Μετάβαση στο περιεχόμενο

Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/γ

Από Βικιθήκη
Βιβλίον γ΄
Συγγραφέας:
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870.


περὶ δὲ τοῦ Ὑφάσιδος καὶ ὁπόσος τὴν Ἰνδικὴν διαστείχει καὶ ὅ τι περὶ αὐτὸν θαῦμα, τάδε χρὴ γιγνώσκειν· αἱ πηγαὶ τοῦ ποταμοῦ τούτου βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐτόθεν, προϊοῦσαι δὲ καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν. ἀκρωνυχίαι γὰρ πετρῶν παραλλὰξ ὑπανίσχουσι τοῦ ὕδατος, περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἑλίττεσθαι καὶ ποιεῖν τὸν ποταμὸν ἄπλουν. εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον, ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι δι᾽ Εὐρώπης ῥέουσι. δένδρα δέ οἱ προσόμοια φύει παρὰ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ὃ ποιοῦνται Ἰνδοὶ γαμικὸν χρίσμα, καὶ εἰ μὴ τῷ μύρῳ τούτῳ ῥάνωσι τοὺς νυμφίους οἱ ξυνιόντες ἐς τὸν γάμον, ἀτελὴς δοκεῖ καὶ οὐκ ἐς χάριν τῇ Ἀφροδίτῃ ξυναρμοσθείς. ἀνεῖσθαι δὲ τῇ θεῷ ταύτῃ λέγουσιν αὐτό τε τὸ περὶ τῷ ποταμῷ νέμος καὶ τοὺς ἰχθῦς τοὺς ταώς, οὓς οὗτος μόνος ποταμῶν τρέφει, πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ οὐραῖα καί, ὁπότε βούλοιντο, ἀνακλώμενα. ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ τούτῳ σκώληκι εἰκασμένον λευκῷ. τοῦτο οἱ τήκοντες ἔλαιον ποιοῦνται, πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται καὶ στέγει αὐτὸ πλὴν ὑελοῦ οὐδέν. ἁλίσκεται δὲ τῷ βασιλεῖ μόνῳ τὸ θηρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν. ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων ἡ πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστηρίων, ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα εὕρηται.

καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκεσθαί φασιν, εἶναι δὲ τοῖς θηρίοις τούτοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεννῶς μάχονται, καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα τὸ κέρας τοῦτο, οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπ᾽ αὐτοῦ πιὼν οὔτε ἂν τρωθεὶς ἀλγῆσαι πυρός τε διεξελθεῖν ἂν καὶ μηδ᾽ ἂν φαρμάκοις ἁλῶναι ὁπόσα ἐπὶ κακῷ πίνεται, βασιλέων δὲ τὸ ἔκπωμα εἶναι καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Ἀπολλώνιος δὲ τὸ μὲν θηρίον ἑωρακέναι φησὶ καὶ ἄγασθαι αὐτὸ τῆς φύσεως, ἐρομένου δὲ αὐτὸν τοῦ Δάμιδος, εἰ τὸν λόγον τὸν περὶ τοῦ ἐκπώματος προσδέχοιτο, ‘προσδέξομαι’ εἶπεν ‘ἢν ἀθάνατον μάθω τὸν βασιλέα τῶν δεῦρο Ἰνδῶν ὄντα, τὸν γὰρ ἐμοί τε καὶ τῷ δεῖνι ὀρέγοντα πῶμα ἄνοσόν τε καὶ οὕτως ὑγιὲς πῶς οὐχὶ μᾶλλον εἰκὸς αὐτὸν ἐπεγχεῖν ἑαυτῷ τούτου καὶ ὁσημέραι πίνειν ἀπὸ τοῦ κέρατος τούτου μέχρι κραιπάλης; οὐ γὰρ διαβαλεῖ τις, οἶμαι, ῾τὂ τούτῳ μεθύειν.’

ἐνταῦθα καὶ γυναίῳ φασὶν ἐντετυχηκέναι τὰ μὲν ἐκ κεφαλῆς ἐς μαζοὺς μέλανι, τὰ δὲ ἐκ μαζῶν ἐς πόδας λευκῷ πάντα, καὶ αὐτοὶ μὲν ὡς δεῖμα φυγεῖν, τὸν δὲ Ἀπολλώνιον ξυνάψαι τε τῷ γυναίῳ τὴν χεῖρα καὶ ξυνεῖναι ὅ τι εἴη· ἱεροῦται δὲ ἄρα τῇ Ἀφροδίτῃ Ἰνδὴ τοιαύτη, καὶ τίκτεται τῇ θεῷ γυνὴ ποικίλη, καθάπερ ὁ Ἆπις Αἰγυπτίοις.

ἐντεῦθέν φασιν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν, εἶναι δὲ αὐτὸ ξυνηρεφὲς ἴδαις ἀρωμάτων. τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλήμασι, βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα, καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸ ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. ἐν δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλοὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα καὶ τὰ δένδρα αἱ πεπερίδες, ὧν γεωργοὶ πίθηκοι, καὶ οὐδὲ ᾧ εἴκασται τοῦτο, παρεῖταί σφισιν, ὃν δὲ εἴρηται τρόπον, ἐγὼ δηλώσω· τὸ δένδρον ἡ πεπερὶς εἴκασται μὲν τῷ παρ᾽ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς τοῦ ὄρους καὶ ὅ τι αὐτοῦ κοῖλον, οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσι, τοὺς λέοντας ἀπ᾽ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου, τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα, γεγηρακὼς δὲ ὑπὲρ σίτου, τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. οὐ μὴν οἱ ἄνθρωποι περιορῶσιν, ἀλλ᾽ εὐεργέτας ἡγούμενοι τὰ θηρία ταῦτα πρὸς τοὺς λέοντας ὑπὲρ αὐτῶν αἰχμὴν αἴρονται. τὰ γὰρ πραττόμενα περὶ τὰς πεπερίδας ὧδε ἔχει· προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω δένδρεσι τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφοροῦσιν οἷον ῥιπτοῦντες, ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις, οἱ δὲ ἄνωθεν καὶ ἐκ τῶν ἀβάτων ἀφεωρακότες ταῦτα, νυκτὸς γενομένης ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες ῥιπτοῦσι φέροντες ἐς τὰς ἅλως, οἱ Ἰνδοὶ δὲ ἅμα ἡμέρᾳ σωροὺς ἀναιροῦνται τοῦ ἀρώματος οὐδὲ πονήσαντες οὐδέν, ἀλλὰ ῥᾴθυμοί τε καὶ καθεύδοντες.

ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον ἰδεῖν φασι λεῖον κατατετμημένον ἐς τάφρους πλήρεις ὕδατος. εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθάς, διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου τῆς τε χώρας ὅρια οὔσας τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ ξυμπαρατείνει. πεδιὰς πᾶσα ἡ χώρα μέλαινά τε καὶ πάντων εὔφορος. ἰδεῖν μὲν γὰρ ἐν αὐτῇ στάχυας ἀνεστῶτας, ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος σήσαμόν τε καὶ κέγχρον ὑπερφυᾶ πάντα. ἐνταῦθα καὶ τὰ κάρυα φύεσθαί φασιν, ὧν πολλὰ πρὸς ἱεροῖς ἀνακεῖσθαι τοῖς δεῦρο θαύματος ἕνεκα. τὰς δὲ ἀμπέλους φύεσθαι μὲν μικράς, καθάπερ αἱ Λυδῶν τε καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀποτρυγᾶν. ἐνταῦθα καὶ δένδρῳ φασὶν ἐντετυχηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥόᾳ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μέν, ὥσπερ τῶν ὑακίνθων αἱ κάλυκες, πάντων δὲ ἥδιστον, ὁπόσα ἐξ ὡρῶν ἥκει.

καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι· καὶ γὰρ σφόδρα εὔηθες ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλομένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα· δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι κατέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλ᾽ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος ἢ οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐλίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοινὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν, ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν.

οἱ δὲ ὑπὸ τὰς ὑπωρείας τε καὶ τοὺς λόφους ἵενται μὲν ἐς τὰ πεδία ἐπὶ θήρᾳ, πλεονεκτοῦσι δὲ τῶν ἑλείων πάντα, καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται καὶ διαφεύγει αὐτοὺς οὐδέν· τούτοις καὶ λοφιὰ φύεται νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, τελειουμένοις δὲ συναυξανομένη τε καὶ συνανιοῦσα ἐς πολύ, ὅτε δὴ πυρσοί τε καὶ πριόνωτοι γίγνονται. οὗτοι καὶ γενειάσκουσι καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου, αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος, ἰσχὺν δ᾽ αὐτῶν ἀμήχανον εἶναί φασιν ἐς πολλὰ τῶν ἀποθέτων. γίγνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται, τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοί τε γίγνονται καὶ δορὰ καὶ ὀδόντες. εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων.

οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φολίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς, γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀκεῖνα, καὶ κατωφρύωνται μᾶλλον ἢ οἱ πεδινοὶ ὄμμα τε ὑποκάθηται τῇ ὀφρύι δεινὸν καὶ ἀνειδὲς δεδορκός, ὑπόχαλκόν τε ἠχὼ φέρουσιν, ἐπειδὰν τῇ γῇ ὑποκυμαίνωσιν, ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄττει λαμπαδίου πλέον. οὗτοι καὶ τοὺς ἐλέφαντας αἱροῦσιν, αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείραντες γράμματα τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύσαντες τοῖς γράμμασιν, ὑφ᾽ οὗ νικᾶται τοὺς ὀφθαλμοὺς ὁ δράκων ἀτρέπτους ὄντας, καὶ πολλὰ τῆς ἀπορρήτου σοφίας ἐπ᾽ αὐτὸν ᾄδουσιν, οἷς ἄγεταί τε καὶ τὸν αὐχένα ὑπερβαλὼν τῆς χειᾶς ἐπικαθεύδει τοῖς γράμμασι· προσπεσόντες οὖν οἱ Ἰνδοὶ κειμένῳ πελέκεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτεμόντες λῄζονται τὰς ἐν αὐτῇ λίθους. ἀποκεῖσθαι δέ φασιν ἐν ταῖς τῶν ὀρείων δρακόντων κεφαλαῖς λίθους τὸ μὲν εἶδος ἀνθηρὰς καὶ πάντα ἀπαυγαζούσας χρώματα, τὴν δὲ ἰσχὺν ἀρρήτους κατὰ τὸν δακτύλιον, ὃν γενέσθαι φασὶ τῷ Γύγῃ. πολλάκις δὲ καὶ τὸν Ἰνδὸν αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ συλλαβὼν ἐς τὴν αὑτοῦ χειὰν φέρων ᾤχετο μονονοὺ σείων τὸ ὄρος. οὗτοι καὶ τὰ ὄρη τὰ περὶ τὴν Ἐρυθρὰν οἰκεῖν λέγονται, σύριγμα δὲ δεινόν φασιν ἀκούεσθαι τούτων καὶ κατιόντας αὐτοὺς ἐπὶ τὴν θάλατταν πλεῖν ἐπὶ πολὺ τοῦ πελάγους. περὶ δὲ ἐτῶν μήκους τοῦ θηρίου τούτου γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. τοσαῦτα περὶ δρακόντων οἶδα.

τὴν δὲ πόλιν τὴν ὑπὸ τῷ ὄρει μεγίστην οὖσαν φασὶ μὲν καλεῖσθαι Πάρακα, δρακόντων δὲ ἀνακεῖσθαι κεφαλὰς ἐν μέσῃ πλείστας γυμναζομένων τῶν ἐν ἐκείνῃ Ἰνδῶν τὴν θήραν ταύτην ἐκ νέων. λέγονται δὲ καὶ ζῴων ξυνιέναι φθεγγομένων τε καὶ βουλευομένων σιτούμενοι δράκοντος οἱ μὲν καρδίαν, οἱ δὲ ἧπαρ. προϊόντες δὲ αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νομέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς, ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας εὐτραφὲς ἡγούμενοι τὸ ἀπ᾽ αὐτῶν γάλα.

ἐντεῦθεν ἡμερῶν τεττάρων ὁδὸν πορευόμενοι δἰ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας προσελθεῖν φασι τῇ τῶν σοφῶν τύρσει. τὸν δὲ ἡγεμόνα κελεύσαντα συνοκλάσαι τὴν κάμηλον ἀποπηδῆσαι αὐτῆς περιδεᾶ καὶ ἱδρῶτος πλέων. τὸν δὲ Ἀπολλώνιον ξυνεῖναι μὲν οὗ ἥκοι, γελάσαντα δὲ ἐπὶ τῷ τοῦ Ἰνδοῦ δέει ‘δοκεῖ μοι’ φάναι ‘οὗτος, εἰ καὶ κατέπλευσεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθεσθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι.’ καὶ ἅμα εἰπὼν ταῦτα προσέταξε τῇ καμήλῳ συνιζῆσαι, καὶ γὰρ δὴ καὶ ἐθὰς λοιπὸν ἦν τῶν τοιούτων, περίφοβον δὲ ἄρα ἐποίει τὸν ἡγεμόνα τὸ πλησίον τῶν σοφῶν ἥκειν, Ἰνδοὶ γὰρ δεδίασι τούτους μᾶλλον ἢ τὸν σφῶν αὐτῶν βασιλέα, ὅτι καὶ βασιλεὺς αὐτός, ὑφ᾽ ᾧ ἐστιν ἡ χώρα, περὶ πάντων, ἃ λεκτέα τε αὐτῷ καὶ πρακτέα, ἐρωτᾷ τούσδε τοὺς ἄνδρας, ὥσπερ οἱ ἐς θεοῦ πέμποντες, οἱ δὲ σημαίνουσι μέν, ὅ τι λῷον, αὐτῷ πράττειν, ὅ τι δὲ μὴ λῷον, ἀπαγορεύουσί τε καὶ ἀποσημαίνουσι.

καταλύσειν δὲ μέλλοντες ἐν τῇ κώμῃ τῇ πλησίον — ἀπέχει δὲ τοῦ ὄχθου τῶν σοφῶν οὔπω στάδιον — ἰδεῖν φασι νεανίαν δρόμῳ ἥκοντα μελάντατον Ἰνδῶν πάντων, ὑποστίλβειν δὲ αὐτῷ μηνοειδῶς τὸ μεσόφρυον. τουτὶ δὲ ἀκούω χρόνοις ὕστερον καὶ περὶ Μένωνα τὸν Ἡρώδου τοῦ σοφιστοῦ τρόφιμον, ἀπ᾽ Αἰθιόπων δὲ ἦν, ἐν μειρακίῳ δόξαι, προϊόντος δὲ ἐς ἄνδρας ἐκλιπεῖν τὴν αὐγὴν ταύτην καὶ συναφανισθῆναι τῇ ὥρᾳ, τὸν δὲ Ἰνδὸν χρυσῆν μὲν φέρειν φασὶν ἄγκυραν, ἣν νομίζουσιν Ἰνδοὶ κηρύκειον ἐπὶ τῷ πάντα ἴσχειν.

προσδραμόντα δὲ τῷ Ἀπολλωνίῳ φωνῇ Ἑλλάδι προσειπεῖν αὐτόν, καὶ τοῦτο μὲν οὔπω θαυμαστὸν δόξαι διὰ τὸ καὶ τοὺς ἐν τῇ κώμῃ πάντας ἀπὸ Ἑλλήνων φθέγγεσθαι, τὸ δὲ ‘ὁ δεῖνα χαῖρε’ τοῖς μὲν ἄλλοις παρασχεῖν ἔκπληξιν, τῷ δὲ ἀνδρὶ θάρσος ὑπὲρ ὧν ἀφῖκτο, βλέψας γὰρ ἐς τὸν Δάμιν, ‘παρὰ ἄνδρας’ ἔφη ‘σοφοὺς ἀτεχνῶς ἥκομεν, ἐοίκασι γὰρ προγιγνώσκειν.’ καὶ ἅμα ἤρετο τὸν Ἰνδόν, ὅ τι χρὴ πράττειν, ποθῶν ἤδη τὴν ξυνουσίαν, ὁ δὲ Ἰνδὸς ‘τούτους μὲν’ ἔφη ‘καταλύειν χρὴ ἐνταῦθα, σὲ δὲ ἥκειν ὡς ἔχεις, κελεύουσι γὰρ αὐτοί.’

τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη καὶ ἠκολούθει χαίρων. τὸν δὲ ὄχθον, ἐφ᾽ οὗ οἱ σοφοὶ ἀνῳκισμένοι εἰσίν, ὕψος μὲν εἶναι κατὰ τὴν Ἀθηναίων φασὶν ἀκρόπολιν, ἀνίστασθαι δὲ ἐκ πεδίου ἄνω, εὐφυᾶ δὲ ὁμοίως πέτραν ὀχυροῦν αὐτὸν κύκλῳ περιήκουσαν, ἧς πολλαχοῦ δίχηλα ὁρᾶσθαι ἴχνη καὶ γενειάδων τύπους καὶ προσώπων καί που καὶ νῶτα ἰδεῖν ἀπωλισθηκόσιν ὅμοια, τὸν γὰρ Διόνυσον, ὅτε ξὺν Ἡρακλεῖ ἀπεπειρᾶτο τοῦ χωρίου, προσβαλεῖν μὲν αὐτῷ φασι κελεῦσαι τοὺς Πᾶνας, ὡς πρὸς τὸν σεισμὸν ἱκανούς, ἐμβροντηθέντας δὲ αὐτοὺς ὑπὸ τῶν σοφῶν πεσεῖν ἄλλον ἄλλως, καὶ τὰς πέτρας οἷον ἐντυπωθῆναι τὰ τῆς διαμαρτίας σχήματα. περὶ δὲ τῷ ὄχθῳ νεφέλην ἰδεῖν φασιν, ἐν ᾗ τοὺς Ἰνδοὺς οἰκεῖν φανερούς τε καὶ ἀφανεῖς καὶ ὅ τι βούλονται. πύλας δὲ εἰ μὲν καὶ ἄλλας εἶναι τῷ ὄχθῳ, οὐκ εἰδέναι. τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτ᾽ αὖ ξυγκεκλεισμένῳ φαίνεσθαι.

αὐτὸς δὲ ἀναβῆναι μὲν κατὰ τὸ νότιον μάλιστα τοῦ ὄχθου τῷ Ἰνδῷ ἑπόμενος, ἰδεῖν δὲ πρῶτον μὲν φρέαρ ὀργυιῶν τεττάρων, οὗ τὴν αὐγὴν ἐπὶ τὸ στόμιον ἀναπέμπεσθαι κυανωτάτην οὖσαν καὶ ὁπότε ἡ μεσημβρία τοῦ ἡλίου σταίη περὶ αὐτό, ἀνιμᾶσθαι τὴν αὐγὴν ἀπὸ τῆς ἀκτῖνος καὶ χωρεῖν ἄνω παρεχομένην εἶδος θερμῆς ἴριδος. μαθεῖν δὲ ὕστερον περὶ τοῦ φρέατος, ὡς σανδαρακίνη μὲν εἴη ἡ ὑπ᾽ αὐτῷ γῆ, ἀπόρρητον δὲ τὸ ὕδωρ ἡγοῖντο καὶ οὔτε πίνοι τις αὐτὸ οὔτε ἀνασπῴη, ὅρκιον δὲ νομίζοιτο τῇ πέριξ Ἰνδικῇ πάσῃ. πλησίον δὲ τούτου κρατῆρα εἶναι πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολυβδώδη, καπνὸν δὲ οὐδένα ἀπ᾽ αὐτῆς ᾄττειν, οὐδὲ ὀσμὴν οὐδεμίαν, οὐδὲ ὑπερχυθῆναί ποτε ὁ κρατὴρ οὗτος, ἀλλ᾽ ἀναδίδοσθαι τοσοῦτος, ὡς μὴ ὑπερβλύσαι τοῦ βόθρου. ἐνταῦθα Ἰνδοὶ καθαίρονται τῶν ἀκουσίων, ὅθεν οἱ σοφοὶ τὸ μὲν φρέαρ ἐλέγχου καλοῦσι, τὸ δὲ πῦρ ξυγγνώμης. καὶ διττὼ ἑωρακέναι φασὶ πίθω λίθου μέλανος ὄμβρων τε καὶ ἀνέμων ὄντε. ὁ μὲν δὴ τῶν ὄμβρων, εἰ αὐχμῷ ἡ Ἰνδικὴ πιέζοιτο, ἀνοιχθεὶς νεφέλας ἀναπέμπει καὶ ὑγραίνει τὴν γῆν πᾶσαν, εἰ δὲ ὄμβροι πλεονεκτοῖεν, ἴσχει αὐτοὺς ξυγκλειόμενος, ὁ δὲ τῶν ἀνέμων πίθος ταὐτόν, οἶμαι, τῷ τοῦ Αἰόλου ἀσκῷ πράττει, παρανοιγνύντες γὰρ τὸν πίθον ἕνα τῶν ἀνέμων ἀνιᾶσιν ἐμπνεῖν ὥρᾳ κἀντεῦθεν ἡ γῆ ἔρρωται. θεῶν δὲ ἀγάλμασιν ἐντυχεῖν φασιν, εἰ μὲν Ἰνδοῖς ἢ Αἰγυπτίοις, θαῦμα οὐδέν, τὰ δέ γε ἀρχαιότατα τῶν παρ᾽ Ἕλλησι τό τε τῆς Ἀθηνᾶς τῆς Πολιάδος καὶ τὸ τοῦ Ἀπόλλωνος τοῦ Δηλίου καὶ τὸ τοῦ Διονύσου τοῦ Λιμναίου καὶ τὸ τοῦ Ἀμυκλαίου καὶ ὁπόσα ὧδε ἀρχαῖα, ταῦτα ἱδρύεσθαί τε τοὺς Ἰνδοὺς τούτους καὶ νομίζειν Ἑλληνικοῖς ἤθεσι, φασὶ δ᾽ οἰκεῖν τὰ μέσα τῆς Ἰνδικῆς. καὶ τὸν ὄχθον ὀμφαλὸν ποιοῦνται τοῦ λόφου τούτου, πῦρ τε ἐπ᾽ αὐτοῦ ὀργιάζουσιν, ὅ φασιν ἐκ τῶν τοῦ ἡλίου ἀκτίνων αὐτοὶ ἕλκειν· τούτῳ καὶ τὸν ὕμνον ἡμέραν ἅπασαν ἐς μεσημβρίαν ᾄδουσιν.

ὁποῖοι μὲν δὴ καὶ οἱ ἄνδρες καὶ ὅπως οἰκοῦντες τὸν ὄχθον, αὐτὸς ὁ ἀνὴρ δίεισιν· ἐν μιᾷ γὰρ τῶν πρὸς Αἰγυπτίους ὁμιλιῶν ‘εἶδον’ φησὶν ‘Ἰνδοὺς Βραχμᾶνας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ᾽ αὐτῆς, καὶ ἀτειχίστως τετειχισμένους, καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων’ ταυτὶ δὲ ἐκεῖνος μὲν σοφώτερον ἔγραψεν, ὁ δέ γε Δάμις φησὶ χαμευνίᾳ μὲν αὐτοὺς χρῆσθαι, τὴν γῆν δὲ ὑποστρωννύναι πόας, ἃς ἂν αὐτοὶ αἱρῶνται, καὶ μετεωροποροῦντας δὴ ἰδεῖν ἀπὸ τῆς γῆς ἐς πήχεις δύο, οὐ θαυματοποιίας ἕνεκα, τὸ γὰρ φιλότιμον τοῦτο παραιτεῖσθαι τοὺς ἄνδρας, ἀλλ᾽ ὁπόσα τῷ Ἡλίῳ ξυναποβαίνοντες τῆς γῆς δρῶσιν, ὡς πρόσφορα τῷ θεῷ πράττοντας. τό τοι πῦρ, ὃ ἀπὸ τῆς ἀκτῖνος ἐπισπῶνται καίτοι σωματοειδὲς ὂν οὔτε ἐπὶ βωμοῦ καίειν αὐτοὺς οὔτε ἐν ἰπνοῖς φυλάττειν, ἀλλ᾽ ὥς2περ τὰς αὐγάς, αἳ ἐξ ἡλίου τε ἀνακλῶνται καὶ ὕδατος, οὕτω μετέωρόν τε ὁρᾶσθαι αὐτὸ καὶ σαλεῦον ἐν τῷ αἰθέρι. τὸν μὲν οὖν δὴ Ἥλιον ὑπὲρ τῶν ὡρῶν, ἃς ἐπιτροπεύει αὐτός, ἵν᾽ ἐς καιρὸν τῇ γῇ ἴωσι καὶ ἡ Ἰνδικὴ εὖ πράττῃ, νύκτωρ δὲ λιπαροῦσι τὴν ἀκτῖνα μὴ ἄχθεσθαι τῇ νυκτί, μένειν δέ, ὡς ὑπ᾽ αὐτῶν ἤχθη. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ ‘ἐν τῇ γῇ τε εἶναι τοὺς Βραχμᾶνας καὶ οὐκ ἐν τῇ γῇ’. τὸ δὲ ‘ἀτειχίστως τετειχισμένους’ δηλοῖ τὸν ἀέρα, ὑφ᾽ ᾧ ζῶσιν, ὑπαίθριοι γὰρ δοκοῦντες αὐλίζεσθαι σκιάν τε ὑπεραίρουσιν αὑτῶν καὶ ὕοντος οὐ ψεκάζονται καὶ ὑπὸ τῷ ἡλίῳ εἰσίν, ἐπειδὰν αὐτοὶ βούλωνται. τὸ δὲ ‘μηδὲν κεκτημένους τὰ πάντων ἔχειν’ ὧδε ὁ Δάμις ἐξηγεῖται· πηγαί, ὁπόσαι τοῖς βάκχοις παρὰ τῆς γῆς ἀναθρώσκουσιν, ἐπειδὰν ὁ Διόνυσος αὐτούς τε καὶ τὴν γῆν σείσῃ, φοιτῶσι καὶ τοῖς Ἰνδοῖς τούτοις ἑστιωμένοις τε καὶ ἑστιῶσιν· εἰκότως οὖν ὁ Ἀπολλώνιος τοὺς μηδὲν μὲν ἐκ παρασκευῆς, αὐτοσχεδίως δέ, ἃ βούλονται, ποριζομένους, ἔχειν φησίν, ἃ μὴ ἔχουσιν. κομᾶν δὲ ἐπιτηδεύουσιν, ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι Ταραντῖνοί τε καὶ Μήλιοι καὶ ὁπόσοις τὰ Λακωνικὰ ἦν ἐν λόγῳ, μίτραν τε ἀναδοῦνται λευκήν, καὶ γυμνὸν αὐτοῖς βάδισμα καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλησίως ταῖς ἐξωμίσιν. ἡ δὲ ὕλη τῆς ἐσθῆτος ἔριον αὐτοφυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δὲ τίκτει, ἡ δὲ πιμελὴ οἷα ἔλαιον ἀπ᾽ αὐτοῦ λείβεται. τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται καὶ εἴ τις ἕτερος παρὰ τοὺς Ἰνδοὺς τούτους ἀνασπῴη αὐτό, οὐ μεθίεται ἡ γῆ τοῦ ἐρίου. τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, ἃ φορεῖν αὐτοὺς ἄμφω, δύνασθαι μὲν πάντα, δύω δὲ ἀρρήτω τετιμῆσθαι.

προσιόντα δὲ τὸν Ἀπολλώνιον οἱ μὲν ἄλλοι σοφοὶ προσήγοντο ἀσπαζόμενοι ταῖς χερσίν, ὁ δὲ Ἰάρχας ἐκάθητο μὲν ἐπὶ δίφρου ὑψηλοῦ — χαλκοῦ δὲ μέλανος ἦν καὶ πεποίκιλτο χρυσοῖς ἀγάλμασιν, οἱ δὲ τῶν ἄλλων δίφροι χαλκοῖ μέν, ἄσημοι δὲ ἦσαν, ὑψηλοὶ δὲ ἧττον, ὑπεκάθηντο γὰρ τῷ Ἰάρχᾳ — τὸν δὲ Ἀπολλώνιον ἰδὼν φωνῇ τε ἠσπάσατο Ἑλλάδι καὶ τὰ τοῦ Ἰνδοῦ γράμματα ἀπῄτει. θαυμάσαντος δὲ τοῦ Ἀπολλωνίου τὴν πρόγνωσιν καὶ γράμμα γε ἓν ἔφη λείπειν τῇ ἐπιστολῇ, δέλτα εἰπών, παρῆλθε γὰρ αὐτὸν γράφοντα. καὶ ἐφάνη τοῦτο ὧδε ἔχον· ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν ‘πῶς,’ ἔφη ‘ὦ Ἀπολλώνιε, περὶ ἡμῶν φρονεῖτε;’ ‘πῶς’ εἶπεν ‘ἢ ὡς δηλοῖ τὸ ὑμῶν ἕνεκα ἥκειν με ὁδόν, ἣν μήπω τις τῶν ὅθεν περ ἐγὼ ἀνθρώπων;’ ‘τί δὲ ἡμᾶς πλέον οἴει σαυτοῦ γιγνώσκειν;’ ‘ἐγὼ μὲν’ εἶπε ‘σοφώτερά τε ἡγοῦμαι τὰ ὑμέτερα καὶ πολλῷ θειότερα. εἰ δὲ μηδὲν πλέον ὧν οἶδα παρ᾽ ὑμῖν εὕροιμι, μεμαθηκὼς ἂν εἴην καὶ τὸ μηκέτ᾽ ἔχειν ὅ τι μάθοιμι.’ ὑπολαβὼν οὖν ὁ Ἰνδὸς ‘οἱ μὲν ἄλλοι’ ἔφη ‘τοὺς ἀφικνουμένους ἐρωτῶσι, ποταποί τε ἥκουσι καὶ ἐφ᾽ ὅ τι, ἡμῖν δὲ σοφίας ἐπίδειξιν πρώτην ἔχει τὸ μὴ ἀγνοῆσαι τὸν ἥκοντα. ἔλεγχε δὲ πρῶτον τοῦτο.’ καὶ εἰπὼν ταῦτα πατρόθεν τε διῄει τὸν Ἀπολλώνιον καὶ μητρόθεν καὶ τὰ ἐν Αἰγαῖς πάντα καὶ ὡς προσῆλθεν αὐτῷ ὁ Δάμις καὶ εἰ δή τι ἐσπούδασαν ὁδοιποροῦντες ἢ σπουδάζοντος ἑτέρου εἶδον, πάντα ταῦθ᾽ ὥσπερ κοινωνήσας αὐτοῖς τῆς ἀποδημίας ὁ Ἰνδὸς ἀπνευστί τε καὶ σαφῶς εἶρεν. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ ὁπόθεν εἰδείη, ἐπερομένου ‘καὶ σὺ μέτοχος’ ἔφη ‘τῆς σοφίας ταύτης ἥκεις, ἀλλ᾽ οὔπω πάσης.’ ‘διδάξῃ οὖν με’ ἔφη ‘τὴν σοφίαν πᾶσαν;’ ‘καὶ ἀφθόνως γε,’ εἶπε ‘τουτὶ γὰρ σοφώτερον τοῦ βασκαίνειν τε καὶ κρύπτειν τὰ σπουδῆς ἄξια, καὶ ἄλλως, Ἀπολλώνιε, μεστόν σε ὁρῶ τῆς μνημοσύνης, ἣν ἡμεῖς μάλιστα θεῶν ἀγαπῶμεν.’ ‘ἦ γὰρ καθεώρακας,’ εἶπεν ‘ὅπως πέφυκα;’ ‘ἡμεῖς,’ ἔφη ‘ὦ Ἀπολλώνιε, πάντα ὁρῶμεν τὰ τῆς ψυχῆς εἴδη ξυμβόλοις αὐτὰ μυρίοις ἐξιχνεύοντες. ἀλλ᾽ ἐπεὶ μεσημβρία πλησίον καὶ τὰ πρόσφορα τοῖς θεοῖς χρὴ παρασκευάσαι, νῦν μὲν ταῦτ᾽ ἐκπονῶμεν, μετὰ ταῦτα δέ, ὁπόσα βούλει, διαλεγώμεθα, παρατύγχανε δὲ πᾶσι τοῖς δρωμένοις.’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ἀδικοίην ἂν τὸν Καύκασον καὶ τὸν Ἰνδόν, οὓς ὑπερβὰς δι᾽ ὑμᾶς ἥκω, εἰ μὴ πάντων ἐμφοροίμην ὧν δρῴητε.’

‘ἐμφοροῦ’ ἔφη ‘καὶ ἴωμεν.’ ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν ὁ Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων, εἶτα ἔρριψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥάβδοις τὴν γῆν ἔπληξαν, ἡ δὲ κυρτωθεῖσα δίκην κύματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος ὁ παιὰν ὁ τοῦ Σοφοκλέους, ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾄδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας ὁ Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρον ‘ἐπιμελήθητι’ ἔφη ‘τῶν Ἀπολλωνίου ἑταίρων.’ ὁ δὲ πολλῷ θᾶττον ἢ οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼν ‘ἐπιμεμέλημαι’ ἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μειράκιον ‘ἔκφερε’ εἶπε ‘τῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵν᾽ ἐπ᾽ αὐτοῦ διαλέγοιτο.’

ὡς δὲ ἐκάθισεν ‘ἐρώτα,’ ἔφη ‘ὅ τι βούλει, παρ᾽ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας.’ ἤρετο οὖν ὁ Ἀπολλώνιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν ‘ἡμεῖς’ ἔφη ‘πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φιλοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν.’ ὁ δὲ Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ ‘θεοὺς’ εἶπεν, ἐπερομένου δὲ αὐτοῦ, διὰ τί, ‘ὅτι’ ἔφη ‘ἀγαθοί ἐσμεν ἄνθρωποι.’ τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις.

ἀναλαβὼν οὖν τὴν ἐρώτησιν ‘περὶ ψυχῆς δὲ’ εἶπε ‘πῶς φρονεῖτε;’ ‘ὥς γε’ εἶπε ‘Πυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν.’ ‘εἴποις ἂν οὖν,’ ἔφη ‘καθάπερ ὁ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέφηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθ᾽ ἥκειν τὸ σῶμα, Τρώων τις ἢ Ἀχαιῶν ἦσθα ἢ ὁ δεῖνα;’ ὁ δὲ Ἰνδὸς ‘Τροία μὲν ἀπώλετο’ εἶπεν ‘ὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπ᾽ αὐτῇ λόγοι· μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς ἥ τε ὑμετέρα γῆ καὶ ἡ Αἰγυπτίων καὶ ἡ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων;’ ‘ἐγὼ’ ἔφη ‘Ἀχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε. καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε καὶ Νιρέας, οἳ μετ᾽ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γενναῖοι ᾄδονται.’ ‘πρὸς τοῦτον,’ ἔφη ‘Ἀπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Ευφορβον ἡγεῖτο.’

‘ἦν τοίνυν’ ἔφη ‘χρόνος, ὅτ᾽ Αἰθίοπες μὲν ᾤκουν ἐνταῦθα, γένος Ἰνδικόν, Αἰθιοπία δ᾽ οὔπω ἦν, ἀλλ᾽ ὑπὲρ Μερόην τε καὶ Καταδούπους ὥριστο Αἴγυπτος, αὐτὴ καὶ τὰς πηγὰς τοῦ Νείλου παρεχομένη καὶ ταῖς ἐκβολαῖς ξυναπολήγουσα. ὃν μὲν δὴ χρόνον ᾤκουν ἐνταῦθα οἱ Αἰθίοπες ὑποκείμενοι βασιλεῖ Γάγγῃ, ἥ τε γῆ αὐτοὺς ἱκανῶς ἔφερβε καὶ οἱ θεοὶ σφῶν ἐπεμελοῦντο, ἐπεὶ δὲ ἀπέκτειναν τὸν βασιλέα τοῦτον, οὔτε τοῖς ἄλλοις Ἰνδοῖς καθαροὶ ἔδοξαν, οὔτε ἡ γῆ ξυνεχώρει αὐτοῖς ἵστασθαι, τήν τε γὰρ σποράν, ἣν ἐς αὐτὴν ἐποιοῦντο, πρὶν ἐς κάλυκα ἥκειν, ἔφθειρε τούς τε τῶν γυναικῶν τόκους ἀτελεῖς ἐποίει καὶ τὰς ἀγέλας πονήρως ἔβοσκε, πόλιν τε ὅποι βάλοιντο, ὑπεδίδου ἡ γῆ καὶ ὑπεχώρει κάτω. καὶ γάρ τι καὶ φάσμα τοῦ Γάγγου προϊόντας αὐτοὺς ἤλαυνεν ἐνταραττόμενον τῷ ὁμίλῳ, ὃ οὐ πρότερον ἀνῆκε, πρίν γε δὴ τοὺς αὐθέντας καὶ τοὺς τὸ αἷμα χερσὶ πράξαντας τῇ γῇ καθιέρευσαν. ἦν δὲ ἄρα ὁ Γάγγης οὗτος δεκάπηχυς μὲν τὸ μῆκος, τὴν δὲ ὥραν οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς· τὸν δὲ πατέρα τὸν ἑαυτοῦ τὴν Ἰνδικὴν ἐπικλύζοντα αὐτὸς ἐς τὴν Ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῇ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν δώδεκα μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ἕνδεκα, γυναῖκά τε ὑπὸ τοῦ βασιλέως ἀφαιρεθέντα ἐς μῆνιν ἀπενεχθῆναι, ὅτε δὴ ἀτεράμονα καὶ ὠμὸν δόξαι, σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα· πόλεων μὲν τοίνυν ἑξήκοντα οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώτατοι τῶν τῇδε — τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν οὐκ ἔστι — Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασόν ποτε στρατεύσαντας ἐπὶ τήνδε τὴν γῆν ἀπεώσατο. τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν πόλει καὶ ταῦθ᾽ ὑπὲρ γυναικός, ἣν εἰκὸς μηδὲ ἄκουσαν ἡρπάσθαι. ξυμμαχίας δὲ αὐτῷ γενομένης πρὸς τὸν ἄρχοντα τῆς χώρας, ἧς νῦν Φραώτης ἄρχει, κἀκείνου παρανομώτατά τε καὶ ἀσελγέστατα γυναῖκα ἀφελομένου αὐτὸν οὐ παρέλυσε τοὺς ὅρκους, οὕτω βεβαίως ὀμωμοκέναι φήσας, ὡς μηδὲ ὁπότε ἠδικεῖτο λυπεῖν αὐτόν.’

‘καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα· ἑπτὰ γάρ ποτε ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαντος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπήγει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγητὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας κατατεθεῖσθαι αὐτά.’

‘καὶ μήπω θαυμάσῃς τοὐμόν, εἰ ἐξ Ἰνδοῦ ἐς Ἰνδὸν διεδόθην· οὗτος γὰρ’ δείξας τι μειράκιον εἴκοσί που γεγονὸς ἔτη ‘πέφυκε μὲν πρὸς φιλοσοφίαν ὑπὲρ πάντας ἀνθρώπους, ἔρρωται δέ, ὡς ὁρᾷς, καὶ κατεσκεύασται γενναίως τὸ σῶμα, καρτερεῖ δὲ πῦρ καὶ τομὴν πᾶσαν, καὶ τοιόσδε ὢν ἀπεχθάνεται τῇ φιλοσοφίᾳ.’ ‘τί οὖν,’ εἶπεν ‘ὦ Ἰάρχα, τὸ μειρακίου πάθος; δεινὸν γὰρ λέγεις, εἰ ξυντεταγμένος οὕτως ὑπὸ τῆς φύσεως μὴ ἀσπάζεται τὴν φιλοσοφίαν, μηδὲ ἐρᾷ τοῦ μανθάνειν καὶ ταῦτα ὑμῖν ξυνών.’ ‘οὐ ξύνεστιν,’ εἶπεν ‘ἀλλ᾽ ὥσπερ οἱ λέοντες, ἄκων εἴληπται, καὶ καθεῖρκται μέν, ὑποβλέπει δὲ ἡμῶν τιθασευόντων αὐτὸν καὶ καταψώντων. γέγονε μὲν οὖν τὸ μειράκιον τοῦτο Παλαμήδης ὁ ἐν Τροίᾳ, κέχρηται δὲ ἐναντιωτάτοις Ὀδυσσεῖ καὶ Ὁμήρῳ, τῷ μὲν ξυνθέντι ἐπ᾽ αὐτὸν τέχνας, ὑφ᾽ ὧν κατελιθώθη, τῷ δὲ οὐδὲ ἔπους αὐτὸν ἀξιώσαντι. καὶ ἐπειδὴ μήθ᾽ ἡ σοφία αὐτόν τι, ἣν εἶχεν, ὤνησε. μήτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφ᾽ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν, Ὀδυσσέως τε ἥττητο ἀδικῶν οὐδέν, διαβέβληται πρὸς φιλοσοφίαν καὶ ὀλοφύρεται τὸ ἑαυτοῦ πάθος. ἔστι δὲ οὗτος Παλαμήδης, ὃς καὶ γράφει μὴ μαθὼν γράμματα.’

τοιαῦτα διαλεγομένων προσελθὼν τῷ Ἰάρχᾳ ἄγγελος ‘ὁ βασιλεὺς’ ἔφη ‘περὶ δείλην πρώτην ἀφίξεται ξυνεσόμενος ὑμῖν περὶ τῶν ἑαυτοῦ πραγμάτων.’ ὁ δὲ ‘ἡκέτω,’ εἶπε ‘καὶ γὰρ ἂν καὶ βελτίων ἀπέλθοι γνοὺς ἄνδρα Ἕλληνα.’ καὶ εἰπὼν ταῦτα πάλιν τοῦ προτέρου λόγου εἴχετο. ἤρετο οὖν τὸν Ἀπολλώνιον ‘σὺ δ᾽ ἂν εἴποις’ ἔφη ‘τὸ πρῶτον σῶμα καὶ ὅστις πρὸ τοῦ νῦν ἦσθα;’ ὁ δὲ εἶπεν ‘ἐπειδὴ ἄδοξον ἦν μοι ἐκεῖνο, ὀλίγα αὐτοῦ μέμνημαι.’ ὑπολαβὼν οὖν ὁ Ἰάρχας ‘εἶτα ἄδοξον’ ἔφη ‘ἡγῇ τὸ γενέσθαι κυβερνήτης Αἰγυπτίας νεώς· τουτὶ γάρ σε ὁρῶ γεγονότα.’ ‘ἀληθῆ μὲν’ εἶπεν ‘λέγεις, ὦ Ἰάρχα, τουτὶ γὰρ ἀτεχνῶς ἐγενόμην, ἡγοῦμαι δ᾽ αὐτὸ οὐκ ἄδοξον μόνον, ἀλλὰ καὶ καταβεβλημένον, καὶ τοσούτου μὲν ἄξιον τοῖς ἀνθρώποις, ὅσου περ τὸ ἄρχειν καὶ τὸ στρατοῦ ἡγεῖσθαι, κακῶς δὲ ἀκοῦον ὑπὸ τῶν καθαπτομένων τῆς θαλάττης. τὸ γοῦν γενναιότατον τῶν ἐμοὶ πραχθέντων οὐδὲ ἐπαίνου τις ἠξίωσε τότε.’ ‘τί δὲ δὴ γενναῖον εἰργάσθαι φήσεις ἢ τὸ περιβεβληκέναι Μαλέαν τε καὶ Σούνιον χαλινώσας ἐκφερομένην τὴν ναῦν, καὶ τὸ κατὰ πρύμναν τε καὶ πρῷραν τῶν ἀνέμων, ὁπόθεν ἐκδοθήσονται, σαφῶς διεγνωκέναι ἑρμάτων τε ὑπερᾶραι τὸ σκάφος ἐν Εὐβοίᾳ κοίλῃ, οὗπερ πολλὰ τῶν ἀκρωτηρίων ἀναπέπηγεν;’

ὁ δὲ Ἀπολλώνιος ‘ἐπεί με’ εἶπεν ‘ἐς κυβερνητικὸν ἐμβιβάζεις λόγον, ἄκουε, ὃ δοκῶ μοι τότε ὑγιῶς πρᾶξαι· τὴν θάλαττάν ποτε τῶν Φοινίκων λῃσταὶ ὑπεκάθηντο καὶ ἐφοίτων περὶ τὰς πόλεις ἀναμανθάνοντες τίς τί ἄγοι. κατιδόντες οὖν ἐμπορίαν λαμπρὰν τῆς νεὼς οἱ τῶν λῃστῶν πρόξενοι διελέγοντό μοι ἀπολαβόντες με, πόσον τι μεθέξοιμι τοῦ ναύλου, ἐγὼ δὲ χιλίων ἔφην, ἐπειδὴ τέτταρες ἐκυβέρνων τὴν ναῦν. ‘οἰκία δὲ’ ἔφασαν ‘ἔστι σοι;’ ‘καλύβη πονηρὰ’ ἔφην ‘περὶ τὴν νῆσον τὴν Φάρον, οὗ πάλαι ποτὲ ὁ Πρωτεὺς ᾤκει.’ ‘βούλοιο ἂν οὖν’ ἤροντό με ‘γενέσθαι σοι γῆν μὲν ἀντὶ θαλάττης, οἰκίαν δὲ ἀντὶ τῆς καλύβης, τὸ δὲ ναῦλον δεκάκις τοῦτο κακῶν τε ἐξελθεῖν μυρίων, ἃ ἀπὸ τῆς θαλάττης ἀνοιδούσης ἐγχρίπτει τοῖς κυβερνῶσιν;’ βούλεσθαι μὲν εἶπον, οὐ μὴν ἁρπαγῶν γε ἐμαυτὸν ἀξιοῦν, ὁπότε σοφώτερος ἐμαυτοῦ γέγονα καὶ στεφάνων ἠξίωμαι παρὰ τῆς τέχνης. προϊόντων δ᾽ αὐτῶν καὶ βαλάντιά μοι δραχμῶν μυρίων δώσειν φασκόντων, εἰ γενοίμην αὐτοῖς, ὃ ἐβούλοντο, λέγειν ἤδη παρεκελευσάμην ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι· λέγουσι δὴ μελεδωνοὶ μὲν εἶναι λῃστῶν, δεῖσθαι δέ μου μὴ ἀφελέσθαι αὐτοὺς τὸ τὴν ναῦν ἑλεῖν, μηδὲ ἐς ἄστυ ἐκπλεῦσαι, ὁπότε ἐκεῖθεν ἄραιμι, ἀλλ᾽ ὑφορμίσασθαι τῷ ἀκρωτηρίῳ, τὰς ναῦς γὰρ τὰς λῃστρικὰς ἐν περιβολῇ ἑστάναι, καὶ ὀμνύναι μοι ἐβούλοντο μήτ᾽ αὐτόν με ἀποκτενεῖν καὶ ἀνήσειν δὲ τὸν θάνατον οἷς ἂν ἐγὼ παραιτῶμαι. ἐγὼ δὲ νουθετεῖν μὲν αὐτοὺς οὐκ ἀσφαλὲς ἐμαυτῷ ἡγούμην δείσας μὴ ἀπογνόντες ἐμβάλωσι μετεώρῳ τῇ νηὶ καὶ ἀπολώμεθά που τοῦ πελάγους, ὡς δὲ ὑπουργῆσαι ῾ὑπεσχόμην᾽, ἃ ἐβούλοντο, ὀμνύναι ἔφην αὐτοὺς δεῖν ἦ μὴν ἀληθεύσειν ταῦτα. ὀμοσάντων τοίνυν, καὶ γὰρ ἐν ἱερῷ διελέγοντο, ‘χωρεῖτε’ ἔφην ‘ἐπὶ τὰ τῶν λῃστῶν πλοῖα, ἡμεῖς γὰρ νύκτωρ ἀφήσομεν.’ καὶ πιθανώτερος ἐδόκουν ἔτι περὶ τοῦ νομίσματος διαλεγόμενος, ὡς δόκιμον ἀπαριθμηθείη μοι καὶ μὴ πρότερον ἢ τὴν ναῦν ἕλωσιν. οἱ μὲν δὴ ἐχώρουν, ἐγὼ δὲ ἧκα ἐς τὸ πέλαγος ὑπεράρας τοῦ ἀκρωτηρίου.’ ‘ταῦτ᾽ οὖν,’ εἶπεν ὁ Ἰάρχας ‘Ἀπολλώνιε, δικαιοσύνης ἡγῇ ἔργα;’ ‘καὶ πρός γε’ ἔφη ‘φιλανθρωπίας, τὸ γὰρ μὴ ἀποδόσθαι ψυχὰς ἀνθρώπων, μηδ᾽ ἀπεμπολῆσαι τὰ τῶν ἐμπόρων, χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς ἀρετὰς οἶμαι ξυνειληφέναι.’

γελάσας οὖν ὁ Ἰνδὸς ‘ἔοικας’ ἔφη ‘τὸ μὴ ἀδικεῖν δικαιοσύνην ἡγεῖσθαι, τουτὶ δὲ οἶμαι καὶ πάντας Ἕλληνας· ὡς γὰρ ἐγώ ποτε Αἰγυπτίων δεῦρο ἀφικομένων ἤκουσα, φοιτῶσι μὲν ὑμῖν ἀπὸ τῆς Ῥώμης ἡγεμόνες γυμνὸν ἠρμένοι τὸν πέλεκυν ἐφ᾽ ὑμᾶς, οὔπω γιγνώσκοντες, εἰ φαύλων ἄρξουσιν, ὑμεῖς δέ, εἰ μὴ πωλοῖεν τὰς δίκας οὗτοι, φατὲ αὐτοὺς δικαίους εἶναι. τουτὶ δὲ καὶ τοὺς τῶν ἀνδραπόδων καπήλους ἀκούω ἐκεῖ πράττειν, εἰ γὰρ ἀφίκοιντο κατάγοντες ὑμῖν ἀνδράποδα Καρικὰ καὶ τὸ ἦθος αὐτῶν ἐφερμηνεύοιεν ὑμῖν, ἔπαινον ποιοῦνται τῶν ἀνδραπόδων τὸ μὴ κλέπτειν αὐτά. τοὺς μὲν δὴ ἄρχοντας, οἷς ὑποκεῖσθαί φατε, τοιούτων ἀξιοῦτε, καὶ λαμπρύνοντες αὐτοὺς ἐπαίνοις, οἷς περ τὰ ἀνδράποδα, ζηλωτοὺς πέμπετε, ὡς οἴεσθε, οἱ δέ γε σοφώτατοι ποιηταὶ ὑμῶν οὐδ᾽ εἰ βούλεσθε δίκαιοί τε καὶ χρηστοὶ εἶναι, ξυγχωροῦσιν ὑμῖν γενέσθαι. τὸν γὰρ Μίνω τὸν ὠμότητι ὑπερβαλόμενον πάντας καὶ δουλωσάμενον ταῖς ναυσὶ τοὺς ἐπὶ θαλάττῃ τε καὶ ἐν θαλάττῃ δικαιοσύνης σκήπτρῳ τιμῶντες ἐν Ἅιδου καθίζουσι διαιτᾶν ταῖς ψυχαῖς, τὸν δ᾽ αὖ Τάνταλον, ἐπειδὴ χρηστός τε ἦν καὶ τοῖς φίλοις τῆς ὑπαρχούσης αὐτῷ παρὰ τῶν θεῶν ἀθανασίας μετεδίδου, ποτοῦ τε εἴργουσι καὶ σίτου, εἰσὶ δὲ οἳ καὶ λίθους αὐτῷ ἐπικρεμάσαντες δεινὰ ἐφυβρίζουσι θείῳ τε καὶ ἀγαθῷ ἀνδρί, οὓς ἐβουλόμην ἂν μᾶλλον λίμνην αὐτῷ περιβλύσαι νέκταρος, ἐπειδὴ φιλανθρώπως αὐτοῦ καὶ ἀφθόνως προὔπινε.’ καὶ ἅμα λέγων ταῦτα ἐπεδείκνυ ἄγαλμα ἐν ἀριστερᾷ, ᾧ ἐπεγέγραπτο ΤΑΝΤΑΛΟΣ. τὸ μὲν δὴ ἄγαλμα τετράπηχυ ἦν, ἀνδρὶ δὲ ἐῴκει πεντηκοντούτῃ καὶ τρόπον Ἀργολικὸν ἔσταλτο, παρήλλαττε δὲ τὴν χλαμύδα, ὥσπερ οἱ Θετταλοί, φιάλην τε προὔπινεν ἀποχρῶσαν ἑνὶ διψῶντι, ἐν ᾗ στάλαγμα ἐκάχλαζεν ἀκηράτου πώματος οὐχ ὑπερβλύζον τῆς φιάλης. ὅ τι μὲν οὖν ἡγοῦνται αὐτὸ καὶ ἐφ᾽ ὅτῳ ἀπ᾽ αὐτοῦ πίνουσι, δηλώσω αὐτίκα. πλὴν ἀλλὰ ἡγεῖσθαι χρὴ τὸν Τάνταλον μὴ τῇ γλώττῃ ἐφέντα, κοινωνήσαντα δὲ ἀνθρώποις τοῦ νέκταρος ὑπὸ τῶν ποιητῶν ἐλαύνεσθαι, θεοῖς δὲ μὴ διαβεβλῆσθαι αὐτόν, οὐ γὰρ ἄν, εἰ θεοῖς ἀπήχθετο, κριθῆναί ποτε ὑπὸ τῶν Ἰνδῶν ἀγαθὸν θεοφιλεστάτων ὄντων καὶ μηδὲν ἔξω τοῦ θείου πραττόντων.

διατρίβοντας δὲ αὐτοὺς περὶ τὸν λόγον τοῦτον θόρυβος ἐκ τῆς κώμης προσέβαλεν, ἀφῖκτο δὲ ἄρα ὁ βασιλεὺς μηδικώτερον κατεσκευασμένος καὶ ὄγκου μεστός. ἀχθεσθεὶς οὖν ὁ Ἰάρχας ‘εἰ δὲ Φραώτης’ ἔφη ‘καταλύων ἐτύγχανεν, εἶδες ἂν ὥσπερ ἐν μυστηρίῳ σιωπῆς μεστὰ πάντα.’ ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος, ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λείποιτο, ῥᾳθύμους δὲ ἰδὼν τοὺς σοφοὺς καὶ μηδὲν παρασκευάζοντας, ὧν δεῖ τῷ βασιλεῖ μετὰ μεσημβρίαν ἥκοντι ‘ποῖ’ ἔφη ‘ὁ βασιλεὺς διαιτήσεται;’ ‘ἐνταῦθα,’ ἔφασαν, ‘ὧν γὰρ ἕνεκα ἥκει, νύκτωρ διαλεγόμεθα, ἐπειδὴ καὶ βελτίων ὁ καιρὸς πρὸς βουλάς.’ ‘καὶ τράπεζα’ ἔφη ‘παρακείσεται ἥκοντι;’ ‘νὴ Δί᾽,’ εἶπον ‘παχεῖά τε καὶ πάντα ἔχουσα, ὁπόσα ἐνταῦθα.’ ‘παχέως οὖν’ ἔφη ‘διαιτᾶσθε;’ ‘ἡμεῖς μὲν’ ἔφασαν ‘λεπτῶς, πλείονα γὰρ ἡμῖν ἐξὸν σιτίζεσθαι μικροῖς χαίρομεν, τῷ δὲ βασιλεῖ πολλῶν δεῖ, βούλεται γάρ. σιτήσεται δὲ ἔμψυχον μὲν οὐδέν, οὐ γὰρ θέμις ἐνταῦθα, τραγήματα δὲ καὶ ῥίζας καὶ ὡραῖα, ὁπόσα νῦν ἡ Ἰνδικὴ ἔχει ὁπόσα τε αἱ ἐς νέωτα ὧραι δώσουσιν.’

‘ἀλλ᾽ ἰδοὺ’ ἔφη ‘οὗτος.’ προῄει δὲ ἄρα ὁ βασιλεὺς ἀδελφῷ τε καὶ υἱῷ ἅμα χρυσῷ τε ἀστράπτων καὶ ψήφοις. ὑπανισταμένου δὲ τοῦ Ἀπολλωνίου, κατεῖχεν αὐτὸν ὁ Ἰάρχας ἐν τῷ θρόνῳ, μηδὲ γὰρ αὐτοῖς πάτριον εἶναι τοῦτο. τούτοις ὁ Δάμις αὐτὸς μὲν οὔ φησι παρατυχεῖν διὰ τὸ τὴν ἡμέραν ἐκείνην ἐν τῇ κώμῃ διαιτᾶσθαι, Ἀπολλωνίου δὲ ἀκηκοὼς ἐγγράψαι αὐτὰ ἐς τὸν αὑτοῦ λόγον. φησὶ τοίνυν καθημένοις μὲν αὐτοῖς τὸν βασιλέα προτείνοντα τὴν χεῖρα οἷον εὔχεσθαι τοῖς ἀνδράσι, τοὺς δὲ ἐπινεύειν, ὥσπερ ξυντιθεμένους οἷς ᾔτει, τὸν δὲ ὑπερήδεσθαι τῇ ἐπαγγελίᾳ, καθάπερ ἐς θεοῦ ἥκοντα. τὸν δὲ ἀδελφὸν τοῦ βασιλέως καὶ τὸν υἱὸν κάλλιστον μειράκιον ὄντα μηδὲν ὁρᾶσθαι βέλτιον ἢ εἰ ἀνδράποδα τουτωνὶ τῶν ἀκολούθων ἦσαν. μετὰ ταῦτα ἐξαναστῆναι τὸν Ἰνδὸν καὶ φωνὴν ἱέντα κελεύειν αὐτὸν σίτου ἅπτεσθαι, προσδεξαμένου δ᾽ αὐτοῦ καὶ τοῦτο μάλιστα ἀσμένως τρίποδες μὲν ἐξεπορεύθησαν Πυθικοὶ τέτταρες αὐτόματοι, καθάπερ οἱ Ὁμήρειοι προϊόντες, οἰνοχόοι δ᾽ ὑπ᾽ αὐτοῖς χαλκοῦ μέλανος, οἷοι παρ᾽ Ἕλλησιν οἱ Γανυμήδεις τε καὶ οἱ Πέλοπες. ἡ γῆ δὲ ὑπεστόρνυ πόας μαλακωτέρας ἢ αἱ εὐναί. τραγήματα δὲ καὶ ἄρτοι καὶ λάχανα καὶ τρωκτὰ ὡραῖα, πάντα ἐν κόσμῳ ἐφοίτα διακείμενα ἥδιον ἢ εἰ ὀψοποιοὶ αὐτὰ παρεσκεύαζον, τῶν δὲ τριπόδων οἱ μὲν δύο οἴνου ἐπέρρεον, τοῖν δυοῖν δὲ ὁ μὲν ὕδατος θερμοῦ κρήνην παρεῖχεν, ὁ δὲ αὖ ψυχροῦ. αἱ δ᾽ ἐξ Ἰνδῶν φοιτῶσαι λίθοι παρ᾽ Ἕλλησι μὲν ἐς ὅρμους τε καὶ δακτυλίους ἐμβιβάζονται διὰ σμικρότητα, παρὰ δὲ Ἰνδοῖς οἰνοχόαι τε ψυκτῆρές τε γίγνονται διὰ μέγεθος καὶ κρατῆρες ἡλίκοι ἐμπλῆσαι τέτταρας ὥρᾳ ἔτους διψῶντας. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι μέν φησι ξυμμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν δὲ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. κατακεῖσθαι δὲ αὐτοὺς ὡς ἐν ξυσσιτίῳ μέν, οὐ μὴν πρόκριτόν γε τὸν βασιλέα, τοῦτο δὴ τὸ παρ᾽ Ἕλλησί τε καὶ Ῥωμαίοις πολλοῦ ἄξιον, ἀλλ᾽ ὡς ἔτυχέ γε, οὗ ἕκαστος ὥρμησεν.

ἐπεὶ δὲ προῄει ὁ πότος ‘προπίνω σοι,’ ὁ Ἰάρχας εἶπεν ‘ὦ βασιλεῦ, ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον ὑποκεκλιμένον αὐτῷ δείξας καὶ τῇ χειρὶ προσημαίνων, ὅτι γενναῖός τε εἴη καὶ θεῖος.’ ὁ δὲ βασιλεὺς ‘ἤκουσα’ ἔφη ‘προσήκειν Φραώτῃ τοῦτόν τε καὶ τοὺς ἐν τῇ κώμῃ καταλύοντας.’ ‘ὀρθῶς’ ἔφη ‘καὶ ἀληθῶς ἤκουσας, ἐκεῖνος γὰρ κἀνταῦθα ξενίζει αὐτόν.’ ‘τί’ ἔφη ‘ἐπιτηδεύοντα;’ ‘τί δ᾽ ἄλλο γε’ εἶπεν ‘ἢ ἅπερ ἐκεῖνος;’ ‘οὐδὲν’ ἔφη ‘ξένον εἴρηκας ἀσπαζόμενον ἐπιτήδευσιν, ἣ μηδὲ ἐκείνῳ ξυνεχώρησε γενναίῳ γενέσθαι.’ ὁ μὲν δὴ Ἰάρχας ‘σωφρονέστερον,’ ἔφη ‘ὦ βασιλεῦ, περὶ φιλοσοφίας τε καὶ Φραώτου γίγνωσκε, τὸν μὲν γὰρ χρόνον, ὃν μειράκιον ἦσθα, ξυνεχώρει σοι ἡ νεότης τὰ τοιαῦτα, ἐπεὶ δὲ ἐς ἄνδρας ἐξαλλάττεις ἤδη, φειδώμεθα τῶν ἀνοήτων τε καὶ εὐκόλων.’ ὁ δὲ Ἀπολλώνιος ἑρμηνεύοντος τοῦ Ἰάρχα ‘σοὶ δὲ τί,’ ἔφη ‘ὦ βασιλεῦ, τὸ μὴ φιλοσοφῆσαι δέδωκεν;’ ‘ἐμοὶ δὲ ἀρετὴν πᾶσαν καὶ τὸ εἶναί με τὸν αὐτὸν τῷ Ἡλίῳ.’ ὁ δὲ ἐπιστομίζων αὐτοῦ τὸν τῦφον ‘εἰ ἐφιλοσόφεις,’ εἶπεν ‘οὐκ ἂν ταῦτα ᾤου.’ ‘σὺ δέ, ἐπειδὴ φιλοσοφεῖς, ὦ βέλτιστε,’ ἔφη ‘τί περὶ σαυτοῦ οἴει;’ ‘τό γε ἀνὴρ’ ἔφη ‘ἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην.’ ἀνατείνας οὖν τὴν χεῖρα ἐς τὸν οὐρανὸν ‘νὴ τὸν Ἥλιον,’ ἔφη ‘Φραώτου μεστὸς ἥκεις.’ ὁ δὲ ἕρμαιόν γε ἐποιήσατο τὸν λόγον καὶ ὑπολαβὼν ‘οὐ μάτην ἀποδεδήμηταί μοι,’ εἶπεν ‘εἰ Φραώτου μεστὸς γέγονα· εἰ δὲ κἀκείνῳ νῦν ἐντύχοις, πάνυ φήσεις αὐτὸν ἐμοῦ μεστὸν εἶναι, καὶ γράφειν δὲ ὑπὲρ ἐμοῦ πρὸς σὲ ἐβούλετο, ἀλλ᾽ ἐπειδὴ ἔφασκεν ἄνδρα ἀγαθὸν εἶναί σε, παρῃτησάμην τὸν ὄχλον τῆς ἐπιστολῆς, ἐπεὶ μηδὲ ἐκείνῳ τις ὑπὲρ ἐμοῦ ἐπέστειλεν.’

ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου ‘χαῖρε,’ ἔφη ‘ἀγαθὲ ξένε.’ ὁ δὲ Ἀπολλώνιος ‘καὶ σύ, βασιλεῦ,’ εἶπεν ‘ἔοικας γὰρ νῦν ἥκοντι.’ τίς σε ἔφη ‘πρὸς ἡμᾶς ἤγαγεν;’ ‘οὗτοι’ εἶπεν ‘οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες.’ ‘περὶ ἐμοῦ δέ,’ ἔφη ‘ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν;’ ‘ὅσος γε’ εἶπε ‘καὶ περὶ Ἑλλήνων ἐνταῦθα.’ ‘οὐδὲν,’ ἔφη ‘τῶν παρ᾽ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ.’ ‘ἀπαγγελῶ ταῦτα,’ εἶπε ‘καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.’

καὶ προσκλιθεὶς τῷ Ἰάρχᾳ ‘τοῦτον μὲν’ ἔφη ‘μεθύειν ἔα, σὺ δέ μοι εἰπὲ τοῦ χάριν τοὺς περὶ αὐτὸν τούτους ἀδελφόν, ὡς φατέ, καὶ υἱὸν ὄντας οὐκ ἀξιοῦτε κοινῆς τραπέζης, οὐδὲ ἄλλης τιμῆς οὐδεμιᾶς;’ ‘ὅτι’ ἔφη ‘βασιλεύσειν ποτὲ ἡγοῦνται, δεῖ δὲ αὐτοὺς ὑπερορωμένους παιδεύεσθαι τὸ μὴ ὑπερορᾶν.’ ὀκτωκαίδεκα δὲ ὁρῶν τοὺς σοφοὺς πάλιν τὸν Ἰάρχαν ἤρετο, τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους; ‘οὔτε γὰρ τῶν τετραγώνων ὁ ἀριθμός, οὔτε τῶν εὐδοκιμούντων τε καὶ τιμωμένων, καθάπερ ὁ τῶν δέκα καὶ ὁ τῶν δώδεκα καὶ ὁ ἑκκαίδεκα καὶ ὁπόσοι τοιοίδε.’ ὑπολαβὼν οὖν ὁ Ἰνδὸς ‘οὔτε ἡμεῖς’ ἔφη ‘ἀριθμῷ δουλεύομεν οὔτε ἀριθμὸς ἡμῖν, ἀλλ᾽ ἀπὸ σοφίας τε καὶ ἀρετῆς προτιμώμεθα, καὶ ὁτὲ μὲν πλείους τῶν νῦν ὄντων ἐσμέν, ὁτὲ δὲ ἐλάττους. τόν τοι πάππον τὸν ἐμαυτοῦ ἀκούω καταλεχθῆναι μὲν ἐς ἑβδομήκοντα σοφοὺς ἄνδρας νεώτατον αὐτὸν ὄντα, προελθόντα δὲ ἐς τριάκοντα καὶ ἑκατὸν ἔτη καταλειφθῆναι μόνον ἐνταῦθα τῷ μήτ᾽ ἐκείνων τινὰ λείπεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς ἢ φιλόσοφον ἢ γενναίαν φύσιν. Αἰγυπτίων τοίνυν ἐν τοῖς εὐδαιμονεστάτοις γραψάντων αὐτόν, ἐπειδὴ μόνος ἐτῶν τεττάρων ἐξηγήσατο τούτου τοῦ θρόνου, παρῄνει παύσασθαι ὀνειδίζοντας Ἰνδοῖς σοφῶν ὀλιγανδρίαν. ἡμεῖς δέ, ὦ Ἀπολλώνιε, καὶ τὰ Ἠλείων πάτρια Αἰγυπτίων ἀκούοντες καὶ τοὺς Ἑλλανοδίκας, οἳ προΐστανται τῶν Ὀλυμπίων, δέκα ὄντας, οὐκ ἐπαινοῦμεν τὸν νόμον τὸν ἐπὶ τοῖς ἀνδράσι κείμενον, κλήρῳ γὰρ ξυγχωροῦσι τὴν αἵρεσιν, ὃς προνοεῖ οὐδέν, καὶ γὰρ ἂν καὶ τῶν φαυλοτέρων τις αἱρεθείη ὑπὸ τοῦ κλήρου. εἰ δέ γε ἀριστίνδην ἢ καὶ κατὰ ψῆφον ᾑροῦντο τοὺς ἄνδρας, οὐκ ἂν ἡμάρτανον; παραπλησίως· ὁ γὰρ τῶν δέκα ἀριθμὸς ἀπαραίτητος ὢν ἢ πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι ἢ οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει· ὅθεν πολλῷ σοφώτερον ἐφρόνουν ἂν Ἠλεῖοι ἀριθμῷ μὲν ἄλλοτε ἄλλοι ὄντες, δικαιότητι δὲ οἱ αὐτοί.’

ταῦτα σπουδάζοντας αὐτοὺς ὁ βασιλεὺς ἐκκρούειν ἐπειρᾶτο διείργων αὐτοὺς παντὸς λόγου καὶ ἀεί τι ἔμπληκτον καὶ ἀμαθὲς λέγων. πάλιν οὖν ἤρετο ὑπὲρ τοῦ σπουδάζοιεν, ὁ δὲ Ἀπολλώνιος ‘διαλεγόμεθα μὲν ὑπὲρ μεγάλων καὶ τῶν παρ᾽ Ἕλλησιν εὐδοκιμωτάτων, σὺ δ᾽ ἂν μικρὰ ταῦτα ἡγοῖο, φῂς γὰρ διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων.’ ‘διαβέβλημαι μὲν ἀληθῶς,’ εἶπεν ‘ἀκοῦσαι δ᾽ ὅμως βούλομαι, δοκεῖτε γάρ μοι λέγειν ὑπὲρ Ἀθηναίων τῶν Ξέρξου δούλων.’ ὁ δὲ ‘ὑπὲρ ἄλλων μὲν’ ἔφη ‘διαλεγόμεθα, ἐπεὶ δ᾽ ἀτόπως τε καὶ ψευδῶς Ἀθηναίων ἐπεμνήσθης, ἐκεῖνό μοι εἰπέ· εἰσί σοι, βασιλεῦ, δοῦλοι;’ ‘δισμύριοι,’ ἔφη ‘καὶ οὐδὲ ἐώνημαί γε αὐτῶν οὐδένα, ἀλλ᾽ εἰσὶν οἰκογενεῖς πάντες.’ πάλιν οὖν ἤρετο ἑρμηνεύοντος τοῦ Ἰάρχα, πότερ᾽ αὐτὸς ἀποδιδράσκοι τοὺς αὑτοῦ δούλους ἢ οἱ δοῦλοι ἐκεῖνον, ὁ δὲ ὑβρίζων αὐτὸν ‘τὸ μὲν ἐρώτημα’ ἔφη ‘ἀνδραποδῶδες, ὅμως δ᾽ οὖν ἀποκρίνομαι τὸν ἀποδιδράσκοντα δοῦλόν τε εἶναι καὶ ἄλλως κακόν, δεσπότην δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρεβλοῦν τε καὶ ξαίνειν.’ ‘οὐκοῦν,’ ἔφη ‘ὦ βασιλεῦ, δοῦλος εἶναι Ἀθηναίων Ξέρξης ὑπὸ σοῦ ἀποπέφανται καὶ ὡς κακὸς δοῦλος ἀποδρᾶναι αὐτούς, ἡττηθεὶς γὰρ ὑπ᾽ αὐτῶν τῇ ναυμαχίᾳ τῇ περὶ τὰ στενὰ καὶ δείσας περὶ ταῖς ἐν Ἑλλησπόντῳ σχεδίαις ἐν μιᾷ νηὶ ἔφυγε.’ ‘καὶ μὴν καὶ ἐνέπρησεν’ ἔφη ‘τὰς Ἀθήνας ταῖς ἑαυτοῦ χερσίν.’ ὁ δὲ Ἀπολλώνιος ‘τούτου μέν,’ εἶπεν ‘ὦ βασιλεῦ, τοῦ τολμήματος ἔδωκε δίκας, ὡς οὔπω τις ἕτερος· οὓς γὰρ ἀπολωλεκέναι ᾤετο, τούτους ἀποδρὰς ᾤχετο. ἐγὼ δὲ καὶ ῾τἂ Ξέρξου θεωρῶν ἐπὶ μὲν τῇ διανοίᾳ, καθ᾽ ἣν ἐστράτευσεν, ἡγοίμην ἂν αὐτὸν ἀξίως δοξασθῆναι ἐνίοις, ὅτι Ζεὺς εἴη, ἐπὶ δὲ τῇ φυγῇ κακοδαιμονέστατον ἀνθρώπων ὑπείληφα· εἰ γὰρ ἐν χερσὶ τῶν Ἑλλήνων ἀπέθανε, τίς μὲν ἂν λόγων λαμπροτέρων ἠξιώθη; τῷ δ᾽ ἂν μείζω τάφον ἐπεσημήναντο Ἕλληνες; ἀγωνία δ᾽ ἐνόπλιος καὶ ἀγωνία μουσικὴ τίς οὐκ ἂν ἐπ᾽ αὐτῷ ἐτέθη; εἰ γὰρ Μελικέρται καὶ Παλαίμονες καὶ Πέλοψ ὁ ἐπηλύτης Λυδός, οἱ μὲν ἔτι πρὸς μαζῷ ἀποθανόντες, ὁ δὲ τὴν Ἀρκαδίαν τε καὶ τὴν Ἀργολίδα καὶ τὴν ἐντὸς Ἰσθμοῦ δουλωσάμενος ἐς θείαν μνήμην ὑπὸ τῶν Ἑλλήνων ἤρθησαν, τί οὐκ ἂν ἐπὶ Ξέρξῃ ἐγένετο ὑπ᾽ ἀνδρῶν ἀσπαζομένων τε ἀρετὰς φύσει καὶ ἔπαινον αὑτῶν ἡγουμένων τὸ ἐπαινεῖν οὓς νικῶσιν;’

ταῦτα τοῦ Ἀπολλωνίου λέγοντος ἐς δάκρυα ἀπήχθη ὁ βασιλεύς, καὶ ‘ὦ φίλτατε,’ εἶπεν ‘οἵους ἄνδρας ἑρμηνεύεις μοι τοὺς Ἕλληνας εἶναι.’ ‘πόθεν οὖν, ὦ βασιλεῦ, χαλεπῶς πρὸς αὐτοὺς εἶχες;’ ‘διαβάλλουσιν,’ εἶπεν ‘ὦ ξένε, τὸ Ἑλλήνων γένος οἱ ἐξ Αἰγύπτου φοιτῶντες ἐνταῦθα, σφᾶς μὲν αὐτοὺς ἱερούς τε καὶ σοφοὺς ἀποφαίνοντες καὶ νομοθέτας θυσιῶν τε καὶ τελετῶν, ὁπόσας νομίζουσιν οἱ Ἕλληνες, ἐκείνους δὲ οὐδὲν ὑγιὲς εἶναι φάσκοντες, ἀλλ᾽ ὑβριστάς τε καὶ ξυγκλύδας καὶ ἀναρχίαν πᾶσαν καὶ μυθολόγους καὶ τερατολόγους καὶ πένητας μέν, ἐνδεικνυμένους δὲ τοῦτο οὐχ ὡς σεμνόν, ἀλλ᾽ ὑπὲρ ξυγγνώμης τοῦ κλέπτειν, σοῦ δὲ ἀκούων ταῦτα καὶ ὅπως φιλότιμοί τε καὶ χρηστοί εἰσι, σπένδομαί τε λοιπὸν τοῖς Ἕλλησι καὶ δίδωμι αὐτοῖς ἐπαινεῖσθαί τε ὑπ᾽ ἐμοῦ καὶ εὔχεσθαί με ὑπὲρ Ἑλλήνων ὅ τι δύναμαι καὶ τοὺς Αἰγυπτίους ὑπ᾽ ἐμοῦ ἀπιστεῖσθαι.’ ὁ δὲ Ἰάρχας ‘κἀγώ,’ ἔφη ‘ὦ βασιλεῦ, ἐγίγνωσκον, ὅτι σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυπτίων τούτων, διῄειν δὲ ὑπὲρ Ἑλλήνων οὐδέν, ἔστ᾽ ἂν ξυμβόλου τοιούτου τύχῃς, ἀλλ᾽ ἐπεὶ βελτίων γέγονας ὑπ᾽ ἀνδρὸς σοφοῦ, νῦν μὲν ἡμῖν ἡ Ταντάλου φιλοτησία πινέσθω καὶ καθεύδωμεν δι᾽ ἃ χρὴ νύκτωρ σπουδάσαι, λόγων δὲ Ἑλληνικῶν, πλεῖστοι δ᾽ οὗτοι τῶν κατ᾽ ἀνθρώπους, ἐμπλήσω σε λοιπὸν ἐγὼ χαίροντα, ὁπότε ἀφίκοιο.’ καὶ ἅμα ἐξῆρχε τοῖς ξυμπόταις πρῶτος ἐς τὴν φιάλην κύπτων, ἡ δὲ ἐπότιζεν ἱκανῶς πάντας, τὸ γὰρ νᾶμα ἀφθόνως ἐπεδίδου, καθάπερ δὴ τοῖς πηγαίοις ἀναδιδομένοις, ἔπιέ τε καὶ ὁ Ἀπολλώνιος, ὑπὲρ γὰρ φιλότητος Ἰνδοῖς τὸ ποτὸν τοῦτο εὕρηται. ποιοῦνται δὲ αὐτοῦ οἰνοχόον Τάνταλον, ἐπειδὴ φιλικώτατος ἀνθρώπων ἔδοξεν.

πιόντας δὲ αὐτοὺς ἐδέξατο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο, ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν ὁ βασιλεὺς οὔ φησιν ὁ Δάμις, οἴεσθαι δ᾽ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀπορρήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βασίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, ὁ δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρόνον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκειμένου ‘βασιλεὺς’ ἔφη ‘ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει.’ προσελθὼν οὖν ὁ Ἰάρχας ‘ἀδικεῖς,’ εἶπεν ‘ὦ βασιλεῦ, τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλλως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπ᾽ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην, ἴσως δὲ οὐδ᾽ αὐτῷ σοι χρηστόν τι ἕξουσαν.’

ὁ μὲν δὴ κατῄει ἐς τὴν κώμην, ὁ γὰρ θεσμὸς τῶν σοφῶν οὐ ξυνεχώρει τῷ βασιλεῖ ξυνεῖναί σφισιν ὑπὲρ μίαν ἡμέραν, ὁ δὲ Ἰάρχας πρὸς τὸν ἄγγελον ‘καὶ Δάμιν’ εἶπε ‘τῶν δεῦρο ἀπορρήτων ἀξιοῦμεν καὶ ἡκέτω, τῶν δὲ ἄλλων ἐπιμελοῦ ἐν τῇ κώμῃ.’ Ὡς δὲ ἀφίκετο, ξυνιζήσαντες, ὥσπερ εἰώθεσαν, ξυνεχώρουν τῷ Ἀπολλωνίῳ ἐρωτᾶν, ἤρετό τε ἐκ τίνων ξυγκεῖσθαι τὸν κόσμον ἡγοῖντο, οἱ δὲ ἔφασαν ‘ἐκ στοιχείων.’ ‘μῶν’ ἔφη ‘τεττάρων;’ ‘οὐ τεττάρων,’ ἔφη ὁ Ἰάρχας ‘ἀλλὰ πέντε.’ ‘καὶ τί ἂν’ ἔφη ‘πέμπτον γένοιτο παρὰ τὸ ὕδωρ τε καὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ πῦρ;’ ‘ὁ αἰθήρ,’ εἶπεν ‘ὃν ἡγεῖσθαι χρὴ γένεσιν θεῶν εἶναι, τὰ μὲν γὰρ τοῦ ἀέρος ἕλκοντα θνητὰ πάντα, τὰ δὲ τοῦ αἰθέρος ἀθάνατά τε καὶ θεῖα.’ πάλιν ἤρετο, τί τῶν στοιχείων πρῶτον γένοιτο, ὁ δὲ Ἰάρχας ‘ὁμοῦ’ ἔφη ‘πάντα, τὸ γὰρ ζῷον κατὰ μέρος οὐ τίκτεται.’ ‘ζῷον’ ἔφη ‘ἡγῶμαι τὸν κόσμον;’ ‘ἤν γε’ ἔφη ‘ὑγιῶς γιγνώσκῃς, αὐτὸς γὰρ ζωογονεῖ πάντα.’ ‘θῆλυν’ εἶπεν ‘αὐτὸν καλῶμεν ἢ τῆς ἄρσενός τε καὶ ἀντικειμένης φύσεως;’ ‘ἀμφοῖν,’ ἔφη ‘αὐτὸς γὰρ αὑτῷ ξυγγιγνόμενος τὰ μητρός τε καὶ πατρὸς ἐς τὴν ζωογονίαν πράττει ἔρωτά τε ἑαυτοῦ ἴσχει θερμότερον ἢ ἕτερόν τι ἑτέρου, ὃς ἁρμόττει αὐτὸν καὶ ξυνίστησιν· ἀπεικὸς δὲ οὐδὲν ἑαυτῷ ξυμφύεσθαι. καὶ ὥσπερ χειρῶν τε καὶ ποδῶν ἔργον πεποίηται ἡ τοῦ ζῴου κίνησις καὶ ὁ ἐν αὐτῷ νοῦς, ὑφ᾽ οὗ ὁρμᾷ, οὕτως ἡγώμεθα καὶ τὰ μέρη τοῦ κόσμου διὰ τὸν ἐκείνου νοῦν ἐπιτήδεια παρέχειν αὑτὰ τοῖς τικτομένοις τε καὶ κυουμένοις πᾶσι. καὶ γὰρ τὰ πάθη τὰ ἐξ αὐχμῶν φοιτῶντα κατὰ τὸν ἐκείνου φοιτᾷ νοῦν, ἐπειδὰν ἐκπεσοῦσα ἡ δίκη τῶν ἀνθρώπων ἀτίμως πράττῃ, ποιμαίνεταί τε χειρὶ οὐ μιᾷ τόδε τὸ ζῷον, ἀλλὰ πολλαῖς τε καὶ ἀρρήτοις, αἷς χρῆται, ἀχαλίνωτον μὲν διὰ μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον.’

‘καὶ παράδειγμα μὲν οὐκ οἶδ᾽ ὅ τι ἀρκέσει τῷ λόγῳ μεγίστῳ τε ὄντι καὶ πρόσω ἐννοίας, ὑποκείσθω δὲ ναῦς, οἵαν Αἰγύπτιοι ξυντιθέντες ἐς τὴν θάλατταν τὴν ἡμεδαπὴν ἀφιᾶσιν ἀγωγίμων Ἰνδικῶν ἀντιδιδόντες Αἰγύπτια, θεσμοῦ γὰρ παλαιοῦ περὶ τὴν Ἐρυθρὰν ὄντος, ὃν βασιλεὺς Ἐρύθρας ἐνόμισεν, ὅτε τῆς θαλάττης ἐκείνης ἦρχε, μακρῷ μὲν πλοίῳ μὴ ἐσπλεῖν ἐς αὐτὴν Αἰγυπτίους, στρογγύλῃ δ᾽ αὖ μιᾷ νηὶ χρῆσθαι, σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς πολλὰ τῶν παρ᾽ ἑτέροις καὶ παραπλευρώσαντες αὐτὸ ἁρμονίαις, ὁπόσαι ναῦν ξυνιστᾶσι, τοίχοις τε ὑπεράραντες καὶ ἱστῷ καὶ πηξάμενοι πλείους οἰκίας, οἵας ἐπὶ τῶν σελμάτων, πολλοὶ μὲν κυβερνῆται τῆς νεὼς ταύτης ὑπὸ τῷ πρεσβυτάτῳ τε καὶ σοφωτάτῳ πλέουσι, πολλοὶ δὲ κατὰ πρῷραν ἄρχοντες ἄριστοί τε καὶ δεξιοὶ ναῦται καὶ πρὸς ἱστία πηδῶντες, ἔστι δέ τι τῆς νεὼς ταύτης καὶ ὁπλιτεῦον, πρὸς γὰρ τοὺς κολπίτας βαρβάρους, οἳ ἐν δεξιᾷ τοῦ ἔσπλου κεῖνται, παρατάττεσθαι δεῖ τὴν ναῦν, ὅτε ληίζοιντο αὐτὴν ἐπιπλέοντες. τοῦτο ἡγώμεθα καὶ περὶ τόνδε τὸν κόσμον εἶναι, θεωροῦντες αὐτὸν πρὸς τὸ τῆς ναυτιλίας σχῆμα, τὴν μὲν γὰρ δὴ πρώτην καὶ τελεωτάτην ἕδραν ἀποδοτέον θεῷ γενέτορι τοῦδε τοῦ ζῴου, τὴν δὲ ἐπ᾽ ἐκείνῃ θεοῖς, οἳ τὰ μέρη αὐτοῦ κυβερνῶσι, καὶ τῶν γε ποιητῶν ἀποδεχώμεθα, ἐπειδὰν πολλοὺς μὲν φάσκωσιν ἐν τῷ οὐρανῷ θεοὺς εἶναι, πολλοὺς δὲ ἐν θαλάττῃ, πολλοὺς δὲ ἐν πηγαῖς τε καὶ νάμασι, πολλοὺς δὲ περὶ γῆν, εἶναι δὲ καὶ ὑπὸ γῆν τινας. τὸν δὲ ὑπὸ γῆν τόπον, εἴπερ ἐστίν, ἐπειδὴ φρικώδη αὐτὸν καὶ φθαρτικὸν ᾄδουσιν, ἀποτάττωμεν τοῦ κόσμου.’

ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπ᾽ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλάσαι γλώττης Ἑλλάδος, μηδ᾽ ἄν, εἴπερ τὴν γλῶτταν ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολλώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώμενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε, προσεοικέναι τῷ Ἰάρχᾳ.

ἐπαινεσάντων δὲ τῶν ἄλλων πρὸς τῇ φωνῇ τὰ εἰρημένα, πάλιν ὁ Ἀπολλώνιος ἤρετο, πότερα τὴν θάλατταν μείζω ἡγοῖντο ἢ τὴν γῆν, ὁ δὲ Ἰάρχας ‘εἰ μὲν πρὸς τὴν θάλατταν’ ἔφη ‘ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται, τὴν γὰρ θάλατταν αὕτη ἔχει, εἰ δὲ πρὸς πᾶσαν τὴν ὑγρὰν οὐσίαν θεωροῖτο, ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν, καὶ γὰρ ἐκείνην τὸ ὕδωρ φέρει.’

μεταξὺ δὲ τῶν λόγων τούτων ἐφίσταται τοῖς σοφοῖς ὁ ἄγγελος Ἰνδοὺς ἄγων σωτηρίας δεομένους. καὶ παρῆγε γύναιον ἱκετεῦον ὑπὲρ παιδός, ὃν ἔφασκε μὲν ἑκκαίδεκα ἔτη γεγονέναι, δαιμονᾶν δὲ δύο ἔτη, τὸ δὲ ἦθος τοῦ δαίμονος εἴρωνα εἶναι καὶ ψεύστην. ἐρομένου δέ τινος τῶν σοφῶν, ὁπόθεν λέγοι ταῦτα, ‘τοῦ παιδὸς τούτου’ ἔφη ‘τὴν ὄψιν εὐπρεπεστέρου ὄντος ὁ δαίμων ἐρᾷ καὶ οὐ ξυγχωρεῖ αὐτῷ νοῦν ἔχειν, οὐδὲ ἐς διδασκάλου βαδίσαι ἐᾷ ἢ τοξότου, οὐδὲ οἴκοι εἶναι, ἀλλ᾽ ἐς τὰ ἔρημα τῶν χωρίων ἐκτρέπει, καὶ οὐδὲ τὴν φωνὴν ὁ παῖς τὴν ἑαυτοῦ ἔχει, ἀλλὰ βαρὺ φθέγγεται καὶ κοῖλον, ὥσπερ οἱ ἄνδρες, βλέπει δὲ ἑτέροις ὀφθαλμοῖς μᾶλλον ἢ τοῖς ἑαυτοῦ. κἀγὼ μὲν ἐπὶ τούτοις κλάω τε καὶ ἐμαυτὴν δρύπτω καὶ νουθετῶ τὸν υἱόν, ὁπόσα εἰκός, ὁ δὲ οὐκ οἶδέ με. διανοουμένης δέ μου τὴν ἐνταῦθα ὁδόν, τουτὶ δὲ πέρυσι διενοήθην, ἐξηγόρευσεν ὁ δαίμων ἑαυτὸν ὑποκριτῇ χρώμενος τῷ παιδί, καὶ δῆτα ἔλεγεν εἶναι μὲν εἴδωλον ἀνδρός, ὃς πολέμῳ ποτὲ ἀπέθανεν, ἀποθανεῖν δὲ ἐρῶν τῆς ἑαυτοῦ γυναικός, ἐπεὶ δὲ ἡ γυνὴ περὶ τὴν εὐνὴν ὕβρισε τριταίου κειμένου γαμηθεῖσα ἑτέρῳ, μισῆσαι μὲν ἐκ τούτου τὸ γυναικῶν ἐρᾶν, μεταρρυῆναι δὲ ἐς τὸν παῖδα τοῦτον. ὑπισχνεῖτο δέ, εἰ μὴ διαβάλλοιμι αὐτὸν πρὸς ὑμᾶς, δώσειν τῷ παιδὶ πολλὰ ἐσθλὰ καὶ ἀγαθά. ἐγὼ μὲν δὴ ἔπαθόν τι πρὸς ταῦτα, ὁ δὲ διάγει με πολὺν ἤδη χρόνον καὶ τὸν ἐμὸν οἶκον ἔχει μόνος οὐδὲν μέτριον οὐδὲ ἀληθὲς φρονῶν.’ ἤρετο οὖν ὁ σοφὸς πάλιν, εἰ πλησίον εἴη ὁ παῖς, ἡ δὲ οὐκ ἔφη, πολλὰ μὲν γὰρ ὑπὲρ τοῦ ἀφικέσθαι αὐτὸν πρᾶξαι ‘ὁ δ᾽ ἀπειλεῖ κρημνοὺς καὶ βάραθρα καὶ ἀποκτενεῖν μοι τὸν υἱόν, εἰ δικαζοίμην αὐτῷ δεῦρο.’ ‘θάρσει,’ ἔφη ὁ σοφός ‘οὐ γὰρ ἀποκτενεῖ αὐτὸν ἀναγνοὺς ταῦτα’ καί τινα ἐπιστολὴν ἀνασπάσας τοῦ κόλπου ἔδωκε τῇ γυναικί, ἐπέσταλτο δὲ ἄρα ἡ ἐπιστολὴ πρὸς τὸ εἴδωλον ξὺν ἀπειλῇ καὶ ἐκπλήξει.

καὶ μὴν καὶ χωλεύων τις ἀφίκετο γεγονὼς μὲν ἤδη τριάκοντα ἔτη, λεόντων δὲ θηρατὴς δεινός, ἐμπεπτωκότος δὲ αὐτῷ λέοντος ὠλισθήκει τὸν γλουτὸν καὶ τοῦ σκέλους ἑτέρως εἶχεν. ἀλλ᾽ αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν ἐς ὀρθὸν τοῦ βαδίσματος ὁ νεανίας ἦλθε. καὶ ὀφθαλμὼ δέ τις ἐρρυηκὼς ἀπῆλθε πᾶν ἔχων τὸ ἐν αὐτοῖς φῶς, καὶ ἄλλος τὴν χεῖρα ἀδρανὴς ὢν ἐγκρατὴς ᾤχετο. γυνὴ δέ τις ἑπτὰ ἤδη γαστέρας δυστοκοῦσα δεομένου ὑπὲρ αὐτῆς τἀνδρὸς ὧδε ἰάθη· τὸν ἄνδρα ἐκέλευσεν, ἐπειδὰν τίκτῃ ἡ γυνή, λαγὼν ὑπὸ κόλπῳ ζῶντα ἐσφέρεσθαι οὗ τίκτει, καὶ περιελθόντα αὐτὴν ἀφεῖναι ὁμοῦ τὸν λαγών, συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενεχθείη θύραζε.

πατρὸς δ᾽ αὖ τινος εἰπόντος, ὡς γένοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας ‘καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέφυγον τὸ μὴ μανῆναι, θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατασταῖεν, εἴ σοί πάλιν παιδίον γένοιτο, γέγονε δὲ ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει θερμοῦ.’ Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκπληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁσημέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρωτῶντο.

τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀπορρήτους σπουδάς, αἷς ἀστρικὴν ἢ μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπούδαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαίρουσι, μόνον φησὶν ὁ Δάμις τὸν Ἀπολλώνιον ξυμφιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχαρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοιαύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦμαι φύσιν καὶ οὐδ᾽ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ ὁ Δάμις καὶ δακτυλίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώνιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν.

περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαινῶν αὐτὸν ὁ Ἰάρχας ‘οἱ μαντικῇ’ ἔφη ‘χαίροντες, ὦ χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπ᾽ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφ᾽ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ ἡ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθαροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἢ ‘ἔξιθι τοῦ νεὼ’ πρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμεμάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα. γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον τὰ λόγια ἐκδώσει· ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ φέρων αἰθέρα.’

καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν ‘σὺ δ᾽ οὐδὲν’ ἔφη ‘προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ;’ ‘νὴ Δί᾽,’ εἶπε ‘τά γε ἐμαυτῷ ἀναγκαῖα· ἐπειδὴ γὰρ πρώτῳ ἐνέτυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτερεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευμένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπουδάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλλησί τε ἐπιμίξειν Ἕλλην ὑπ᾽ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δ᾽ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευομένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.’

ἐπὶ τούτοις μὲν δὴ ἐγέλασαν οἱ σοφοὶ πάντες, καταστάντος δὲ τοῦ γέλωτος ἐπανῆγεν ὁ Ἰάρχας ἐς τὸν περὶ τῆς μαντικῆς λόγον, καὶ πολλὰ μὲν αὐτὴν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον· οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου παρελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσφορα ταῖς νόσοις φάρμακα παισί τε ἑαυτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς ξυμμετρίας τε ποτίμων φαρμάκων, ὑφ᾽ ᾧν ὕδεροι ἀποχετεύονται καὶ αἷμα ἴσχεται φθόαι τε παύονται καὶ τὰ οὕτω κοῖλα. καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν; οὐ γάρ μοι δοκοῦσιν ἄνευ τῆς προγιγνωσκούσης σοφίας θαρσῆσαί ποτε ἄνθρωποι τὰ πάντων ὀλεθριώτατα φαρμάκων ἐγκαταμῖξαι τοῖς σώζουσιν.

ἐπεὶ δὲ καὶ ὅδε ὁ λόγος ἀναγέγραπται τῷ Δάμιδι σπουδασθεὶς ἐκεῖ περὶ τῶν ἐν Ἰνδοῖς μυθολογουμένων θηρίων τε καὶ πηγῶν καὶ ἀνθρώπων, μηδ᾽ ἐμοὶ παραλειπέσθω, καὶ γὰρ κέρδος ῾ἂν᾽ εἴη μήτε πιστεύειν, μήτε ἀπιστεῖν πᾶσιν. ἤρετο γὰρ δὴ ὁ Ἀπολλώνιος ‘ἔστι τι ζῷον ἐνταῦθα μαρτιχόρας;’ ὁ δὲ Ἰάρχας ‘καὶ τίνα’ ἔφη ‘φύσιν τοῦ ζῷου τούτου ἤκουσας; εἰκὸς γὰρ καὶ περὶ εἴδους αὐτοῦ ῾τἰ λέγεσθαι.’ ‘λέγεται’ εἶπε ‘μεγάλα καὶ ἄπιστα, τετράπουν μὲν γὰρ εἶναι αὐτό, τὴν κεφαλὴν δὲ ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν τοῦ θηρίου τούτου πηχυαίας ἐκφέρειν καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας αὐτό.’ ἐρομένου δὲ αὐτοῦ καὶ περὶ τοῦ χρυσοῦ ὕδατος, ὅ φασιν ἐκ πηγῆς βλύζειν, καὶ περὶ τῆς ψήφου τῆς ἅπερ ἡ μαγνῆτις ποιούσης ἀνθρώπων τε ὑπὸ γῆν οἰκούντων καὶ πυγμαίων αὖ καὶ σκιαπόδων ὑπολαβὼν ὁ Ἰάρχας ‘περὶ μὲν ζῴων ἢ φυτῶν’ εἶπεν ‘ἢ πηγῶν, ὧν αὐτὸς ἐνταῦθα ἥκων εἶδες, τί ἄν σοι λέγοιμι; σὸν γὰρ ἤδη νῦν ἐξηγεῖσθαι αὐτὰ ἑτέροις· θηρίον δὲ τοξεῦον ἢ χρυσοῦ πηγὰς ὕδατος οὔπω ἐνταῦθα ἤκουσα.’

‘περὶ μέντοι τῆς ψήφου τῆς ἐπισπωμένης τε καὶ ξυνδούσης ἑαυτῇ λίθους ἑτέρας οὐ χρὴ ἀπιστεῖν· ἔστι γάρ σοι καὶ ἰδεῖν τὴν λίθον καὶ θαυμάσαι τὰ ἐν αὐτῇ πάντα. γίγνεται μὲν γὰρ ἡ μεγίστη κατὰ ὄνυχα δακτύλου τούτου,’ δείξας τὸν ἑαυτοῦ ἀντίχειρα ‘κυίσκεται δὲ ἐν γῇ κοίλῃ βάθος ὀργυιαὶ τέτταρες, τοσοῦτον δὲ αὐτῇ περίεστι τοῦ πνεύματος, ὡς ὑποιδεῖν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυισκομένης ἐν αὐτῇ τῆς λίθου. μαστεῦσαι δὲ αὐτὴν οὐδενὶ ἔξεστιν, ἀποδιδράσκει γάρ, εἰ μὴ μετὰ λόγου ἀνασπῷτο ἀλλ᾽ ἡμεῖς μόνοι τὰ μὲν δράσαντες, τὰ δὲ εἰπόντες ἀναιρούμεθα τὴν παντάρβην· ὄνομα γὰρ αὐτῇ τοῦτο. νύκτωρ μὲν οὖν ἡμέραν ἀναφαίνει, καθάπερ τὸ πῦρ, ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης, εἰ δὲ μεθ᾽ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυγαῖς μυρίαις. τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρρήτου ἰσχύος, πᾶν γὰρ τὸ ἐγγὺς ἐσποιεῖ αὑτῇ. τί λέγω τὸ ἐγγύς; ἔστι σοι λίθους, ὁπόσας βούλει, καταποντῶσαί ποι ἢ τῶν ποταμῶν ἢ τῆς θαλάττης καὶ μηδὲ ἐγγὺς ἀλλήλων, ἀλλὰ σποράδας καὶ ὡς ἔτυχεν, ἡ δὲ ἐς αὐτὰς καθιμηθεῖσα ξυλλέγεται πάσας τῇ τοῦ πνεύματος διαδόσει καὶ ὑποκείσονται αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.’

καὶ εἰπὼν ταῦτα ἔδειξε τὴν λίθου αὐτήν τε καὶ ὁπόσα ἐργάζεται. τοὺς δὲ πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην ζῶντας τρόπον, ὃς πᾶσιν εἴρηται. σκιάποδας δὲ ἀνθρώπους ἢ μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾄδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰνδοῖς.

ὃν δ᾽ ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν οἷον σπινθῆρσιν ἐστιγμέναι ταῖς τοῦ χρυσοῦ ῥανίσιν, ἃς λιθοτομεῖ τὸ θηρίον τοῦτο τῇ τοῦ ῥάμφους ἰσχύι. τὰ γὰρ θηρία ταῦτα εἶναί τε ἐν Ἰνδοῖς καὶ ἱεροὺς νομίζεσθαι τοῦ Ἡλίου τέθριππά τε αὐτῶν ὑποζευγνύναι τοῖς ἀγάλμασι τοὺς τὸν Ἥλιον ἐν Ἰνδοῖς γράφοντας μέγεθός τε καὶ ἀλκὴν εἰκάσθαι αὐτοὺς τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων δὲ καὶ δρακόντων ὑπερτέρους εἶναι. πέτονται δὲ οὔπω μέγα, ἀλλ᾽ ὅσον οἱ βραχύποροι ὄρνιθες, μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς, ὡς ὄρνισι πάτριον, ἀλλ᾽ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς, ὡς εἶναι κυκλώσαντας πέτεσθαί τε καὶ ἐκ μετεώρου μάχεσθαι, τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην, ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις.

καὶ τὸν φοίνικα δὲ τὸν ὄρνιν τὸν διὰ πεντακοσίων ἐτῶν ἐς Αἴγυπτον ἥκοντα πέτεσθαι μὲν ἐν τῇ Ἰνδικῇ τὸν χρόνον τοῦτον, εἶναι δὲ ἕνα ἐκδιδόμενον τῶν ἀκτίνων καὶ χρυσῷ λάμποντα, μέγεθος ἀετοῦ καὶ εἶδος, ἐς καλιάν τε ἱζάνειν τὴν ἐκ τοῦ ἀρώματος ποιουμένην αὐτῷ πρὸς ταῖς τοῦ Νείλου πηγαῖς. ἃ δὲ Αἰγύπτιοι περὶ αὐτοῦ ᾄδουσιν, ὡς ἐς Αἴγυπτον φέρεται, καὶ Ἰνδοὶ ξυμμαρτυροῦσι προσᾴδοντες τῷ λόγῳ τὸ τὸν φοίνικα τὸν ἐν τῇ καλιᾷ τηκόμενον προπεμπτηρίους ὕμνους αὑτῷ ᾄδειν. τουτὶ δὲ καὶ τοὺς κύκνους φασὶ δρᾶν οἱ σοφώτερον αὐτῶν ἀκούοντες.

τοιαίδε μὲν αἱ πρὸς τοὺς σοφοὺς ξυνουσίαι Ἀπολλωνίῳ ἐγένοντο μηνῶν τεττάρων ἐκεῖ διατρίψαντι καὶ ξυλλαβόντι λόγους φανερούς τε καὶ ἀπορρήτους πάντας, ἐπεὶ δὲ ἐξελαύνειν ἐβούλετο, τὸν μὲν ἡγεμόνα καὶ τὰς καμήλους πείθουσιν αὐτὸν ἀποπέμψαι τῷ Φραώτῃ μετ᾽ ἐπιστολῆς, αὐτοὶ δὲ ἡγεμόνα ἕτερον καὶ καμήλους δόντες προέπεμπον αὐτὸν εὐδαιμονίζοντες αὑτούς τε κἀκεῖνον. ἀσπασάμενοι δὲ τὸν Ἀπολλώνιον καὶ θεὸν τοῖς πολλοῖς εἶναι δόξειν οὐ τεθνεῶτα μόνον, ἀλλὰ καὶ ζῶντα φήσαντες αὐτοὶ μὲν ὑπέστρεψαν ἐς τὸ φροντιστήριον ἐπιστρεφόμενοι πρὸς τὸν ἄνδρα καὶ δηλοῦντες, ὅτι ἄκοντες αὐτοῦ ἀπαλλάττονται, ὁ δὲ Ἀπολλώνιος ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχων, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατῄει ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. κατιοῦσι δ᾽ αὐτοῖς πολλαὶ μὲν στρουθοὶ ἐφαίνοντο, πολλοὶ δὲ ἄγριοι βόες, πολλοὶ δὲ ὄνοι καὶ λέοντες καὶ παρδάλεις καὶ τίγρεις καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπερίσι, μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ σμικροῖς ἀνθρώποις ἴσοι. διαλεγόμενοι δὲ περὶ τῶν ὁρωμένων, ὁποῖα εἰώθεσαν, ἀφίκοντο ἐπὶ τὴν θάλατταν, ἐν ᾗ κατεσκεύαστο ἐμπόρια μικρά, καὶ πλοῖα δὲ ἐν αὐτοῖς ὥρμει πορθμεῖα παραπλήσια τοῖς Τυρρηνοῖς. τὴν δὲ θάλατταν τὴν Ἐρυθρὰν εἶναι μὲν κυανωτάτην, ὠνομάσθαι δέ, ὡς εἶπον, ἀπὸ Ἐρύθρα βασιλέως, ὃς ἐπωνόμασεν ἑαυτὸν ἐκείνῳ τῷ πελάγει.

ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετ᾽ ἐπιστολῆς· Ἀπολλώνιος Ἰάρχᾳ καὶ ῾τοῖσ᾽ ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου. ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι.’

αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς δι᾽ αὐτοῦ ἐκχεῖται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει, δι᾽ ὧν καταρρηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.

καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπ᾽ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνημονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ τὸ τοῦ κογχυλίου μέγεθος καὶ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. ἁλίσκεται δὲ καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.

κατασχεῖν δέ φασι καὶ ἐς Πηγάδας τῆς τῶν Ὠρειτῶν χώρας, οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. χρυσῖτιν δὲ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ.

φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύκοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδ᾽ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλ᾽ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.

προσπλεῦσαί φασι καὶ Βαλάροις, ἐμπόριον δὲ εἶναι τὰ Βάλαρα μεστὸν μυρρινῶν τε καὶ φοινίκων καὶ δάφνας ἐν αὐτῷ ἰδεῖν καὶ πηγαῖς διαρρεῖσθαι τὸ χωρίον. κῆποι δὲ ὁπόσοι τρωκτοὶ καὶ ὁπόσοι ἀνθέων κῆποι, βρύειν αὐτὸ καὶ λιμένας μεστοὺς γαλήνης ἐν αὐτῷ εἶναι. προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, ἣν καλεῖσθαι Σέληρα καὶ στάδια μὲν ἑκατὸν εἶναι τῷ πορθμῷ, νηρηίδα δὲ οἰκεῖν ἐν αὐτῇ δεινὴν δαίμονα, πολλοὺς γὰρ τῶν πλεόντων ἁρπάζειν καὶ μηδὲ ταῖς ναυσὶ ξυγχωρεῖν πεῖσμα ἐκ τῆς νήσου βάλλεσθαι.

ἄξιον δὲ μηδὲ τὸν περὶ τῆς ἑτέρας μαργαρίτιδος παρελθεῖν λόγον, ἐπεὶ μηδὲ Ἀπολλωνίῳ μειρακιώδης ἔδοξεν, ἀλλὰ πλάττεται ἥδιστος καὶ τῶν ἐν τῇ θαλαττουργίᾳ θαυμασιώτατος. τὰ γὰρ τετραμμένα τῆς νήσου πρὸς τὸ πέλαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάττης, φέρει δὲ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς, οὐδὲ γὰρ λίθον φύει οὐδένα. γαλήνην δὲ ἐπιφυλάξαντες καὶ τὴν θάλατταν αὐτοὶ λεάναντες, τουτὶ δὲ ἡ τοῦ ἐλαίου ἐπιρροὴ πράττει, καταδύεταί τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου τὰ μὲν ἄλλα κατεσκευασμένος, ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρᾶ καὶ ἀλάβαστρος μύρου. παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται, τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπ᾽ αὐτοῦ, κέντρῳ δὲ διελαθὲν ἀποπτύει τὸν ἰχῶρα, ὁ δὲ ἐκδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται, καθάπερ ἡ φύσει μαργαρὶς κἄστιν ἡ μαργαρὶς αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάττης. ἐπιτίθεσθαι δὲ τῇ θήρᾳ ταύτῃ καὶ τοὺς Ἀραβίους φασὶν ἀντιπέρας οἰκοῦντας. τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλατταν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρῷραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία, καὶ μὴ ἐᾶν ἐμπελάζειν ταῖς ναυσί.

καταπλεύσαντες δὲ ἐς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα δι᾽ αὐτοῦ ἀναπλεῦσαι παρὰ τὸν Οὐαρδάνην, καὶ τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον, ἐπὶ τὴν Νῖνον ἐλθεῖν αὖθις, καὶ τῆς Ἀντιοχείας συνήθως ὑβριζούσης καὶ μηδὲν τῶν Ἑλληνικῶν ἐσπουδακυίας ἐπὶ θάλαττάν τε καταβῆναι τὴν ἐπὶ Σελεύκειαν νεώς τε ἐπιτυχόντες προσπλεῦσαι Κύπρῳ κατὰ τὴν Πάφον, οὗ τὸ τῆς Ἀφροδίτης ἕδος, ὃ ξυμβολικῶς ἱδρυμένον θαυμάσαι τὸν Ἀπολλώνιον, καὶ πολλὰ τοὺς ἱερέας ἐς τὴν ὁσίαν τοῦ ἱεροῦ διδαξάμενον ἐς Ἰωνίαν πλεῦσαι θαυμαζόμενον ἱκανῶς καὶ μεγάλων ἀξιούμενον παρὰ τοῖς τὴν σοφίαν τιμῶσιν.