Μετάβαση στο περιεχόμενο

Αππιανού Ρωμαϊκά/5β

Από Βικιθήκη
ἐκ τῆς Νησιωτικῆς
Συγγραφέας:
Ρωμαϊκά


ΑΠΟΣΠΑΣΜΑΤΑ


    [1] “ ὅτι Κρήτη ἐξ ἀρχῆς εὐνοϊκῶς ἔχειν ἐδόκει Μιθριδάτῃ βασιλεύοντι Πόντου, καὶ αὐτῷ μισθοφορῆσαι πολεμοῦντι Ῥωμαίοις ἐλέγετο. ἔδοξε δὲ καὶ τοῖς πλεύσασι τότε λῃσταῖς ἐς χάριν τοῦ Μιθριδάτου συλλαβεῖν καὶ συμμαχῆσαι σαφῶς διωκομένοις ὑπὸ Μάρκου Ἀντωνίου. πρεσβευσαμένου δὲ τοῦ Ἀντωνίου πρὸς αὐτοὺς ὑπεριδεῖν καὶ ὑπερηφάνως ἀποκρίνασθαι. καὶ πολεμῆσαι μὲν αὐτοῖς εὐθὺς ἐπὶ τῷδε Ἀντώνιος, καὶ οὐ πρᾶξαι καλῶς, χρηματίσαι δ᾽ ὅμως διὰ τὴν πρᾶξιν Κρητικός. καὶ ἦν ὅδε πατὴρ Μάρκου Ἀντωνίου τοῦ πολεμήσαντος ὕστερον Καίσαρι τῷ κληθέντι Σεβαστῷ περὶ Ἄκτιον. ψηφισαμένων δὲ Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν ἐς Ῥώμην περὶ διαλλαγῶν. οἱ δὲ αὐτοὺς ἐκέλευον ἐκδοῦναί τε αὐτοῖς Λασθένη τὸν πολεμήσαντα Ἀντωνίῳ, καὶ τὰ σκάφη τὰ λῃστικὰ πάντα παραδοῦναι, καὶ ὅσα Ῥωμαίων εἶχον αἰχμάλωτα, καὶ ὅμηρα τριακόσια καὶ ἀργυρίου τάλαντα τετρακισχίλια.

    [2] οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη στρατηγὸς ἐπ᾽ αὐτοὺς Μέτελλος. καὶ νικᾷ μὲν ὁ Μέτελλος ἐν Κυδωνίᾳ Λασθένη, καὶ φυγόντος ἐς Κνωσσὸν Πανάρης Μετέλλῳ τὴν Κυδωνίαν παρέδωκεν ἐπὶ συνθήκῃ, μηδὲν παθεῖν αὐτός. Μετέλλου δὲ Κνωσσὸν περικαθημένου, ὁ Λασθένης τὴν οἰκίαν χρημάτων πλήσας κατέφλεξε, καὶ διέφυγεν ἀπὸ τῆς Κνωσσοῦ. καὶ οἱ Κρῆτες ἐς Πομπήιον Μάγνον, στρατηγοῦντα τοῦ λῃστικοῦ καὶ Μιθριδατείου πολέμου, πέμψαντες ἔφασαν ἑαυτοὺς ἐλθόντι ἐπιτρέψειν. ὁ δὲ ἀσχόλως τότε ἔχων ἐκέλευε τὸν Μέτελλον, ὡς οὐ δέον ἔτι πολεμεῖν τοῖς ἑαυτοὺς ἐπιτρέπουσιν, ἐξανίστασθαι τῆς νήσου: παραλήψεσθαι γὰρ αὐτὸς αὐτὴν ἐπελθών. ὁ δὲ οὐ φροντίσας ἐπέμεινε τῷ πολέμῳ, μέχρι ὑπηγάγετο αὐτήν, Λασθένει συνθέμενος ὅμοια Πανάρει. καὶ ἐθριάμβευσε, καὶ Κρητικὸς ἐκλήθη ὅδε δικαιότερον Ἀντωνίου, τὴν νῆσον ἐξεργασάμενος. ”

U. p. 371.



    “ ὅτι Κλώδιος ὁ πατρίκιος, ὁ ποῦλχερ ἐπίκλην, τοῦτ᾽ ἔστιν εὐπρεπής, τῆς Γαΐου Καίσαρος γυναικὸς ἤρα. καὶ ἁρμόσασθαι αὑτὸν ἐς γυναῖκα ἐκ κεφαλῆς ἐς ἄκρους πόδας, ἔτι ὄντα ἀγένειον, καὶ ἐς τὴν οἰκίαν τοῦ Γαΐου παρελθεῖν οἷα γυναῖκα νυκτός, ὅτε μόναις γυναιξὶν ἐξῆν ἐσελθεῖν, μυστηρίων ἀγομένων. πλανηθέντα δὲ τῆς ὁδηγούσης, κατάφωρον ὑπ᾽ ἄλλων ἐκ τῆς φωνῆς γενόμενον ἐξελαθῆναι. ”

Val. p. 558.