκείνοις ὑπάρχον, ὅσοι περ ἂν σωφροσύνης τε καὶ σοφίας ἅπτωνται, τούτοις γὰρ καὶ τὰ παρὰ τῶν θεῶν εὖ ἔχει, τὰ δὲ τῶν ὑβριζόντων ὕθλον ἡγείσθω, καθὰ καὶ τὰ τῶν μεμεθυσμένων, καὶ γὰρ δὴ κἀκείνους γε ἠλιθίους μὲν ἡγούμεθα, φοβεροὺς δὲ οὔ. ἴωμεν οὖν ἐς τὴν Ῥώμην, εἴγε ἐρρώμεθα, πρὸς γὰρ τὰ Νέρωνος κηρύγματα, δι᾽ ὧν ἐξείργει φιλοσοφίαν, ἔστιν ἡμῖν τὸ τοῦ Σοφοκλέους ῾λέγειν᾽·
- οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
οὐδὲ Μοῦσαι καὶ Ἀπόλλων λόγιος. εἰκὸς δὲ καὶ αὐτὸν Νέρωνα γιγνώσκειν τὰ ἰαμβεῖα ταῦτα, τραγῳδίᾳ, ὥς φασι, χαίροντα.’ ἐνταῦθά τις τὸ Ὁμήρου ἐνθυμηθείς, ὡς, ἐπειδὰν ὁ λόγος ἁρμόσῃ πολεμικοὺς ἄνδρας, μία μὲν κόρυς γίγνονται, μία δὲ ἀσπίς, εὑρεῖν ἄν μοι δοκεῖ αὐτὸ τοῦτο καὶ περὶ τούσδε τοὺς ἄνδρας γενόμενον· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων ξυγκροτηθέντες ἀποθνήσκειν τε ὑπὲρ φιλοσοφίας ἔρρωντο καὶ βελτίους τῶν ἀποδράντων φαίνεσθαι.
προσῄεσαν μὲν οὖν ταῖς πύλαις, οἱ δὲ ἐφεστῶτες οὐδὲν ἠρώτων, ἀλλὰ περιήθρουν τὸ σχῆμα καὶ ἐθαύμαζον· ὁ γὰρ τρόπος ἱερὸς ἐδόκει καὶ οὐδὲν ἐοικὼς τοῖς ἀγείρουσι. καταλύουσι δ᾽ αὐτοῖς ἐν πανδοχείῳ περὶ τὰς πύλας καὶ δεῖπνον αἱρουμένοις, ἐπειδὴ καιρὸς ἑσπέρας ἤδη ἐτύγχανεν, ὡς ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγλευκῶς τῆς φωνῆς ἔχων, περιῄει δὲ ἄρα κύκλῳ τὴν Ῥώμην ᾄδων τὰ τοῦ Νέρωνος μέλη καὶ μεμισθωμένος τοῦτο, τὸν δὲ ἀμελῶς ἀκούσαντα ἢ μὴ καταβαλόντα μισθὸν τῆς ἀκροάσεως ξυνεκεχώρητο αὐτῷ καὶ ἀπάγειν ὡς ἀσεβοῦντα. ἦν δὲ αὐτῷ καὶ κιθάρα καὶ ἡ πρόσφορος τῷ κιθαρίζειν σκευὴ πᾶσα, καί τινα καὶ νευρὰν τῶν ἐφαψαμένων τε καὶ προεντεταμένων ἀποκειμένην ἐν κοιτίδι εἶχεν, ἣν ἔφασκεν ἐκ τῆς Νέρωνος ἐωνῆσθαι κιθάρας δυοῖν μναῖν καὶ ἀποδώσεσθαι αὐτὴν οὐδενί, ἢν μὴ κιθαρῳδὸς ᾖ τῶν ἀρίστων τε καὶ ἀγωνιουμένων Πυθοῖ. ἀναβαλόμενος οὖν, ὅπως εἰώθει, καὶ βραχὺν διεξελθὼν ὕμνον τοῦ Νέρωνος ἐπῆγε μέλη τὰ μὲν ἐξ Ὀρεστείας, τὰ δὲ ἐξ Ἀντιγόνης, τὰ δ᾽ ὁποθενοῦν τῶν τραγῳδουμένων αὐτῷ, καὶ ᾠδὰς ἔκαμπτεν, ὁπόσας Νέρων ἐλύγιζέ τε καὶ κακῶς ἔστρεφεν. ἀργότερον δὲ ἀκροωμένων ὁ μὲν ἀσεβεῖσθαι Νέρωνα ὑπ᾽ αὐτῶν ἔφασκε καὶ πολεμίους τῆς θείας φωνῆς εἶναι, οἱ δὲ οὐ προσεῖχον. ἐρομένου δὲ τοῦ Μενίππου τὸν Ἀπολλώνιον, πῶς ἀκούοι λέγοντος ταῦτα, ‘πῶς’ ἔφη ‘ἢ ὡς ὅτε ᾖδεν; ἡμεῖς μέντοι, ὦ Μένιππε, μὴ παροξυνώμεθα πρὸς ταῦτα, ἀλλὰ τὸν μισθὸν τῆς ἐπιδείξεως δόντες ἐάσωμεν αὐτὸν θύειν ταῖς Νέρωνος Μούσαις.’
τοῦτο μὲν δὴ ἐπὶ τοσοῦτον ἐπαρῳνήθη. ἅμα δὲ τῇ ἡμέρᾳ Τελεσῖνος ὁ ἕτερος τῶν ὑπάτων καλέσας τὸν Ἀπολλώνιον ‘τί’ ἔφη ‘τὸ σχῆμα’; ὁ δὲ ‘καθαρὸν’ εἶπε ‘καὶ ἀπ᾽ οὐδενὸς θνητοῦ’. ‘τίς δὲ ἡ σοφία;’ ‘θειασμὸς’ ἔφη ‘καὶ ὡς ἄν τις θεοῖς εὔχοιτο καὶ θύοι’. ‘ἔστι δέ τις, ὦ φιλόσοφε, ὃς ἀγνοεῖ ταῦτα;’ ‘πολλοί,’ εἶπεν ‘εἰ δὲ καὶ ὀρθῶς τις ἐπίσταται ταῦτα, πολλῷ γένοιτ᾽ ἂν αὑτοῦ βελτίων ἀκούσας σοφωτέρου ἀνδρός, ὅτι, ἃ οἶδεν, εὖ οἶδεν.’ ταῦτα ἀκούοντα τὸν Τελεσῖνον, καὶ γὰρ ἐτύγχανεν ὑποθεραπεύων τὸ θεῖον, ἐσῆλθεν ὁ ἀνὴρ δἰ ἃ πάλαι περὶ αὐτοῦ ἤκουε καὶ τὸ μὲν ὄνομα οὐκ ᾤετο δεῖν ἐς τὸ φανερὸν ἐρωτᾶν, μή τιν᾽ ἔτι λανθάνειν βούλοιτο, ἐπανῆγε δὲ αὐτὸν πάλιν ἐς τὸν λόγον τὸν περὶ τοῦ θείου, καὶ γὰρ πρὸς διάλεξιν ἐπιτηδείως εἶχε, καὶ ὡς σοφῷ γε εἶπε ‘τί εὔχῃ προσιὼν τοῖς βωμοῖς’; ‘ἔγωγε’ ἔφη ‘δικαιοσύνην εἶναι νόμους μὴ καταλύεσθαι πένεσθαι τοὺς σοφούς, τοὺς δὲ ἄλλους πλουτεῖν μέν, ἀδόλως δέ.’ ‘εἶτα’ εἶπε ‘τοσαῦτα αἰτῶν οἴει τεύξεσθαι’; ‘νὴ Δί᾽,’ εἶπε ‘ξυνείρω γὰρ τὰ πάντα ἐς εὐχὴν μίαν καὶ προσιὼν τοῖς βωμοῖς ὧδε εὔχομαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· εἰ μὲν δὴ τῶν χρηστῶν εἰμι ἀνθρώπων, τεύξομαι πλειόνων ἢ εἶπον, εἰ δὲ ἐν τοῖς φαύλοις με οἱ θεοὶ τάττουσι, τἀναντία μοι παρ᾽ αὐτῶν ἥξει καὶ οὐ μέμψομαι τοὺς θεούς, εἰ κακῶν ἀξιοῦμαι μὴ χρηστὸς ὤν.’ ἐξεπέπληκτο μὲν δὴ ὁ Τελεσῖνος ὑπὸ τῶν λόγων τούτων, βουλόμενος δὲ αὐτῷ χαρίζεσθαι ‘φοίτα’ ἔφη ‘ἐς τὰ ἱερὰ πάντα, καὶ γεγράψεται παρ᾽ ἐμοῦ πρὸς τοὺς ἱερωμένους δέχεσθαί σε καὶ διορθουμένῳ εἴκειν.’ ‘ἢν δὲ μὴ γράψῃς,’ ἔφη ‘οὐ δέξονταί με;’ ‘μὰ Δί᾽,’ εἶπεν ‘ἐμὴ γὰρ’ ἔφη ‘αὕτη ἀρχή’. ‘χαίρω,’ ἔφη ‘ὅτι γενναῖος ὢν μεγάλου ἄρχεις, βουλοίμην δ᾽ ἄν σε κἀκεῖνο περὶ ἐμοῦ εἰδέναι· ἐγὼ τῶν ἱερῶν τὰ μὴ βεβαίως κλειστὰ χαίρω οἰκῶν καὶ παραιτεῖταί με οὐδεὶς τῶν θεῶν, ἀλλὰ ποιοῦνται κοινωνὸν στέγης· ἀνείσθω δέ μοι καὶ τοῦτο, καὶ γὰρ οἱ βάρβαροι ξυνεχώρουν αὐτό.’ καὶ ὁ Τελεσῖνος ‘μέγα’ ἔφη ‘Ῥωμαίων ἐγκώμιον οἱ βάρβαροι προὔλαβον, τουτὶ γὰρ ἐβουλόμην ἂν καὶ περὶ ἡμῶν λέγεσθαι.’ ᾤκει μὲν δὴ ἐν τοῖς ἱεροῖς ἐναλλάττων αὐτὰ καὶ μεθιστάμενος ἐξ ἄλλου ἐς ἄλλο, αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχων ‘οὐδὲ οἱ θεοὶ’ ἔφη ‘πάντα τὸν χρόνον ἐν τῷ οὐρανῷ οἰκοῦσιν, ἀλλὰ πορεύονται μὲν ἐς Αἰθιοπίαν, πορεύονται δὲ ἐς Ὄλυμπόν τε καὶ Ἄθω, καὶ οἶμαι ἄτοπον τοὺς μὲν θεοὺς τὰ τῶν ἀνθρώπων ἔθνη περινοστεῖν πάντα, τοὺς δὲ ἀνθρώπους μὴ τοῖς θεοῖς ἐπιφοιτᾶν πᾶσι. καίτοι δεσπόται μὲν ὑπερορῶντες δούλων οὔπω αἰτίαν ἕξουσιν, ἴσως γὰρ ἂν καταφρονοῖεν αὐτῶν, ὡς μὴ σπουδαίων, δοῦλοι δὲ μὴ πάντως τοὺς αὑτῶν δεσπότας θεραπεύοντες ἀπόλοιντο ἂν ὑπ᾽ αὐτῶν ὡς κατάρατοί τε καὶ θεοῖς ἐχθρὰ ἀνδράποδα.’
διαλεγομένου δὲ αὐτοῦ περὶ τὰ ἱερὰ οἱ θεοὶ ἐθεραπεύοντο μᾶλλον καὶ ξυνῄεσαν οἱ ἄνθρωποι ἐς ταῦτα, ὡς τὰ ἀγαθὰ πλείω παρὰ τῶν θεῶν ἕξοντες, καὶ οὔπω διεβάλλοντο αἱ ξυνουσίαι τοῦ ἀνδρὸς διὰ τὸ σπουδάζεσθαί τε δημοσίᾳ λέγεσθαί τε ἐς πάντας, οὐδὲ γὰρ θύραις ἐπεπόλαζεν, οὐδὲ ἐτρίβετο περὶ τοὺς δυνατούς, ἀλλ᾽ ἠσπάζετο μὲν ἐπιφοιτῶντας, διελέγετο δὲ αὐτοῖς ὁπόσα καὶ τῷ δήμῳ.
ἐπεὶ δὲ ὁ Δημήτριος διατεθεὶς πρὸς αὐτόν, ὡς ἐν τοῖς Κορινθιακοῖς λόγοις εἴρηκα, παραγενόμενος ἐς τὴν Ῥώμην ὕστερον ἐθεράπευε μὲν τὸν Ἀπολλώνιον, ἐπηφίει δ᾽ αὑτὸν τῷ Νέρωνι, τέχνη ταῦτα ὑπωπτεύθη τοῦ ἀνδρὸς καὶ τὸν Δημήτριον αὐτὸς ἐδόκει καθεικέναι ἐς αὐτά, καὶ πολὺ μᾶλλον, ὁπότε γυμνάσιον μὲν ἐξεποιήθη τῷ Νέρωνι θαυμασιώτατον τῶν ἐκεῖ, λευκὴν δ᾽ ἔθυον ἐν αὐτῷ ἡμέραν Νέρων τε αὐτὸς καὶ ἡ βουλὴ ἡ μεγάλη καὶ τὸ ἱππεῦον τῆς Ῥώμης, παρελθὼν δὲ ὁ Δημήτριος ἐς αὐτὸ τὸ γυμνάσιον διεξῆλθε λόγον κατὰ τῶν λουμένων, ὡς ἐκλελυμένων τε καὶ αὑτοὺς χραινόντων, καὶ ἐδείκνυεν, ὅτι περιττὸν ἀνάλωμα εἴη τὰ τοιαῦτα, ἐφ᾽ οἷς ξυνήρατο μὲν αὐτῷ ῾τοὖ μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ᾄδειν — ᾖδε δὲ ἐν καπηλείῳ πεποιημένῳ ἐς τὸ γυμνάσιον διάζωμα ἔχων γυμνός, ὥσπερ τῶν καπήλων οἱ ἀσελγέστατοι — οὐ μὴν διέφυγεν ὁ Δημήτριος τὸ ἐφ᾽ οἷς εἶπε κινδυνεῦσαι, Τιγελλῖνος γάρ, ὑφ᾽ ᾧ τὸ ξίφος ἦν τοῦ Νέρωνος, ἀπήλαυνεν αὐτὸν τῆς Ῥώμης, ὡς τὸ βαλανεῖον κατασκάψαντα οἷς εἶπε, τὸν δ᾽ Ἀπολλώνιον ἀφανῶς ἀνίχνευεν, ὁπότε καὶ αὐτὸς ἐπιλήψιμόν τι καὶ παραβεβλημένον εἴποι.
ὁ δ᾽ οὔτε καταγελῶν φανερὸς ἦν οὔτ᾽ αὖ πεφροντικώς, ὥσπερ οἱ φυλαττόμενοί τινα κίνδυνον, ἀλλ᾽ ἀποχρώντως περὶ τῶν προκειμένων διελέγετο ξυμφιλοσοφοῦντος αὐτῷ τοῦ Τελεσίνου καὶ ἑτέρων ἀνδρῶν, οἳ καίτοι φιλοσοφίας ἐπικινδύνως πραττούσης οὐκ ἂν ᾤοντο κινδυνεῦσαι ξὺν ἐκείνῳ σπουδάζοντες. ὑπωπτεύετο δέ, ὡς ἔφην, καὶ πολὺ μᾶλλον ἐφ᾽ οἷς καὶ περὶ τῆς διοσημίας εἶπε· γενομένης γάρ ποτε ἐκλείψεως ἡλίου καὶ βροντῆς ἐκδοθείσης, ὅπερ ἥκιστα ἐν ἐκλείψει δοκεῖ ξυμβαίνειν, ἀναβλέψας ἐς τὸν οὐρανὸν ‘ἔσται τι’ ἔφη ‘μέγα καὶ οὐκ ἔσται.’ ξυμβαλεῖν μὲν δὴ τὸ εἰρημένον οὔπω εἶχον οἱ παρατυχόντες τῷ λόγῳ, τρίτῃ δ᾽ ἀπὸ τῆς ἐκλείψεως ἡμέρᾳ ξυνῆκαν τοῦ λόγου πάντες· σιτουμένου γὰρ τοῦ Νέρωνος ἐμπεσὼν τῇ τραπέζῃ σκηπτὸς διήλασε τῆς κύλικος ἐν χεροῖν οὔσης καὶ οὐ πολὺ ἀπεχούσης τοῦ στόματος· τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι. ἀκούσας δὲ Τιγελλῖνος τὸν λόγον τοῦτον ἐς δέος ἀφίκετο τοῦ ἀνδρός, ὡς σοφοῦ τὰ δαιμόνια, καὶ ἐς ἐγκλήματα μὲν φανερὰ καθίστασθαι πρὸς αὐτὸν οὐκ ᾤετο δεῖν, ὡς μὴ κακόν τι ἀφανὲς ὑπ᾽ αὐτοῦ λάβοι, διαλεγόμενον δὲ καὶ σιωπῶντα καὶ καθήμενον καὶ βαδίζοντα καὶ ὅ τι φάγοι καὶ παρ᾽ ὅτῳ καὶ εἰ ἔθυσεν ἢ μὴ ἔθυσε, περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει.
ἐμπεσόντος δὲ ἐν Ῥώμῃ νοσήματος, ὃ κατάρρουν οἱ ἰατροὶ ὀνομάζουσιν, ἀνίστανται δὲ ἄρα ὑπ᾽ αὐτοῦ βῆχες καὶ ἡ φωνὴ τοῖς λαλοῦσι πονήρως ἔχει, τὰ μὲν ἱερὰ πλέα ἦν ἱκετευόντων τοὺς θεούς, ἐπεὶ διῳδήκει τὴν φάρυγγα Νέρων καὶ μελαίνῃ τῇ φωνῇ ἐχρῆτο, ὁ δὲ Ἀπολλώνιος ἐρρήγνυτο μὲν πρὸς τὴν τῶν πολλῶν ἄνοιαν, ἐπέπληττε δὲ οὐδενί, ἀλλὰ καὶ τὸν Μένιππον παροξυνόμενον ὑπὸ τῶν τοιούτων ἐσωφρόνιζέ τε καὶ κατεῖχε ξυγγιγνώσκειν κελεύων τοῖς θεοῖς, εἰ μίμοις γελοίων χαίρουσιν, ἀπαγγελθέντος δὲ τῷ Τιγελλίνῳ τοῦ λόγου τούτου, πέμπει τοὺς ἄξοντας αὐτὸν ἐς τὸ δικαστήριον, ὡς ἀπολογήσαιτο μὴ ἀσεβεῖν ἐς Νέρωνα, παρεσκεύαστο δὲ καὶ κατήγορος ἐπ᾽ αὐτὸν πολλοὺς ἀπολωλεκὼς ἤδη καὶ τοιούτων Ὀλυμπιάδων μεστός, καί τι καὶ γραμματεῖον εἶχεν ἐν ταῖν χεροῖν γεγραμμένον τὸ ἔγκλημα, καὶ τοῦτο ὥσπερ ξίφος ἀνασείων ἐπὶ τὸν ἄνδρα ἠκονῆσθαί τε αὐτὸ ἔλεγε καὶ ἀπολεῖν αὐτόν. ἐπεὶ δὲ ἀνελίττων Τιγελλῖνος τὸ γραμματεῖον γραμμῆς μὲν ἴχνος ἐν αὐτῷ οὐχ εὗρεν, ἀσήμῳ δέ τινι βιβλίῳ ἐνέτυχεν, ἐς ἔννοιαν ἀπηνέχθη δαίμονος. τουτὶ δὲ καὶ Δομετιανὸς ὕστερον πρὸς αὐτὸν λέγεται παθεῖν. ἀπολαβὼν οὖν τὸν Ἀπολλώνιον ἤνεγκεν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ περὶ τῶν μεγίστων ἡ ἀρχὴ αὕτη ἀφανῶς δικάζει, καὶ μεταστησάμενος πάντας ἐνέκειτο ἐρωτῶν, ὅστις εἴη, ὁ δὲ Ἀπολλώνιος πατρός τε ἐμέμνητο καὶ πατρίδος καὶ ἐφ᾽ ὅ τι τῇ σοφίᾳ χρῷτο, ἔφασκέ τε αὐτῇ χρῆσθαι ἐπί τε τὸ θεοὺς γιγνώσκειν ἐπί τε τὸ ἀνθρώπων ξυνιέναι, τοῦ γὰρ ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι. ‘τοὺς δαίμονας,’ εἶπεν ‘ὦ Ἀπολλώνιε, καὶ τὰς τῶν εἰδώλων φαντασίας πῶς ἐλέγχεις;’ ‘ὥς γε’ ἔφη ‘τοὺς μιαιφόνους τε καὶ ἀσεβεῖς ἀνθρώπους.’ ταυτὶ δὲ πρὸς τὸν Τιγελλῖνον ἀποσκώπτων ἔλεγεν, ἐπειδὴ πάσης ὠμότητός τε καὶ ἀσελγείας διδάσκαλος ἦν τῷ Νέρωνι. ‘μαντεύσαιο δ᾽ ἂν’ ἔφη ‘δεηθέντι μοι;’ ‘πῶς’ εἶπεν ‘ὅ γε μὴ μάντις ὤν;’ ‘καὶ μὴν σὲ’ ἔφη ‘φασὶν εἶναι τὸν εἰπόντα ἔσεσθαί τι μέγα καὶ οὐκ ἔσεσθαι’. ‘ἀληθῶς’ εἶπεν ‘ἤκουσας, τοῦτο δὲ μὴ μαντικῇ προστίθει, σοφίᾳ δὲ μᾶλλον, ἣν θεὸς φαίνει σοφοῖς ἀνδράσιν.’ ‘Νέρωνα δὲ’ ἔφη ‘διὰ τί οὐ δέδοικας;’ ‘ὅτι’ εἶπεν ‘ὁ θεὸς ὁ παρέχων ἐκείνῳ φοβερῷ δοκεῖν κἀμοὶ δέδωκεν ἀφόβῳ εἶναι.’ ‘φρονεῖς δὲ πῶς’ εἶπε ‘περὶ Νέρωνος;’ ὁ δὲ Ἀπολλώνιος ‘βέλτιον’ εἶπεν ‘ἢ ὑμεῖς· ὑμεῖς γὰρ ἡγεῖσθε αὐτὸν ἄξιον τοῦ ᾄδειν, ἐγὼ δὲ ἄξιον τοῦ σιωπᾶν.’ ἐκπλαγεὶς οὖν ὁ Τιγελλῖνος ‘ἄπιθι’ ἔφη ‘καταστήσας ἐγγυητὰς τοῦ σώματος’. ὁ δὲ Ἀπολλώνιος ‘καὶ τίς’ εἶπεν ‘ἐγγυήσεται σῶμα, ὃ μηδεὶς δήσει;’ ἔδοξε τῷ Τιγελλίνῳ ταῦτα δαιμόνιά τε εἶναι καὶ πρόσω ἀνθρώπου, καὶ ὥσπερ θεομαχεῖν φυλαττόμενος, ‘χώρει’, ἔφη ‘οἷ βούλει, σὺ γὰρ κρείττων ἢ ὑπ᾽ ἐμοῦ ἄρχεσθαι.’
κἀκεῖνο Ἀπολλωνίου θαῦμα· κόρη ἐν ὥρᾳ γάμου τεθνάναι ἐδόκει καὶ ὁ νυμφίος ἠκολούθει τῇ κλίνῃ βοῶν ὁπόσα ἐπ᾽ ἀτελεῖ γάμῳ, ξυνωλοφύρετο δὲ καὶ ἡ Ῥώμη, καὶ γὰρ ἐτύγχανεν οἰκίας ἡ κόρη τελούσης ἐς ὑπάτους. παρατυχὼν οὖν ὁ Ἀπολλώνιος τῷ πάθει ‘κατάθεσθε’ ἔφη ‘τὴν κλίνην, ἐγὼ γὰρ ὑμᾶς τῶν ἐπὶ τῇ κόρῃ δακρύων παύσω.’ καὶ ἅμα ἤρετο, ὅ τι ὄνομα αὐτῇ εἴη. οἱ μὲν δὴ πολλοὶ ᾤοντο λόγον ἀγορεύσειν αὐτόν, οἷοι τῶν λόγων οἱ ἐπικήδειοί τε καὶ τὰς ὀλοφύρσεις ἐγείροντες, ὁ δὲ οὐδὲν ἀλλ᾽ ἢ προσαψάμενος αὐτῆς καί τι ἀφανῶς ἐπειπὼν ἀφύπνισε τὴν κόρην τοῦ δοκοῦντος θανάτου, καὶ φωνήν τε ἡ παῖς ἀφῆκεν ἐπανῆλθέ τε ἐς τὴν οἰκίαν τοῦ πατρός, ὥσπερ ἡ Ἄλκηστις ὑπὸ τοῦ Ἡρακλέους ἀναβιωθεῖσα. δωρουμένων δὲ αὐτῷ τῶν ξυγγενῶν τῆς κόρης μυριάδας δεκαπέντε φερνὴν ἔφη ἐπιδιδόναι αὐτὰς τῇ παιδί. καὶ εἴτε σπινθῆρα τῆς ψυχῆς εὗρεν ἐν αὐτῇ, ὃς ἐλελήθει τοὺς θεραπεύοντας — λέγεται γάρ, ὡς ψεκάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου — εἴτ᾽ ἀπεσβηκυῖαν τὴν ψυχὴν ἀνέθαλψέ τε καὶ ἀνέλαβεν, ἄρρητος ἡ κατάληψις τούτου γέγονεν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς παρατυχοῦσιν.
ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μουσώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησαμένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύσειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαντες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὧν ὑπάρχει κατιδεῖν τι μέγα. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε. εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτε Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε, τί βούλει. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος, ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτόν. ἔρρωσο. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Σωκράτης ῾ὀ̔ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς δικαστήριον, ἀπέθανε δέ. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.
Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἐς ἀπολογίαν ἑαυτόν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο. ἐξελαύνοντος δὲ ἐς τὴν Ἑλλάδα τοῦ Νέρωνος καὶ προκηρύξαντος δημοσίᾳ μηδένα ἐμφιλοσοφεῖν τῇ Ῥώμῃ τρέπεται ὁ Ἀπολλώνιος ἐπὶ τὰ ἑσπέρια τῆς γῆς, ἅ φασιν ὁρίζεσθαι ταῖς Στήλαις, τὰς ἀμπώτεις τοῦ Ὠκεανοῦ ἐποψόμενος καὶ τὰ Γάδειρα. καὶ γάρ τι καὶ περὶ φιλοσοφίας τῶν ἐκείνῃ ἀνθρώπων ἤκουεν, ὡς ἐς πολὺ τοῦ θείου προηκόντων, ἠκολούθησαν δὲ αὐτῷ οἱ γνώριμοι πάντες ἐπαινοῦντες καὶ τὴν ἀποδημίαν καὶ τὸν ἄνδρα.