Βίοι Σοφιστών/Ιούλιος Πολυδεύκης/Παις Ηπειρώτης
Εμφάνιση
Παις Ηπειρώτης Συγγραφέας: στο βιβλίο Βίοι Σοφιστών του Φλάβιου Φιλοστράτου |
απόσπασμα:«Παις Ηπειρώτης», Ιούλιος Πολυδεύκης, από το Βίοι Σοφιστών του Φλάβιου Φιλοστράτου (Flavii Philostrati Opera, Vol 2. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871, ιβ]) |
Παις Ηπειρώτης
[Επεξεργασία]‘παῖς ἠπειρώτης ἀπὸ Βαβυλῶνος πατρὶ νησιώτῃ γράφει: δουλεύω βασιλεῖ δῶρον ἐκ σατράπου δοθείς, οὔτε δὲ ἵππον ἀναβαίνω Μηδικὸν οὔτε τόξον λαμβάνω Περσικόν, ἀλλ᾽ οὐδὲ ἐπὶ πόλεμον ἢ θήραν, ὡς ἀνήρ, ἐξέρχομαι, ἐν γυναικωνίτιδι δὲ κάθημαι καὶ τὰς βασιλέως θεραπεύω παλλακάς, καὶ βασιλεὺς οὐκ ὀργίζεται, εὐνοῦχος γάρ εἰμι. εὐδοκιμῶ δὲ παρ᾽ αὐταῖς θάλατταν Ἑλληνικὴν διηγούμενος καὶ τὰ τῶν Ἑλλήνων μυθολογῶν καλά, πῶς Ἠλεῖοι πανηγυρίζουσι, πῶς Δελφοὶ θεσπίζουσι, τίς ὁ παρ᾽ Ἀθηναίοις Ἐλέου βωμός. ἀλλὰ καὶ σύ, πάτερ, μοι γράφε, πότε παρὰ Λακεδαιμονίοις Ὑακίνθια καὶ παρὰ Κορινθίοις Ἴσθμια καὶ παρὰ Δελφοῖς Πύθια καὶ εἰ νικῶσιν Ἀθηναῖοι ναυμαχοῦντες. ἔρρωσο καὶ τὸν ἀδελφόν μοι προσαγόρευσον, εἰ μήπω πέπραται.’