Αππιανού Ρωμαϊκά/12

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Μιθριδάτειος
Συγγραφέας: Αππιανός
Ρωμαϊκά


ΚΕΦΑΛΑΙΟΝ 1

[1] Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ τοῦ Πόντου τὸ στόμα, ᾗ στενώτατός ἐστιν ἐς Θρᾴκην ὁ διάπλους, οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ δὲ περάσαντας ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρ᾽ ὃν ᾤκουν, ὀνομάσαι, ἢ καὶ τὸ ὄνομα αὐτοῖς ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν διαφερούσης. ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι.

[2] τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας: τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν ὁ κυνηγὸς ἐπίκλησιν, ᾧ Περσεὺς ὁ Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων ἐς χεῖρας ἐπ᾽ ἀλλήλους ἰόντων, ὁ Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δ᾽ ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, ὃ καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον ἐπικείμενος, ᾧ τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. ἐντυχὼν δ᾽ αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματι ‘Ῥωμαίων εἰμὶ λίβερτος,’ ὅπερ ἐστὶν ἀπελεύθερος. γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.

[3] χρόνῳ δ᾽ ὕστερον Ἀττάλῳ τι χαλεπήνας, τῷ Βασιλεῖ τῆς Ἀσίας τῆς περὶ τὸ Πέργαμον, τὴν γῆν ἐδῄου τὴν Ἀσιάδα. μαθοῦσα δ᾽ ἡ Ῥωμαίων βουλὴ προσέπεμπε τῷ Προυσίᾳ μὴ πολεμεῖν Ἀττάλῳ, φίλῳ Ῥωμαίων ὄντι καὶ συμμάχῳ. καὶ δυσπειθῶς ἔτι ἔχοντι οἱ πρέσβεις μετ᾽ ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου λεγομένοις, καὶ ἥκειν μετὰ χιλίων ἱππέων ἔς τι μεθόριον ἐπὶ συνθήκαις, ἔνθα καὶ τὸν Ἄτταλον ἔφασαν περιμένειν μετὰ τοσῶνδε ἑτέρων. ὁ δ᾽ ὡς ὀλίγων τῶν σὺν Ἀττάλῳ καταφρονήσας, καὶ ἐλπίσας αὐτὸν ἐνεδρεύσειν, προύπεμπε τοὺς πρέσβεις ὡς μετὰ χιλίων ἑπόμενος, πάντα δ᾽ ἀναστήσας τὸν στρατὸν ἦγεν ὡς ἐς μάχην. Ἀττάλου δὲ καὶ τῶν πρέσβεων αἰσθομένων τε καὶ διαφυγόντων ᾗ δυνατὸς αὐτῶν ἐγίγνετο ἕκαστος, ὁ δὲ καὶ τῶν σκευοφόρων τῶν Ῥωμαϊκῶν ὑπολειφθέντων ἥπτετο, καὶ χωρίον τι Νικηφόριον ἐξελὼν κατέσκαπτε, καὶ τοὺς ἐν αὐτῷ νεὼς ἐνεπίμπρη, Ἄτταλόν τε ἐς τὸ Πέργαμον συμφυγόντα ἐπολιόρκει, μέχρι καὶ τῶνδε οἱ Ῥωμαῖοι πυθόμενοι πρέσβεις ἑτέρους ἔπεμπον, οἳ τὸν Προυσίαν ἐκέλευον Ἀττάλῳ τὰς βλάβας ἀποτῖσαι. τότε οὖν καταπλαγεὶς ὁ Προυσίας ὑπήκουσε καὶ ἀνεχώρει. ποινὴν δὲ τῶν πρέσβεων ὁρισάντων αὐτὸν ἐσενεγκεῖν Ἀττάλῳ ναῦς καταφράκτους εἴκοσιν αὐτίκα καὶ ἀργυρίου σὺν χρόνῳ τάλαντα πεντακόσια, τάς τε ναῦς ἔδωκε καὶ τὰ χρήματα ἐν τῷ χρόνῳ συνέφερεν.

[4] ὄντι δ᾽ αὐτῷ διὰ μίσους τοῖς ὑπηκόοις ἐπὶ ὠμότητι χαλεπῇ, Νικομήδης υἱὸς ἦν, πάνυ τοῖς Βιθυνοῖς ἀρέσκων: ὅπερ ὁ Προυσίας ὑφορώμενος ἐς Ῥώμην αὐτὸν βιοῦν μετεστήσατο. καὶ μαθὼν εὐδοκιμοῦντα κἀκεῖ, προσέταξε τῆς βουλῆς δεηθῆναι τῶν ἔτι ὀφειλομένων Ἀττάλῳ χρημάτων αὐτὸν ἀπολῦσαι. Μηνᾶν τε αὐτῷ συμπρεσβεύσοντα ἔπεμπε: καὶ εἴρητο τῷ Μηνᾷ, εἰ μὲν ἐπιτύχοι τῆς ἀφέσεως τῶν χρημάτων, ἔτι φείδεσθαι τοῦ Νικομήδους, εἰ δὲ ἀποτύχοι, κτείνειν αὐτὸν ἐν Ῥώμῃ. κερκούρους τέ τινας ἐς τοῦτο συνέπεμψεν αὐτῷ, καὶ δισχιλίους στρατιώτας. ὁ δὲ τῆς μὲν ζημίας οὐκ ἀφεθείσης τῷ Προυσίᾳ Ἀ̔νδρόνικος γὰρ ἐπιπεμφθεὶς ἐς ἀντιλογίαν ὑπὸ Ἀττάλου τὴν ζημίαν ἀπέφαινεν ἐλάττονα τῆς ἁρπαγῆς᾿, τὸν δὲ Νικομήδη λόγου καὶ σπουδῆς ἄξιον ὁρῶν, ἠπόρητο, καὶ οὔτε κτείνειν αὐτὸν ὑφίστατο οὔτε αὐτὸς ἐς Βιθυνίαν ἐπανιέναι διὰ δέος. ὅμως δ᾽ αὐτῷ βραδύνοντι συνεὶς ὁ νεανίσκος ἐς λόγους ἦλθεν, ἐθέλοντι κἀκείνῳ. συνθέμενοι δ᾽ ἐπιβουλεῦσαι τῷ Προυσίᾳ, τὸν Ἀττάλου πρεσβευτὴν Ἀνδρόνικον ἐς τὸ ἔργον προσέλαβον, ἵνα τὸν Ἄτταλον πείσειε τὸν Νικομήδη καταγαγεῖν ἐς Βιθυνίαν. ἀναμείναντες δ᾽ ἀλλήλους ἐν τῇ Βερνίκῃ, πολισματίῳ τινὶ τῆς Ἠπείρου, νυκτὸς ἐσβάντες ἐς ναῦν ἅ τε δέοι ποιεῖν συνετίθεντο, καὶ διελύθησαν ἔτι νυκτός.

[5] ἅμα δ᾽ ἡμέρᾳ Νικομήδης μὲν ἐξέβαινε τῆς νεὼς πορφύραν τε βασιλικὴν ἠμφιεσμένος καὶ διάδημα ἐπικείμενος, Ἀνδρόνικος δ᾽ αὐτὸν ὑπαντιάσας τε καὶ βασιλέα προσειπὼν παρέπεμπε μετὰ στρατιωτῶν ὧν εἶχε πεντακοσίων. Μηνᾶς δὲ ὑποκρινόμενος τότε πρῶτον ᾐσθῆσθαι Νικομήδους παρόντος, ἐς τοὺς δισχιλίους διαδραμὼν ἐδυσφόρει. προϊὼν δὲ τῷ λόγῳ, ‘δύο,’ ἔφη, ‘βασιλέοιν, τοῦ μὲν ὄντος ἐν τῇ χώρᾳ τοῦ δ᾽ ἐπιόντος, ἀναγκαῖον ἡμῖν τὸ σφέτερον εὖ διατίθεσθαι καὶ τοῦ γενησομένου καλῶς τεκμαίρεσθαι, ὡς ἐν τῷδε τῆς ἡμετέρας σωτηρίας βεβαιουμένης, ἢν καλῶς προϊδώμεθα πότερος αὐτῶν ἐπικρατήσει. ὁ μὲν δὴ γέρων ἐστίν, ὁ δὲ νέος: καὶ Βιθυνοὶ τὸν μὲν ἀποστρέφονται, τὸν δὲ αἱροῦνται. Ῥωμαίων τε οἱ δυνατοὶ τὸν νεανίαν ἀγαπῶσι: καὶ Ἀνδρόνικος αὐτὸν ἤδη δορυφορῶν ὑποδείκνυσι τὴν Ἀττάλου συμμαχίαν, ἀρχήν τε μεγάλην ἔχοντος καὶ Βιθυνοῖς γειτονεύοντος καὶ ἐκ πολλοῦ τῷ Προυσίᾳ πεπολεμωμένου.’ λέγων δὲ ταῦθ᾽ ἅμα καὶ τὴν ὠμότητα τοῦ Προυσίου παρεγύμνου, καὶ ὅσα πονηρὰ πράξειεν ἐς ἅπαντας, καὶ τὸ κοινὸν ἐπὶ τοῖσδε Βιθυνῶν ἐς αὐτὸν ἔχθος. ὡς δὲ κἀκείνους εἶδε τὴν Προυσίου μοχθηρίαν ἀποστρεφομένους, ἦγεν αὐτοὺς ἐς τὸν Νικομήδην αὐτίκα, καὶ προσειπὼν καὶ ὅδε βασιλέα δεύτερος ἐπὶ Ἀνδρονίκῳ μετὰ τῶν δισχιλίων ἐδορυφόρει.

[6] Ἄτταλός τε τὸν νεανίαν προθύμως ὑπεδέχετο, καὶ τὸν Προυσίαν ἐκέλευσε τῷ παιδὶ πόλεις τέ τινας ἐς ἐνοίκησιν καὶ χώραν ἐς ἐφόδια δοῦναι. ὁ δ᾽ αὐτίκα δώσειν ἔφη τὴν Ἀττάλου βασιλείαν ἅπασαν, ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν ἐς Ἀσίαν ἐσβαλεῖν. ταῦτα δ᾽ εἰπὼν ἔπεμπεν ἐς Ῥώμην τοὺς Νικομήδους καὶ Ἀττάλου κατηγορήσοντάς τε καὶ προκαλεσομένους ἐς κρίσιν. οἱ δ᾽ ἀμφὶ τὸν Ἄτταλον εὐθὺς ἐχώρουν ἐς τὴν Βιθυνίαν, καὶ προσιοῦσιν αὐτοῖς οἱ Βιθυνοὶ κατ᾽ ὀλίγους προσετίθεντο. Προυσίας δ᾽ ἅπασιν ἀπιστῶν, καὶ Ῥωμαίους ἐλπίζων αὑτὸν ἐξαιρήσεσθαι τῆς ἐπιβουλῆς, Διήγυλιν τὸν Θρᾷκα, κηδεστὴν ὄντα οἱ, πεντακοσίους Θρᾷκας αἰτήσας καὶ λαβὼν τοῖσδε μόνοις τὸ σῶμα ἐπέτρεψεν, ἐς τὴν ἀκρόπολιν τὴν ἐν Νικαίᾳ καταφυγών: ὁ δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει οὔτε αὐτίκα ἐπῆγεν ἐπὶ τὴν βουλὴν τοὺς τοῦ Προυσίου πρέσβεις, χαριζόμενος Ἀττάλῳ: ἐπαγαγών τέ ποτε, ψηφισαμένης τῆς βουλῆς τὸν στρατηγὸν αὐτὸν ἑλέσθαι τε καὶ πέμψαι πρέσβεις οἳ διαλύσουσι τὸν πόλεμον, εἵλετο τρεῖς ἄνδρας, ὧν ὁ μὲν τὴν κεφαλήν ποτε λίθῳ πληγεὶς ἀσχήμονας ἐπέκειτο ὠτειλάς, ὁ δὲ τοὺς πόδας διέφθαρτο ὑπὸ ῥεύματος, ὁ δ᾽ ἠλιθιώτατος ἐνομίζετο εἶναι, ὥστε Κάτωνα τὴν πρεσβείαν ἐπισκώπτοντα εἰπεῖν τὴν πρεσβείαν ταύτην μήτε νοῦν ἔχειν μήτε πόδας μήτε κεφαλήν.

[7] οἱ μὲν δὴ πρέσβεις ἐς Βιθυνίαν ἀφίκοντο, καὶ προσέτασσον αὐτοῖς τὸν πόλεμον ἐκλῦσαι, Νικομήδους δὲ καὶ Ἀττάλου συγχωρεῖν ὑποκρινομένων οἱ Βιθυνοὶ διδαχθέντες ἔλεγον οὐκ εἶναι δυνατοὶ φέρειν ἔτι τὴν ὠμότητα τὴν Προυσίου, φανεροὶ μάλιστα αὐτῷ γενόμενοι δυσχεραίνοντες. οἱ μὲν δὴ πρέσβεις, ὡς οὔπω Ῥωμαίων τάδε πυθομένων, ἐπανῄεσαν ἄπρακτοι: Προυσίας δ᾽ ἐπεὶ καὶ τὰ Ῥωμαίων ἀπέγνω, οἷς μάλιστα πιστεύων οὐδενὸς ἐς ἄμυναν ἐπεφροντίκει, μετῆλθεν ἐς Νικομήδειαν ὡς κρατυνούμενος τὴν πόλιν καὶ τοῖς ἐπιοῦσι πολεμήσων. οἱ δὲ προδιδόντες αὐτὸν τὰς πύλας ἀνέῳξαν, καὶ ὁ μὲν Νικομήδης ἐσῄει μετὰ τοῦ στρατοῦ, τὸν δὲ Προυσίαν ἐς ἱερὸν Διὸς καταφυγόντα συνεκέντησάν τινες ἐπιπεμφθέντες ἐκ τοῦ Νικομήδους. οὕτω Νικομήδης ἀντὶ Προυσίου Βιθυνῶν ἐβασίλευε, καὶ αὐτὸν χρόνῳ τελευτήσαντα Νικομήδης ὁ υἱός, ᾧ φιλοπάτωρ ἐπίκλησις ἦν, διεδέξατο, Ῥωμαίων αὐτῷ τὴν ἀρχὴν ὡς πατρῴαν ψηφισαμένων.

τὰ μὲν δὴ Βιθυνῶν ὧδε εἶχε: καὶ εἴ τῳ σπουδὴ πάντα προμαθεῖν, υἱωνὸς τοῦδε ἕτερος Νικομήδης Ῥωμαίοις τὴν ἀρχὴν ἐν διαθήκαις ἀπέλιπεν.

ΚΕΦΑΛΑΙΟΝ 2

[8] Καππαδοκίας δὲ πρὸ μὲν Μακεδόνων οἵτινες ἦρχον, οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε ἰδίαν ἀρχήν, εἴτε Δαρείου κατήκουον: Ἀλέξανδρος δέ μοι δοκεῖ τοὺς ἄρχοντας τῶνδε τῶν ἐθνῶν ἐπὶ φόρῳ καταλιπεῖν, ἐπειγόμενος ἐπὶ Δαρεῖον. φαίνεται γὰρ καὶ Ἀμισόν, ἐν Πόντῳ πόλιν Ἀττικοῦ γένους, ἐπὶ δημοκρατίαν ὡς πάτριόν σφισι πολιτείαν ἀναγαγών. Ἱερώνυμος δὲ οὐδ᾽ ἐπιψαῦσαι τῶν ἐθνῶν ὅλως, ἀλλ᾽ ἀνὰ τὴν παράλιον τῆς Παμφυλίας καὶ Κιλικίας ἑτέραν ὁδὸν ἐπὶ τὸν Δαρεῖον τραπέσθαι. Περδίκκας δέ, ὃς ἐπὶ Ἀλεξάνδρῳ τῆς Μακεδόνων ἦρχεν, Ἀριαράθην Καππαδοκίας ἡγούμενον, εἴτε ἀφιστάμενον εἴτε τὴν ἀρχὴν αὐτοῦ περιποιούμενος Μακεδόσιν, εἷλε καὶ ἐκρέμασε, καὶ ἐπέστησε τοῖς ἔθνεσιν Εὐμένη τὸν Καρδιανόν. Εὐμένους δὲ ἀναιρεθέντος ὅτε αὐτὸν οἱ Μακεδόνες εἵλοντο εἶναι πολέμιον, Ἀντίπατρος ἐπὶ τῷ Περδίκκᾳ τῆς ὑπὸ Ἀλεξάνδρῳ γενομένης γῆς ἐπιτροπεύων, Νικάνορα ἔπεμψε Καππαδοκῶν σατραπεύειν.

[9] Μακεδόνων δὲ οὐ πολὺ ὕστερον ἐς ἀλλήλους στασιασάντων, Ἀντίγονος μὲν ἦρχε Συρίας Λαομέδοντα ἐκβαλών, Μιθριδάτης δ᾽ αὐτῷ συνῆν, ἀνὴρ γένους βασιλείου Περσικοῦ. καὶ ὁ Ἀντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ, καὶ τὸ χρυσίον ἐκθερίσαντα τὸν Μιθριδάτην ἐς τὸν Πόντον οἴχεσθαι. καὶ ὁ μὲν αὐτὸν ἐπὶ τῷδε συλλαβὼν ἐβούλετο ἀποκτεῖναι, ὁ δ᾽ ἐξέφυγε σὺν ἱππεῦσιν ἕξ, καὶ φραξάμενός τι χωρίον τῆς Καππαδοκίας, πολλῶν οἱ προσιόντων ἐν τῇδε τῇ Μακεδόνων ἀσχολίᾳ, Καππαδοκίας τε αὐτῆς καὶ τῶν ὁμόρων περὶ τὸν Πόντον ἐθνῶν κατέσχεν, ἐπί τε μέγα τὴν ἀρχὴν προαγαγὼν παισὶ παρέδωκεν. οἱ δ᾽ ἦρχον, ἕτερος μεθ᾽ ἕτερον, ἕως ἐπὶ τὸν ἕκτον ἀπὸ τοῦ πρώτου Μιθριδάτην, ὃς Ῥωμαίοις ἐπολέμησεν. τούτου δὲ τοῦ γένους ὄντες οἱ Καππαδοκίας τε καὶ Πόντου βασιλεῖς ἔσθ᾽ ὅτε μοι δοκοῦσι διελεῖν τὴν ἀρχήν, καί οἱ μὲν τοῦ Πόντου κατασχεῖν οἱ δὲ Καππαδοκίας.

[10] ὅ γέ τοι Ῥωμαίοις πρῶτος ἐν φιλίᾳ γενόμενος καὶ ναῦς τινὰς ἐπὶ Καρχηδονίους καὶ συμμαχίαν ὀλίγην παρασχών, βασιλεὺς Πόντου, Μιθριδάτης ὁ εὐεργέτης ἐπίκλησιν, ὡς ἀλλοτρίαν τὴν Καππαδοκίαν ἐπέδραμεν. καὶ διαδέχεται Μιθριδάτης υἱός, ᾧ Διόνυσος καὶ εὐπάτωρ ἐπώνυμα ἦν. Ῥωμαῖοι δ᾽ αὐτὸν ἐκστῆναι Καππαδοκίας ἐκέλευσαν Ἀριοβαρζάνῃ, καταφυγόντι τε ἐς αὐτοὺς καὶ δόξαντι ἄρα γνησιωτέρῳ τοῦ Μιθριδάτου πρὸς τὴν Καππαδοκῶν ἀρχήν, ἢ καὶ τὸ μέγεθος τῆς ἀρχῆς τοῦ Μιθριδάτου πολλῆς οὔσης ὑφορώμενοί τε καὶ ἐς πλέονα διαιροῦντες ἀφανῶς. ὁ δὲ τοῦτο μὲν ἤνεγκε, Νικομήδει δὲ τῷ Νικομήδους τοῦ Προυσίου, Βιθυνίας ὡς πατρῴας ὑπὸ Ῥωμαίων ἀποδειχθέντι βασιλεύειν, Σωκράτη τὸν ἀδελφὸν αὐτοῦ Νικομήδους, ὅτῳ χρηστὸς ἐπώνυμον ἦν, μετὰ στρατιᾶς ἐπέμψε: καὶ τὴν Βιθυνῶν ἀρχὴν ὁ Σωκράτης ἐς αὑτὸν περιέσπασεν. τοῦ δ᾽ αὐτοῦ χρόνου Μιθράας καὶ Βαγώας Ἀριοβαρζάνη τόνδε τὸν ὑπὸ Ῥωμαίων κατηγμένον ἐς τὴν Καππαδοκίαν ἐκβαλόντες, Ἀριαράθην κατήγαγον ἐς αὐτήν.

[11] Ῥωμαῖοι δὲ Νικομήδην ὁμοῦ καὶ Ἀριοβαρζάνην ἐπανῆγον ἐς τὴν οἰκείαν ἑκάτερον, πρέσβεις τέ τινας αὐτοῖς ἐς τοῦτο συνέπεμψαν, ὧν Μάνιος Ἀκύλιος ἡγεῖτο: καὶ συλλαβεῖν ἐς τὴν κάθοδον ἐπέστειλαν Λευκίῳ τε Κασσίῳ, τῆς περὶ τὸ Πέργαμον Ἀσίας ἡγουμένῳ, στρατιὰν ἔχοντι ὀλίγην, καὶ τῷδε τῷ εὐπάτορι Μιθριδάτῃ. ἀλλ᾽ ὁ μὲν αὐτῆς τε Καππαδοκίας ἕνεκα Ῥωμαίοις ἐπιμεμφόμενος, καὶ Φρυγίαν ἔναγχος ὑπ᾽ αὐτῶν ἀφῃρημένος, ὡς διὰ τῆς Ἑλληνικῆς γραφῆς δεδήλωται, οὐ συνέπραττε: Κάσσιος δὲ καὶ Μάνιος τῷ τε Κασσίου στρατῷ, καὶ πολὺν ἄλλον ἀγείραντες Γαλατῶν καὶ Φρυγῶν, Νικομήδη τε κατήγαγον ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν. εὐθύς τε ἀνέπειθον ἄμφω, γείτονας ὄντας Μιθριδάτου, τὴν γῆν τὴν Μιθριδάτου κατατρέχειν καὶ ἐς πόλεμον ἐρεθίζειν, ὡς Ῥωμαίων αὐτοῖς πολεμοῦσι συμμαχησόντων. οἱ δὲ ὤκνουν μὲν ὁμοίως ἑκάτερος γείτονος πολέμου τοσοῦδε κατάρξαι, τὴν Μιθριδάτου δύναμιν δεδιότες: ἐγκειμένων δὲ τῶν πρέσβεων, ὁ Νικομήδης πολλὰ μὲν ὑπὲρ τῆς ἐπικουρίας τοῖς στρατηγοῖς καὶ τοῖς πρέσβεσιν ὡμολογηκὼς χρήματα δώσειν καὶ ἔτι ὀφείλων, πολλὰ δ᾽ ἄλλα παρὰ τῶν ἑπομένων Ῥωμαίων δεδανεισμένος καὶ ὀχλούμενος, ἄκων ἐσέβαλεν ἐς τὴν Μιθριδάτου γῆν καὶ ἐλεηλάτησεν ἐπὶ πόλιν Ἄμαστριν, οὐδενὸς οὔτε κωλύοντος αὐτὸν οὔτε ἀπαντῶντος. ὁ γάρ τοι Μιθριδάτης ἑτοίμην ἔχων δύναμιν ὅμως ὑπεχώρει, πολλὰ καὶ δίκαια διδοὺς ἐγκλήματα τῷ πολέμῳ γενέσθαι.

[12] ἀναζεύξαντος δὲ τοῦ Νικομήδους μετὰ πολλῶν λαφύρων, Πελοπίδαν ὁ Μιθριδάτης ἔπεμπεν ἐς τοὺς Ῥωμαίων στρατηγούς τε καὶ πρέσβεις, οὐκ ἀγνοῶν μὲν αὐτοὺς πολεμησείοντας αὑτῷ καὶ τῆσδε τῆς ἐσβολῆς αἰτίους γεγονότας, ὑποκρινόμενος δέ, καὶ πλείονας ὁμοῦ καὶ εὐπρεπεστέρας αἰτίας τοῦ γενησομένου πολέμου πορίζων, ἀνεμίμνησκε φιλίας καὶ συμμαχίας ἰδίας τε καὶ πατρῴας. ἀνθ᾽ ὧν αὐτὸν ὁ Πελοπίδας ἔφη Φρυγίαν ἀφῃρῆσθαι καὶ Καππαδοκίαν, τὴν μὲν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην καὶ ὑπὸ τοῦ πατρὸς ἀναληφθεῖσαν, Φρυγίαν δὲ ἐπινίκιον ἐπὶ Ἀριστονίκῳ παρὰ τοῦ ὑμετέρου στρατηγοῦ δοθεῖσάν τε καὶ οὐχ ἧσσον παρὰ τοῦ αὐτοῦ στρατηγοῦ πολλῶν χρημάτων ἐωνημένην. ‘νῦν δ᾽,’ ἔφη, ‘καὶ Νικομήδη τὸ στόμα τοῦ Πόντου διακλείοντα περιορᾶτε, καὶ τὴν γῆν μέχρι Ἀμάστριδος ἐπιτρέχοντα, καὶ λείαν ἄγοντα ὅσην ἴστε ἀκριβῶς, οὐκ ἀσθενῶς οὐδὲ ἀνετοίμως ἔχοντος πρὸς ἄμυναν τοῦ ἐμοῦ βασιλέως, ἀλλ᾽ ἀναμένοντος ὑμᾶς ἐν ὄψει μάρτυρας τῶν γιγνομένων γενέσθαι. ἐπειδὴ δὲ ἐγένεσθέ τε καὶ εἴδετε, παρακαλεῖ Μιθριδάτης, φίλος ὢν ὑμῖν καὶ σύμμαχος, φίλους ὄντας ὑμᾶς καὶ συμμάχους ῾ὧδε γὰρ αἱ συνθῆκαι λέγουσιν̓, ἐπικουρεῖν ἡμῖν ἀδικουμένοις ὑπὸ Νικομήδους, ἢ κωλύειν αὐτὸν ἀδικοῦντα.’

[13] ὁ μὲν τοιαῦτα εἶπε, Νικομήδους δὲ πρέσβεις ἐς ἀντιλογίαν αὐτῷ παρόντες ἔφασαν:

Νικομήδει μὲν ἐκ πολλοῦ Μιθριδάτης ἐπιβουλεύων Σωκράτη μετὰ στρατιᾶς ἐπὶ τὴν βασιλείαν ἐπῆγεν, ἡσυχάζοντα καὶ δικαιοῦντα τὸν πρεσβύτερον ἄρχειν. καὶ ὧδε Μιθριδάτης ἐς Νικομήδην ἔπραξεν, ὃν ὑμεῖς, ὦ Ῥωμαῖοι, Βιθυνῶν ἐστήσασθε βασιλεύειν: ὃ καὶ δῆλόν ἐστιν οὐκ ἐς ἡμᾶς μᾶλλον ἢ ἐς ὑμᾶς γεγονέναι. τῷ δ᾽ αὐτῷ λόγῳ κεκελευκότων ὑμῶν τοῖς ἐν Ἀσίᾳ βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν, τὰ πολλὰ Χερρονήσου περιέσπασεν. καὶ τάδε μὲν ἔστω τῆς ἐς ὑμᾶς ὕβρεώς τε καὶ δυσμενείας αὐτοῦ καὶ ἀπειθείας ἔργα: ἡ παρασκευὴ δὲ ὅση, καὶ πᾶσα ἕτοιμος ὡς ἐπὶ μέγαν δὴ καὶ ἐγνωσμένον πόλεμον ἤδη, τοῦ τε ἰδίου στρατοῦ καὶ συμμάχων Θρᾳκῶν καὶ Σκυθῶν, ὅσα τε ἄλλα πλησίον ἔθνη. ἐς δὲ τὸν Ἀρμένιον αὐτῷ καὶ ἐπιγαμία γέγονε, καὶ ἐς Αἴγυπτον καὶ Συρίαν περιπέμπει προσεταιριζόμενος τοὺς βασιλέας. νῆές τε εἰσὶν αὐτῷ κατάφρακτοι τριακόσιαι, καὶ ἑτέρας προσαπεργάζεται: ἐπί τε πρῳρέας καὶ κυβερνήτας ἐς Φοινίκην καὶ ἐς Αἴγυπτον περιέπεμψεν. ἅπερ οὐκ ἐπὶ Νικομήδει που, τοσάδε ὄντα, ἀλλ᾽ ἐφ᾽ ὑμῖν, ὦ Ῥωμαῖοι, Μιθριδάτης, ἐργάζεται, δυσμεναίνων μὲν ἐξ οὗ Φρυγίαν αὐτὸν πανούργως πριάμενον, καὶ δεκάσαντα τῶν ὑμετέρων τινὰ στρατηγῶν, ἀποθέσθαι προσετάξατε, τῆς οὐ δικαίας κτήσεως καταγνόντες, χαλεπαίνων δ᾽ ἐπὶ Καππαδοκία, δεδομένῃ καὶ τῇδε πρὸς ὑμῶν Ἀριοβαρζάνῃ, δεδιὼς δ᾽ αὐξομένους ὑμᾶς, καὶ παρασκευαζόμενος ἐν τῇ καθ᾽ ἡμᾶς προφάσει καὶ ὑμῖν, εἰ δύναιτο, ἐπιθέσθαι. σωφρόνων δ᾽ ἐστὶ μὴ περιμένειν ὅτε πολεμεῖν ὑμῖν ὁμολογήσει, ἀλλ᾽ ἐς τὰ ἔργα αὐτοῦ μᾶλλον ἢ τοὺς λόγους ἀφορᾶν μηδὲ φιλίας ὄνομα ἐπίπλαστον ὑποκρινομένῳ τοὺς ἀληθεῖς καὶ βεβαίους ἐκδοῦναι φίλους, μηδὲ τὴν σφετέραν περὶ τῆς ἡμετέρας βασιλείας κρίσιν ὑπεριδεῖν ἀκυρουμένην ὑπ᾽ ἀνδρὸς ὁμοίως ἡμῖν τε καὶ ὑμῖν ἐχθροῦ.

[14] ὧδε μὲν καὶ οἱ Νικομήδους ἔλεξαν: ἐπελθὼν δὲ αὖθις ὁ Πελοπίδας ἐς τὸ τῶν Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδης ἐπιμέμφοιτο, δικάσαι Ῥωμαίους ἠξίου, τὰ δὲ νῦν ῾ἐν ὄψει γὰρ ὑμῶν γέγονε, τῆς τε γῆς τῆς Μιθριδάτου δῃουμένης καὶ τῆς θαλάττης ἀποκεκλεισμένης καὶ λείας τοσῆσδε ἐλαυνομένης᾿ οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεως, ‘ἀλλ᾽ αὖθις ὑμᾶς παρακαλοῦμεν ἢ κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρες Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλ᾽ ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ.’ τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντος, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖς Ῥωμαίων στρατηγοῖς ἐπικουρεῖν Νικομήδει, καὶ ἐς ὑπόκρισιν τῆς ἀντιλογίας ἠκροῶντο: τὰ δὲ εἰρημένα ὅμως ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεως ἐπὶ πολύ, μέχρι ἐπιστήσαντες μετὰ σοφίας ὧδε ἀπεκρίναντο. ‘οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸς Νικομήδους, οὔτε Νικομήδους ἀνεξόμεθα πολεμουμένου: οὐ γὰρ ἡγούμεθα Ῥωμαίοις συμφέρειν βλάπτεσθαι Νικομήδη.’ ταῦτα δ᾽ εἰπόντες τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆς ἀποκρίσεως τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.

ΚΕΦΑΛΑΙΟΝ 3

[15] Μιθριδάτης μὲν οὖν, ὡς ἐμφανῶς ἤδη πρὸς Ῥωμαίων ἀδικούμενος, ἔπεμπε σὺν πολλῇ χειρὶ τὸν υἱὸν Ἀριαράθην βασιλεύειν Καππαδοκίας. καὶ εὐθὺς ἦρχεν αὐτῆς ὁ Ἀριαράθης, Ἀριοβαρζάνην ἐκβαλών. Πελοπίδας δὲ ἐς τοὺς Ῥωμαίων στρατηγοὺς αὖθις ἐλθὼν ἔλεγεν ὧδε.

ἃ μὲν ἠδικημένος πρὸς ὑμῶν, ὦ Ῥωμαῖοι, βασιλεὺς Μιθριδάτης ἔφερε, Φρυγίαν τε καὶ Καππαδοκίαν ἀφῃρημένος ἔναγχος, ἠκούσατε: ἃ δὲ Νικομήδης αὐτὸν ἔβλαπτεν, ὁρῶντες ὑπερείδετε. φιλίαν τε καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλ᾽ ἐγκαλουμένοις ἀπεκρίνασθε μὴ νομίζειν συμφέρειν τοῖς Ῥωμαίων πράγμασι βλάπτεσθαι Νικομήδη οἷάπερ αὐτὸν ἀδικούμενον. ὑμεῖς οὖν αἴτιοι τῷ κοινῷ Ῥωμαίων τοῦδε τοῦ περὶ Καππαδοκίαν γεγονότος: διὰ γὰρ ὑμᾶς, ὧδε μὲν ἡμᾶς ὑπερορῶντας ὧδε δὲ σοφίζοντας ἐν ταῖς ἀποκρίσεσιν, οὕτως ἔπραξεν ὁ Μιθριδάτης. καὶ πρεσβεύσεται καθ᾽ ὑμῶν ἐς τὴν ὑμετέραν βουλήν, ἐφ᾽ ἣν ὑμῖν ἀπολογησομένοις ἐπαγγέλλει παρεῖναι, φθάνειν δὲ μηδέν, μηδ᾽ ἐξάρχειν ἄνευ τοῦ κοινοῦ τῶν Ῥωμαίων τοσοῦδε πολέμου, ἐνθυμουμένους ὅτι Μιθριδάτης βασιλεύει μὲν τῆς πατρῴας ἀρχῆς, ἣ δισμυρίων ἐστὶ σταδίων τὸ μῆκος, προσκέκτηται δὲ πολλὰ περίχωρα, καὶ Κόλχους, ἔθνος ἀρειμανές, Ἑλλήνων τε τοὺς ἐπὶ τοῦ Πόντου κατῳκισμένους, καὶ βαρβάρων τοὺς ὄντας ὑπὲρ αὐτούς. φίλοις δ᾽ ἐς πᾶν τὸ κελευόμενον ἑτοίμοις χρῆται Σκύθαις τε καὶ Ταύροις καὶ Βαστέρναις καὶ Θρᾳξὶ καὶ Σαρμάταις καὶ πᾶσι τοῖς ἀμφὶ Τάναΐν τε καὶ Ἴστρον καὶ τὴν λίμνην ἔτι τὴν Μαιώτιδα. Τιγράνης δ᾽ ὁ Ἀρμένιος αὐτῷ κηδεστής ἐστι, καὶ Ἀρσάκης ὁ Παρθυαῖος φίλος. νεῶν τε πλῆθος ἔχει, τὸ μὲν ἕτοιμον τὸ δὲ γιγνόμενον ἔτι, καὶ παρασκευὴν ἐς πάντα ἀξιόλογον.

[16] οὐκ ἐψεύσαντο δ᾽ ὑμῖν ἔναγχος οἱ Βιθυνοὶ καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ Συρίᾳ βασιλέων: οὓς οὐ μόνον εἰκός ἐστιν ἡμῖν, εἰ πόλεμος γένοιτο, προσθήσεσθαι, ἀλλὰ καὶ τὴν νεόκτητον ὑμῖν Ἀσίαν καὶ Ἑλλάδα καὶ Λιβύην καὶ πολλὰ καὶ αὐτῆς Ἰταλίας, ὅσα τὴν ὑμετέραν πλεονεξίαν οὐ φέροντα πολεμεῖ νῦν ὑμῖν πόλεμον ἄσπειστον. ὃν οὔπω διαθέσθαι δυνηθέντες ἐπιχειρεῖτε Μιθριδάτῃ, Νικομήδην αὐτῷ καὶ Ἀριοβαρζάνην παρὰ μέρος ἐπιπέμποντες: καὶ φατὲ μὲν εἶναι φίλοι καὶ σύμμαχοι, καὶ ὑποκρίνεσθε οὕτω, χρῆσθε δὲ ὡς πολεμίῳ. φέρετε οὖν, καὶ νῦν, εἴ τι πρὸς τῶν γεγονότων ἐς μετάνοιαν ἠρέθισθε, ἢ Νικομήδη κωλύσατε τοὺς ὑμετέρους ἀδικεῖν φίλους ῾καὶ τάδε πράξασιν ὑμῖν ὑπέχομαι συμμαχήσειν ἐπὶ τοὺς Ἰταλοὺς βασιλέα Μιθριδάτην̓, ἢ τὴν δοκοῦσαν ἐς ἡμᾶς φιλίαν λύσατε, ἢ ἐς Ῥώμην ἐπὶ κρίσιν ἴωμεν.

ὁ μὲν δὴ Πελοπίδας ὧδε ἔλεξεν, οἱ δὲ φορτικώτερον αὐτὸν εἰπεῖν ἡγούμενοι, Μιθριδάτην μὲν ἐκέλευον ἀπέχεσθαι Νικομήδους καὶ Καππαδοκίας ῾αὐτοὶ γὰρ αὖθις Ἀριοβαρζάνην ἐς αὐτὴν κατάξειν̓, Πελοπίδαν δ᾽ εὐθὺς ἐξιεναι τοῦ στρατοπέδου, καὶ μηκέτι πρεσβεύειν ἐς αὑτους, εἰ μὴ τοῖς κελευομένοις ὁ βασιλεὺς ἐμμένοι. οὕτω μὲν ἀπεκρίναντο, καὶ ἀπιόντι φυλακὴν συνέπεμψαν, ἵνα μή τινας ἐπιτρίψειε παροδεύων.

[17] ταῦτα δὲ εἰπόντες, οὐκ ἀναμείναντες περὶ τοσοῦδε πολέμου τὴν βουλὴν ἢ τὸν δῆμον ἐπιγνώμονα γενέσθαι, στρατιὰν ἤγειρον ἔκ τε Βιθυνίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ. ὡς δὲ αὐτοῖς ὅ τε ἴδιος στρατός, ὅσον εἶχε Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἡγούμενος, ἕτοιμος ἦν ἤδη, καὶ τὰ συμμαχικὰ πάντα συνεληλύθει, διελόμενοι τὸ πλῆθος ἐστρατοπέδευον, Κάσσιος μὲν ἐν μέσῳ Βιθυνίας τε καὶ Γαλατίας, Μάνιος δὲ ᾗ διαβατὸν ἦν ἐς Βιθυνίαν τῷ Μιθριδάτῃ, Ὄππιος δὲ ἔτερος στρατηγὸς ἐπὶ τῶν ὀρῶν τῶν Καππαδοκίας, ἱππέας ἔχων ἕκαστος αὐτῶν καὶ πεζοὺς ἀμφὶ τοὺς τετρακισμυρίους. ἦν δὲ καὶ νεῶν στόλος αὐτοῖς, οὗ περὶ Βυζάντιον Μινούκιός τε Ῥοῦφος καὶ Γάιος Ποπίλιος ἡγοῦντο, τὸ στόμα τοῦ Πόντου φυλάσσοντες. παρῆν δὲ αὐτοῖς καὶ Νικομήδης, ἄρχων ἑτέρων πεντακισμυρίων πεζῶν καὶ ἱππέων ἑξακισχιλίων. τοσόσδε μὲν αὐτοῖς ἀθρόως στρατὸς ἀγήγερτο: Μιθριδάτῃ δὲ τὸ μὲν οἰκεῖον ἦν μυριάδες πεζῶν πέντε καὶ εἴκοσι καὶ ἱππεῖς τετρακισμύριοι, καὶ νῆες κατάφρακτοι τριακόσιαι, δίκροτα δὲ ἑκατόν, καὶ ἡ ἄλλη παρασκευὴ τούτων κατὰ λόγον, στρατηγοὶ δὲ Νεοπτόλεμός τε καὶ Ἀρχέλαος, ἀλλήλων ἀδελφώ, καὶ τοῖς πλείστοις αὐτὸς παρεγίγνετο. συμμαχικὰ δὲ ἦγον αὐτῷ Ἀρκαθίας μέν, αὐτοῦ Μιθριδάτου παῖς, ἐκ τῆς βραχυτέρας Ἀρμενίας μυρίους ἱππέας, καὶ Δορύλαος ... ἐν φάλαγγι ταττομένους, Κρατερὸς δ᾽ ἑκατὸν καὶ τριάκοντα ἅρματα. τοσαύτη μὲν ἦν ἑκατέροις ἡ παρασκευή, ὅτε πρῶτον ᾔεσαν ἐς ἀλλήλους Ῥωμαῖοί τε καὶ Μιθριδάτης, ἀμφὶ τὰς ἑκατὸν καὶ ἑβδομήκοντα τρεῖς ὀλυμπιάδας.

[18] ἐν δὲ πεδιῳ πλατεῖ παρὰ τὸν Αμνειον ποταμὸν κατιδόντες ἀλλήλους ὅ τε Νικομήδης καὶ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ παρέταττον ἐς μάχην, Νικομήδης μὲν ἅπαντας τοὺς ἑαυτοῦ, Νεοπτόλεμος δὲ καὶ Ἀρχέλαος τοὺς εὐζώνους μόνους, καὶ οὓς Ἀρκαθίας εἶχεν ἱππέας καί τινα τῶν ἁρμάτων: ἡ γὰρ φάλαγξ ἔτι προσῄει. ἐς δέ τινα γήλοφον τοῦ πεδίου πετρώδη προλαβόντες ἀνέπεμψαν ὀλίγους, ἵνα μὴ κυκλωθεῖεν ὑπὸ τῶν Βιθυνῶν πολὺ πλειόνων ὄντων. ὡς δὲ ἐξωθουμένους εἶδον αὐτοὺς ἐκ τοῦ γηλόφου, δείσας ὁ Νεοπτόλεμος περὶ τῇ κυκλώσει προσεβοήθει μετὰ σπουδῆς, καλῶν ἅμα καὶ τὸν Ἀρκαθίαν. Νικομήδης δ᾽ ὁρῶν ἀντιπαρῄει: καὶ γίγνεται πολὺς ἐνταῦθα ἀγὼν καὶ φόνος. βιασαμένου δὲ τοῦ Νικομηδους ἔφευγον οἱ Μιθριδάτειοι, ἕως ὁ Ἀρχέλαος ἀπὸ τοῦ δεξιοῦ μετελθὼν ἐνέβαλεν ἐς τοὺς διώκοντας. οἱ δ᾽ ἐς αὐτὸν ἐπεστράφησαν. ὁ δ᾽ ὑπεχώρει κατ᾽ ὀλίγον, ἵν᾽ ἔχοιεν ἐκ τῆς φυγῆς ἐπανελθεῖν οἱ περὶ Νεοπτόλεμον. ὡς δὲ εἴκασεν αὐτάρκως ἔχειν, ἐπέστρεφε, καὶ τοῖς Βιθυνοῖς τὰ δρεπανηφόρα ἅρματα ἐμπίπτοντα μετὰ ῥύμης διέκοπτε καὶ διέτεμνε τοὺς μὲν ἀθρόως ἐς δύο τοὺς δ᾽ ἐς μέρη πολλά. τό τε γιγνόμενον ἐξέπληττε τὴν στρατιὰν τοῦ Νικομήδους, ὅτε ἴδοιεν ἡμιτόμους ἄνδρας ἔτι ἔμπνους, ἢ ἐς πολλὰ διερριμμένους, ἢ τῶν δρεπάνων ἀπηρτημένους. ἀηδίᾳ τε μᾶλλον ὄψεως ἢ μάχης ἥσσῃ τὴν τάξιν ὑπὸ φόβου συνέχεαν. ταραχθεῖσι δ᾽ αὐτοῖς ὁ μὲν Ἀρχέλαος ἐκ τοῦ μετώπου, Νεοπτόλεμος δὲ καὶ Ἀρκαθίας ἐκ τῆς φυγῆς ἀναστρέφοντες ἐπέκειντο ὄπισθεν. οἱ δ᾽ ἐπὶ πολὺ μὲν ἠμύνοντο, ἐς ἑκατέρους ἐπιστρεφόμενοι: ὡς δὲ τὸ πλεῖστον ἐπεπτώκει, Νικομήδης μὲν ἔφευγε μετὰ τῶν ὑπολοίπων ἐς Παφλαγονίαν, οὐδ᾽ ἐς χεῖρας ἐλθούσης πω τῆς Μιθριδατείου φάλαγγος, ἑάλω δ᾽ αὐτοῦ τὸ χαράκωμα καὶ τὰ χρήματα πολλὰ ὄντα καὶ πλῆθος αἰχμαλώτων. οὓς πάντας ὁ Μιθριδάτης φιλανθρωπευσάμενός τε καὶ ἐφόδια δοὺς ἀπέλυσεν ἐς τὰ οἰκεῖα ἀπιέναι, δόξαν ἐμποιῶν τοῖς πολεμίοις φιλανθρωπίας.

[19] ἔργον δὴ τόδε πρῶτον τοῦ Μιθριδατείου πολέμου καὶ οἱ στρατηγοὶ τῶν Ῥωμαίων κατεπεπλήγεσαν, ὡς οὐκ εὐβουλίᾳ μᾶλλον ἢ προπετῶς, ἄνευ τοῦ κοινοῦ, τοσόνδε πόλεμον ἅψαντες. ὀλίγοι τε γὰρ πολὺ πλειόνων ἐκεκρατήκεσαν, καὶ οὐδεμιᾷ συντυχίᾳ χωρίων ἢ πολεμίου σφάλματος, ἀλλ᾽ ἀρετῇ στρατηγῶν καὶ ἀνδρείᾳ στρατοῦ. Νικομήδης μὲν οὖν Μανίῳ παρεστρατοπέδευε, Μιθριδάτης δ᾽ ἐπὶ τὸ Σκορόβαν ὄρος ἀνῄει, ὃ τέλος ἐστὶ Βιθυνῶν καὶ τῆς Ποντικῆς χώρας. πρόδρομοί τε αὐτοῦ, Σαυροματῶν ἑκατὸν ἱππεῖς, ὀκτακοσίοις ἱππεῦσι τοῦ Νικομήδους ἐντυχόντες αἱροῦσι καὶ τούτων τινάς: οὓς πάλιν ὁ Μιθριδάτης σὺν ἐφοδίοις μεθῆκεν ἐς τὰς πατρίδας ἀπιέναι. Μάνιον δ᾽ ὑποφεύγοντα Νεοπτόλεμός τε καὶ Νεμάνης ὁ Ἀρμένιος ἀμφὶ τὸ πρῶτον Πάχιον χωρίον ἑβδόμης ὥρας καταλαβόντες, οἰχομένου πρὸς Κάσσιον Νικομήδους, ἠνάγκασαν ἐς μάχην ἱππέας ἔχοντα τετρακισχιλίους καὶ πεζοὺς ἔτι τούτων δεκαπλασίονας. κτείναντες δ᾽ αὐτοῦ περὶ μυρίους, ἐζώγρησαν ἐς τριακοσίους: οὓς ὁμοίως ὁ Μιθριδάτης ἐς αὐτὸν ἀναχθέντας ἀπέλυσε, καταδημοκοπῶν τοὺς πολεμίους. Μανίου δ᾽ ἐλήφθη καὶ τὸ στρατόπεδον, καὶ φεύγων αὐτὸς ἐπὶ τὸν Σαγγάριον ποταμὸν νυκτὸς γενομένης ἐπέρασέ τε καὶ ἐς Πέργαμον ἐσώθη. Κάσσιος δὲ καὶ Νικομήδης, καὶ ὅσοι ἄλλοι Ῥωμαίων πρέσβεις παρῆσαν, ἐς Λεόντων κεφαλήν, ὃ τῆς Φρυγίας ἐστὶν ὀχυρώτατον χωρίον, μετεστρατοπέδευον: καὶ τὸ πλῆθος ὅσον εἶχον, οὐ πάλαι συνειλεγμένον, χειροτεχνῶν ἢ γεωργῶν ἢ ἰδιωτῶν, ἐγύμναζον, καὶ τοὺς Φρύγας αὐτοῖς προσκατέλεγον. ὀκνούντων δὲ ἑκατέρων ἀπέγνωσαν πολεμεῖν ἀνδράσιν ἀπολέμοις, καὶ διαλύσαντες αὐτοὺς ἀνεχώρουν, Κάσσιος μὲν ἐς Ἀπάμειαν σὺν τῷ ἑαυτοῦ στρατῷ, Νικομήδης δὲ ἐς Πέργαμον, Μάνιος δὲ ἐπὶ Ῥόδου. ὧν, ὅσοι τὸ στόμα τοῦ Πόντου κατεῖχον, πυθόμενοι διελύθησαν, καὶ τάς τε κλεῖς τοῦ Πόντου, καὶ ναῦς ὅσας εἶχον, τῷ Μιθριδάτῃ παρέδοσαν.

[20] ὁ δὲ ὁρμῇ τῇδε μιᾷ τὴν ἀρχὴν ὅλην τοῦ Νικομήδους ὑπολαβὼν ἐπῄει, καὶ καθίστατο τὰς πόλεις. ἐμβαλὼν δὲ καὶ ἐς Φρυγίαν, ἐς τὸ τοῦ Ἀλεξάνδρου πανδοκεῖον κατέλυσεν, αἰσιούμενος ἄρα, ἔνθαπερ Ἀλέξανδρος ἀνεπαύσατο, καὶ Μιθριδάτην σταθμεῦσαι. ὁ μὲν δὴ καὶ Φρυγίας τὰ λοιπὰ καὶ Μυσίαν καὶ Ἀσίαν, ἃ Ῥωμαίοις νεόκτητα ἦν, ἐπέτρεχε, καὶ ἐς τὰ περίοικα περιπέμπων ὑπηγάγετο Λυκίαν τε καὶ Παμφυλίαν καὶ τὰ μέχρι Ἰωνίας. Λαοδικεῦσι δὲ ἔτι ἀντέχουσι, τοῖς περὶ τὸν Λύκον ποταμόν Ῥωμαίων γάρ τις στρατηγὸς Κόιντος Ὄππιος, ἱππέας ἔχων καὶ μισθοφόρους τινάς, ἐς τὴν πόλιν ἐσδραμὼν ἐφύλαττεν αὐτήν̓, κήρυκα ἐπιπέμψας ἐπὶ τὰ τείχη λέγειν ἐκέλευσεν ὅτι βασιλεὺς Μιθριδάτης ὑπέχεται Λαοδικεῦσιν ἄδειαν, εἰ τὸν Ὄππιον αὐτῷ προσαγάγοιεν. οἱ δ᾽ ἐπὶ τῷ κηρύγματι τοὺς μὲν μισθοφόρους Ὀππίου μεθῆκαν ἀπαθεῖς ἀπιέναι, αὐτὸν δ᾽ ἤγαγον τῷ Μιθριδάτῃ τὸν Ὄππιον, ἡγουμένων αὐτῷ τῶν ῥαβδοφόρων ἐπὶ γέλωτι. καὶ αὐτὸν ὁ Μιθριδάτης οὐδὲν διαθεὶς ἐπήγετο πανταχοῦ λελυμένον, ἐπιδεικνύμενος ἄρα Ῥωμαίων αἰχμάλωτον στρατηγόν.

[21] μετ᾽ οὐ πολὺ δὲ καὶ Μάνιον Ἀκύλιον, τὸν τῆσδε τῆς πρεσβείας καὶ τοῦδε τοῦ πολέμου μάλιστα αἴτιον, ἑλὼν δεδεμένον ἐπὶ ὄνου περιήγετο, κηρύσσοντα τοῖς ὁρῶσιν ὅτι Μάνιος εἴη, μέχρι ἐν Περγάμῳ τοῦ στόματος αὐτοῦ κατεχώνευσε χρυσίον, δωροδοκίαν ἄρα Ῥωμαίοις ὀνειδίζων. σατράπας δὲ τοῖς ἔθνεσιν ἐπιστήσας, ἐς Μαγνησίαν καὶ Ἔφεσον καὶ Μιτυλήνην παρῆλθεν, ἀσμένως αὐτὸν ἁπάντων δεχομένων, Ἐφεσίων δὲ καὶ τὰς Ῥωμαίων εἰκόνας τὰς παρὰ σφίσι καθαιρούντων, ἐφ᾽ ᾧ δίκην ἔδοσαν οὐ πολὺ ὕστερον. ἐπανιὼν δὲ ἐκ τῆς Ἰωνίας Στρατονίκειαν εἷλε καὶ ἐζημίωσε χρήμασι, καὶ φρουρὰν ἐς τὴν πόλιν ἐσήγαγεν. παρθένον τε εὔμορφον ἰδὼν ἐς τὰς γυναῖκας ἀνεδέξατο: καὶ εἴ τῳ σπουδὴ καὶ τὸ ὄνομα πυθέσθαι, Μονίμη Φιλοποίμενος ἦν. Μάγνησι δὲ καὶ Παφλαγόσι καὶ Λυκίοις ἔτι ἀντέχουσι διὰ τῶν στρατηγῶν ἐπολέμει.

ΚΕΦΑΛΑΙΟΝ 4

[22] καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην: Ῥωμαῖοι δ᾽ ἐξ οὗ τῆς πρώτης αὐτοῦ ὁρμῆς τε καὶ ἐς τὴν Ἀσίαν ἐσβολῆς ἐπύθοντο, στρατεύειν ἐπ᾽ αὐτὸν ἐψηφίσαντο, καίπερ ἀσχολούμενοι στάσεσιν ἀτρύτοις ἐν τῇ πόλει καὶ οἰκείῳ πολέμῳ χαλεπῷ, τῆς Ἰταλίας ἀφισταμένης σχεδὸν ἁπάσης ἀνὰ μέρος. κληρουμένων δὲ τῶν ὑπάτων, ἔλαχε μὲν Κορνήλιος Σύλλας ἄρχειν τῆς Ἀσίας καὶ πολεμεῖν τῷ Μιθριδάτῃ, χρήματα δ᾽ οὐκ ἔχοντες αὐτῷ ἐσενεγκεῖν, ἐψηφίσαντο πραθῆναι ὅσα Νουμᾶς Πομπίλιος βασιλεὺς ἐς θυσίας θεῶν διετέτακτο. τοσήδε μὲν ἦν τότε πάντων ἀπορία καὶ ἐς πάντα φιλοτιμία. καὶ τινα αὐτῶν ἔφθασε πραθῆναι καὶ συνενεγκεῖν χρυσίου λίτρας ἐνακισχιλίας, ἃς μόνας ἐς τηλικοῦτον πόλεμον ἔδοσαν.

Σύλλαν μὲν οὖν ἐς πολὺ αἱ στάσεις κατέσχον, ὡς ἐν τοῖς ἐμφυλίοις συγγέγραπται: ἐν τούτῳ δ᾽ ὁ Μιθριδάτης ἐπί τε Ῥοδίους ναῦς πλείονας συνεπήγνυτο, καὶ σατράπαις ἅπασι καὶ πόλεων ἄρχουσι δι᾽ ἀπορρήτων ἔγραφε, τριακοστὴν ἡμέραν φυλάξαντας ὁμοῦ πάντας ἐπιθέσθαι τοῖς παρὰ σφίσι Ῥωμαίοις καὶ Ἰταλοῖς, αὐτοῖς τε καὶ γυναιξὶν αὐτῶν καὶ παισὶ καὶ ἀπελευθέροις ὅσοι γένους Ἰταλικοῦ, κτείναντάς τε ἀτάφους ἀπορρῖψαι, καὶ τὰ ὄντα αὐτοῖς μερίσασθαι πρὸς βασιλέα Μιθριδάτην. ἐπεκήρυξε δὲ καὶ ζημίαν τοῖς καταθάπτουσιν αὐτοὺς ἢ ἐπικρύπτουσι, καὶ μήνυτρα τοῖς ἐλέγχουσιν ἢ τοὺς κρυπτομένους ἀναιροῦσι, θεράπουσι μὲν ἐπὶ δεσπότας ἐλευθερίαν, χρήσταις δ᾽ ἐπὶ δανειστὰς ἥμισυ τοῦ χρέους. τάδε μὲν δὴ δι᾽ ἀπορρήτων ὁ Μιθριδάτης ἐπέστελλεν ἅπασιν ὁμοῦ, καὶ τῆς ἡμέρας ἐπελθούσης συμφορῶν ἰδέαι ποικίλαι κατὰ τὴν Ἀσίαν ἦσαν, ὧν ἔνια τοιάδε ἦν.

[23] Ἐφέσιοι τοὺς ἐς τὸ Αρτεμίσιον καταφυγόντας, συμπλεκομένους τοῖς ἀγάλμασιν, ἐξέλκοντες ἔκτεινον. Περγαμηνοὶ τοὺς ἐς τὸ Ἀσκληπιεῖον συμφυγόντας, οὐκ ἀφισταμένους, ἐτόξευον τοῖς ξοάνοις συμπλεκομένους. Ἀδραμυττηνοὶ τοὺς ἐκνέοντας ἐσβαίνοντες ἐς τὴν θάλασσαν ἀνῄρουν, καὶ τὰ βρέφη κατεπόντουν. Καύνιοι Ῥοδίοις ὑποτελεῖς ἐπὶ τῷ Ἀντιόχου πολέμῳ γενόμενοι, καὶ ὑπὸ Ῥωμαίων ἀφεθέντες οὐ πρὸ πολλοῦ, τοὺς Ἰταλοὺς ἐς τὴν βουλαίαν Ἑστίαν καταφυγόντας ἕλκοντες ἀπὸ τῆς Ἑστίας, τὰ βρέφη σφῶν πρῶτα ἔκτεινον ἐν ὄψει τῶν μητέρων, αὐτὰς δὲ καὶ τοὺς ἄνδρας ἐπ᾽ ἐκείνοις. Τραλλιανοὶ δ᾽ αὐθένται τοῦ κακοῦ φυλαξάμενοι γενέσθαι, Παφλαγόνα Θεόφιλον, ἄγριον ἄνδρα, ἐς τὸ ἔργον ἐμισθώσαντο, καὶ ὁ Θεόφιλος αὐτοὺς συναγαγὼν ἐπὶ τὸν τῆς ὁμονοίας νεὼν ἥπτετο τοῦ φόνου, καὶ τινῶν τοῖς ἀγάλμασι συμπλεκομένων τὰς χεῖρας ἀπέκοπτεν. τοιαύταις μὲν τύχαις οἱ περὶ τὴν Ἀσίαν ὄντες Ἰταλοὶ καὶ Ῥωμαῖοι συνεφέροντο, ἄνδρες τε ὁμοῦ καὶ βρέφη καὶ γυναῖκες, καὶ ἐξελεύθεροι καὶ θεράποντες αὐτῶν, ὅσοι γένους Ἰταλικοῦ. ᾧ καὶ μάλιστα δῆλον ἐγένετο τὴν Ἀσίαν οὐ φόβῳ Μιθριδάτου μᾶλλον ἢ μίσει Ῥωμαίων τοιάδε ἐς αὐτοὺς ἐργάσασθαι. ἀλλ᾽ οὗτοι μὲν δίκην ἔδοσαν διπλῆν, αὐτοῦ τε Μιθριδάτου μετ᾽ ὀλίγον ἀπίστως ἐξυβρίσαντος ἐς αὐτούς, καὶ ὕστερον Κορνηλίῳ Σύλλᾳ: Μιθριδάτης δὲ ἐς μὲν Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν Πόντον ἔπεμψεν.

[24] ἐν δὲ τούτῳ Ῥόδιοι τά τε τειχη σφῶν καὶ τοὺς λιμένας ἐκρατύναντο, καὶ μηχανὰς ἅπασιν ἐφίστανον: καί τινες αὐτοῖς Τελμισέων τε καὶ Λυκίων συνέμαχουν. ὅσοι τε ἐξ Ἀσίας Ἰταλοὶ διεπεφεύγεσαν, ἐς Ῥόδον ἅπαντες ἐχώρουν, καὶ σὺν αὐτοῖς Λεύκιος Κάσσιος ὁ τῆς Ἀσίας ἀνθύπατος. ἐπιπλέοντος δὲ τοῦ Μιθριδάτου τὰ προάστεια καθῄρουν, ἵνα μηδὲν εἴη χρήσιμα τοῖς πολεμίοις, καὶ ἐπὶ ναυμαχίαν ἀνήγοντο, ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις. ὁ δὲ βασιλεὺς ἐπὶ πεντήρους περιπλέων ἐκέλευε τοὺς ἰδίους ἐς τὸ πέλαγος ἀνάγειν ἐπὶ κέρως, καὶ τὴν εἰρεσίαν ἐπιταχύναντας περικυκλοῦσθαι τοὺς πολεμίους ὀλιγωτέρους ὄντας, μέχρι δείσαντες οἱ Ῥόδιοι περὶ τῇ κυκλώσει ὑπεχώρουν κατ᾽ ὀλίγον: εἶτ᾽ ἐπιστρέψαντες ἐς τὸν λιμένα κατέφυγον, καὶ κλείθροις αὐτὸν διαλαβόντες ἀπὸ τῶν τειχῶν τὸν Μιθριδάτην ἀπεμάχοντο. ὁ δὲ τῇ πόλει παραστρατοπεδεύων καὶ συνεχῶς τῶν λιμένων πειρώμενος καὶ ἀποτυγχάνων, ἀνέμενε τὸ πεζὸν ἐκ τῆς Ἀσίας οἱ παραγενέσθαι. κἀν τούτῳ βραχεῖαι καὶ συνεχεῖς ἐγίγνοντο ἁψιμαχίαι τῶν ἐφεδρευόντων τοῖς τείχεσιν, ἐν αἷς οἱ Ῥόδιοι πλεονεκτοῦντες ἀνεθάρσουν κατ᾽ ὀλίγον, καὶ τὰς ναῦς διὰ χειρὸς εἶχον ὡς, εἴ πῃ καιρὸν εὕροιεν, ἐπιθησόμενοι τοῖς πολεμίοις.

[25] ὁλκάδος δὲ βασιλικῆς ἱστίῳ παραπλεούσης, Ῥοδία δίκροτος ἐπ᾽ αὐτὴν ἀνήχθη: καὶ ταῖσδε κατὰ σπουδὴν ἑκατέρων ἐπιβοηθούντων ναυμαχία γίγνεται καρτερά, Μιθριδάτου μὲν ἐπιβαρύνοντος ὀργῇ καὶ πλήθεσι νεῶν, Ῥοδίων δ᾽ αὐτοῦ τὰ σκάφη σὺν ἐμπειρίᾳ περιπλεόντων τε καὶ ἀνατιτρώντων, ὥστε καὶ τριήρη αὐτοῖς ἀνδράσιν ἀναδησάμενοι καὶ ἀκροστόλια πολλὰ καὶ σκῦλα ἐς τὸν λιμένα φέροντες ἐπανελθεῖν. πεντήρους δὲ σφῶν εἰλημμένης ὑπὸ τῶν πολεμίων, ἀγνοοῦντες οἱ Ῥόδιοι ἐπὶ ζήτησιν αὐτῆς ἓξ ταῖς μάλιστα ταχυναυτούσαις ἀνέπλεον, καὶ Δαμαγόρας ἐπ᾽ αὐτῶν ὁ ναύαρχος ἐπέπλει. πέντε δ᾽ αὐτῷ καὶ εἴκοσιν ἐπιπέμψαντος τοῦ Μιθριδάτου, μέχρι μὲν ἐς δύσιν ὁ Δαμαγόρας ὑπεχώρει, συσκοτάζοντος δ᾽ ἤδη ταῖς βασιλικαῖς ἐς ἀπόπλουν ἐπιστρεφομέναις ἐμβαλὼν δύο κατεπόντωσε, δύο δ᾽ ἄλλας ἐς Λυκίαν συνεδίωξε, καὶ τὴν νύκτα πελαγίσας ἐπανῆλθεν. τοῦτο Ῥοδίοις καὶ Μιθριδάτῃ τέλος ἦν τῆς ναυμαχίας, παρὰ δόξαν Ῥοδίοις τε διὰ τὴν ὀλιγότητα καὶ Μιθριδάτῃ διὰ τὸ πλῆθος γενόμενον. ἐν δὲ τῷ ἔργῳ περιπλέοντι τῷ βασιλεῖ, καὶ τοὺς οἰκείους ἐπισπέρχοντι, Χία συμμαχὶς ἐμβαλοῦσα ἐκ θορύβου κατέσεισε: καὶ ὁ βασιλεύς, οὐδὲν τότε φροντίζειν ὑποκρινάμενος, τὸν κυβερνήτην ὕστερον ἐκόλασε καὶ τὸν πρῳρέα, καὶ Χίοις ἐμήνισε πᾶσιν.

[26] τῶν δ᾽ αὐτῶν ἡμερῶν τοῦ πεζοῦ τῷ Μιθριδάτῃ παραπλέοντος ἐπὶ ὁλκάδων καὶ τριήρων, πνεῦμα Καυνικὸν ἐμπεσὸν ἐς αὐτὰς ἐς Ῥόδον παρήνεγκε: καὶ οἱ Ῥόδιοι τάχιστα ἐπαναχθέντες, ἐνοχλουμέναις ὑπὸ τοῦ κλύδωνος ἔτι καὶ διεσπαρμέναις ἐμβαλόντες, ἀνεδήσαντό τινας καὶ διέτρησαν ἑτέρας καὶ ἐνέπρησαν ἄλλας, καὶ ἄνδρας αἰχμαλώτους εἷλον ἐς τετρακοσίους. ἐφ᾽ οἷς ὁ Μιθριδάτης ἐς ἑτέραν ναυμαχίαν ὁμοῦ καὶ πολιορκίαν ἡτοιμάζετο, σαμβύκην δέ τινα, μηχάνημα μέγιστον, ἐπὶ δύο νεῶν φερόμενον ἐποίει. αὐτομόλων δ᾽ αὐτῷ λόφον ὑποδειξάντων ἐπιβατόν, ᾗ Ἀταβυρίου Διὸς ἱερὸν ἦν καὶ κολοβὸν τειχίον ἐπ᾽ αὐτοῦ, τὴν στρατιὰν ἐς τὰς ναῦς νυκτὸς ἐπέβησε, καὶ ἑτέροις ἀναδοὺς κλίμακας ἐκέλευσε χωρεῖν ἑκατέρους μετὰ σιωπῆς, μέχρι τινὲς αὐτοῖς πυρσεύσειαν ἐκ τοῦ Ἀταβυρίου, καὶ τότε ἀθρόως, μετὰ βοῆς ὅτι μάλιστα μεγάλης, τοὺς μὲν τοῖς λιμέσιν ἐμπίπτειν, τοὺς δὲ τὰ τείχη βιάζεσθαι. οἱ μὲν δὴ μετὰ σιγῆς βαθείας προσεπέλαζον, Ῥοδίων δ᾽ οἱ προφύλακες αἰσθόμενοι τῶν γιγνομένων ἐπύρσευσαν, καὶ ἡ στρατιὰ τοῦ Μιθριδάτου, νομίσασα τοῦτο εἶναι τὸν ἐκ τοῦ Ἀταβυρίου πυρσόν, ἐκ βαθείας σιωπῆς ἠλάλαξαν ὁμοῦ πάντες, οἵ τε κλιμακοφόροι καὶ ὁ στόλος ὁ νηίτης. Ῥοδίων δ᾽ αὐτοῖς ἀκαταπλήκτως ἀντανακραγόντων, καὶ ἀθρόως ἀναδραμόντων ἐς τὰ τείχη, οἱ βασιλικοὶ νυκτὸς μὲν οὐδ᾽ ἐπεχείρουν, ἡμέρας δ᾽ ἀπεκρούσθησαν.

[27] ἡ σαμβύκη δ᾽ ἐπαχθεῖσα τοῦ τείχους ᾗ τὸ τῆς Ἴσιδος ἱερόν ἐστιν, ἐφόβει μάλιστα, βέλη τε πολλὰ ὁμοῦ καὶ κριοὺς καὶ ἀκόντια ἀφιεῖσα. στρατιῶταί τε σκάφεσι πολλοῖς αὐτῇ μετὰ κλιμάκων παρέθεον ὡς ἀναβησόμενοι δι᾽ αὐτῆς ἐπὶ τὰ τείχη. οἱ δὲ Ῥόδιοι καὶ τάδε εὐσταθῶς ὑπέμενον, ἕως τό τε μηχάνημα ὑπὸ βάρους ἐνεδίδου, καὶ φάσμα τῆς Ἴσιδος ἔδοξε πῦρ ἀφιέναι πολὺ κατ᾽ αὐτοῦ. καὶ ὁ Μιθριδάτης ἀπογνοὺς καὶ τῆσδε τῆς πείρας ἀνεζεύγνυεν ἐκ τῆς Ῥόδου, Πατάροις δὲ τὴν στρατιὰν περιστήσας ἔκοπτε Λητοῦς ἄλσος ἱερὸν ἐς μηχανάς, μέχρι φοβήσαντος αὐτὸν ἐνυπνίου τῆς τε ὕλης ἐφείσατο, καὶ Πελοπίδαν Λυκίοις πολεμεῖν ἐπιστήσας, Ἀρχέλαον ἐς τὴν Ἑλλάδα ἔπεμπε, προσεταιριούμενον ἢ βιασόμενον αὐτῆς ὅσα δύναιτο. αὐτὸς δ᾽ ἀπὸ τοῦδε τοῖς στρατηγοῖς τὰ πολλὰ μεθεὶς ἐστρατολόγει καὶ ὡπλοποίει, καὶ τῇ Στρατονικίδι γυναικὶ διετέρπετο, καὶ δίκας ἐδίκαζε τοῖς ἐπιβουλεύειν ἐς τὸ σῶμα αὐτοῦ λεγομένοις ἢ νεωτερίζουσιν ἢ ὅλως ῥωμαΐζουσιν.

ΚΕΦΑΛΑΙΟΝ 5

[28] καὶ ὁ μὲν ἐπὶ τοῖσδε ἦν, κατὰ δὲ τὴν Ἑλλάδα τοιάδε ἐγίγνετο. Ἀρχέλαος ἐπιπλεύσας καὶ σίτῳ καὶ στόλῳ πολλῷ, Δῆλόν τε ἀφισταμένην ἀπὸ Ἀθηναίων καὶ ἄλλα χωρία ἐχειρώσατο βίᾳ καὶ κράτει. κτείνας δ᾽ ἐν αὐτοῖς δισμυρίους ἄνδρας, ὧν οἱ πλέονες ἦσαν Ἰταλοί, τὰ χωρία προσεποιεῖτο τοῖς Ἀθηναίοις: καὶ ἀπὸ τοῦδε αὐτούς, καὶ τὰ ἄλλα κομπάζων περὶ τοῦ Μιθριδάτου καὶ ἐς μέγα ἐπαίρων, ἐς φιλίαν ὑπηγάγετο: τά τε χρήματα αὐτοῖς τὰ ἱερὰ ἔπεμπεν ἐκ Δήλου δι᾽ Ἀριστίωνος ἀνδρὸς Ἀθηναίου, συμπέμψας φυλακὴν τῶν χρημάτων ἐς δισχιλίους ἄνδρας, οἷς ὁ Ἀριστίων συγχρώμενος ἐτυράννησε τῆς πατρίδος, καὶ τῶν Ἀθηναίων τοὺς μὲν εὐθὺς ἔκτεινεν ὡς ῥωμαΐζοντας, τοὺς δ᾽ ἀνέπεμψεν ἐς Μιθριδάτην, καὶ ταῦτα μέντοι σοφίαν τὴν Ἐπικούρειον ἠσκηκώς. ἀλλὰ γὰρ οὐχ ὅδε μόνος Ἀθήνησιν, οὐδὲ Κριτίας ἔτι πρὸ τούτου, καὶ ὅσοι τῷ Κριτίᾳ συμφιλοσοφοῦντες ἐτυράννησαν, ἀλλὰ καὶ ἐν Ἰταλίᾳ τῶν πυθαγορισάντων καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι τῶν ἑπτὰ σοφῶν λεγομένων ὅσοι πραγμάτων ἐλάβοντο, ἐδυνάστευσάν τε καὶ ἐτυράννησαν ὠμότερον τῶν ἰδιωτικῶν τυράννων, ὥστε καὶ περὶ τῶν ἄλλων φιλοσόφων ἄπορον ποιῆσαι καὶ ὕποπτον, εἴτε δι᾽ ἀρετήν, εἴτε πενίας καὶ ἀπραξίας τὴν σοφίαν ἔθεντο παραμύθιον, ὧν γε καὶ νῦν πολλοὶ ἰδιωτεύοντες καὶ πενόμενοι, καὶ τὴν ἀναγκαίαν ἐκ τῶνδε σοφίαν περικείμενοι, τοῖς πλουτοῦσιν ἢ ἄρχουσι λοιδοροῦνται πικρῶς, οὐχ ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ἢ ζηλοτυπίας ἐς αὐτὰ προφέροντες. ὑπερορῶσι δ᾽ αὐτῶν οἱ βλασφημούμενοι πολὺ σοφώτερον. ταῦτα μὲν οὖν ἡγήσαιτο ἄν τις ἐς Ἀριστίωνα τὸν φιλόσοφον εἰρημένα, αὐτὸν αἴτιον τῆς ἐκβολῆς τῷ λόγῳ γενόμενον:

[29] Ἀρχελάῳ δ᾽ Ἀχαιοὶ καὶ Λάκωνες προσετίθεντο, καὶ Βοιωτία πᾶσα χωρίς γε Θεσπιέων, οὓς περικαθήμενος ἐπολιόρκει. τοῦ δ᾽ αὐτοῦ χρόνου Μητροφάνης ἐπιπεμφθεὶς ὑπὸ Μιθριδάτου μεθ᾽ ἑτέρας στρατιᾶς Εὔβοιαν καὶ Δημητριάδα καὶ Μαγνησίαν, οὐκ ἐνδεχομένας τὰ Μιθριδάτεια, ἐλεηλάτει. καὶ Βρύττιος ἐκ Μακεδονίας ἐπελθὼν σὺν ὀλίγῳ στρατῷ διεναυμάχησέ τε αὐτῷ, καὶ καταποντώσας τι πλοῖον καὶ ἡμιολίαν ἔκτεινε πάντας τοὺς ἐν αὐτοῖς, ἐφορῶντος τοῦ Μητροφάνους. ὁ δὲ καταπλαγεὶς ἔφευγεν. καὶ αὐτὸν αἰσίῳ ἀνέμῳ χρώμενον ὁ Βρέττιος οὐ καταλαβὼν Σκίαθον ἐξεῖλεν, ἣ τῆς λείας τοῖς βαρβάροις ταμιεῖον ἦν, καὶ δούλους τινὰς αὐτῶν ἐκρέμασε, καὶ ἐλευθέρων ἀπέτεμε τὰς χεῖρας. ἐπί τε Βοιωτίαν τραπείς, ἑτέρων οἱ χιλίων ἱππέων καὶ πεζῶν ἐκ Μακεδονίας ἐπελθόντων, ἀμφὶ Χαιρώνειαν Ἀρχελάῳ καὶ Ἀριστίωνι τρισὶν ἡμέραις συνεπλέκετο, ἴσου καὶ ἀγχωμάλου παρ᾽ ὅλον τὸν ἀγῶνα τοῦ ἔργου γιγνομένου. Λακώνων δὲ καὶ Ἀχαιῶν ἐς συμμαχίαν Ἀρχελάῳ καὶ Ἀριστίωνι προσιόντων, ὁ Βρύττιος ἅπασιν ὁμοῦ γενομένοις οὐχ ἡγούμενος ἀξιόμαχος ἔτι ἔσεσθαι ἀνεζεύγνυεν ἐς τὸν Πειραιᾶ, μέχρι καὶ τοῦδε Ἀρχέλαος ἐπιπλεύσας κατέσχεν.

[30] Σύλλας δ᾽ ὁ τοῦ Μιθριδατείου πολέμου στρατηγὸς ὑπὸ Ῥωμαίων αἱρεθεὶς εἶναι, τότε πρῶτον ἐξ Ἰταλίας σὺν τέλεσι πέντε καὶ σπείραις τισὶ καὶ ἴλαις ἐς τὴν Ἑλλάδα περαιωθεὶς χρήματα μὲν αὐτίκα καὶ συμμάχους καὶ ἀγορὰν ἔκ τε Αἰτωλίας καὶ Θεσσαλίας συνέλεγεν, ὡς δ᾽ ἀποχρώντως ἔχειν ἐδόκει, διέβαινεν ἐς τὴν Ἀττικὴν ἐπὶ τὸν Ἀρχέλαον. παροδεύοντι δ᾽ αὐτῷ Βοιωτία τε ἀθρόως μετεχώρει, χωρὶς ὀλίγων, καὶ τὸ μέγα ἄστυ αἱ Θῆβαι, μάλα κουφόνως ἀντὶ Ῥωμαίων ἑλόμενοι τὰ Μιθριδάτεια, ὀξύτερον ἔτι, πρὶν ἐς πεῖραν ἐλθεῖν, ἀπὸ Ἀρχελάου πρὸς Σύλλαν μετετίθεντο. ὁ δ᾽ ἐπὶ τὴν Ἀττικὴν ἐχώρει, καὶ μέρος τι στρατοῦ ἐς τὸ ἄστυ περιπέμψας Ἀριστίωνα πολιορκεῖν, αὐτός, ἔνθαπερ ἦν Ἀρχέλαος, ἐπὶ τὸν Πειραιᾶ κατῆλθε, κατακεκλεισμένων ἐς τὰ τείχη τῶν πολεμίων. ὕψος δ᾽ ἦν τὰ τείχη πήχεων τεσσαράκοντα μάλιστα, καὶ εἴργαστο ἐκ λίθου μεγάλου τε καὶ τετραγώνου, Περίκλειον ἔργον, ὅτε τοῖς Ἀθηναίοις ἐπὶ Πελοποννησίους στρατηγῶν, καὶ τὴν ἐλπίδα τῆς νίκης ἐν τῷ Πειραιεῖ τιθέμενος, μᾶλλον αὐτὸν ἐκρατύνατο. Σύλλας δὲ καὶ τοιοῖσδε οὖσι τοῖς τείχεσιν εὐθὺς ἐπῆγε τὰς κλίμακας, καὶ πολλὰ μὲν ἔδρα πολλὰ δ᾽ ἀντέπασχεν, ἰσχυρῶς τῶν Καππαδοκῶν αὐτὸν ἀμυνομένων, ἔστε κάμνων ἐς Ἐλευσῖνα καὶ Μέγαρα ἀνεχώρει, καὶ μηχανὰς ἐπὶ τὸν Πειραιᾶ συνεπήγνυτο, καὶ χῶμα αὐτῷ προσχοῦν ἐπενόει. τέχναι μὲν δὴ καὶ παρασκευὴ πᾶσα αὐτῷ καὶ σίδηρος καὶ καταπέλται, καὶ εἴ τι τοιουτότροπον ἄλλο, ἐκ Θηβῶν ἐκομίζετο, ὕλην δὲ τῆς Ἀκαδημείας ἔκοπτε, καὶ μηχανὰς εἰργάζετο μεγίστας. τά τε μακρὰ σκέλη καθῄρει, λίθους καὶ ξύλα καὶ γῆν ἐς τὸ χῶμα μεταβάλλων.

[31] δύο δ᾽ ἐκ τοῦ Πειραιῶς Ἀττικοὶ θεράποντες, αἱρούμενοι τὰ Ῥωμαίων, ἢ σφίσιν αὐτοῖς καταφυγήν, εἴ τι γίγνοιτο, προορώμενοι, πεσσοῖς ἐκ μολύβδου πεποιημένοις ἐγγράφοντες ἀεὶ τὸ γιγνόμενον ἐς τοὺς Ῥωμαίους ἠφίεσαν ἀπὸ σφενδόνης. καὶ τοῦδε γιγνομένου τε συνεχῶς καὶ ἐς γνῶσιν ἐλθόντος, Σύλλας τοῖς ἐσφενδονημένοις προσέχων ηὗρε γεγραμμένον ὅτι τῆς ἐπιούσης ἐκ μετώπου πεζοὶ κατὰ τοὺς ἐργαζομένους ἐκδραμοῦνται καὶ ἱππεῖς ἑκατέρωθεν ἐς τὰ πλάγια Ῥωμαίων ἐμβαλοῦσιν. κρύψας οὖν τινὰ στρατιὰν ἀποχρῶσαν, ὡς ἐγένετο τῶν πολεμίων ἡ ἐκδρομή, δόξασα δὴ μάλιστα αἰφνίδιος εἶναι, ὁ δὲ αἰφνιδιώτερον αὐτοῖς τοὺς κεκρυμμένους ἐπαφεὶς ἔκτεινε πολλοὺς καὶ ἐς τὴν θάλασσαν ἑτέρους περιέωσεν. καὶ τοῦτο μὲν τῆς πείρας ἐκείνης τέλος ἦν: αἰρομένοις δὲ ἐπὶ μέγα ἄνω τοῖς χώμασι πύργους ὁ Ἀρχέλαος ἀντεμηχανᾶτο, καὶ πλεῖστα ἐπ᾽ αὐτοῖς ὄργανα ἐτίθει, τάς τε δυνάμεις ἐκ Χαλκίδος καὶ τῶν ἄλλων νήσων μετεπέμπετο, καὶ τοὺς ἐρέτας καθώπλιζεν, ὡς ὄντος οἱ τοῦ κινδύνου περὶ τῶν ὅλων. ἐγίγνετο μὲν δὴ πλείων οὖσα τῆς Σύλλα στρατιᾶς ἡ Ἀρχελάου καὶ ἐκ τῶνδε πολὺ πλείων, νυκτὸς δὲ μέσης ὁ μὲν Ἀρχέλαος ἐκθορὼν μετὰ λαμπτήρων ἐνέπρησε τὴν ἑτέραν τῶν χελωνῶν καὶ τὰ ἐπ᾽ αὐτῇ μηχανήματα, ἡμέραις δὲ δέκα μάλιστα ἄλλα ὁ Σύλλας ἐργασάμενος ἐπέστησεν αὖθις ἔνθα καὶ τὰ πρότερα ἦν. καὶ τούτοις ὁ Ἀρχέλαος πύργον ἀνθίστη κατὰ τὸ τεῖχος.

[32] Καταπλευσάσης δ᾽ αὐτῷ παρὰ Μιθριδάτου στρατιᾶς ἑτέρας, ἧς ἡγεῖτο Δρομιχαίτης, ἐξῆγεν ἅπαντας ἐς μάχην. ἀναμίξας δ᾽ αὐτοῖς σφενδονήτας καὶ τοξότας ὑπὸ τὸ τεῖχος αὐτὸ παρέταττεν, ἵνα καὶ οἱ τειχοφύλακες ἐφικνοῖντο τῶν πολεμίων: ἕτεροι δ᾽ ὑπὸ ταῖς πύλαις αὐτῷ πυρφόροι καιρὸν ἐκδρομῆς ἐπετήρουν. ἀγχωμάλου δ᾽ ἐς πολὺ τῆς μάχης οὔσης ἐνέκλινον ἑκατεροι παρὰ μέρος, πρῶτον μὲν οἱ βάρβαροι, μέχρι Ἀρχέλαος αὐτοὺς ἐπισχὼν ἐπανήγαγεν ἐς τὴν μάχην. ᾧ δὴ καὶ μάλιστα καταπλαγέντες οἱ Ῥωμαῖοι μετ᾽ αὐτοὺς ἔφευγον, ἔστε καὶ τούσδε Μουρήνας ὑπαντήσας ἐπέστρεφεν. ἄλλο δ᾽ ἀπὸ ξυλείας τέλος ἐπανιόν, καὶ σὺν αὐτοῖς οἱ ἄτιμοι, σπουδῇ τὸν ἀγῶνα εὑρόντες ἐπέπιπτον τοῖς Μιθριδατείοις πάνυ καρτερῶς, μέχρι κτεῖναι μὲν αὐτῶν ἐς δισχιλίους, τοὺς δὲ λοιποὺς ἐς τὰ τείχη συνελάσαι. Ἀρχέλαος δ᾽ αὐτοὺς ἐπιστρέφων αὖθις, καὶ τῷ ἀγῶνι διὰ τὴν προθυμίαν ἐς πολὺ παραμένων, καὶ ἀποκλεισθεὶς ἀνιμήθη διὰ καλῳδίων. ὁ δὲ Σύλλας τοὺς μὲν ἀτίμους περιφανῶς ἀγωνισαμένους ἐξέλυσε τῆς ἀτιμίας, τοὺς δ᾽ ἄλλους ἐδωρήσατο πολλοῖς.

[33] καὶ χειμῶνος ἐπιόντος ἤδη στρατόπεδον ἐν Ἐλευσῖνι θέμενος, τάφρον ἄνωθεν ἐπὶ θάλατταν ἔτεμνε βαθεῖαν τοῦ μὴ τοὺς πολεμίους ἱππέας εὐμαρῶς ἐπιτρέχειν οἱ. καὶ τάδε αὐτῷ πονουμένῳ καθ᾽ ἑκάστην ἡμέραν ἐγίγνοντό τινες ἀγῶνες, οἱ μὲν ἀμφὶ τὴν τάφρον οἱ δὲ παρὰ τοῖς τείχεσιν, ἐπεξιόντων θαμινὰ τῶν πολεμίων, καὶ λίθοις καὶ βέλεσι καὶ μολυβδαίναις χρωμένων. ὁ δὲ Σύλλας νεῶν δεόμενος μετεπέμψατο μὲν ἐκ Ῥόδου. καὶ Ῥοδίων οὐ δυνηθέντων διαπλεῦσαι θαλασσοκρατοῦντος τοῦ Μιθριδάτου, Αεύκολλον, ἄνδρα Ῥωμαῖον περιφανῆ καὶ τοῦδε τοῦ πολέμου στρατηγὸν ἐπὶ Σύλλᾳ γενόμενον, ἐκέλευεν ἐς Ἀλεξάνδρειαν καὶ Συρίαν λαθόντα διαπλεῦσαι, παρά τε τῶν βασιλέων καὶ πόλεων, ὅσαι ναυτικαί, στόλον τινὰ ἀγείραντα τὸ Ῥοδίων ναυτικὸν παραπέμψαι. ὁ μὲν δὴ πολεμίας οὔσης τῆς θαλάσσης, οὐδὲν ἐνδοιάσας, ἐς κελήτιον ἐνέβη, καὶ ναῦν ἐκ νεώς, ἵνα λάθοι, διαμείβων ἐπ᾽ Ἀλεξανδρείας ἐφέρετο:

[34] οἱ δὲ προδιδόντες ἀπὸ τῶν τειχῶν, πεσσοῖς πάλιν ἐγγράψαντες ὅτι πέμψοι τῆσδε τῆς νυκτὸς Ἀρχέλαος ἐς τὸ τῶν Ἀθηναίων ἄστυ λιμῷ πιεζόμενον πυροὺς ὑπὸ στρατιωτῶν φερομένους, ἐσφενδόνησαν, καὶ ὁ Σύλλας ἐνεδρεύσας ἐκράτησε τοῦ τε σίτου καὶ τῶν φερόντων. τῆς δ᾽ αὐτῆς ἡμέρας αὐτῷ καὶ Μουνάτιος περὶ Χαλκίδα Νεοπτόλεμον ἕτερον στρατηγὸν κατατρώσας, ἔκτεινε μὲν ἐς χιλίους καὶ πεντακοσίους, ἔλαβε δὲ αἰχμαλώτους ἔτι πλείονας. οὐ πολὺ δὲ ὕστερον τῷ Πειραιεῖ νυκτός, ἔτι κοιμωμένων τῶν φυλάκων, Ῥωμαῖοι διὰ τῶν ἐγγὺς μηχανῶν κλίμακας ἐπενεγκόντες ἐπὶ τὸ τεῖχος ἐπέβησαν, καὶ τοὺς φύλακας τοὺς ἐγγὺς ἔκτειναν. ἐφ᾽ ᾧ τῶν βαρβάρων οἱ μὲν εὐθὺς ἀπεπήδων ἐς τὸν Πειραιᾶ, τὸ τεῖχος καταλιπόντες ὡς εἰλημμένον ἅπαν, οἱ δ᾽ ἐς ἀλκὴν τραπέντες ἔκτεινάν τε τὸν ἡγεμόνα τῶν ἐπιβάντων καὶ τοὺς λοιποὺς ἔξω κατεκρήμνισαν. οἱ δὲ καὶ διὰ τῶν πυλῶν ἐκδραμόντες ὀλίγου τὸν ἕτερον τῶν Ῥωμαϊκῶν πύργων ἐνέπρησαν, εἰ μὴ Σύλλας ἐπιδραμὼν ἀπὸ τοῦ στρατοπέδου, νυκτός τε ὅλης καὶ δι᾽ ἡμέρας ἐπιπόνως ἀγωνισάμενος, περιέσωσεν. καὶ τότε μὲν ὑπεχώρουν οἱ βάρβαροι, τοῦ δ᾽ Ἀρχελάου πύργον ἕτερον μέγαν ἐπὶ τὸ τεῖχος ἄντικρυς τοῦ Ῥωμαϊκοῦ πύργου στήσαντος ἐπυργομάχουν ἐς ἀλλήλους, ἑκατέρωθεν πυκνὰ καὶ θαμινὰ πάντα ἀφιέντες, ἕως ὁ Σύλλας ἐκ καταπελτῶν, ἀνὰ εἴκοσιν ὁμοῦ μολυβδαίνας βαρυτάτας ἀφιέντων, ἔκτεινέ τε πολλούς, καὶ τὸν πύργον Ἀρχελάου κατέσεισε καὶ δυσάρμοστον ἐποίησεν, ὡς εὐθὺς αὐτὸν ὑπὸ Ἀρχελάου διὰ δέος ὀπίσω κατὰ τάχος ὑπαχθῆναι.

[35] πιεζομένων δ᾽ ἔτι μᾶλλον ὑπὸ τοῦ λιμοῦ τῶν ἐν ἄστει, πεσσοὶ πάλιν ἐμήνυον ὅτι πέμψοι νυκτὸς ἐς τὸ ἄστυ τροφάς. καὶ ὁ Ἀρχέλαος ὑπονοῶν τι περὶ τὸν σῖτον γίγνεσθαι μήνυμα καὶ προδοσίαν, ἅμα τὸν σῖτον ἔπεμπε, καί τινας ἐφίστη ταῖς πύλαις μετὰ πυρὸς ἐς τοὺς Ῥωμαίους ἐκδραμουμένους, εἰ Σύλλας γίγνοιτο περὶ τὸν σῖτον. καὶ συνέπεσεν ἄμφω, Σύλλᾳ μὲν ἑλεῖν τοὺς σιταγωγοῦντας, Ἀρχελάῳ δ᾽ ἐμπρῆσαί τινα τῶν μηχανημάτων. τοῦ δ᾽ αὐτοῦ χρόνου καὶ Ἀρκαθίας ὁ Μιθριδάτου υἱός, μεθ᾽ ἑτέρας στρατιᾶς ἐς Μακεδονίαν ἐμβαλών, οὐ δυσχερῶς ὀλίγων ὄντων τῶν ἐκεῖ Ῥωμαίων ἐκράτησε, καὶ Μακεδονίαν πᾶσαν ὑπηγάγετο, καὶ σατράπαις ἐπιτρέψας αὐτὸς ἐπὶ τὸν Σύλλαν ἐχώρει, μέχρι νοσήσας περὶ τὸ Τίσαιον ἐτελεύτησεν. ἐν δὲ τῇ Ἀττικῇ τῷ μὲν ἄστει πονουμένῳ σφόδρα ὑπὸ λιμοῦ πολλὰ ὁ Σύλλας ἐπετείχιζε φρούρια, τοῦ μὴ διαδιδράσκειν ἀλλ᾽ ἐμμένοντας ὑπὸ τοῦ πλήθους μᾶλλον ἐνοχλεῖσθαι:

[36] τῷ δὲ Πειραιεῖ, τὸ χῶμα ἐς ὕψος ἐγείρας, τὰ μηχανήματα ἐπῆγεν. Ἀρχελάου δὲ τὸ χῶμα ὑπορύττοντος καὶ τὴν γῆν ὑποφέροντός τε καὶ ἐς πολὺ διαλανθάνοντος, τὸ χῶμα ὑφίζανεν ἄφνω: καὶ ταχείας αἰσθήσεως γενομένης οἱ Ῥωμαῖοι τὰ μηχανήματα ὑφεῖλκον καὶ τὸ χῶμα ἀνεπλήρουν. τῷ δ᾽ αὐτῷ τρόπῳ καὶ αὐτοὶ τὴν γῆν ἐς τὰ τείχη τεκμαιρόμενοι διώρυττον: ἀλλήλοις τε συμπίπτοντες κάτω ξίφεσι καὶ δόρασιν ἐκ χειρός, ὡς δυνατὸν ἦν ἐν σκότῳ, διεμάχοντο. ὁμοῦ δὲ ταῦτα ἐγίγνετο, καὶ ὁ Σύλλας ἀπὸ τῶν χωμάτων μηχανήμασι πολλοῖς τὸ τεῖχος ἐκριοκόπει, μέχρι μέρος αὐτοῦ καταβαλών, καὶ τὸν πλησιάζοντα πύργον ἐπειγόμενος ἐμπρῆσαι, πολλὰ μὲν ἠφίει πυρφόρα τοξεύματα ἐς αὐτόν, τοὺς δὲ εὐτολμοτάτους ἀνέπεμπεν ἐπὶ κλιμάκων. σπουδῆς δὲ πολλῆς γιγνομένης ἑκατέρωθεν ὅ τε πύργος ἐνεπίμπρατο, καὶ μέρος τι τοῦ τείχους ὀλίγον ὁ Σύλλας καταβαλὼν εὐθὺς ἐπέστησε φυλακεῖον: τά τε ὑπορωρυγμένα τοῦ τείχους θεμέλια, ξύλοις ἀνηρτημένα καὶ θείου καὶ στυππίου καὶ πίσσης γέμοντα, αὐτίκα πάντα ἐνεπίμπρη. τῶν δ᾽ ἄλλο παρ᾽ ἄλλο κατεπιπτε καὶ τοὺς ἐφεστῶτας αὐτοῖς συγκατέφερεν. ὅ τε θόρυβος οὗτος δὴ μάλιστα αἰφνίδιος καὶ πολὺς ὢν πάντῃ τοὺς τειχοφύλακας ἐτάραττεν, ὡς καὶ τὸ ὑπὸ σφίσιν αὐτίκα πεσούμενον: ὅθεν ἐς πάντα συνεχῶς ἐπιστρεφόμενοι τήν τε γνώμην ὕποπτον εἶχον ὑπὸ τοῦ δέους καὶ ἀσθενῶς τοὺς πολεμίους ἀπεμάχοντο.

[37] καὶ ὁ Σύλλας αὐτοῖς ὧδε ἔχουσιν ἐπικείμενος ἀπαύστως, καὶ τῶν ἰδίων τὸ ἀεὶ πονοῦν ἐναλλάσσων, ἑτέρους ἐφ᾽ ἑτέροις ἀκμῆτας ἐπῆγε σὺν κλίμαξι καὶ βοῇ καὶ παρακελεύσει, προτρέπων ἅμα καὶ ἀπειλῶν καὶ παρακαλῶν ὡς ἐν τῷδε τῷ βραχεῖ τοῦ παντὸς αὐτοῖς κριθησομένου. ἀντεπῆγε δὲ καὶ ὁ Ἀρχέλαος ἑτέρους ἀντὶ τῶν τεθορυβημένων, ἀνακαινίζων καὶ ὅδε τὸ ἔργον ἀεί, καὶ παρακαλῶν ἅμα καὶ ἐποτρύνων ἅπαντας ὡς ἐν ὀλίγῳ σφίσιν ἔτι τῆς σωτηρίας οὔσης. πολλῆς δὲ σπουδῆς καὶ προθυμίας ἑκατέρωθεν αὖθις ἅπασιν ἐγγενομένης φερεπονώτατος ἦν: καὶ ὁ φόνος ἴσος καὶ ὅμοιος ἐξ ἑκατέρων, ἕως ὁ Σύλλας ἔξωθεν ἐπιών, καὶ μᾶλλόν τι κάμνων, ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν, καὶ θαυμάσας πολλοὺς ἀπῆγεν. ὁ δ᾽ Ἀρχέλαος αὐτίκα νυκτὸς τὰ πεπτωκότα τοῦ τείχους ᾠκοδόμει, μηνοειδῆ αὐτοῖς πολλὰ περιθεὶς ἔνδοθεν. οἷς ἔτι νεοδμήτοις ὁ Σύλλας αὖθις ἐπεχείρει παντὶ τῷ στρατῷ, νομίσας ἀσθενῆ καὶ ὑγρὰ ἔτι ὄντα ῥᾳδίως κατερείψειν. κάμνων δὲ ὡς ἐν στενῷ, καὶ βαλλόμενος ἄνωθεν ἔκ τε μετώπου καὶ τῶν κεραιῶν ὡς ἐν μηνοειδέσι χωρίοις, τοῦ μὲν ἐπιχειρεῖν ἔτι τῷ Πειραιεῖ πάμπαν ἀπεῖχε τῇ γνώμῃ, καὶ ἐς πολιορκίαν, ὡς λιμῷ παραστησόμενος αὐτούς, καθίστατο:

ΚΕΦΑΛΑΙΟΝ 6

[38] αἰσθόμενος δὲ τοὺς ἐν ἄστει μᾶλλόν τι πεπιεσμένους, καὶ κτήνη πάντα καταθύσαντας, δέρματά τε καὶ βύρσας ἕψοντας καὶ λιχμωμένους τὸ γιγνόμενον ἐξ αὐτῶν, τινὰς δὲ καὶ τῶν ἀποθνησκόντων ἁπτομένους, ἐκέλευσε τῷ στρατῷ τὴν πόλιν περιταφρεύειν, ἵνα μηδὲ καθ᾽ ἕνα τις ἐκφεύγοι λανθάνων. ὡς δὲ καὶ τοῦτο ἐξείργαστο αὐτῷ, κλίμακας ἐπῆγεν ὁμοῦ καὶ τὸ τεῖχος διώρυττεν. τροπῆς δ᾽ ὡς ἐν ἀσθενέσιν ἀνδράσιν αὐτίκα γενομένης, ἐσέπεσεν ἐς τὴν πόλιν, καὶ εὐθὺς ἐν Ἀθήναις σφαγὴ πολλὴ ἦν καὶ ἀνηλεής: οὔτε γὰρ ὑποφεύγειν ἐδύναντο δι᾽ ἀτροφίαν, οὔτε παιδίων ἢ γυναικῶν ἔλεος ἦν, τοῦ Σύλλα τὸν ἐν ποσὶν ἀναιρεῖν κελεύοντος ὑπ᾽ ὀργῆς ὡς ἐπὶ ταχείᾳ δὴ καὶ ἐς βαρβάρους ἀλόγῳ μεταβολῇ καὶ πρὸς αὑτὸν ἀκράτῳ φιλονεικίᾳ. ὅθεν οἱ πλέονες, αἰσθανόμενοι τοῦ κηρύγματος, ἑαυτοὺς τοῖς σφαγεῦσιν ὑπερρίπτουν ἐς τὸ ἔργον. ὀλίγων δ᾽ ἦν ἀσθενὴς ἐς τὴν ἀκρόπολιν δρόμος: καὶ Ἀριστίων αὐτοῖς συνέφυγεν, ἐμπρήσας τὸ ᾠδεῖον, ἵνα μὴ ἑτοίμοις ξύλοις αὐτίκα ὁ Σύλλας ἔχοι τὴν ἀκρόπολιν ἐνοχλεῖν. ὁ δ᾽ ἐμπιπράναι μὲν τὴν πόλιν ἀπεῖπε, διαρπάσαι δὲ ἔδωκε τῷ στρατῷ: καὶ ἕτοιμοι σάρκες ἀνθρώπων ἐς τροφὴν ἐν πολλοῖς οἰκήμασιν ηὑρέθησαν. τῇ δὲ ἑξῆς ὁ Σύλλας τοὺς μὲν δούλους ἀπέδοτο, τοῖς δ᾽ ἐλευθέροις, ὅσοι νυκτὸς ἐπιλαβούσης οὐκ ἔφθασαν ἀναιρεθῆναι, πάμπαν οὖσιν ὀλίγοις, τὴν μὲν ἐλευθερίαν ἔφη διδόναι, ψῆφον δὲ καὶ χειροτονίαν τῶνδε μὲν ὡς οἱ πεπολεμηκότων ἀφαιρεῖσθαι, τοῖς δ᾽ ἐκγόνοις καὶ ταῦτα διδόναι.

[39] ὧδε μὲν ἄδην εἶχον αἱ Ἀθῆναι κακῶν: ὁ δὲ Σύλλας τῇ μὲν ἀκροπόλει φρουρὰν ἐπέστησεν, ᾗ τὸν Ἀριστίωνα καὶ τοὺς συμπεφευγότας λιμῷ καὶ δίψει πιεσθέντας ἐξεῖλεν οὐ μετὰ πολύ. καὶ αὐτῶν ὁ Σύλλας Ἀριστίωνα μὲν καὶ τοὺς ἐκείνῳ δορυφορήσαντας ἢ ἀρχήν τινα ἄρξαντας, ἢ ὁτιοῦν ἄλλο πράξαντας παρ᾽ ἃ πρότερον ἁλούσης τῆς Ἑλλάδος ὑπὸ Ῥωμαίων αὐτοῖς διετέτακτο, ἐκόλασε θανάτῳ, τοῖς δὲ ἄλλοις συνέγνω, καὶ νόμους ἔθηκεν ἅπασιν ἀγχοῦ τῶν πρόσθεν αὐτοῖς ὑπὸ Ῥωμαίων ὁρισθέντων. συνηνέχθη δ᾽ ἐκ τῆς ἀκροπόλεως χρυσίου μὲν ἐς τεσσαράκοντα λίτρας μάλιστα, ἀργύρου δ᾽ ἐς ἑξακοσίας. καὶ τάδε μὲν ἀμφὶ τὴν ἀκρόπολιν ὀλίγον ὕστερον ἐγένετο:

[40] ὁ δὲ Σύλλας αὐτίκα τοῦ ἄστεος ληφθέντος, οὐ περιμένων ἔτι τὸν Πειραιᾶ διὰ πολιορκίας ἐξελεῖν, κριοὺς ὁμοῦ καὶ βέλη καὶ ἀκόντια ἐπῆγεν, ἄνδρας τε πολλοὺς οἳ διώρυσσον ὑπὸ χελώναις τὰ τείχη, καὶ σπείρας αἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίζουσαί τε καὶ τοξεύουσαι θαμινὰ ἀνέκοπτον. καὶ κατήρειψέ τι τοῦ μηνοειδοῦς, ὑγροτέρου καὶ ἀσθενεστέρου ἔτι ὄντος ἅτε νεοδμήτου. ὑπιδομένου δὲ τοῦτο ἔτι πρότερον Ἀρχελάου, καὶ προοικοδομήσαντος ἔνδοθεν ὅμοια πολλά, τὸ μὲν ἔργον ἦν τῷ Σύλλᾳ διηνεκὲς ἐμπίπτοντι ἐς ἕτερον ὅμοιον ἐξ ἑτέρου, ὁρμῇ δ᾽ ἀπαύστῳ καὶ στρατοῦ μεταβολῇ πυκνῇ χρώμενος, καὶ περιθέων αὐτούς, καὶ παρακαλῶν ἐπὶ τὸ ἔργον ὡς ἐν τῷδε ἔτι λοιπῷ τῆς ὅλης ἐλπίδος καὶ κέρδους τῶν προπεπονημένων ὄντος: οἱ δὲ καὶ αὐτοὶ τῷ ὄντι τοῦτο σφίσιν ἡγούμενοι τέλος εἶναι πόνων, καὶ ἐς τὸ ἔργον αὐτὸ ὡς μέγα δὴ καὶ λαμπρόν, τοιῶνδε τειχῶν κρατῆσαι, φιλοτιμούμενοι, προσέκειντο βιαίως, μέχρι καταπλαγεὶς αὐτῶν τὴν ὁρμὴν ὁ Ἀρχέλαος ὡς μανιώδη καὶ ἄλογον ἐξέλιπεν αὐτοῖς τὰ τείχη, ἐς δέ τι τοῦ Πειραιῶς ἀνέδραμεν ὀχυρώτατόν τε καὶ θαλάσσῃ περίκλυστον, ᾧ ναῦς οὐκ ἔχων ὁ Σύλλας οὐδ᾽ ἐπιχειρεῖν ἐδύνατο.

[41] ἐντεῦθεν ὁ μὲν Ἀρχέλαος ἐπὶ Θεσσαλίαν διὰ Βοιωτῶν ἀνεζεύγνυ, καὶ συνῆγεν ἐς Θερμοπύλας τὰ λοιπὰ τοῦ τε ἰδίου στρατοῦ παντός, ὃν ἔχων ἦλθε, καὶ τοῦ σὺν Δρομιχαίτῃ παραγεγονότος. συνῆγε δὲ καὶ τὸ σὺν Ἀρκαθίᾳ τῷ παιδὶ τοῦ βασιλέως ἐς Μακεδονίαν ἐμβαλόν, ἀκραιφνέστατον δὴ καὶ πλῆρες ὂν τόδε μάλιστα, καὶ οὓς αὐτίκα ἄλλους ὁ Μιθριδάτης ἀπέστειλεν: οὐ γὰρ διέλιπεν ἐπιπέμπων. ὁ μὲν δὴ ταῦτα σὺν ἐπείξει συνῆγεν, ὁ δὲ Σύλλας τὸν Πειραιᾶ τοῦ ἄστεος μᾶλλον ἐνοχλήσαντά οἱ κατεπίμπρη, φειδόμενος οὔτε τῆς ὁπλοθήκης οὔτε τῶν νεωσοίκων οὔτε τινὸς ἄλλου τῶν ἀοιδίμων. καὶ μετὰ τοῦτ᾽ ἐπὶ τὸν Ἀρχέλαον ᾔει διὰ τῆς Βοιωτίας καὶ ὅδε. ὡς δ᾽ ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν ἐκ Θερμοπυλῶν ἄρτι μετεχώρουν ἐς τὴν Φωκίδα, Θρᾷκές τε ὄντες καὶ ἀπὸ τοῦ Πόντου καὶ Σκύθαι καὶ Καππαδόκαι Βιθυνοί τε καὶ Γαλάται καὶ Φρύγες, καὶ ὅσα ἄλλα τῷ Μιθριδάτῃ νεόκτητα γένοιτο, πάντες ἐς δώδεκα μυριάδας ἀνδρῶν: καὶ στρατηγοὶ αὐτῶν ἦσαν μὲν καὶ κατὰ μέρος ἑκάστῳ, αὐτοκράτωρ δ᾽ Ἀρχέλαος ἐπὶ πᾶσιν. Σύλλας δ᾽ ἦγεν Ἰταλιώτας, καὶ Ἑλλήνων ἢ Μακεδόνων ὅσοι ἄρτι πρὸς αὐτὸν ἀπὸ Ἀρχελάου μετετίθεντο, ἢ εἴ τι ἄλλο περίοικον, οὐδ᾽ ἐς τριτημόριον τὰ πάντα τῶν πολεμίων.

[42] Ἀντικαταστάντες δ᾽ ἀλλήλοις, ὁ μὲν Ἀρχελαος ἐξέταττεν ἐς μάχην ἀεὶ προκαλούμενος, ὁ δὲ Σύλλας ἐβράδυνε, τὰ χωρία καὶ τὸ πλῆθος τῶν ἐχθρῶν περισκοπούμενος. ἀναχωροῦντι δ᾽ ἐς Χαλκίδα τῷ Ἀρχελάῳ παρακολουθῶν καιρὸν ἐπετήρει καὶ τόπον. ὡς δὲ αὐτὸν εἶδε περὶ Χαιρώνειαν ἐν ἀποκρημνοις στρατοπεδευόμενον, ἔνθα μὴ κρατοῦσιν ἀποχώρησις οὐδεμία ἦν, πεδίον αὐτὸς εὐρὺ πλησίον καταλαβὼν εὐθὺς ἐπῆγεν ὡς καὶ ἄκοντα βιασόμενος ἐς μάχην Ἀρχέλαον: ἐν ᾧ σφίσι μὲν ὕπτιον καὶ εὐπετὲς ἐς δίωξιν καὶ ἀναχώρησιν ἦν πεδίον, Ἀρχελάῳ δὲ κρημνοὶ περιέκειντο, οἳ τὸ ἔργον οὐκ εἴων ἐν οὐδενὶ κοινὸν ὅλου τοῦ στρατοῦ γενέσθαι, συστῆναι διὰ τὴν ἀνωμαλίαν οὐκ ἔχοντος: τραπεῖσί τε αὐτοῖς ἄπορος διὰ τῶν κρημνῶν ἐγίγνετο ἡ φυγή. ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τῇ δυσχωρίᾳ μάλιστα πιστεύων, ἐπῄει ὡς οὐδὲν ἐσομένου χρησίμου τοῦ πλήθους Ἀρχελάῳ: ὁ δ᾽ οὐκ ἐγνώκει μὲν αὐτῷ τότε συμπλέκεσθαι, διὸ καὶ ἀμελῶς ἐστρατοπέδευσεν, ἐπιόντος δὲ ἤδη τῆς δυσχωρίας ὀψὲ καὶ μόγις ᾐσθάνετο, καὶ προύπεμπέ τινας ἱππέας ἐς κώλυσιν αὐτοῦ. τραπέντων δ᾽ ἐκείνων καὶ ἐς τοὺς κρημνοὺς καταρριφθέντων, ἑξήκοντα αὖθις ἔπεμψεν ἅρματα, εἰ δύναιτο μετὰ ῥύμης κόψαι καὶ διαρρῆξαι τὴν φάλαγγα τῶν πολεμίων. διαστάντων δὲ τῶν Ῥωμαίων, τὰ μὲν ἅρματα ὑπὸ τῆς φορᾶς ἐς τοὺς ὀπίσω παρενεχθέντα τε καὶ δυσεπίστροφα ὄντα πρὸς τῶν ὑστάτων περιστάντων αὐτὰ καὶ ἐσακοντιζόντων διεφθείρετο:

[43] ὁ δ᾽ Ἀρχέλαος δυνηθεὶς ἂν καὶ ὣς ἀπὸ τοῦ χάρακος εὐσταθῶς ἀπομάχεσθαι, τάχα οἱ καὶ τῶν κρημνῶν ἐς τοῦτο συλλαμβανόντων, ἐξῆγε σὺν ἐπείξει καὶ διέτασσε μετὰ σπουδῆς τοσόνδε πλῆθος οὐ προεγνωκότων ἀνδρῶν, ἐν στενωτάτῳ μάλιστα γεγονὼς διὰ τὸν Σύλλαν ἤδη πλησιάζοντα. τοὺς δ᾽ ἱππέας πρώτους ἐπαγαγὼν μετὰ δρόμου πολλοῦ, διέτεμε τὴν φάλαγγα Ῥωμαίων ἐς δύο, καὶ εὐμαρῶς ἑκατέρους ἐκυκλοῦτο διὰ τὴν ὀλιγότητα. οἱ δ᾽ ἀπεμάχοντο μὲν ἐγκρατῶς, ἐς πάντας ἐπιστρεφόμενοι, μάλιστα δ᾽ ἐπόνουν οἱ περὶ Γάλβαν τε καὶ Ὁρτήσιον, καθ᾽ οὓς αὐτὸς ὁ Ἀρχέλαος ἐτέτακτο, τῶν βαρβάρων ὡς ἐν ὄψει στρατηγοῦ σὺν προθυμίᾳ σφοδρᾷ ἐπικειμένων, μέχρι τοῦ Σύλλα μεταχωροῦντος ἐς αὐτοὺς σὺν ἱππεῦσι πολλοῖς, ὁ Ἀρχέλαος ἀπὸ τῶν σημείων στρατηγικῶν ὄντων καὶ τοῦ κονιορτοῦ πλείονος αἰρομένου τεκμηράμενος εἶναι Σύλλαν τὸν ἐπιόντα, λύσας τὴν κύκλωσιν ἐς τάξιν ἀνεχώρει. ὁ δὲ τῶν τε ἱππέων τὸ ἄριστον ἄγων, καὶ δύο νεαλεῖς σπείρας ἐν τῇ παρόδῳ προσλαβών, αἳ ἐτετάχατο ἐφεδρεύειν, οὔπω τὸν κύκλον τοῖς πολεμίοις ἐξελίξασιν, οὐδ᾽ ἐς μέτωπον εὐσταθῶς διατεταγμένοις, ἐνέβαλε, καὶ θορυβήσας ἔκοψέ τε καὶ ἐς φυγὴν τραπέντας ἐδίωκεν. ἀρξαμένης δ᾽ ἐνταῦθα τῆς νίκης, οὐδὲ Μουρήνας ἠλίνυεν ἐπὶ τοῦ λαιοῦ τεταγμένος, ἀλλ᾽ ὀνειδίσας τοῖς ἀμφ᾽ αὑτὸν καὶ γενναίως ἐμπεσὼν ἐδίωκε κἀκεῖνος.

[44] τρεπομένων δ᾽ ἤδη τῶν Ἀρχελάου κερῶν, οὐδ᾽ οἱ μέσοι τὴν τάξιν ἐφύλασσον, ἀλλ᾽ ἀθρόα πάντων ἐγίγνετο φυγή. ἔνθα δὴ πάντα ὅσα εἴκασεν ὁ Σύλλας, ἐνέπιπτε τοῖς πολεμίοις: οὐ γὰρ ἔχοντες ἀναστροφὴν εὐρύχωρον οὐδὲ πεδίον ἐς φυγήν, ἐπὶ τοὺς κρημνοὺς ὑπὸ τῶν διωκόντων ἐωθοῦντο, καὶ αὐτῶν οἱ μὲν ἐξέπιπτον πρὸς αὐτόν, οἱ δ᾽ εὐβουλότερον ἐς τὸ στρατόπεδον ἐφέροντο. Ἀρχέλαος δ᾽ αὐτοὺς προλαβών, ἀπειρότατα δὴ τότε μάλιστα συμφορῶν πολεμικῶν, ἀπέκλειε, καὶ ἐπιστρέφειν ἐς τοὺς πολεμίους ἐκέλευεν. οἱ δ᾽ ἀνέστρεφον μὲν ἐκ προθυμίας, οὔτε δὲ στρατηγῶν ἢ ἐπιστατῶν ἐς διάταξιν ἔτι σφίσι παρόντων, οὔτε τὰ σημεῖα ἕκαστοι τὰ ἑαυτῶν ἐπιγιγνώσκοντες ὡς ἐν ἀκόσμῳ τροπῇ διερριμμένοι, χωρίου τε καὶ ἐς φυγὴν καὶ ἐς μάχην ἀποροῦντες, στενωτάτου τότε μάλιστα αὐτοῖς διὰ τὴν δίωξιν γενομένου, ἐκτείνοντο μετ᾽ ἀργίας, οἱ μὲν ὑπὸ τῶν πολεμίων, οὐδὲν ἀντιδρᾶσαι φθάνοντες, οἱ δὲ ὑπὸ σφῶν αὐτῶν ὡς ἐν πλήθει καὶ στενοχωρίᾳ θορυβούμενοι. πάλιν τε κατέφυγον ἐπὶ τὰς πύλας, καὶ εἰλοῦντο περὶ αὐτὰς ἐπιμεμφόμενοι τοῖς ἀποκλείουσιν. θεούς τε πατρίους αὐτοῖς καὶ τὴν ἄλλην οἰκειότητα σὺν ὀνείδει προύφερον, ὡς οὐχ ὑπὸ τῶν ἐχθρῶν μᾶλλον ἢ τῶνδε ὑπερορώντων αὑτοὺς ἀναιρούμενοι, ἔστε μόλις αὐτοῖς ὁ Ἀρχέλαος, ὀψὲ τῆς χρείας, ἀνεῴγνυ τὰς πύλας καὶ ὑπεδέχετο μετ᾽ ἀταξίας ἐστρέχοντας. οἱ δὲ Ῥωμαῖοι ταῦτα συνιδόντες, καὶ παρακαλέσαντες τότε μάλιστα ἀλλήλους, δρόμῳ τοῖς φεύγουσι συνεσέπιπτον ἐς τὸ στρατόπεδον, καὶ τὴν νίκην ἐς τέλος ἐξειργάσαντο.

[45] Ἀρχέλαος δὲ καὶ ὅσοι ἄλλοι κατὰ μέρος ἐξέφυγον, ἐς Χαλκίδα συνελέγοντο, οὐ πολὺ πλείους μυρίων ἐκ δώδεκα μυριάδων γενόμενοι. Ῥωμαίων δὲ ἔδοξαν μὲν ἀποθανεῖν πεντεκαίδεκα ἄνδρες, δύο δ᾽ αὐτῶν ἐπανῆλθον. τοῦτο μὲν δὴ Σύλλᾳ καὶ Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ τῆς περὶ Χαιρώνειαν μάχης τέλος ἦν, δι᾽ εὐβουλίαν δὴ μάλιστα Σύλλα καὶ δι᾽ ἀφροσύνην Ἀρχελάου τοιόνδε ἑκατέρῳ γενόμενον. Σύλλας δὲ πολλῶν μὲν αἰχμαλώτων πολλῶν δ᾽ ὅπλων καὶ λείας κρατῶν, τὰ μὲν ἀχρεῖα σωρευθέντα, διαζωσάμενος ὡς ἔθος ἐστὶ Ῥωμαίοις, αὐτὸς ἐνέπρησε τοῖς ἐνυαλίοις θεοῖς, ἀναπαύσας δὲ τὴν στρατιὰν ἐπ᾽ ὀλίγον, ἐς τὸν Εὔριπον σὺν εὐζώνοις ἐπὶ τὸν Ἀρχέλαον ἠπείγετο. Ῥωμαίων δὲ ναῦς οὐκ ἐχόντων, ἀδεῶς τὰς νήσους περιέπλει τὰ παράλια πορθῶν. Ζακύνθῳ δ᾽ ἐκβὰς παρεστρατοπέδευσεν. καὶ τινῶν Ῥωμαίων, οἳ ἐπεδήμουν, νυκτὸς ἐπιθεμένων αὐτῷ, κατὰ τάχος ἐσβὰς αὖθις ἀνήγετο ἐς Χαλκίδα, λῃστεύοντι μᾶλλον ἢ πολεμοῦντι ἐοικώς.

ΚΕΦΑΛΑΙΟΝ 7

[46] Μιθριδάτης δ᾽ ἐπεὶ τοσῆσδε ἥττης ἐπύθετο, κατεπλάγη μὲν αὐτίκα καὶ ἔδεισεν ὡς ἐπὶ ἔργῳ τοσούτῳ, στρατιὰν δ᾽ ὅμως ἄλλην ἀπὸ τῶν ὑπ᾽ αὐτὸν ἐθνῶν ἁπάντων κατὰ σπουδὴν συνέλεγεν. νομίσας δ᾽ ἄν τινας αὑτῷ διὰ τὴν ἧτταν ἢ νῦν, ἢ εἴ τινα καιρὸν ἄλλον εὕροιεν, ἐπιθήσεσθαι, τοὺς ὑπόπτους οἱ πάντας πρὶν ὀξύτερον γενέσθαι τὸν πόλεμον, ἀνελέγετο. καὶ πρῶτα μὲν τοὺς Γαλατῶν τετράρχας, ὅσοι τε αὐτῷ συνῆσαν ὡς φίλοι καὶ ὅσοι μὴ κατήκουον αὐτοῦ, πάντας ἔκτεινε μετὰ παίδων καὶ γυναικῶν χωρὶς τριῶν τῶν διαφυγόντων, τοῖς μὲν ἐνέδρας ἐπιπέμψας, τοὺς δ᾽ ἐπὶ διαίτῃ μιᾶς νυκτός, οὐχ ἡγούμενος αὐτῶν οὐδένα οἱ βέβαιον, εἰ πλησιάσοι Σύλλας, ἔσεσθαι. σφετερισάμενος δ᾽ αὐτῶν τὰς περιουσίας, φρουρὰς ἐσῆγεν ἐς τὰς πόλεις, καὶ σατράπην ἐς τὸ ἔθνος Εὔμαχον ἔπεμψεν: ὃν αὐτίκα τῶν τετραρχῶν οἱ διαφυγόντες, στρατιὰν ἀγείραντες ἀπὸ τῶν ἀγρῶν, ἐξέβαλον αὐταῖς φρουραῖς διώκοντες ἐκ Γαλατίας. καὶ Μιθριδάτῃ περιῆν Γαλατῶν ἔχειν τὰ χρήματα μόνα. Χίοις δὲ μηνίων ἐξ οὗ τις αὐτῶν ναῦς ἐς τὴν βασιλικὴν ἐν τῇ περὶ Ῥόδον ναυμαχίᾳ λαθοῦσα ἐνέβαλε, πρῶτα μὲν ἐδήμευσε τὰ ὄντα Χίοις τοῖς ἐς Σύλλαν φυγοῦσιν, ἑξῆς δ᾽ ἔπεμπε τοὺς τὰ Ῥωμαίων ἐρευνησομένους ἐν Χίῳ. καὶ τρίτον Ζηνόβιος στρατιὰν ἄγων ὡς ἐς τὴν Ἑλλάδα διαβαλῶν, τὰ τείχη τῶν Χίων, καὶ ὅσα ἄλλα ἐρυμνὰ χωρία, τῆς νυκτὸς κατέλαβε, καὶ ταῖς πύλαις φρουρὰν ἐπιστήσας ἐκήρυσσε τοὺς μὲν ξένους ἀτρεμεῖν, Χίους δὲ ἐς ἐκκλησίαν συνελθεῖν, ὡς διαλεξόμενος αὐτοῖς τι παρὰ τοῦ βασιλέως. ἐπεὶ δὲ συνῆλθον, ἔλεξεν ὅτι βασιλεὺς ὕποπτον ἔχει τὴν πόλιν διὰ τοὺς ῥωμαΐζοντας, παύσεται δὲ ἐὰν τά τε ὅπλα παραδῶτε καὶ ὅμηρα τῶν παίδων τοὺς ἀρίστους. οἱ μὲν δὴ κατειλημμένην σφῶν τὴν πόλιν ὁρῶντες ἔδοσαν ἄμφω, καὶ Ζηνόβιος αὐτὰ ἐς Ἐρυθρὰς ἐξέπεμψεν ὡς αὐτίκα τοῖς Χίοις γράψοντος τοῦ βασιλέως:

[47] ἐπιστολὴ δὲ ἧκε Μιθριδάτου τάδε λέγουσα: ‘εὖνοι καὶ νῦν ἐστὲ Ῥωμαίοις, ὧν ἔτι πολλοὶ παρ᾽ ἐκείνοις εἰσί, καὶ τὰ ἐγκτήματα Ῥωμαίων καρποῦσθε, ἡμῖν οὐκ ἀναφέροντες. ἔς τε τὴν ἐμὴν ναῦν ἐν τῇ περὶ Ῥόδον ναυμαχίᾳ τριήρης ὑμετέρα ἐνέβαλέ τε καὶ κατέσεισεν. ὃ ἐγὼ περιέφερον ἑκὼν ἐς μόνους τοὺς κυβερνήτας, εἰ δύναισθε σώζεσθαι καὶ ἀγαπᾶν. λανθάνοντες δὲ καὶ νῦν τοὺς ἀρίστους ὑμῶν ἐς Σύλλαν διεπέμψατε, καὶ οὐδένα αὐτῶν ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ ταῦτα πράττοντα ἐνεδείξατε οὐδ᾽ ἐμηνύσατε, ὃ τῶν οὐ συμπεπραχότων ἔργον ἦν. τοὺς οὖν ἐπιβουλεύοντας μὲν τῇ ἐμῇ ἀρχῇ, ἐπιβουλεύσαντας δὲ καὶ τῷ σώματι, οἱ μὲν ἐμοὶ φίλοι ἐδικαίουν ἀποθανεῖν, ἐγὼ δ᾽ ὑμῖν τιμῶμαι δισχιλίων ταλάντων.’ τοσαῦτα μὲν ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δ᾽ ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων, στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον. ὡς δὲ καὶ ταῦτ᾽ ἐπεπλήρωτο, αἰτιασάμενος τὸν σταθμὸν ἐνδεῖν ὁ Ζηνόβιος ἐς τὸ θέατρον αὐτοὺς συνεκάλει, καὶ τὴν στρατιὰν περιστήσας μετὰ γυμνῶν ξιφῶν ἀμφί τε τὸ θέατρον αὐτὸ καὶ τὰς ἀπ᾽ αὐτοῦ μέχρι τῆς θαλάσσης ὁδοὺς ἦγε τοὺς Χίους, ἀνιστὰς ἕκαστον ἐκ τοῦ θεάτρου, καὶ ἐνετίθετο ἐς τὰς ναῦς, ἑτέρωθι μὲν τοὺς ἄνδρας, ἑτέρωθι δ᾽ αὐτῶν τὰ γύναια καὶ τὰ παιδία, βαρβαρικῶς ὑπὸ τῶν ἀγόντων ὑρβιζόμενα. ἀνάσπαστοι δ᾽ ἐντεῦθεν ἐς Μιθριδάτην γενόμενοι διεπέμφθησαν ἐς τὸν Πόντον τὸν Εὔξεινον.

[48] καὶ Χῖοι μὲν ὧδε ἐπεπράχεσαν, Ζηνόβιον δὲ Ἐφέσιοι μετὰ στρατιωτῶν προσιόντα ἐκέλευον ἐξοπλίσασθαί τε παρὰ ταῖς πύλαις καὶ σὺν ὀλίγοις ἐσελθεῖν. ὁ δ᾽ ὑπέστη μὲν ταῦτα, καὶ ἐσῆλθε πρὸς Φιλοποίμενα τὸν πατέρα Μονίμης τῆς ἐρωμένης Μιθριδάτου, ἐπίσκοπον Ἐφεσίων ἐκ Μιθριδάτου καθεστηκότα, καὶ συνελθεῖν οἱ τοὺς Ἐφεσίους ἐς ἐκκλησίαν ἐκήρυττεν. οἱ δὲ οὐδὲν χρηστὸν ἔσεσθαι παρ᾽ αὐτοῦ προσδοκῶντες ἐς τὴν ἐπιοῦσαν ἀνέθεντο, καὶ νυκτὸς ἀλλήλους ἀγείραντές τε καὶ παρακαλέσαντες, Ζηνόβιον μὲν ἐς τὸ δεσμωτήριον ἐμβαλόντες ἔκτειναν, καὶ τὰ τείχη κατεῖχον, καὶ τὸ πλῆθος συνελόχιζον, καὶ τὰ ἐκ τῶν ἀγρῶν συνέλεγον, καὶ τὴν πόλιν ὅλως διὰ χειρὸς εἶχον. ὧν πυνθανόμενοι Τραλλιανοὶ καὶ Ὑπαιπηνοὶ καὶ Μεσοπολῖται καί τινες ἄλλοι, τὰ Χίων πάθη δεδιότες, ὅμοια τοῖς Ἐφεσίοις ἔδρων. Μιθριδάτης δ᾽ ἐπὶ μὲν τὰ ἀφεστηκότα στρατιὰν ἐξέπεμπε, καὶ πολλὰ καὶ δεινὰ τοὺς λαμβανομένους ἔδρα: δείσας δὲ περὶ τοῖς λοιποῖς τὰς πόλεις τὰς Ἑλληνίδας ἠλευθέρου, καὶ χρεῶν ἀποκοπὰς αὐτοῖς ἐκήρυσσε, καὶ τοὺς ἐν ἑκάστῃ μετοίκους πολίτας αὐτῶν ἐποίει καὶ τοὺς θεράποντας ἐλευθέρους, ἐλπίσας, ὅπερ δὴ καὶ συνηνέχθη, τοὺς κατάχρεως καὶ υετοίκους καὶ θεράποντας, ἡγουμένους ἐν τῇ Μιθριδάτου ἀρχῇ βεβαίως τὰ δοθέντα αὐτοῖς ἕξειν, εὔνους αὑτῷ γενήσεσθαι. Μυννίων δὲ καὶ Φιλότιμος οἱ Σμυρναῖοι καὶ Κλεισθένης καὶ Ἀσκληπιόδοτος οἱ Λέσβιοι, βασιλεῖ γνώριμοι πάντες, ὁ δὲ Ἀσκληπιόδοτος αὐτὸν καὶ ξεναγήσας ποτέ, ἐπιβουλὴν ἐπὶ τὸν Μιθριδάτην συνετίθεσαν: ἧς αὐτὸς ὁ Ἀσκληπιόδοτος μηνυτὴς ἐγένετο, καὶ ἐς πίστιν ὑπὸ κλίνῃ τινὶ παρεσκεύασεν ἀκοῦσαι τοῦ Μυννίωνος. ἁλούσης δὲ τῆς ἐπιβουλῆς οἱ μὲν αἰκισθέντες ἐκολάσθησαν, ὑποψία δ᾽ ἐς τὰ ὅμοια πολλοὺς κατεῖχεν. ὡς δὲ καὶ Περγαμηνῶν τὰ αὐτὰ βουλεύοντες ὀγδοήκοντα ἄνδρες ἑάλωσαν, καὶ ἐν ἄλλαις πόλεσιν ἕτεροι, ζητητὰς ὁ Μιθριδάτης πανταχοῦ περιέπεμπεν, οἵ, τοὺς ἐχθροὺς ἐνδεικνύντων ἑκάστων, ἔκτειναν ἀμφὶ τοὺς χιλίους καὶ ἑξακοσίους ἄνδρας. ὧν οἱ κατηγορήσαντες οὐ πολὺ ὕστερον οἱ μὲν ὑπὸ Σύλλα ληφθέντες διεφθάρησαν, οἱ δὲ προανεῖλον ἑαυτούς, οἱ δ᾽ ἐς τὸν Πόντον αὐτῷ Μιθριδάτῃ συνέφευγον.

[49] γιγνομένων δὲ τῶνδε περὶ τὴν Ἀσίαν, ὀκτὼ μυριάδων στρατὸς ἤθροιστο τῷ Μιθριδάτῃ, καὶ αὐτὸν Δορύλαος πρὸς Ἀρχέλαον ἦγεν ἐς τὴν Ἑλλάδα, ἔχοντα τῶν προτέρων ἔτι μυρίους. ὁ δὲ Σύλλας ἀντεστρατοπέδευε μὲν Ἀρχελάῳ περὶ Ὀρχομενόν, ὡς δὲ εἶδε τῆς ἐπελθούσης ἵππου τὸ πλῆθος, ὤρυσσε τάφρους πολλὰς ἀνὰ τὸ πεδίον, εὖρος δέκα πόδας, καὶ ἐπιόντος αὐτῷ τοῦ Ἀρχελάου ἀντιπαρέταξεν. ἀσθενῶς δὲ τῶν Ῥωμαίων διὰ δέος τῆς ἵππου μαχομένων, ἐς πολὺ μὲν αὐτοὺς παριππεύων παρεκάλει καὶ ἐπέσπερχε σὺν ἀπειλῇ, οὐκ ἐπιστρέφων δ᾽ αὐτοὺς ἐς τὸ ἔργον οὐδ᾽ ὥς, ἐξήλατο τοῦ ἵππου, καὶ σημεῖον ἁρπάσας ἀνὰ τὸ μεταίχμιον ἔθει μετὰ τῶν ὑπασπιστῶν, κεκραγώς: ‘εἴ τις ὑμῶν, ὦ Ῥωμαῖοι, πύθοιτο, ποῦ Σύλλαν τὸν στρατηγὸν ὑμῶν αὐτῶν προυδώκατε, λέγειν, ἐν Ὀρχομενῷ μαχόμενον.’ οἱ δ᾽ ἡγεμόνες αὐτῷ κινδυνεύοντι συνεξέθεον ἐκ τῶν ἰδίων τάξεων, συνεξέθεον δὲ καὶ ἡ ἄλλη πληθὺς αἰδουμένη, παλίωξίν τε εἰργάσαντο. καὶ τῆς νίκης ἀρχομένης, ἀναθορὼν αὖθις ἐπὶ τὸν ἵππον ἐπῄνει τὸν στρατὸν περιιὼν καὶ ἐπέσπερχεν, ἕως τέλεον αὐτοῖς τὸ ἔργον ἐξετελέσθη. καὶ τῶν πολεμίων ἀπώλοντο μὲν ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, καὶ τούτων ἦσαν οἱ μύριοι ἱππεῖς μάλιστα, καὶ σὺν αὐτοῖς ὁ παῖς Ἀρχελάου Διογένης: οἱ πεζοὶ δ᾽ ἐς τὸ στρατόπεδον συνέφυγον.

[50] καὶ δείσας ὁ Σύλλας μὴ παλιν αὐτὸν ὁ Ἀρχέλαος, οὐκ ἔχοντα ναῦς, ἐς Χαλκίδα ὡς πρότερον διαφύγοι, τὸ πεδίον ὅλον ἐκ διαστηματων ἐνυκτοφυλάκει. καὶ μεθ᾽ ἡμέραν, στάδιον οὐχ ὅλον ἀποσχὼν τοῦ Ἀρχελάου, τάφρον αὐτῷ περιώρυσσεν οὐκ ἐπεξιόντι. καὶ παρεκάλει τότε μάλιστα τὴν ἑαυτοῦ στρατιὰν ἐκπονῆσαι τοῦ παντὸς πολέμου τὸ ἔτι λείψανον ὡς τῶν πολεμίων αὐτὸν οὐδ᾽ ὑφισταμένων, καὶ ἐπῆγεν αὐτὴν ἐπὶ τὸ χαράκωμα τοῦ Ἀρχελάου. ὅμοια δ᾽ ἐκ μεταβολῆς ἐγίγνετο καὶ παρὰ τοῖς πολεμίοις ὑπ᾽ ἀνάγκης, τῶν ἡγεμόνων αὐτοὺς περιθεόντων, καὶ τὸν παρόντα κίνδυνον προφερόντων τε, καὶ ὀνειδιζόντων εἰ μηδ᾽ ἀπὸ χάρακος ἀπομαχοῦνται τοὺς ἐχθροὺς ὀλιγωτέρους ὄντας. ὁρμῆς δὲ καὶ βοῆς ἑκατέρωθεν γενομένης, πολλὰ μὲν ἐγίγνετο ἐπ᾽ ἀμφοῖν ἔργα πολέμου, γωνίαν δέ τινα τοῦ χαρακώματος οἱ Ῥωμαῖοι, τὰς ἀσπίδας σφῶν ὑπερσχόντες, ἤδη διέσπων, καὶ οἱ βάρβαροι καταθορόντες ἀπὸ τοῦ χαρακώματος ἔσω τῆς γωνίας περιέστησαν αὐτὴν ὡς τοῖς ξίφεσιν ἀμυνούμενοι τοὺς ἐστρέχοντας. οὐδέ τις ἐτόλμα, μέχρι Βάσιλλος ὁ τοῦ τέλους ταξίαρχος ἐσήλατο πρῶτος καὶ τὸν ὑπαντήσαντα ἔκτεινεν. τότε δ᾽ αὐτῷ συνεσέπιπτεν ὁ στρατὸς ἅπας, καὶ φυγὴ τῶν βαρβάρων ἐγίγνετο καὶ φόνος, τῶν μὲν καταλαμβανομένων, τῶν δ᾽ ἐς τὴν ἐγγὺς λίμνην ὠθουμένων τε καὶ νεῖν οὐκ ἐπισταμένων, ἀξύνετα βαρβαριστὶ τοὺς κτενοῦντας παρακαλούντων. Ἀρχέλαος δ᾽ ἐν ἕλει τινὶ ἐκρύφθη, καὶ σκάφους ἐπιτυχὼν ἐς Χαλκίδα διέπλευσεν. καὶ εἴ τις ἦν ἄλλη Μιθριδάτου στρατιὰ κατὰ μέρος ποι διατεταγμένη, πάντας αὐτοὺς ἐκάλει κατὰ σπουδήν.

ΚΕΦΑΛΑΙΟΝ 8

[51] ὁ δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ τοῖς ἄλλοις ἀριστεῖα ἐδίδου. καὶ τὴν Βοιωτίαν συνεχῶς μετατιθεμένην διήρπαζε, καὶ ἐς Θεσσαλίαν ἐλθὼν ἐχείμαζε, τὰς ναῦς τὰς μετὰ Λευκόλλου περιμένων. ἀγνοῶν δ᾽ ὅπῃ ὁ Λεύκολλος εἴη, ἐναυπηγεῖτο ἑτέρας, καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων εἶναι Ῥωμαίων πολέμιον, καὶ τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις καθῃρηκότων, καὶ τοὺς φίλους ἀνελόντων. ὁ δὲ οὐδὲν οὐδ᾽ ὣς καθῄρει τῆς ἐξουσίας, τὸν στρατὸν ἔχων εὐπειθῆ καὶ πρόθυμον. Κίννας δὲ Φλάκκον ἑλόμενός οἱ συνάρχειν τὴν ὕπατον ἀρχήν, ἔπεμπεν ἐς τὴν Ἀσίαν μετὰ δύο τελῶν, ἀντὶ τοῦ Σύλλα, ὡς ἤδη πολεμίου γεγονότος, τῆς τε Ἀσίας ἄρχειν καὶ πολεμεῖν τῷ Μιθριδάτῃ. ἀπειροπολέμῳ δ᾽ ὄντι τῷ Φλάκκῳ συνεξῆλθεν ἑκὼν ἀπὸ τῆς βουλῆς ἀνὴρ πιθανὸς ἐς στρατηγίαν, ὄνομα Φιμβρίας. τούτοις ἐκ Βρεντεσίου διαπλέουσιν αἱ πολλαὶ τῶν νεῶν ὑπὸ χειμῶνος διελύθησαν, καὶ τὰς πρόπλους αὐτῶν ἐνέπρησε στρατὸς ἄλλος ἐπιπεμφθεὶς ἐκ Μιθριδάτου. μοχθηρὸν δ᾽ ὄντα τὸν Φλάκκον καὶ σκαιὸν ἐν ταῖς κολάσεσι καὶ φιλοκερδῆ ὁ στρατὸς ἅπας ἀπεστρέφετο, καὶ μέρος αὐτῶν τι, προπεμφθὲν ἐς Θεσσαλίαν, ἐς τὸν Σύλλαν μετεστρατεύσαντο. τοὺς δὲ ὑπολοίπους ὁ Φιμβρίας, στρατηγικώτερος τοῦ Φλάκκου φαινόμενος αὐτοῖς καὶ φιλανθρωπότερος κατεῖχε μὴ μεταθέσθαι.

[52] ὡς δ᾽ ἔν τινι καταγωγῇ περὶ ξενίας ἔριδος αὐτῷ καὶ τῷ ταμίᾳ γενομένης ὁ Φλάκκος διαιτῶν οὐδὲν ἐς τιμὴν ἐπεσήμηνε τοῦ Φιμβρίου, χαλεπήνας ὁ Φιμβρίας ἠπείλησεν ἐς Ῥώμην ἐπανελεύσεσθαι. καὶ τοῦ Φλάκκου δόντος αὐτῷ διάδοχον ἐς ἃ τότε διῴκει, φυλάξας αὐτὸν ὁ Φιμβρίας ἐς Χαλκηδόνα διαπλέοντα, πρῶτα μὲν Θέρμον τὰς ῥάβδους ἀφείλετο, τὸν ἀντιστράτηγον ὑπὸ τοῦ Φλάκκου καταλελειμμένον, ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος, εἶτα Φλάκκον αὐτὸν σὺν ὀργῇ μετ᾽ ὀλίγον ἐπανιόντα ἐδίωκεν, ἕως ὁ μὲν Φλάκκος ἔς τινα οἰκίαν καταφυγὼν καὶ νυκτὸς τὸ τεῖχος ὑπερελθὼν ἐς Χαλκηδόνα πρῶτον καὶ ἀπ᾽ αὐτῆς ἐς Νικομήδειαν ἔφυγε καὶ τὰς πύλας ἀπέκλεισεν, ὁ δὲ Φιμβρίας αὐτὸν ἐπελθὼν ἔκτεινεν ἐν φρέατι κρυπτόμενον, ὕπατόν τε ὄντα Ῥωμαίων καὶ στρατηγὸν τοῦδε τοῦ πολέμου ἰδιώτης αὐτὸς ὢν καὶ ὡς φίλῳ κελεύοντι συνεληλυθώς. ἐκτεμών τε τὴν κεφαλὴν αὐτοῦ μεθῆκεν ἐς θάλασσαν, καὶ τὸ λοιπὸν ἄταφον ἐκρίψας, αὑτὸν αὐτοκράτορα ἀπέφηνε τοῦ στρατοῦ. καὶ μάχας τινὰς οὐκ ἀγεννῶς ἠγωνίσατο τῷ παιδὶ τῷ Μιθριδάτου. αὐτόν τε βασιλέα συνεδίωξεν ἐς τὸ Πέργαμον, καὶ ἐς Πιτάνην ἐκ τοῦ Περγάμου διαφυγόντα ἐπελθὼν ἀπετάφρευεν, ἕως ὁ μὲν βασιλεὺς ἐπὶ νεῶν ἔφυγεν ἐς Μιτυλήνην,

[53] ὁ δὲ Φιμβρίας, ἐπιὼν τὴν Ἀσίαν, ἐκόλαζε τοὺς καππαδοκίσαντας, καὶ τῶν οὐ δεχομένων αὐτὸν τὴν χώραν ἐλεηλάτει. Ἰλιεῖς δὲ πολιορκούμενοι πρὸς αὐτοῦ κατέφυγον μὲν ἐπὶ Σύλλαν, Σύλλα δὲ φήσαντος αὐτοῖς ἥξειν, καὶ κελεύσαντος ἐν τοσῷδε Φιμβρίᾳ φράζειν ὅτι σφᾶς ἐπιτετρόφασι τῷ Σύλλᾳ, πυθόμενος ὁ Φιμβρίας ἐπῄνεσε μὲν ὡς ἤδη Ῥωμαίων φίλους, ἐκέλευσε δὲ καὶ αὑτὸν ὄντα Ῥωμαῖων ἔσω δέχεσθαι, κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας τῆς οὔσης ἐς Ῥωμαίους Ἰλιεῦσιν. ἐσελθὼν δὲ τοὺς ἐν ποσὶ πάντας ἔκτεινε καὶ πάντα ἐνεπίμπρη, καὶ τοὺς πρεσβεύσαντας ἐς τὸν Σύλλαν ἐλυμαίνετο ποικίλως, οὔτε τῶν ἱερῶν φειδόμενος οὔτε τῶν ἐς τὸν νεὼν τῆς Ἀθηνᾶς καταφυγόντων, οὓς αὐτῷ νεῷ κατέπρησεν. κατέσκαπτε δὲ καὶ τὰ τείχη, καὶ τῆς ἐπιούσης ἠρεύνα περιιὼν μή τι συνέστηκε τῆς πόλεως ἔτι. ἡ μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδ᾽ ἱερὸν οὐδ᾽ ἄγαλμα ἔτι ἦν: τὸ δὲ τῆς Ἀθηνᾶς ἕδος, ὃ Παλλάδιον καλοῦσι καὶ διοπετὲς ἡγοῦνται, νομίζουσί τινες εὑρεθῆναι τότε ἄθραυστον, τῶν ἐπιπεσόντων τειχῶν αὐτὸ περικαλυψάντων, εἰ μὴ Διομήδης αὐτὸ καὶ Ὀδυσσεὺς ἐν τῷ Τρωϊκῷ ἔργῳ μετήνεγκαν ἐξ Ἰλίου.

τάδε μὲν δὴ Φιμβρίας ἐς Ἴλιον εἰργάζετο, ληγούσης ἄρτι τῆς τρίτης καὶ ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος. καί τινες ἡγοῦνται τὸ πάθος αὐτῇ τόδε μετ᾽ Ἀγαμέμνονα χιλίοις καὶ πεντήκοντα ἔτεσι γενέσθαι μάλιστα.

[54] ὁ δὲ Μιθριδάτης ἐπεὶ καὶ τῆς περὶ Ὀρχομενὸν ἥττης ἐπύθετο, διαλογιζόμενος τὸ πλῆθος ὅσον ἐξ ἀρχῆς ἐς τὴν Ἑλλάδα ἐπεπόμφει, καὶ τὴν συνεχῆ καὶ ταχεῖαν αὐτοῦ φθοράν, ἐπέστελλεν Ἀρχελάῳ διαλύσεις ὡς δύναιτο εὐπρεπῶς ἐργάσασθαι. ὁ δὲ Σύλλᾳ συνελθὼν ἐς λόγους εἶπε: ‘φίλος ὢν ὑμῖν πατρῷος, ὦ Σύλλα, Μιθριδάτης ὁ βασιλεὺς ἐπολέμησε μὲν διὰ στρατηγῶν ἑτέρων πλεονεξίαν, διαλύσεται δὲ διὰ τὴν σὴν ἀρετήν, ἢν τὰ δίκαια προστάσσῃς.’ καὶ ὁ Σύλλας ἀπορίᾳ τε νεῶν, καὶ χρήματα οὐκ ἐπιπεμπόντων οὐδ᾽ ἄλλο οὐδὲν οἴκοθεν αὐτῷ τῶν ἐχθρῶν ὡς πολεμίῳ, ἁψάμενος ἤδη τῶν ἐν Πυθοῖ καὶ Ὀλυμπίᾳ καὶ Ἐπιδαύρῳ χρημάτων, καὶ ἀντιδοὺς πρὸς λόγον τοῖς ἱεροῖς τὸ ἥμισυ τῆς Θηβαίων γῆς πολλάκις ἀποστάντων, ἔς τε τὴν στάσιν αὐτὴν τῶν ἐχθρῶν ἐπειγόμενος ἀκραιφνῆ καὶ ἀπαθῆ τὸν στρατὸν μεταγαγεῖν, ἐνεδίδου πρὸς τὰς διαλύσεις, καὶ εἶπεν:

ἀδικουμένου μὲν ἦν, ὦ Ἀρχέλαε, Μιθριδάτου, περὶ ὧν ἠδικεῖτο πρεσβεύειν, ἀδικοῦντος δὲ γῆν τοσήνδε ἀλλοτρίαν ἐπιδραμεῖν, καὶ κτεῖναι πολὺ πλῆθος ἀνδρῶν, τά τε κοινὰ καὶ ἱερὰ τῶν πόλεων καὶ τὰ ἴδια τῶν ἀνῃρημένων σφετερίσασθαι. τῷ δ᾽ αὐτῷ λόγῳ καὶ ἐς τοὺς ἰδίους φίλους, ᾧ περὶ ἡμᾶς, ἄπιστος γενόμενος, ἔκτεινε καὶ τῶνδε πολλούς, καὶ τῶν τετραρχῶν οὓς ὁμοδιαίτους εἶχε, νυκτὸς μιᾶς, μετὰ γυναικῶν καὶ παίδων τῶν οὐ πεπολεμηκότων. ἐπὶ δὲ ἡμῖν καὶ φύσεως ἔχθραν μᾶλλον ἢ πολέμου χρείαν ἐπεδείξατο, παντοίαις ἰδέαις κακῶν τοὺς περὶ τὴν Ἀσίαν Ἰταλιώτας, σὺν γυναιξὶ καὶ παισὶ καὶ θεράπουσι τοῖς οὖσι γένους Ἰταλικοῦ, λυμηνάμενός τε καὶ κτείνας. τοσοῦτον ἐξήνεγκεν ἐς τὴν Ἰταλίαν μῖσος ὁ νῦν ἡμῖν ὑποκρινόμενος φιλίαν πατρῴαν, ἧς οὐ πρὶν ἑκκαίδεκα μυριάδας ὑμῶν ὑπ᾽ ἐμοῦ συγκοπῆναι ἐμνημονεύετε.

[55] ἀνθ᾽ ὧν δίκαιον μὲν ἦν ἄσπειστα αὐτῷ τὰ παρ᾽ ἡμῶν γενέσθαι, σοῦ δὲ χάριν ὑποδέχομαι συγγνώμης αὐτὸν τεύξεσθαι παρὰ Ῥωμαίων, ἂν τῷ ὄντι μεταγιγνώσκῃ. εἰ δὲ ὑποκρίνοιτο καὶ νῦν, ὥρα σοι τὸ σαυτοῦ σκοπεῖν, ὦ Ἀρχέλαε, ἐνθυμουμένῳ μὲν ὅπως ἔχει τὰ παρόντα σοί τε κἀκείνῳ, σκοποῦντι δ᾽ ὅν τινα τρόπον ἐκεῖνός τε ἑτέροις κέχρηται φίλοις καὶ ἡμεῖς Εὐμένει καὶ Μασσανάσσῃ.

ὁ δ᾽ ἔτι λέγοντος αὐτοῦ τὴν πεῖραν ἀπεσείετο, καὶ δυσχεράνας ἔφη τὸν ἐγχειρίσαντά οἱ τὴν στρατηγίαν οὔ ποτε προδώσειν: ‘ἐλπίζω δέ σοι διαλλάξειν, ἢν μέτρια προστάσσῃς.’ διαλιπὼν οὖν ὁ Σύλλας ὀλίγον, εἶπεν: ‘ἐὰν τὸν στόλον ἡμῖν, ὃν ἔχεις, ὦ Ἀρχέλαε, παραδιδῷ πάντα Μιθριδάτης, ἀποδῷ δὲ καὶ στρατηγοὺς ἡμῖν ἢ πρέσβεις ἢ αἰχμαλώτους ἢ αὐτομόλους ἢ ἀνδράποδα ἀποδράντα, καὶ Χίους ἐπὶ τοῖσδε, καὶ ὅσους ἄλλους ἀνασπάστους ἐς τὸν Πόντον ἐποιήσατο, μεθῇ, ἐξαγάγῃ δὲ καὶ τὰς φρουρὰς ἐκ πάντων φρουρίων, χωρὶς ὧν ἐκράτει πρὸ τῆσδε τῆς παρασπονδήσεως, ἐσενέγκῃ δὲ καὶ τὴν δαπάνην τοῦδε τοῦ πολέμου τὴν δι᾽ αὐτὸν γενομένην, καὶ στέργῃ μόνης ἄρχων τῆς πατρῴας δυναστείας. ἐλπίζω πείσειν Ῥωμαίους αὐτῷ μηδὲν ἐπιμηνῖσαι τῶν γεγονότων.’ ὁ μὲν δὴ τοσάδε εἶπεν, ὁ δὲ Ἀρχέλαος τὰς μὲν φρουρὰς αὐτίκα πανταχόθεν ἐξῆγε, περὶ δὲ τῶν ἄλλων ἐπέστελλε τῷ βασιλεῖ. καὶ Σύλλας τὴν ἐν τοσῷδε ἀργίαν διατιθέμενος, Ἐνετοὺς καὶ Δαρδανέας καὶ Σιντούς, περίοικα Μακεδόνων ἔθνη, συνεχῶς ἐς Μακεδονίαν ἐμβάλλοντα, ἐπιὼν ἐπόρθει, καὶ τὸν στρατὸν ἐγύμναζε, καὶ ἐχρηματίζετο ὁμοῦ.

[56] ἐλθόντων δὲ τῶν Μιθριδάτου πρέσβεων, οἳ τοῖς μὲν ἄλλοις συνετίθεντο, μόνην δ᾽ ἐξαιρούμενοι Παφλαγονίαν ἐπεῖπον ὅτι πλεόνων ἂν ἔτυχε Μιθριδάτης, εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν, δυσχεράνας ὁ Σύλλας τῇ παραβολῇ, καὶ Φιμβρίαν ἔφη δώσειν δίκην, καὶ αὐτὸς ἐν Ἀσίᾳ γενόμενος εἴσεσθαι πότερα συνθηκῶν ἢ πολέμου δεῖται Μιθριδάτης. ὧδε δ᾽ εἰπὼν ἤλαυνεν ἐπὶ Κύψελλα διὰ Θρᾴκης, Λεύκολλον ἐς Ἄβυδον προπέμψας: ἤδη γὰρ αὐτῷ καὶ ὅδε ἀφῖκτο, κινδυνεύσας μὲν ὑπὸ λῃστῶν ἁλῶναι πολλάκις, στόλον δέ τινα νεῶν ἀγείρας ἀπό τε Κύπρου καὶ Φοινίκης καὶ Ῥόδου καὶ Παμφυλίας, καὶ πολλὰ δῃώσας τῆς πολεμίας, καὶ τῶν Μιθριδάτου νεῶν ἀποπειράσας ἐν παράπλῳ. Σύλλας μὲν οὖν ἀπὸ Κυψέλλων καὶ Μιθριδάτης ἐκ Περγάμου συιῄεσαν αὖθις ἐς λόγους, καὶ κατέβαινον ἐς πεδίον ἄμφω σὺν ὀλίγοις, ἐφορώντων τῶν στρατῶν ἑκατέρωθεν. ἦσαν δ᾽ οἱ λόγοι Μιθριδάτου μὲν ὑπόμνησις φιλίας καὶ συμμαχίας ἰδίας καὶ πατρῴας, καὶ ἐπὶ τοῖς Ῥωμαίων πρέσβεσι καὶ προβούλοις καὶ στρατηγοῖς κατηγορία ὧν ἐς αὐτὸν ἐπεπράχεσαν ἀδίκως, Ἀριοβαρζάνην τε κατάγοντες ἐς Καππαδοκίαν, καὶ Φρυγίας αὐτὸν ἀφαιρούμενοι, καὶ Νικομήδη περιορῶντες ἀδικοῦντα. ‘καὶ τάδε,’ ἔφη, ‘πάντα ἔπραξαν ἐπὶ χρήμασι, παραλλὰξ παρ᾽ ἐμοῦ τε καὶ παρ᾽ ἐκείνων λαμβάνοντες: ὃ γὰρ δὴ μάλιστ᾽ ἄν τις ὑμῶν, ὦ Ῥωμαῖοι, τοῖς πλείοσιν ἐπικαλέσειεν, ἔστιν ἡ φιλοκερδία. ἀναρραγέντος δὲ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν τοῦ πολέμου, πάντα ὅσα ἀμυνόμενος ἔπραττον, ἀνάγκῃ μᾶλλον ἢ κατὰ γνώμην ἐγίγνετο.’

[57] ὁ μὲν δὴ Μιθριδάτης ὧδε εἰπὼν ἐπαύσατο, ὁ δὲ Σύλλας ὑπολαβὼν ἀπεκρίνατο:

ἐφ᾽ ἕτερα μὲν ἡμᾶς ἐκάλεις, ὡς τὰ προτεινόμενα ἀγαπήσων, οὐ μὴν ὁκνήσω καὶ περὶ τῶνδε διὰ βραχέων εἰπεῖν. ἐς μὲν Καππαδοκίαν ἐγὼ κατήγαγον Ἀριοβαρζάνην Κιλικίας ἄρχων, ὧδε Ῥωμαίων ψηφισαμένων: καὶ σὺ κατήκουες ἡμῶν, δέον ἀντιλέγειν καὶ ἢ μεταδιδάσκειν ἢ μηκέτι τοῖς ἐγνωσμένοις ἀντιτεῖναι. Φρυγίαν δέ σοι Μάνιος ἔδωκεν ἐπὶ δωροδοκίᾳ, ὃ κοινόν ἐστιν ἀμφοῖν ἀδίκημα. καὶ τῷδε μάλιστα αὐτὴν ὁμολογεῖς οὐ δικαίως λαβεῖν, ἐκ δωροδοκίας. ὅ τε Μάνιος καὶ τὰ ἄλλα ἠλέγχθη παρ᾽ ἡμῖν ἐπὶ χρήμασι πράξας, καὶ πάντα ἀνέλυσεν ἡ βουλή. ᾧ λόγῳ καὶ Φρυγίαν ἀδίκως σοι δοθεῖσαν οὐχ ἑαυτῇ συντελεῖν ἐπέταξεν ἐς τοὺς φόρους, ἀλλ᾽ αὐτόνομον μεθῆκεν. ὧν δὲ ἡμεῖς οἱ πολέμῳ λαβόντες οὐκ ἀξιοῦμεν ἄρχειν, τίνι λόγῳ σὺ καθέξεις; Νικομήδης δὲ αἰτιᾶται μέν σε καὶ Ἀλέξανδρον αὐτῷ τὸν τὸ σῶμα τρώσοντα ἐπιπέμψαι, καὶ Σωκράτη τὸν χρηστὸν ἐπὶ τὴν ἀρχήν, καὶ τάδε αὐτὸς ἀμυνόμενος ἐς τὴν σὴν ἐμβαλεῖν: εἰ δέ τι ὅμως ἠδικοῦ, ἐς Ῥώμην πρεσβεύειν ἔδει καὶ τὰς ἀποκρίσεις ἀναμένειν. εἰ δὲ καὶ θᾶττον ἠμύνου Νικομήδη, πῶς καὶ Ἀριοβαρζάνην ἀπήλαυνες οὐδὲν ἀδικοῦντα; ἐκβαλὼν δ᾽ ἀνάγκην ἐπέθηκας τοῖς παροῦσι Ῥωμαίων κατάγειν αὐτόν, καὶ καταγόμενον κωλύων σὺ τὸν πόλεμον ἐξῆψας, ἐγνωκὼς μὲν οὕτω πρὸ πολλοῦ, καὶ ἐν ἐλπίδι ἔχων γῆς ἄρξειν ἁπάσης εἰ Ῥωμαίων κρατήσειας, προφάσεις δ᾽ ἐπὶ τῇ γνώμῃ τάσδε ποιούμενος. καὶ τούτου τεκμήριον, ὅτι καὶ Θρᾷκας καὶ Σκύθας καὶ Σαυρομάτας, οὔπω τινὶ πολεμῶν, ἐς συμμαχίαν ὑπήγου, καὶ ἐς τοὺς ἀγχοῦ βασιλέας περιέπεμπες, ναῦς τε ἐποιοῦ, καὶ πρῳρέας καὶ κυβερνήτας συνεκάλεις.

[58] μάλιστα δ᾽ ὁ καιρὸς ἐλέγχει σε τῆς ἐπιβουλῆς. ὅτε γὰρ τὴν Ἰταλίαν ἀφισταμένην ἡμῶν ᾐσθάνου, τὴν ἀσχολίαν τήνδε ἡμῶν φυλάξας ἐπέθου μὲν Ἀριοβαρζάνῃ καὶ Νικομήδει καὶ Γαλάταις καὶ Παφλαγονίᾳ, ἐπέθου δὲ Ἀσίᾳ τῷ ἡμετέρῳ χωρίῳ. καὶ λαβὼν οἷα δέδρακας ἢ τὰς πόλεις, αἷς τοὺς θεράποντας καὶ χρήστας ἐπέστησας ἐλευθερίας καὶ χρεῶν ἀποκοπαῖς, ἢ τοὺς Ἕλληνας, ὧν μιᾷ προφάσει χιλίους καὶ ἑξακοσίους διέφθειρας, ἢ Γαλατῶν τοὺς τετράρχας, οὓς ὁμοδιαίτους ἔχων ἀπέκτεινας, ἢ τὸ τῶν Ἰταλιωτῶν γένος, οὓς μιᾶς ἡμέρας σὺν βρέφεσι καὶ μητράσιν ἔκτεινάς τε καὶ κατεπόντωσας, οὐκ ἀποσχόμενος οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων. ὃ πόσην μὲν ὠμότητά σου, πόσην δὲ ἀσέβειαν καὶ ὑπερβολὴν μίσους ἐς ἡμᾶς προενήνοχεν. σφετερισάμενος δ᾽ ἁπάντων τὰ χρήματα, ἐς τὴν Εὐρώπην ἐπέρας μεγάλοις στρατοῖς, ἡμῶν ἀπειπόντων ἅπασι τῆς Ἀσίας βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν. διαπλεύσας δὲ Μακεδονίαν τε ἡμετέραν οὖσαν ἐπέτρεχες καὶ τοὺς Ἕλληνας τὴν ἐλευθερίαν ἀφῃροῦ. οὐ πρίν τε ἤρξω μετανοεῖν, οὐδ᾽ Ἀρχέλαος ὑπὲρ σοῦ παρακαλεῖν, ἢ Μακεδονίαν μέν με ἀνασώσασθαι, τὴν δὲ Ἑλλάδα τῆς σῆς ἐκλῦσαι βίας, ἑκκαίδεκα δὲ μυριάδας τοῦ σοῦ στρατοῦ κατακόψαι, καὶ τὰ στρατόπεδά σου λαβεῖν αὐταῖς παρασκευαῖς. ὃ καὶ θαυμάζω σου δικαιολογουμένου νῦν ἐφ᾽ οἷς δι᾽ Ἀρχελάου παρεκάλεις. ἢ πόρρω μὲν ὄντα με ἐδεδοίκεις, ἀγχοῦ δὲ γενόμενον ἐπὶ δίκην ἐληλυθέναι νομίζεις; ἧς ὁ καιρὸς ἀνάλωται, σοῦ τε πολεμήσαντος ἡμῖν, καὶ ἡμῶν ἀμυναμένων ἤδη καρτερῶς καὶ ἀμυνουμένων ἐς τέλος.

τοσαῦτα τοῦ Σύλλα μετ̓ ὀργῆς ἔτι λέγοντος, μετέπιπτεν ὁ βασιλεὺς καὶ ἐδεδοίκει, καὶ ἐς τὰς δι᾽ Ἀρχελάου γενομένας συνθήκας ἐνεδίδου, τάς τε ναῦς καὶ τὰ ἄλλα πάντα παραδοὺς ἐς τὸν Πόντον ἐπὶ τὴν πατρῴαν ἀρχὴν ἐπανῄει μόνην.

ΚΕΦΑΛΑΙΟΝ 9

ὧδε μὲν ὁ πρῶτος Μιθριδάτου καὶ Ῥωμαίων πόλεμος κατεπαύετο:

[59] Σύλλας δὲ Φιμβρίου δύο σταδίους ἀποσχὼν ἐκέλευε παραδοῦναί οἱ τὸν στρατόν, οὗ παρανόμως ἄρχοι. ὁ δ᾽ ἀντεπέσκωπτε μὲν ὡς οὐδ᾽ ἐκεῖνος ἐννόμως ἔτι ἄρχοι, περιταφρεύοντος δ᾽ αὐτὸν τοῦ Σύλλα, καὶ πολλῶν οὐκ ἀφανῶς ἀποδιδρασκόντων, ἐς ἐκκλησίαν τοὺς λοιποὺς ὁ Φιμβρίας συναγαγὼν παρεκάλει παραμένειν. οὐ φαμένων δὲ πολεμήσειν πολίταις, καταρρήξας τὸν χιτωνίσκον ἑκάστοις προσέπιπτεν. ὡς δὲ καὶ τοῦτ᾽ ἀπεστρέφοντο, καὶ πλείους ἐγίγνοντο αἱ αὐτομολίαι, τὰς σκηνὰς τῶν ἡγεμόνων περιῄει, καί τινας αὐτῶν χρήμασι διαφθείρας ἐς ἐκκλησίαν αὖθις συνεκάλει, καὶ συνόμνυσθαί οἱ προσέτασσεν. ἐκβοησάντων δὲ τῶν ἐνετῶν ὅτι δέοι καλεῖν ἐπὶ τὸν ὅρκον ἐξ ὀνόματος, ὁ μὲν ἐκήρυττε τοὺς εὖ τι παθόντας ὑφ᾽ ἑαυτοῦ, καὶ Νώνιον πρῶτον ἐκάλει, κοινωνόν οἱ πάντων γεγονότα. οὐκ ὀμνύντος δ᾽ οὐδ᾽ ἐκείνου, τὸ ξίφος ἐπισπάσας ἠπείλει κτενεῖν αὐτόν, μέχρι βοῆς ἐκ πάντων γενομένης καταπλαγεὶς καὶ τοῦδ᾽ ἐπαύσατο. θεράποντα δὲ χρήμασι καὶ ἐλπίσιν ἐλευθερίας ἀναπείσας ἔπεμψεν ὡς αὐτόμολον ἐπιχειρεῖν τῷ Σύλλα σώματι. ὁ δὲ τῷ ἔργῳ πλησιάζων καὶ ταρασσόμενος, καὶ ἐκ τοῦδε ὕποπτος γενόμενος, συνελήφθη τε καὶ ὡμολόγησεν. καὶ ὁ στρατὸς ὁ τοῦ Σύλλα, σὺν ὀργῇ καὶ καταφρονήσει περιστάντες τὸ τοῦ Φιμβρίου χαράκωμα, κατελοιδόρουν αὐτὸν καὶ Ἀθηνίωνα ἐκάλουν, ὃς δραπετῶν τῶν ἐν Σικελίᾳ ποτὲ ἀποστάντων ὀλιγήμερος ἐγεγένητο βασιλεύς.

[60] ἐφ᾽ οἷς ὁ Φιμβρίας πάντα ἀπογνοὺς ἐπὶ τὴν τάφρον προῆλθε, καὶ Σύλλαν αὑτῷ παρεκάλει συνελθεῖν ἐς λόγους. ὁ δὲ ἀνθ᾽ αὑτοῦ Ῥουτίλιον ἔπεμπε: καὶ τόδε πρῶτον ἐλύπει τὸν Φιμβρίαν, οὐδὲ συνόδου, διδομένης καὶ τοῖς πολεμίοις, ἀξιωθέντα. δεομένῳ δ᾽ αὐτῷ συγγνώμης τυχεῖν εἴ τι νέος ὢν ἐξήμαρτεν, ὁ Ῥουτίλιος ὑπέστη Σύλλαν ἀφήσειν ἐπὶ θάλασσαν ἀπαθῆ διελθεῖν, εἰ μέλλοι τῆς Ἀσίας, ἧς ἐστὶν ὁ Σύλλας ἀνθύπατος, ἀποπλευσεῖσθαι. ὁ δὲ εἰπὼν ἑτέραν ὁδὸν ἔχειν κρείττονα, ἐπανῆλθεν ἐς Πέργαμον, καὶ ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν παρελθὼν ἐχρήσατο τῷ ξίφει. οὐ καιρίου δ᾽ αὐτῷ τῆς πληγῆς γενομένης, ἐκέλευσε τὸν παῖδα ἐπερεῖσαι. ὁ δὲ καὶ τὸν δεσπότην ἔκτεινε καὶ αὑτὸν ἐπὶ τῷ δεσπότῃ.

οὕτω μὲν καὶ Φιμβρίας ἀπέθανε, πολλὰ τὴν Ἀσίαν ἐπὶ Μιθριδάτῃ λελυμασμένος. καὶ αὐτὸν ὁ Σύλλας ἐφῆκε τοῖς ἀπελευθέροις θάψαι, καὶ ἐπεῖπεν οὐ μιμεῖσθαι Κίνναν καὶ Μάριον ἐν Ῥώμῃ θάνατόν τε πολλῶν καὶ ἀταφίαν ἐπὶ τῷ θανάτῳ καταγνόντας. τὸν δὲ στρατὸν τοῦ Φιμβρίου προσιόντα οἱ δεξιωσάμενός τε καὶ τῷ σφετέρῳ συναγαγών, Κουρίωνι προσέταξε Νικομήδην ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν καταγαγεῖν, τῇ τε βουλῇ περὶ πάντων ἐπέστελλεν, οὐχ ὑποκρινόμενος ἐψηφίσθαι πολέμιος.

[61] αὐτὴν δὲ τὴν Ἀσίαν καθιστάμενος, Ἰλιέας μὲν καὶ Χίους καὶ Λυκίους καὶ Ῥοδίους καὶ Μαγνησίαν καί τινας ἄλλους, ἢ συμμαχίας ἀμειβόμενος, ἢ ὧν διὰ προθυμίαν ἐπεπόνθεσαν οὗ ἕνεκα, ἐλευθέρους ἠφίει καὶ Ῥωμαίων ἀνέγραφε φίλους, ἐς δὲ τὰ λοιπὰ πάντα στρατιὰν περιέπεμπεν. καὶ τοὺς θεράποντας, οἷς ἐλευθερίαν ἐδεδώκει Μιθριδάτης, ἐκήρυττεν αὐτίκα ἐς τοὺς δεσπότας ἐπανιέναι. πολλῶν δὲ ἀπειθούντων, καὶ πόλεων τινῶν ἀφισταμένων, ἐγίγνοντο σφαγαὶ κατὰ πλῆθος ἐλευθέρων τε καὶ θεραπόντων ἐπὶ ποικίλαις προφάσεσι, τείχη τε πολλῶν καθῃρεῖτο, καὶ συχνὰ τῆς Ἀσίας ἠνδραποδίζετο καὶ διηρπάζετο. οἵ τε καππαδοκίσαντες ἄνδρες ἢ πόλεις ἐκολάζοντο πικρῶς, καὶ μάλιστα αὐτῶν Ἐφέσιοι, σὺν αἰσχρᾷ κολακείᾳ ἐς τὰ Ῥωμαίων ἀναθήματα ὑβρίσαντες. ἐπὶ δὲ τοῖσδε καὶ κήρυγμα περιῄει, τοὺς ἐν ἀξιώσει κατὰ πόλιν ἐς ἡμέραν ῥητὴν πρὸς τὸν Σύλλαν ἀπαντᾶν ἐς Ἔφεσον. καὶ συνελθοῦσιν αὐτοῖς ἐπὶ βήματος ἐδημηγόρησεν οὕτως.

[62] ἡμεῖς στρατῷ πρῶτον ἐς Ἀσίαν παρήλθομεν Ἀντιόχου τοῦ Σύρων βασιλέως πορθοῦντος ὑμᾶς. ἐξελάσαντες δ᾽ αὐτόν, καὶ τὸν Ἅλυν καὶ Ταῦρον αὐτῷ θέμενοι τῆς ἀρχῆς ὅρον, οὐ κατέσχομεν ὑμῶν ἡμετέρων ἐξ ἐκείνου γενομένων, ἀλλὰ μεθήκαμεν αὐτονόμους, πλὴν εἴ τινας Εὐμένει καὶ Ῥοδίοις συμμαχήσασιν ἡμῖν ἔδομεν, οὐχ ὑποτελεῖς ἀλλ᾽ ἐπὶ προστάταις εἶναι. τεκμήριον δ᾽ ὅτι Λυκίους αἰτιωμένους τι Ῥοδίων ἀπεστήσαμεν. ἡμεῖς μὲν δὴ τοιοίδε περὶ ὑμᾶς γεγόναμεν: ὑμεῖς δέ, Ἀττάλου τοῦ φιλομήτορος τὴν ἀρχὴν ἡμῖν ἐν διαθήκαις καταλιπόντος, Ἀριστονίκῳ καθ᾽ ἡμῶν τέτταρσιν ἔτεσι συνεμαχεῖτε, μέχρι καὶ Ἀοιστόνικος ἑάλω καὶ ὑμῶν οἱ πλείους ες ἀνάγκην καὶ φόβον περιήλθετε. καὶ ὧδε πράσσοντες ὅμως, ἔτεσιν εἴκοσι καὶ τέτταρσιν ἐς μέγα περιουσίας καὶ κάλλους κατασκευῆς ἰδιωτικῆς τε καὶ δημοσίας προελθόντες, ὑπὸ εἰρήνης καὶ τρυφῆς ἐξυβρίσατε αὖθις, καὶ τὴν ἀσχολίαν ἡμῶν τὴν ἀμφὶ τὴν Ἰταλίαν φυλάξαντες οἱ μὲν ἐπηγάγεσθε Μιθριδάτην, οἱ δ᾽ ἐλθόντι συνέθεσθε. ὃ δ᾽ ἐστὶ πάντων μιαρώτατον, ὑπέστητε αὐτῷ μιᾶς ἡμέρας τοὺς Ἰταλιώτας ἅπαντας αὐτοῖς παισὶ καὶ μητράσιν ἀναιρήσειν, καὶ οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων διὰ τοὺς ὑμετέρους θεοὺς ἐφείσασθε. ἐφ᾽ οἷς ἔδοτε μέν τινα καὶ αὐτῷ Μιθριδάτῃ δίκην, ἀπίστῳ τε ἐς ὑμᾶς γενομένῳ, καὶ φόνου καὶ δημεύσεων ἐμπλήσαντι ὑμᾶς, καὶ γῆς ἀναδασμοὺς ἐργασαμένῳ καὶ χρεῶν ἀποκοπὰς καὶ δούλων ἐλευθερώσεις, καὶ τυράννους ἐπ᾽ ἐνίοις, καὶ λῃστήρια πολλὰ ἀνά τε γῆν καὶ θάλασσαν, ὡς εὐθὺς ὑμᾶς ἔχειν ἐν πείρᾳ καὶ παραβολῇ οἵους ἀνθ᾽ οἵων προστάτας ἐπελέγεσθε. ἔδοσαν δέ τινα καὶ ἡμῖν δίκην οἱ τῶνδε ἄρξαντες. ἀλλὰ δεῖ καὶ κοινὴν ὑμῖν ἐπιτεθῆναι τοιάδε ἐργασαμένοις: ἣν εἰκὸς μὲν ἦν ὁμοίαν οἷς ἐδράσατε γενέσθαι, μή ποτε δὲ Ῥωμαῖοι σφαγὰς ἀσεβεῖς ἢ δημεύσεις ἀβούλους ἢ δούλων ἐπαναστάσεις, ἢ ὅσα ἄλλα βαρβαρικά, μηδ᾽ ἐπὶ νοῦν λάβοιεν. φειδοῖ δὲ γένους ἔτι καὶ ὀνόματος Ἑλληνικοῦ καὶ δόξης τῆς ἐπὶ τῇ Ἀσίᾳ, καὶ τῆς φιλτάτης Ῥωμαίοις εὐφημίας οὕνεκα, μόνους ὑμῖν ἐπιγράφω πέντε ἐτῶν φόρους ἐσενεγκεῖν αὐτίκα, καὶ τὴν τοῦ πολέμου δαπάνην, ὅση τε γέγονέ μοι καὶ ἔσται καθισταμένῳ τὰ ὑπόλοιπα. διαιρήσω δὲ ταῦθ᾽ ἑκάστοις ἐγὼ κατὰ πόλεις, καὶ τάξω προθεσμίαν ταῖς ἐσφοραῖς, καὶ τοῖς οὐ φυλάξασιν ἐπιθήσω δίκην ὡς πολεμίοις.

[63] τοσάδε εἰπὼν ἐπιδιῄρει τοῖς πρέσβεσι τὴν ζημίαν, καὶ ἐπὶ τὰ χρήματα ἔπεμπεν. αἱ δὲ πόλεις ἀποροῦσαί τε καὶ δανειζόμεναι μεγάλων τόκων, αἱ μὲν τὰ θέατρα τοῖς δανείζουσιν, αἱ δὲ τὰ γυμνάσια ἢ τεῖχος ἢ λιμένας ἢ εἴ τι δημόσιον ἄλλο, σὺν ὕβρει στρατιωτῶν ἐπειγόντων, ὑπετίθεντο. τὰ μὲν δὴ χρήματα ὧδε τῷ Σύλλᾳ συνεκομίζετο, καὶ κακῶν ἄδην εἶχεν ἡ Ἀσία: ἐπέπλει δ᾽ αὐτὴν καὶ λῃστήρια πολύανδρα φανερῶς, στόλοις ἐοικότα μᾶλλον ἢ λῃσταῖς, Μιθριδάτου μὲν αὐτὰ πρώτου καθέντος ἐς τὴν θάλασσαν, ὅτε πάνθ᾽ ὡς οὐκ ἐς πολὺ καθέξων ἐλυμαίνετο, πλεονάσαντα δ᾽ ἐς τότε μάλιστα, καὶ οὐ τοῖς πλέουσι μόνοις ἀλλὰ καὶ λιμέσι καὶ χωρίοις καὶ πόλεσιν ἐπιχειροῦντα φανερῶς. Ἰασσός γέ τοι καὶ Σάμος καὶ Κλαζομεναὶ καὶ Σαμοθρᾴκη Σύλλα παρόντος ἐλήφθησαν, καὶ τὸ ἱερὸν ἐσυλήθη τὸ Σαμοθρᾴκιον χιλίων ταλάντων κόσμον, ὡς ἐνομίζετο. ὁ δέ, εἴτε ἑκὼν ὡς ἁμαρτόντας ἐνυβρίζεσθαι καταλιπών, εἴτ᾽ ἐπὶ τὴν ἐς Ῥώμην στάσιν ἐπειγόμενος, ἐς τὴν Ἑλλάδα καὶ ἀπ᾽ αὐτῆς ἐς τὴν Ἰταλίαν μετὰ τοῦ πλείονος στρατοῦ διέπλει. καὶ τὰ μὲν ἀμφὶ Σύλλαν ἐν τοῖς Ἐμφυλίοις ἀναγέγραπται,

[64] ἄρχεται δ᾽ ὁ δεύτερος Ῥωμαίων τε καὶ Μιθριδάτου πόλεμος ἐνθένδε.

Μουρήνας μὲν ὑπὸ Σύλλα σὺν δύο τέλεσι τοῖς Φιμβρίου καθίστασθαι τὰ λοιπὰ τῆς Ἀσίας ὑπελέλειπτο, καὶ πολέμων ἀφορμὰς ἠρεσχήλει δι᾽ ἐπιθυμίαν θριάμβου: Μιθριδάτης δ᾽ ἐς τὸν Πόντον ἐσπλεύσας Κόλχοις καὶ Βοσποριανοῖς ἀφισταμένοις ἐπολέμει. ὧν Κόλχοι τὸν υἱὸν παρ᾽ αὐτοῦ, Μιθριδάτην, βασιλέα σφίσιν ᾐτοῦντο δοθῆναι, καὶ λαβόντες αὐτίκα ὑπήκουσαν. ὑποπτεύσας δ᾽ ὁ βασιλεὺς τόδε πρὸς τοῦ παιδὸς αὐτοῦ βασιλείας ἐπιθυμοῦντος γενέσθαι, καλέσας αὐτὸν ἔδησεν ἐν πέδαις χρυσαῖς καὶ μετ᾽ οὐ πολὺ ἀπέκτεινε, πολλὰ χρήσιμόν οἱ περὶ τὴν Ἀσίαν ἐν τοῖς πρὸς Φιμβρίαν ἀγῶσι γενόμενον. ἐπὶ δὲ Βοσποριανοὺς ναῦς τε συνεπήγνυτο καὶ στρατὸν ἡτοιμάζετο πολύν, ὡς τὸ μέγεθος αὐτοῦ τῆς παρασκευῆς δόξαν ἐγεῖραι ταχεῖαν, οὐκ ἐπὶ Βοσποριανοῖς ἀλλ᾽ ἐπὶ Ῥωμαίοις τάδε συλλέγεσθαι. οὐ γάρ πω οὐδ᾽ Ἀριοβαρζάνῃ πᾶσαν ἐβεβαίου Καππαδοκίαν, ἀλλ᾽ ἔστιν αὐτῆς ἃ καὶ τότε κατεῖχεν. Ἀρχέλαόν τε ἐν ὑποψίαις ἐτίθετο ὡς πολλὰ πέρα τοῦ δέοντος κατὰ τὴν Ἑλλάδα ἐν ταῖς διαλύσεσιν ἐπιχωρήσαντα τῷ Σύλλᾳ. ὧν ὁ Ἀρχέλαος αἰσθανόμενός τε καὶ δείσας ἐς Μουρήναν ἔφυγε, καὶ παροξύνας αὐτὸν ἔπεισε Μιθριδάτῃ προεπιχειρεῖν. Μουρήνας μὲν δὴ διὰ Καππαδοκίας αὐτίκα ἐσβαλὼν ἐς Κόμανα, κώμην ὑπὸ τῷ Μιθριδάτῃ μεγίστην, σεβάσμιον ἱερὸν καὶ πλούσιον ἔχουσαν, ἱππέας τινὰς ἔκτεινε τοῦ Μιθριδάτου, καὶ πρέσβεσιν αὐτοῦ τὰς συνθήκας προτείνουσιν οὐκ ἔφη συνθήκας ὁρᾶν: οὐ γὰρ συνεγέγραπτο Σύλλας, ἀλλ᾽ ἔργῳ τὰ λεχθέντα βεβαιώσας ἀπήλλακτο. ταῦτα δ᾽ εἰπὼν ὁ Μουρήνας εὐθέως ἐλεηλάτει, καὶ οὐδὲ τῶν ἱερῶν χρημάτων ἀποσχόμενος ἐχείμαζεν ἐν Καππαδοκίᾳ.

[65] Μιθριδάτης δ᾽ ἐς Ῥώμην ἔπεμπε πρός τε τὴν βουλὴν καὶ πρὸς Σύλλαν, αἰτιώμενος ἃ ποιεῖ Μουρήνας. ὁ δ᾽ ἐν τούτῳ τὸν Ἅλυν ποταμὸν περάσας, μέγαν τε ὄντα καὶ δύσπορον τότε μάλιστα αὐτῷ γενόμενον ὑπ᾽ ὄμβρων, τετρακοσίας τοῦ Μιθριδάτου κώμας ἐπέτρεχεν, οὐκ ἀπαντῶντος ἐς οὐδὲν αὐτῷ τοῦ βασιλέως, ἀλλὰ τὴν πρεσβείαν ἀναμένοντος. λείας δὲ πολλῆς καταγέμων ἐς Φρυγίαν καὶ Γαλατίαν ἐπανῄει, ἔνθα αὐτῷ Καλίδιος, ἐπὶ ταῖς Μιθριδάτου μέμψεσι πεμφθεὶς ἀπὸ Ῥώμης, ψήφισμα μὲν οὐδὲν ἐπέδωκεν, ἔφη δ᾽ ἐς ἐπήκοον ἐν μέσῳ τὴν βουλὴν αὐτῷ κελεύειν φείδεσθαι τοῦ βασιλέως ὄντος ἐνσπόνδου. ταῦτα δ᾽ εἰπὼν ὤφθη διαλεγόμενος αὐτῷ μόνῳ, καὶ ὁ Μουρήνας οὐδὲν ἀνεὶς τῆς ὁρμῆς καὶ τότε τὴν γῆν ἐπῄει τὴν τοῦ Μιθριδάτου. ὁ δὲ σαφῶς ὑπὸ Ῥωμαίων ἡγούμενος πολεμεῖσθαι, Γόρδιον ἐς τὰς κώμας ἐσβαλεῖν ἐκέλευσεν. καὶ αὐτίκα ὁ Γόρδιος ὑποζύγιά τε πολλὰ καὶ σκευοφόρα καὶ ἀνθρώπους, ἰδιώτας τε καὶ στρατιώτας, συνήρπαζε, καὶ αὐτῷ Μουρήνᾳ, μέσον λαβὼν ποταμόν, ἀντεκαθέζετο. μάχης δ᾽ οὐδέτερος ἦρχεν, ἕως ἀφίκετο Μιθριδάτης σὺν τῷ πλείονι στρατῷ. καὶ εὐθὺς ἀμφὶ τῷ ποταμῷ μάχη γίγνεται καρτερά. καὶ βιασάμενος ὁ Μιθριδάτης ἐπέρα τὸν ποταμόν, καὶ τἆλλα πολὺ κρείττων τοῦ Μουρήνα γενόμενος. ὁ δ᾽ ἐς λόφον καρτερὸν ἀναφυγών, ἐπιχειροῦντος αὐτῷ τοῦ βασιλέως πολλοὺς ἀποβαλὼν ἔφευγε διὰ τῶν ὀρεινῶν ἐπὶ Φρυγίας, ὁδὸν ἀτριβῆ, βαλλόμενός τε καὶ χαλεπῶς.

[66] ἥ τε νίκη λαμπρὰ καὶ ὀξεῖα ἐξ ἐφόδου γενομένη ταχὺ διέπτη καὶ πολλοὺς ἐς τὸν Μιθριδάτην μετέβαλεν. ὁ δὲ καὶ τὰ ἐν Καππαδοκίᾳ φρούρια τοῦ Μουρήνα πάντα ἐπιδραμών τε καὶ ἐξελάσας ἔθυε τῷ στρατίῳ Διὶ πάτριον θυσίαν ἐπὶ ὄρους ὑψηλοῦ, κορυφὴν μείζονα ἄλλην ἀπὸ ξύλων ἐπιτιθείς. πρῶτοι δ᾽ ἐς αὐτὴν οἱ βασιλεῖς ξυλοφοροῦσι, καὶ περιθέντες ἑτέραν ἐν κύκλῳ βραχυτέραν τῇ μὲν ἄνω γάλα καὶ μέλι καὶ οἶνον καὶ ἔλαιον καὶ θυμιάματα πάντα ἐπιφοροῦσι, τῇ δ᾽ ἐπιπέδῳ σῖτόν τε καὶ ὄψον ἐς ἄριστον τοῖς παροῦσιν ἐπιτιθέντες, οἷόν τι καὶ ἐν Πασαργάδαις ἐστὶ τοῖς Περσῶν βασιλεῦσι θυσίας γένος, ἅπτουσι τὴν ὕλην. ἡ δ᾽ αἰθομένη διὰ τὸ μέγεθος τηλοῦ τε χιλίων σταδίων γίγνεται τοῖς πλέουσι καταφανής, καὶ πελάσαι φασὶν ἐς πολλὰς ἡμέρας, αἰθομένου τοῦ ἀέρος, οὐ δυνατὸν εἶναι.

ὁ μὲν δὴ τὴν θυσίαν ἦγε πατρίῳ νόμῷ: Σύλλα δ᾽ οὐκ ἀξιοῦντος Μιθριδάτην ἔνσπονδον πολεμεῖσθαι, Αὖλος Γαβίνιος ἐπέμφθη Μουρήνᾳ μὲν ἀληθῆ τήνδε προαγόρευσιν ἐρῶν, μὴ πολεμεῖν Μιθριδάτῃ, Μιθριδάτην δὲ καὶ Ἀριοβαρζάνην ἀλλήλοις συναλλάξων. ὁ δὲ Μιθριδάτης ἐν τῇδε τῇ συνόδῳ παιδίον τετραετὲς ἐγγυήσας τῷ Ἀριοβαρζάνῃ, καὶ ἐπὶ τῇδε προφάσει λαβὼν ἔχειν Καππαδοκίας ὅσα τε εἶχε καὶ ἕτερα ἐπ᾽ ἐκείνοις, εἱστία πάντας, καὶ χρυσίον ἐπὶ τε τῇ κύλικι καὶ τῇ τροφῇ καὶ ἐπὶ σκώμμασι καὶ ἐπὶ ᾠδῇ πᾶσιν, ὥσπερ εἰώθει, προυτίθει: οὗ μόνος Γαβίνιος οὐχ ἥψατο. ὁ μὲν δὴ δεύτερος Μιθριδάτῃ καὶ Ῥωμαίοις πόλεμος τρίτῳ μάλιστα ἔτει ἐς τοῦτο διελύετο.

ΚΕΦΑΛΑΙΟΝ 10

[67] καὶ σχολὴν ἄγων ὁ Μιθριδάτης Βόσπορον ἐχειροῦτο, καὶ βασιλέα αὐτοῖς τῶν υἱέων ἕνα ἀπεδείκνυ Μαχάρην. ἐς δ᾽ Ἀχαιοὺς τοὺς ὑπὲρ Κόλχους ἐσβαλών, οἳ δοκοῦσιν εἶναι τῶν ἐκ Τροίας κατὰ τὴν ἐπάνοδον πλανηθέντων, δύο μέρη τοῦ στρατοῦ πολέμῳ τε καὶ κρύει καὶ ἐνέδραις ἀποβαλὼν ἐπανῆλθε, καὶ ἐς Ῥώμην ἔπεμπε τοὺς συγγραψομένους τὰ συγκείμενα. ἔπεμπε δὲ καὶ Ἀριοβαρζάνης, εἴθ᾽ ἑκὼν εἴτε πρὸς τινῶν ἐνοχλούμενος, οὐκ ἀπολαμβάνειν Καππαδοκίαν, ἀλλὰ τὸ πλέον αὐτῆς ἔτι Μιθριδάτην ἀφαιρεῖσθαι. Μιθριδάτης μὲν οὖν, Σύλλα κελεύοντος αὐτῷ μεθεῖναι Καππαδοκίαν, μεθῆκε, καὶ ἑτέραν πρεσβείαν ἐπέπεμπεν ἐπὶ τὰς τῶν συνθηκῶν συγγραφάς: ἤδη δὲ Σύλλα τεθνεῶτος, οὐκ ἐπαγόντων αὐτὴν ὡς ἐν ἀσχολίᾳ τῶν προβούλων ἐπὶ τὸ κοινόν, Τιγράνη τὸν γαμβρὸν Μιθριδάτης ἔπεισεν ἐς Καππαδοκίαν ἐμβαλεῖν ὥσπερ ἀφ᾽ ἑαυτοῦ. καὶ τὸ μὲν σόφισμα οὐκ ἔλαθε Ῥωμαίους, ὁ δ᾽ Ἀρμένιος Καππαδοκίαν σαγηνεύσας ἐς τριάκοντα μυριάδας ἀνθρώπων ἀνασπάστους ἐς Ἀρμένιαν ἐποίησε, καὶ συνῴκιζεν αὐτοὺς μεθ᾽ ἑτέρων ἔς τι χωρίον ἔνθα πρῶτον Ἀρμενίας τὸ διάδημα αὐτὸς περιεθήκατο, καὶ Τιγρανόκερτα ἀφ᾽ ἑαυτοῦ προσεῖπεν: δύναται δ᾽ εἶναι Τιγρανόπολις.

[68] καὶ τάδε μὲν ἦν ἐν Ἀσίᾳ: Σερτώριος δ᾽ Ἰβηρίας ἡγούμενος αὐτήν τε Ἰβηρίαν καὶ τὰ περίοικα πάντα ἐπὶ Ῥωμαίους ἀνίστη, καὶ βουλὴν ἐκ τῶν οἱ συνόντων, ἐς μιμημα τῆς συγκλήτου, κατέλεγεν. δύο δ᾽ αὐτοῦ τῶν στασιωτῶν, Λεύκιοι, Μάγιός τε καὶ Φάννιος, Μιθριδάτην ἔπειθον συμμαχῆσαι τῷ Σερτωρίῳ, πολλὰ περὶ τῆς Ἀσίας αὐτὸν καὶ τῶν ἐγγὺς ἐθνῶν ἐπελπίζοντες. ὁ μὲν δὴ πεισθεὶς ἐς τὸν Σερτώριον ἔπεμψεν: ὁ δὲ τοὺς πρέσβεις ἐς τὴν ἑαυτοῦ σύγκλητον παραγαγών τε, καὶ μεγαλοφρονησάμενος ὅτι τὸ κλέος αὐτοῦ καὶ ἐς τὸν Πόντον διίκετο καὶ Ῥωμαίους ἕξοι πολιορκεῖν ἀπό τε δύσεως καὶ ἐξ ἀνατολῆς, συνετίθετο τῷ Μιθριδάτῃ δώσειν Ἀσίαν τε καὶ Βιθυνίαν καὶ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν, στρατηγόν τε αὐτῷ Μᾶρκον Οὐάριον καὶ συμβούλους τοὺς Λευκίους, Μάγιόν τε καὶ Φάννιον, ἔπεμψεν. μεθ᾽ ὧν ὁ Μιθριδάτης ἐξέφαινε τὸν τρίτον καὶ τελευταῖόν οἱ γενόμενον ἐς Ῥωμαίους πόλεμον, ἐν ᾧ πᾶσαν ἀπώλεσε τὴν ἀρχὴν Σερτωρίου μὲν ἀποθανόντος, ἐν Ἰβηρίᾳ, ἐπιπεμφθέντων δέ οἱ στρατηγῶν ἀπὸ Ῥώμης προτέρου Λευκόλλου τοῦδε τοῦ νεναυαρχηκότος Σύλλᾳ, ὑστέρου δὲ Πομπηίου, ἐφ᾽ ὅτου πάντα ὅσα ἦν Μιθριδάτου καὶ ὅσα αὐτοῖς γειτονεύοντα, μέχρι ἐπὶ ποταμὸν Εὐφράτην, προφάσει καὶ ὁρμῇ τοῦ Μιθριδατείου πολέμου ἐς Ῥωμαίους ἅπαντα περιηνέχθη.

[69] Μιθριδάτης μὲν οὖν, οἷα Ῥωμαίων πολλάκις ἐς πεῖραν ἐλθών, καὶ τόνδε μάλιστα τὸν πόλεμον ἡγούμενος, ἀπροφασίστως δὴ καὶ ὀξέως γενόμενον, ἄσπειστον ἕξειν, πᾶσαν ἐπενόει παρασκευὴν ὡς ἄρτι δὴ κριθησόμενος περὶ ἁπάντων. καὶ τὸ λοιπὸν τοῦ θέρους καὶ τὸν χειμῶνα ὅλον ὑλοτομῶν ἐπήγνυτο ναῦς καὶ ὅπλα, καὶ σίτου διακοσίας μεδίμνων μυριάδας ἐπὶ θαλάσσῃ διετίθει. σύμμαχοί τε αὐτῷ προσεγίγνοντο, χωρὶς τῆς προτέρας δυνάμεως, Χάλυβες Ἀρμένιοι Σκύθαι Ταῦροι Ἀχαιοὶ Ἡνίοχοι Λευκόσυροι, καὶ ὅσοι περὶ Θερμώδοντα ποταμὸν γῆν ἔχουσι τὴν Ἀμαζόνων λεγομένην. τοσαῦτα μὲν ἐπὶ τοῖς προτέροις αὐτῷ περὶ τὴν Ἀσίαν προσεγίγνετο, περάσαντι δ᾽ ἐς τὴν Εὐρώπην Σαυροματῶν οἵ τε βασίλειοι καὶ Ἰάζυγες καὶ Κόραλλοι, καὶ Θρᾳκῶν ὅσα γένη παρὰ τὸν Ἴστρον ἢ Ῥοδόπην ἢ τὸν Αἷμον οἰκοῦσι, καὶ ἐπὶ τοῖσδε Βαστέρναι, τὸ ἀλκιμώτατον αὐτῶν γένος. τοσάδε μὲν δὴ καὶ τῆς Εὐρώπης τότε προσελάμβανεν ὁ Μιθριδάτης. καὶ μυριάδες ἐκ πάντων ἐς τὸ μάχιμον αὐτῷ συνελέγοντο τεσσαρεσκαίδεκα μάλιστα πεζῶν, καὶ ἱππεῖς ἐπὶ μυρίοις ἑξακισχίλιοι. πολὺς δὲ καὶ ἄλλος ὅμιλος ὁδοποιῶν καὶ σκευοφόρων εἵπετο καὶ ἐμπόρων.

[70] ἀρχομένου δ᾽ ἦρος ἀπόπειραν τοῦ ναυτικοῦ ποιησάμενος, ἔθυε τῷ στρατίῳ Διὶ τὴν συνήθη θυσίαν, καὶ Ποσειδῶνι λευκῶν ἵππων ἅρμα καθεὶς ἐς τὸ πέλαγος ἐπὶ Παφλαγονίας ἠπείγετο, στρατηγούντων αὐτῷ Ταξίλου τε καὶ Ἑρμοκράτους. ὡς δ᾽ ἀφίκετο, ἐδημηγόρησε τῷ στρατῷ περί τε τῶν προγόνων μάλα σεμνολόγως καὶ περὶ αὑτοῦ μεγαληγόρως, ὅτι τὴν ἀρχὴν ἐκ βραχέος ἐπὶ πλεῖστον προαγαγὼν οὔποτε Ῥωμαίων ἡττηθείη παρών. εἶτα κατηγόρησεν αὐτῶν ἐς πλεονεξίαν καὶ ἀμετρίαν, ὑφ᾽ ἧς, ἔφη, καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτὴν δεδούλωνται. καὶ τὰς γενομένας οἱ τελευταίας συνθήκας ἐπέφερεν ὡς οὐκ ἐθέλουσιν ἀναγράψασθαι, καιροφυλακοῦντες αὖθις ἐπιθέσθαι. καὶ τοῦτο αἴτιον τοῦ πολέμου τιθέμενος, ἐπῆγε τὴν ἑαυτοῦ στρατιὰν ὅλην καὶ παρασκευήν, καὶ Ῥωμαίων ἀσχολίαν πολεμουμένων ὑπὸ Σερτωρίου κατὰ κράτος ἐν Ἰβηρίᾳ καὶ στασιαζόντων ἐς ἀλλήλους ἀνὰ τὴν Ἰταλίαν. ‘διὸ καὶ τῆς θαλάσσης,’ ἔφη, ‘καταφρονοῦσι λῃστευομένης πολὺν ἤδη χρόνον, καὶ σύμμαχος αὐτοῖς οὐδείς ἐστιν, οὐδ᾽ ὑπήκοος ἑκούσιος ἔτι. οὐχ ὁρᾶτε δ᾽ αὐτῶν,’ ἔφη, ‘καὶ τοὺς ἀρίστους,’ ἐπιδεικνὺς Οὐάριόν τε καὶ τοὺς Λευκίους, ‘πολευίους μὲν ὄντας τῇ πατρίδι, συμμάχους δ᾽ ἡμῖν;’

[71] ταῦτ᾽ εἰπὼν καὶ τὸν στρατὸν ἐρεθίσας ἐνέβαλεν ἐς Βιθυνίαν, Νικομήδους ἄρτι τεθνεῶτος ἄπαιδος καὶ τὴν ἀρχὴν Ῥωμαίοις ἀπολιπόντος. Κόττας δ᾽ ἡγούμενος αὐτῆς, ἀσθενὴς τὰ πολέμια πάμπαν, ἔφυγεν ἐς Χαλκηδόνα μεθ᾽ ἧς εἶχε δυνάμεως. καὶ Βιθυνία μὲν ἦν αὖθις ὑπὸ τῷ Μιθριδάτῃ, τῶν πανταχοῦ Ῥωμαίων ἐς Χαλκηδόνα πρὸς Κότταν συνθεόντων. ἐπιόντος δὲ καὶ τῇ Χαλκηδόνι τοῦ Μιθριδάτου, Κόττας μὲν ὑπ᾽ ἀπραξίας οὐ προῄει, Νοῦδος δὲ ὁ ναύαρχος αὐτοῦ, σὺν μέρει τινὶ στρατοῦ τὰ ὀχυρώτατα τοῦ πεδίου καταλαβὼν καὶ ἐξελαθείς, ἔφυγεν ἐπὶ τὰς πύλας τῆς Χαλκηδόνος διὰ θριγκίων πολλῶν πάνυ δυσχερῶς. ἀμφί τε τὰς πύλας ὠθισμὸς ἦν ἐσπηδώντων ὁμοῦ: ὅθεν οὐδὲν τοῖς διώκουσιν αὐτοὺς βέλος ἠτύχει. ὡς δὲ καὶ περὶ τῶν πυλῶν δείσαντες οἱ φύλακες τὰ κλεῖθρα καθῆκαν ἐς αὐτὰς ἀπὸ μηχανῆς, Νοῦδον μὲν καὶ τῶν ἄλλων ἡγεμόνων τινὰς καλῳδίοις ἀνιμήσαντο, οἱ δὲ λοιποὶ μεταξὺ τῶν τε φίλων καὶ τῶν πολεμίων ἀπώλλυντο, τὰς χεῖρας ἐς ἑκατέρους ὀρέγοντες. ὅ τε Μιθριδάτης τῇ φορᾷ τῆς εὐτυχίας χρώμενος ἐπῆγεν αὐτῆς ἡμέρας ἐπὶ τὸν λιμένα τὰς ναῦς, καὶ τὸ κλεῖθρον ἁλύσει χαλκῇ δεδεμένον ἀπορρήξας τέσσαρας μὲν ἐνέπρησε τῶν πολεμίων, τὰς δὲ λοιπὰς ἑξήκοντα ἀνεδήσατο, οὐδὲν οὔτε Νούδου κωλύοντος ἔτι οὔτε Κόττα, ἀλλ᾽ ἐς τὰ τείχη συγκεκλεισμένων. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἐς τρισχιλίους, καὶ Λεύκιος Μάλλιος, ἀνὴρ ἀπὸ βουλῆς, Μιθριδάτου δὲ Βαστερνῶν τῶν πρώτων ἐσπεσόντων ἐς τὸν λιμένα εἴκοσιν.

ΚΕΦΑΛΑΙΟΝ 11

[72] Λεύκιος δὲ Λεύκολλος ὑπατεύειν καὶ στρατηγεῖν αἱρεθεὶς τοῦδε τοῦ πολέμου τέλος μέν τι στρατιωτῶν ἦγεν ἐκ Ῥώμης, δύο δ᾽ ἄλλα τὰ Φιμβρίου καὶ ἐπ᾽ αὐτοῖς ἕτερα δύο προσλαβών, σύμπαντας ἔχων πεζοὺς τρισμυρίους καὶ ἱππέας ἐς χιλίους ἐπὶ ἑξακοσίοις, παρεστρατοπέδευε τῷ Μιθριδάτῃ περὶ Κύζικον. καὶ δι᾽ αὐτομόλων ἐπιγνοὺς εἶναι τῷ βασιλεῖ στρατιὰν μὲν ἀνδρῶν ἀμφὶ μυριάδας τριάκοντα, ἀγορὰν δὲ εἴ τι σιτολογοῦντες ἢ ἐκ θαλάσσης λάβοιεν, ἔφη πρὸς τοὺς ἀμφ᾽ αὑτὸν ἀμαχὶ λήψεσθαι τοὺς πολεμίους αὐτίκα, καὶ τοῦ ἐπαγγέλματος αὐτοῖς ἐνεκελεύετο μνημονεύειν. ὄρος δὲ ἰδὼν εὔκαιρον ἐς στρατοπεδείαν, ὅθεν αὐτὸς μὲν εὔπορήσειν ἔμελλεν ἀγορᾶς, τοὺς δὲ πολεμίους ἀποκλείσειν, ἐπεχείρει καταλαβεῖν ὡς ἐν τῷδε τὴν νίκην ἀκίνδυνον ἕξων. μιᾶς δ᾽ οὔσης ἐς αὐτὸ διόδου στενῆς, ὁ Μιθριδάτης αὐτὴν ἐφύλαττεν ἐγκρατῶς, ὧδε καὶ Ταξίλου καὶ τῶν ἄλλων ἡγεμόνων αὐτῷ παραινοῦντων. Λεύκιος δὲ Μάγιος ὁ Σερτωρίῳ καὶ Μιθριδάτῃ τὰ ἐς ἀλλήλους διαιτήσας, ἀνῃρημένου τοῦ Σερτωρίου πρὸς Λεύκολλον ἐπεπόμφει κρύφα, καὶ πίστιν λαβὼν μετέπειθε τὸν Μιθριδάτην ὑπεριδεῖν Ῥωμαίων παροδευόντων τε καὶ στρατοπεδευόντων ὅπῃ θελήσειαν. τὰ γὰρ ὑπὸ Φιμβρίᾳ γενόμενα δύο τέλη βουλεύειν αὐτομολίαν, καὶ αὐτίκα τῷ βασιλεῖ προσέσεσθαι: τί οὖν χρῄζειν αὐτὸν ἀγῶνος καὶ φόνου, δυνάμενον ἀμαχὶ κρατῆσαι τῶν πολεμίων; οἷς ὁ Μιθριδάτης συνθέμενος ἀνοήτως μάλα καὶ ἀνυπόπτως, περιεῖδε Ῥωμαίους διὰ στενοῦ παροδεύοντας ἀδεῶς καὶ ἐπιτειχίζοντας αὑτῷ μέγα ὄρος, οὗ κρατοῦντες αὐτοὶ μὲν ὄπισθεν ἔμελλον ἀγορὰν ἀδεῶς ἐπάξεσθαι, Μιθριδάτην δὲ λίμνῃ καὶ ὄρεσι καὶ ποταμοῖς ἀποκλείσειν τῶν κατὰ γῆν ἁπάντων, ὅ τι μὴ γλίσχρως ποτὲ λάβοι, οὔτε ἐξόδους εὐρείας ἔτι ἔχοντα, οὔτε βιάζεσθαι δυνάμενον ἔτι Λεύκολλον ὑπὸ τῆς δυσχωρίας, ἧς κρατῶν κατεφρόνησεν. ὅ τε χειμὼν ἤδη πλησιάζων ἔμελλε καὶ τῶν ἀπὸ τῆς θαλάσσης αὐτὸν ἐν ἀπορίᾳ καταστήσειν. ἃ θεωρῶν ὁ Λεύκολλος τοὺς φίλους ἀνεμίμνησκε τῆς ὑποσχέσεως, καὶ τὸ ἐπαγγελθὲν ὡς παρὸν ἐδείκνυ.

[73] ὁ δὲ Μιθριδάτης δυνηθεὶς ἂν ἴσως καὶ τότε διὰ τὸ πλῆθος διὰ μέσων ὤσασθαι τῶν πολεμίων, τούτου μὲν ὑπερεῖδε, Κυζίκῳ δὲ οἷς παρεσκεύασε πρὸς πολιορκίαν ἐπετίθετο, νομίσας ἐν τῷδε διορθώσειν τὴν δυσχωρίαν ὁμοῦ καὶ τὴν ἀπορίαν. οἷα δὲ εὐπορῶν στρατοῦ πολλοῦ, πᾶσιν ἔργοις ἐπεχείρει, τόν τε σταθμὸν ἀποτειχίζων τείχει διπλῷ, καὶ τὰ λοιπὰ τῆς πόλεως ἀποταφρεύων. χώματά τε ἤγειρε πολλά, καὶ μηχανὰς ἐπήγνυτο, πύργους καὶ χελώνας κριοφόρους, ἑλέπολίν τε ἑκατὸν πήχεων, ἐξ ἧς ἕτερος πύργος ἐπῇρτο καταπέλτας καὶ λίθους καὶ βέλη ποικίλα ἀφιείς. κατὰ δὲ τοὺς λιμένας δύο πεντήρεις ἐζευγμέναι πύργον ἕτερον ἔφερον, ἐξ οὗ γέφυρα, ὁπότε προσπελάσειαν ἐς τὸ τεῖχος, ὑπὸ μηχανῆς ἐξήλλετο. ὡς δ᾽ ἕτοιμα αὐτῷ πάντα ἐγεγένητο, πρῶτα μὲν τρισχιλίους αἰχμαλώτους Κυζικηνοὺς ἐπὶ νεῶν τῇ πόλει προσῆγεν, οἳ χεῖρας ἐς τὸ τεῖχος ὀρέγοντες ἐδέοντο σφῶν κινδυνευόντων φείσασθαι τοὺς πολίτας, μέχρι Πεισίστρατος αὐτοῖς, ὁ στρατηγὸς ὁ τῶν Κυζικηνῶν, ἀπὸ τοῦ τείχους ἐκήρυξε φέρειν τὸ συμβαῖνον ἐγκρατῶς, αἰχμαλώτους γεγονότας.

[74] ὁ δὲ Μιθριδάτης ὡς ἀπέγνω τῆσδε τῆς πείρας, ἐπῆγε τὴν ἐπὶ τῶν νεῶν μηχανήν: καὶ ἥ τε γέφυρα ἐς τὸ τεῖχος ἐξήλατο ἄφνω, καὶ τέσσαρες ἀπ᾽ αὐτῆς ἄνδρες ἐξέδραμον. ᾧ δὴ καὶ μάλιστα καινοτρόπῳ φανέντι καταπλαγέντες οἱ Κυζικηνοὶ ἐπὶ μέν τι ὑπεχώρησαν, οὐκ ὀξέως δὲ ἑτέρων ἐπιδραμόντων ἀνεθάρρησάν τε καὶ τοὺς τέσσαρας κατέωσαν ἐς τὸ ἔξω, ταῖς τε ναυσὶ πῦρ καὶ πίσσαν ἐπιχέαντες ἠνάγκασαν πρύμναν τε κρούσασθαι καὶ ὑποχωρεῖν ὀπίσω μετὰ τοῦ μηχανήματος. ὧδε μὲν δὴ τῶν κατὰ θάλασσαν ἐπενεχθέντων ἐκράτουν οἱ Κυζικηνοί: τρίτα δ᾽ αὐτοῖς ἐπήγετο τῆς αὐτῆς ἡμέρας τὰ ἐν τῇ γῇ μηχανήματα ὁμοῦ πάντα, πονουμένοις τε καὶ μεταθέουσιν ἐς τὸ ἀεὶ βιαζόμενον. τοὺς μὲν οὖν κριοὺς λίθοις ἀπεκαύλιζον ἢ βρόχοις ἀνέκλων ἢ φορμοῖς ἐρίων τῆς βίας ἐξέλυον, τῶν δὲ βελῶν τοῖς μὲν πυρφόροις ὑπήντων ὕδατι καὶ ὄξει, τὰ δ᾽ ἄλλα προβολαῖς ἱματίων ἢ ὀθόναις κεχαλασμέναις τῆς φορᾶς ἀνέλυον, ὅλως τε οὐδὲν προθυμίας ἀνδρὶ δυνατῆς ἐξέλειπον. καὶ τάδε αὐτοῖς φερεπονώτατα δὴ κακοπαθοῦσιν ὅμως γε τοῦ τείχους ἐκαύθη τι καὶ συνέπεσεν ἐς ἑσπέραν. οὐ μὴν ἔφθασέ τις ἐσαλάμενος ἔτι θερμόν, ἀλλ᾽ αὐτὸ νυκτὸς αὐτίκα περιῳκοδόμησαν οἱ Κυζικηνοί. τῶν δὲ αὐτῶν ἡμερῶν πνεῦμα σφοδρὸν ἐπιγενόμενον περιέκλασε τὰ λοιπὰ τῶν μηχανημάτων τοῦ βασιλέως.

[75] λέγεται δ᾽ ἡ πόλις ἐμπροίκιον ὑπὸ Διὸς τῇ κόρῃ δοθῆναι, καὶ σέβουσιν αὐτὴν οἱ Κυζικηνοὶ μάλιστα θεῶν. ἐπελθούσης δὲ τῆς ἑορτῆς, ἐν ᾗ θύουσι βοῦν μέλαιναν, οἱ μὲν οὐκ ἔχοντες ἔπλαττον ἀπὸ σίτου, μέλαινα δὲ βοῦς ἐκ πελάγους πρὸς αὐτοὺς διενήχετο, καὶ τὸ κλεῖθρον τοῦ στόματος ὑποδῦσά τε καὶ ἐς τὴν πόλιν ἐσδραμοῦσα ὥδευσεν ἀφ᾽ ἑαυτῆς ἐς τὸ ἱερὸν καὶ τοῖς βωμοῖς παρέστη. ταύτην μὲν οὖν οἱ Κυζικηνοὶ μετὰ χρηστῆς ἐλπίδος ἔθυον, οἱ δὲ φίλοι τῷ Μιθριδάτῃ συνεβούλευον ὡς ἱερᾶς τῆς πόλεως ἀποπλεῦσαι. ὁ δ᾽ οὐ πεισθεὶς ἐπὶ τὸ Δίνδυμον ὄρος ὑπερκείμενον ἀνῄει, καὶ χῶμα ἀπ᾽ αὐτοῦ ἐς τὴν πόλιν ἔχου, πύργους τε ἐφίστη, καὶ ὑπονόμοις τὸ τεῖχος ἀνεκρήμνη. τοὺς δ᾽ ἵππους ἀχρείους οἱ τότε ὄντας, καὶ ἀσθενεῖς δι᾽ ἀτροφίαν καὶ χωλεύοντας ἐξ ὑποτριβῆς, ἐς Βιθυνίαν περιέπεμπεν: οἷς ὁ Λεύκολλος περῶσι τὸν Ῥύνδακον ἐπιπεσὼν ἔκτεινε πολλούς, καὶ αἰχμαλώτους ἔλαβεν ἄνδρας μὲν ἐς μυρίους καὶ πεντακισχιλίους, ἵππους δ᾽ ἐς ἑξακισχιλίους καὶ σκευοφόρα πολλά.

καὶ τάδε μὲν ἦν περὶ Κύζικον, τῷ δ᾽ αὐτῷ χρόνῳ Φρυγίαν Εὔμαχος Μιθριδάτου στρατηγὸς ἐπιτρέχων ἔκτεινε Ῥωμαίων πολλοὺς μετὰ παίδων καὶ γυναικῶν, Πισίδας τε καὶ Ἰσαύρους ὑπήγετο καὶ Κιλικίαν, μέχρι τῶν τις Γαλατικῶν τετραρχῶν Δηιόταρος ἐπιπολάζοντα αὐτὸν συνεδίωξε καὶ πολλοὺς διέφθειρεν.

[76] καὶ περὶ μὲν Φρυγίαν τοιάδε ἐγίγνετο, Μιθριδάτου δὲ χειμὼν ἐπιγενόμενος ἀφῄρητο καὶ τὴν ἐκ τῆς θαλάττης ἀγοράν, εἴ τις ἦν, ὥστε πάμπαν ὁ στρατὸς ἐλίμωττε, καὶ πολλοὶ μὲν ἀπέθνησκον, εἰσὶ δ᾽ οἳ καὶ σπλάγχνων ἐγεύοντο βαρβαρικῶς: οἱ δ᾽ ἄλλοι ποηφαγοῦντες ἐνόσουν. καὶ τὰ νεκρὰ σφῶν ἀγχοῦ ἄταφα ῥιπτούμενα λοιμὸν ἐπῆγεν ἐπὶ τῷ λιμῷ. διεκαρτέρει δ᾽ ὅμως ὁ Μιθριδάτης, ἐλπίζων ἔτι τὴν Κύζικον αἱρήσειν τοῖς χώμασι τοῖς ἀπὸ τοῦ Δινδύμου. ὡς δὲ καὶ ταῦθ᾽ ὑπεσύροντο οἱ Κυζικηνοί, καὶ τὰς ἐπ᾽ αὐτῶν μηχανὰς ἐπίμπρασαν, καὶ αἰσθήσει τοῦ λιμοῦ πολλάκις ἐπεκθέοντες τοῖς πολεμίοις ἀσθενεστάτοις γεγονόσιν ἐπετίθεντο, δρασμὸν ὁ Μιθριδάτης ἐβούλευε, καὶ ἔφευγε νυκτὸς αὐτὸς μὲν ἐπὶ τῶν νεῶν ἐς Πάριον, ὁ δὲ στρατὸς αὐτοῦ κατὰ γῆν ἐς Λάμψακον. περῶντας δ᾽ αὐτοὺς τὸν Αἴσηπον ὅ τε ποταμὸς τότε μάλιστα ἀρθεὶς μέγας, καὶ ἐπὶ τῷ ποταμῷ Λεύκολλος ἐπιδραμὼν ἔφθειρεν. ὧδε μὲν οἱ Κυζικηνοὶ πολλὴν βασιλέως παρασκευὴν διέφυγον, αὐτοί τε γενναίως ἀγωνισάμενοι, καὶ λιμῷ πιεσθέντος ὑπὸ Λευκόλλου. ἀγῶνά τε αὐτῷ θέμενοι μέχρι νῦν τελοῦσι, τὰ Λευκόλλεια καλούμενα. Μιθριδάτης δὲ τοὺς ἐς Λάμψακον ἐσφυγόντας, ἔτι τοῦ Λευκόλλου περικαθημένου, ναῦς ἐπιπέμψας ἐξεκόμισε σὺν αὐτοῖς Λαμψακηνοῖς. μυρίους δ᾽ ἐπιλέκτους ἐπὶ νεῶν πεντήκοντα Οὐαρίῳ, πεμφθέντι οἱ στρατηγεῖν ὑπὸ Σερτωρίου, καὶ Ἀλεξάνδρῳ τῷ Παφλαγόνι καὶ Διονυσίῳ τῷ εὐνούχῳ καταλιπών, ταῖς πλέοσιν αὐτῶν ἐς Νικομήδειαν ἔπλει. καὶ χειμὼν ἐπιγενόμενος πολλὰς ἑκατέρων διέφθειρεν.

[77] Λεύκολλος δ᾽ ἐπεὶ τὸ κατὰ γῆν εἴργαστο διὰ τοῦ λιμοῦ, ναῦς ἐκ τῆς Ἀσίας ἀγείρας διέδωκε τοῖς ἀμφ᾽ αὑτὸν στρατηγοῦσιν. καὶ Τριάριος μὲν Ἀπάμειαν εἷλεν ἐπιπλεύσας, καὶ πολλὴ τῶν Ἀπαμέων συμφυγόντων ἐς τὰ ἱερὰ ἐγένετο σφαγή: Βάρβας δὲ Προυσιάδα εἷλε τὴν πρὸς τῷ ὄρει, καὶ Νίκαιαν ἔλαβε, τῶν Μιθριδάτου φρουρῶν ἐκφυγόντων. Λεύκολλος δὲ περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα ναῦς εἷλε τῶν πολεμίων. Οὐάριον δὲ καὶ Ἀλέξανδρον καὶ Διονύσιον περὶ Λῆμνον ἐν ἐρήμῃ νήσῳ καταλαβών, ἔνθα δείκνυται βωμὸς Φιλοκτήτου καὶ χαλκοῦς ὄφις καὶ τόξα καὶ θώραξ ταινίαις περίδετος, μνῆμα τῆς ἐκείνου πάθης, ἐπέπλει μὲν αὐτοῖς ῥοθίῳ τε πολλῷ καὶ μετὰ καταφρονήσεως, εὐσταθῶς δ᾽ ἐκείνων ὑπομενόντων ἔστησε τὴν εἰρεσίαν, καὶ κατὰ δύο ναῦς ἐπιπέμπων ἠρέθιζεν ἐς ἔκπλουν. οὐ σαλευόντων δ᾽ ἐκείνων ἀλλ᾽ ἀπὸ γῆς ἀμυνομένων, περιέπλευσε τὴν νῆσον ἑτέραις ναυσί, καὶ πεζοὺς ἐς αὐτὴν ἐκβιβάσας συνήλασε τοὺς ἐχθροὺς ἐπὶ τὰς ναῦς. οἱ δ᾽ ἐς μὲν τὸ πέλαγος οὐκ ἠφίεσαν, τὸν Λευκόλλου στρατὸν δεδιότες, παρὰ δὲ τὴν γῆν πλέοντες, ἔκ τε τῆς γῆς καὶ τῆς θαλάσσης ἀμφίβολοι γιγνόμενοι κατετιτρώσκοντο, καὶ φόνος πολὺς ἦν αὐτῶν καὶ φυγή. ἐλήφθησαν δ᾽ ἐν σπηλαίῳ κρυπτόμενοι Οὐάριός τε καὶ Ἀλέξανδρος καὶ Διονύσιος ὁ εὐνοῦχος. καὶ αὐτῶν ὁ μὲν Διονύσιος, πιὼν ὅπερ ἤγετο φάρμακον, αὐτίκα ἀπέθανε, Οὐάριον δ᾽ ἀναιρεθῆναι προσέταξε Λεύκολλος: οὐ γὰρ ἐδόκει Ῥωμαῖον ἄνδρα βουλευτὴν θριαμβεύειν. Ἀλέξανδρος δὲ ἐς τὴν πομπὴν ἐφυλάσσετο. καὶ Λεύκολλος περὶ τῶνδε Ῥωμαίοις ἐπέστελλε, τὰ γράμματα δάφνῃ περιβαλών, ὡς ἔθος ἐστὶν ἐπὶ νίκαις: αὐτὸς δὲ ἠπείγετο ἐς Βιθυνίαν.

[78] Μιθριδάτῃ δ᾽ ἐς Πόντον ἐσπλέοντι χειμὼν ἐς δὶς ἐπιγίγνεται, καὶ τῶν ἀνδρῶν ἀμφὶ τοὺς μυρίους καὶ νῆες ἀμφὶ τὰς ἑξήκοντα διεφθάρησαν: αἱ δὲ λοιπαὶ διερρίφησαν, ὡς ἑκάστην ὁ χειμὼν ἐξήνεγκεν. αὐτὸς δὲ ῥηγνυμένης τῆς στρατηγίδος ἐς λῃστῶν σκάφος, ἀπαγορευόντων τῶν φίλων, ὅμως ἐνέβη. καὶ ἐς Σινώπην αὐτὸν οἱ λῃσταὶ διέσωσαν. ὅθεν ὁ μὲν ἐς Ἀμισὸν ἀπὸ κάλω διαπλέων, πρός τε τὸν κηδεστὴν Τιγράνην τὸν Ἀρμένιον καὶ ἐς Μαχάρην τὸν υἱόν, ἄρχοντα Βοσπόρου, περιέπεμπεν, ἐπικουρεῖν ἐπείγων ἑκάτερον. ἔς τε Σκύθας τοὺς ὁμόρους χρυσὸν καὶ δῶρα πολλὰ Διοκλέα φέρειν ἐκέλευεν. ἀλλ᾽ ὁ μὲν αὐτοῖς τε δώροις καὶ αὐτῷ χρυσίῳ πρὸς Λεύκολλον ηὐτομόλησε, Λεύκολλος δ᾽ ἐπὶ τῇ νίκῃ θρασέως προϊὼν ἐς τὸ πρόσθεν καὶ τὰ ἐν ποσὶν ἅπαντα χειρούμενος προυνόμευεν. οἷα δ᾽ εὐδαίμονος χώρας καὶ πολὺν χρόνον ἀπολεμήτου, τὸ μὲν ἀνδράποδον τεττάρων δραχμῶν αὐτίκα ἐγίγνετο, ὁ δὲ βοῦς μιᾶς, αἶγες δὲ καὶ πρόβατα καὶ ἐσθὴς καὶ τὰ λοιπὰ τούτων κατὰ λόγον. Λεύκολλος δ᾽ Ἀμισόν τε καὶ Εὐπατορίαν, ἥν τινα τῇ Ἀμισῷ παρῳκοδόμησεν ὁ Μιθριδάτης Εὐπατορίαν τε ὠνόμαζεν ἀφ᾽ ἑαυτοῦ καὶ βασίλεια ἡγεῖτο, περικαθήμενος ἐπολιόρκει, καὶ ἑτέρῳ στρατῷ Θεμίσκυραν, ἣ τῶν Ἀμαζόνων τινὸς ἐπώνυμος οὖσα παρὰ τὸν Θερμώδοντα ποταμὸν ἔστιν. τούτων δ᾽ οἱ μὲν τοῖς Θεμισκυρίοις ἐπικαθήμενοι πύργους ἐπῆγον αὐτοῖς καὶ χώματα ἐχώννυον καὶ ὑπονόμους ὤρυττον, οὕτω δή τι μεγάλους ὡς ἐν αὐτοῖς ὑπὸ τὴν γῆν ἀλλήλοις κατὰ πλῆθος ἐπιχειρεῖν: καὶ οἱ Θεμισκύριοι ὀπὰς ἄνωθεν ἐς αὐτοὺς ὀρύττοντες, ἄρκτους τε καὶ θηρία ἕτερα καὶ σμήνη μελισσῶν ἐς τοὺς ἐργαζομένους ἐνέβαλλον. οἱ δ᾽ ἀμφὶ τὴν Ἀμισὸν ἕτερον τρόπον ἐμόχθουν, ἀπομαχομένων αὐτοὺς τῶν Ἀμισέων καὶ πολλάκις ἐκθεόντων καὶ ἐς μονομαχίας προκαλουμένων. Μιθριδάτης δ᾽ αὐτοῖς πολλὴν ἀγορὰν καὶ ὅπλα καὶ στρατιὰν ἔπεμπεν ἐκ Καβείρων, ἔνθα χειμάζων στρατὸν ἄλλον συνέλεγεν. καὶ συνῆλθον αὐτῷ πεζοὶ μὲν ἐς τετρακισμυρίους, ἱππεῖς δὲ ἐς τετρακισχιλίους.

ΚΕΦΑΛΑΙΟΝ 12

[79] ἱσταμένου δ᾽ ἦρος ὁ μὲν Λεύκολλος διὰ τῶν ὀρῶν ἐπὶ τὸν Μιθριδάτην ἐχώρει. προφυλακαὶ δ᾽ ἦσαν ἐκείνῳ κωλύειν τε Λεύκολλον, καὶ διαπυρσεύειν οἱ συνεχῶς, εἴ τι γίγνοιτο. καὶ ἦρχε τῆσδε τῆς φυλακῆς ἐκ Μιθριδάτου τις ἀνὴρ τοῦ βασιλείου γένους, ὄνομα Φοῖνιξ: ὅς, ἐπεὶ Λεύκολλος ἐπέλαζε, Μιθριδάτῃ μὲν διεπύρσευσεν, ἐς δὲ Λεύκολλον ηὐτομόλησε μετὰ τῆς δυνάμεως. καὶ ὁ Λεύκολλος ἀδεῶς ἤδη τὰ ὄρη διεξελθὼν ἐς Κάβειρα κατέβη. γενομένης δ᾽ αὐτῷ τε καὶ Μιθριδάτῃ τινὸς ἱππομαχίας, ἡττώμενος αὖθις ἐς τὸ ὄρος ἀνέθορεν. ὁ δὲ ἵππαρχος αὐτοῦ Πομπώνιος ἐς Μιθριδάτην τετρωμένος ἀνήχθη: καὶ πυθομένῳ βασιλεῖ τίνα χάριν οἱ περισωθεὶς δύναιτο ἀποδοῦναι, ‘εἰ μέν,’ ἔφη, ‘σὺ φίλος γένοιο Λευκόλλῳ, πάνυ πολλοῦ ἀξίαν: εἰ δ᾽ ἐχθρὸς εἴης, οὐδὲ βουλεύσομαι.’ ὧδε μὲν ὁ Πομπώνιος ἀπεκρίνατο: καὶ αὐτὸν τῶν βαρβάρων κτείνειν ἀξιούντων, ὁ βασιλεὺς εἶπεν οὐκ ἐξυβριεῖν ἐς ἀτυχοῦσαν ἀρετήν. ἐκτάσσων δὲ συνεχῶς, οὐ κατιόντος ἐς μάχην τοῦ Λευκόλλου, περιιὼν ἀνάβασιν ἐπ᾽ αὐτὸν ἐζήτει. καί τις ἀνὴρ ἐν τούτῳ Σκύθης, ὄνομα Ὀλκάβας, αὐτόμολος ὢν ἐς Λεύκολλον ἐκ πολλοῦ, καὶ παρὰ τήνδε τὴν ἱππομαχίαν πολλοὺς περισώσας, καὶ δι᾽ αὐτὸ παρὰ τοῦ Λευκόλλου τραπέζης τε καὶ γνώμης καὶ ἀπορρήτων ἀξιούμενος, ἧκεν ἐπὶ τὴν σκηνὴν αὐτοῦ περὶ μεσημβρίαν ἀναπαυομένου, καὶ ἐσελθεῖν ἐβιάζετο, βραχὺ καὶ σύνηθες ἐπὶ τοῦ ζωστῆρος ἐγχειρίδιον περικείμενος. κωλυόμενος δ᾽ ἠγανάκτει, καὶ χρείαν τινὰ ἐπείγειν ἔλεγεν ἐξαναστῆσαι τὸν στρατηγόν. τῶν δὲ θεραπευτήρων οὐδὲν εἰπόντων χρησιμώτερον εἶναι Λευκόλλῳ τῆς σωτηρίας, ἐπέβη τὸν ἵππον αὐτίκα καὶ ἐς τὸν Μιθριδάτην ἐξήλασεν, εἴτε ἐπιβουλεύων καὶ δόξας ὑποπτεύεσθαι, εἴτε σὺν ὀργῇ, περιυβρίσθαι νομίζων. ἕτερόν τε Σκύθην, ὄνομα Σοβάδακον, ἐνέφηνε τῷ Μιθριδάτῃ βουλεύειν ἐς Λεύκολλον αὐτομολίαν. Σοβάδακος μὲν δὴ συνελαμβάνετο,

[80] Λεύκολλος δὲ τὴν κάθοδον τὴν ἐς τὸ πεδίον ἱπποκρατούντων τῶν πολεμίων ἐκτρεπόμενος, καὶ περίοδον ἑτέραν οὐχ ὁρῶν, ηὗρεν ἐν σπηλαίῳ κυνηγὸν ὀρείων ἀτραπῶν ἐπιστήμονα, ᾧ χρώμενος ἡγεμόνι κατὰ ὁδοὺς ἀτριβεῖς περιῆλθεν ὑπὲρ κεφαλῆς τοῦ Μιθριδάτου, καὶ κατῄει μὲν ἐκκλίνας καὶ τότε τὸ πεδίον διὰ τοὺς ἵππους, χαράδραν δὲ ὕδατος ἐν προβολῇ θέμενος ἐστρατοπέδευσεν. ἀπορῶν δ᾽ ἀγορᾶς ἐς Καππαδοκίαν ἔπεμπεν ἐπὶ σῖτον, καὶ ἐς τοὺς πολεμίους ἠκροβολίζετο, μέχρι, φευγόντων ποτὲ τῶν βασιλικῶν, ὁ Μιθριδάτης ἀπὸ τοῦ χάρακος ἐπιδραμὼν καὶ ἐπιπλήξας ἐπέστρεφεν αὐτούς, καὶ Ῥωμαίους οὕτω κατεφόβησεν ὡς ἄνω διὰ τῶν ὀρῶν φεύγοντας οὐδ᾽ ἀποστάντων αἰσθέσθαι τῶν πολεμίων ἐς πολύ, ἀλλ᾽ ἕκαστον ἡγεῖσθαι τὸν συμφεύγοντά οἱ καὶ ἐπιόντα ὄπισθεν εἶναι πολέμιον: οὕτω πάνυ κατεπεπλήγεσαν. καὶ ὁ Μιθριδάτης περὶ τῆσδε τῆς νίκης πανταχοῦ γράφων περιέπεμπεν. τῶν δ᾽ ἱππέων πολὺ μέρος, καὶ μάλιστα δὴ τὸ μαχιμώτατον, ἐφεδρεύειν ἔταξε τοῖς ἐκ τῆς Καππαδοκίας τὴν ἀγορὰν τῷ Λευκόλλῳ φέρουσιν, ἐλπίζων ἐν ἀπορίᾳ τροφῶν αὐτὸν γενόμενον πείσεσθαι οἷον αὐτὸς ἔπαθε περὶ Κύζικον.

[81] καὶ τὸ μὲν ἐνθύμημα μεγα ἦν, ἀποκλεῖσαι τροφῶν Λεύκολλον, ἐκ μόνης ἔχοντα Καππαδοκίας: οἱ δ᾽ ἱππεῖς οἱ βασιλέως τοῖς προδρόμοις τῶν σιτοφόρων ἐν στενῷ περιτυχόντες, καὶ οὐκ ἀναμείναντες ἐς εὐρυχωρίαν προελθεῖν, ἀχρεῖον ὡς ἐν στενῷ σφίσι τὴν ἵππον ἐποίησαν. ἐν ᾧ καὶ Ῥωμαῖοι φθάσαντες ἐξ ὁδοιπορίας ἐς μάχην παρασκευάσασθαι, τοὺς μὲν ἔκτειναν τῶν βασιλικῶν, βοηθούσης οἷα πεζοῖς τῆς δυσχωρίας, τοὺς δὲ ἐς τὰς πέτρας κατήραξαν, τοὺς δὲ διέρριψαν ὑποφεύγοντας. ὀλίγοι δὲ νυκτὸς ἐς τὸ στρατόπεδον διαδραμόντες τε καὶ μόνοι περιγενέσθαι λέγοντες, μέγα ὂν σφίσι τὸ συμβὰν μειζόνως διεθρόησαν. Μιθριδάτης δ᾽ αὐτὸ πρὸ τοῦ Λευκόλλου πυθόμενός τε, καὶ Λεύκολλον ἐλπίσας ἐπὶ τοσῇδε ἱππέων ἀπωλείᾳ αὐτίκα οἱ προσπεσεῖσθαι, φυγὴν ὑπ᾽ ἐκπλήξεως ἐπενόει, καὶ τόδε τοῖς φίλοις εὐθὺς ἐξέφερεν ἐν τῇ σκηνῇ. οἱ δέ, πρίν τι γενέσθαι παράγγελμα, νυκτὸς ἔτι, σπουδῇ τὰ ἴδια ἕκαστος ἐξέπεμπεν ἐκ τοῦ στρατοπέδου: καὶ ὠθουμένων περὶ τὰς πύλας σκευοφόρων πολὺ πλῆθος ἦν. ὅπερ ἡ στρατιὰ θεωμένη καὶ τοὺς φέροντας ἐπιγιγνώσκουσα, καὶ τοπάζουσα πολλὰ ἀτοπώτερα, σὺν δέει, καὶ ἀγανακτήσει τοῦ μηδὲν αὑτοῖς ἐπηγγέλθαι, τὸν χάρακα σφῶν ἐπιδραμόντες ἔλυον, καὶ διέφευγον ὡς ἐκ πεδίου πάντοθεν ἀκόσμως, ὅπῃ δύναιτο ἕκαστος αὐτῶν, ἄνευ στρατηγοῦ καὶ ἐπιστάτου παραγγέλματος. ὧν ὁ Μιθριδάτης ὀξύτερόν τε καὶ σὺν ἀταξίᾳ γιγνομένων αἰσθόμενος, ἐξέδραμεν ἐκ τῆς σκηνῆς ἐς αὐτοὺς καὶ λέγειν τι ἐπεχείρει, οὐδενὸς δ᾽ ἐσακούοντος ἔτι, συνθλιβεὶς ὡς ἐν πλήθει κατέπεσε, καὶ ἐς τὸν ἵππον ἀναβληθεὶς ἐς τὰ ὄρη σὺν ὀλίγοις ἐφέρετο.

[82] Λεύκολλος δὲ τῆς περὶ τὴν ἀγορὰν εὐπραγίας πυθόμενος, καὶ τὴν φυγὴν τῶν πολεμίων ἰδών, ἐπὶ μὲν τοὺς ἐκφυγόντας ἔπεμπε διώκειν ἱππέας πολλούς, τοῖς δὲ συσκευαζομένοις ἔτι κατὰ τὸ στρατόπεδον τοὺς πεζοὺς περιστήσας ἐκέλευε μὴ διαρπάζειν ἐν τῷ τότε μηδέν, ἀλλὰ κτείνειν ἀφειδῶς. οἱ δὲ σκεύη τε χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ ἐσθῆτας πολυτελεῖς θεώμενοι ἐξέστησαν τοῦ παραγγέλματος. αὐτόν τε τὸν Μιθριδάτην οἱ καταλαμβάνοντες, ἡμίονόν τινα τῶν χρυσοφόρων ἐς τὸ σάγμα πατάξαντες, προπεσόντος τοῦ χρυσίου περὶ τόδε γενόμενοι διαφυγεῖν ἐς Κόμανα περιεῖδον: ὅθεν ἐς Τιγράνην ἔφυγε σὺν ἱππεῦσι δισχιλίοις. ὁ δὲ αὐτὸν ἐς ὄψιν οὐ προσέμενος, ἐν χωρίοις ἐκέλευσε διαίτης βασιλικῆς ἀξιοῦσθαι, ὅτε δὴ καὶ μάλιστα τῆς ἀρχῆς ἀπογνοὺς ὁ Μιθριδάτης Βάκχον εὐνοῦχων ἔπεμπεν ἐς τὰ βασίλεια, τὰς ἀδελφὰς αὐτοῦ καὶ τὰς γυναῖκας καὶ παλλακάς, ὅπῃ δύναιτο, ἀνελοῦντα. αἱ μὲν δὴ διεφθείροντο ξίφεσι καὶ φαρμάκοις καὶ βρόχοις, δεινὰ ποιοῦσαι: ταῦτα δ᾽ ὁρῶντες οἱ φρούραρχοι τοῦ Μιθριδάτου ἀθρόως ἐς τὸν Λεύκολλον μετετίθεντο, χωρὶς ὀλίγων. καὶ ὁ Λεύκολλος αὐτοὺς ἐπιὼν καθίστατο, καὶ τὰς ἐπὶ τοῦ Πόντου πόλεις περιπλέων ᾕρει, Ἄμαστρίν τε καὶ Ἡράκλειαν καὶ ἑτέρας.

[83] Σινώπη δ᾽ ἀντεῖχεν ἔτι καρτερῶς, καὶ διεναυμάχησεν οὐ κακῶς. πολιορκούμενοι δὲ τὰς ναῦς τὰς βαρυτέρας σφῶν διέπρησαν, καὶ ἐς τὰς κουφοτέρας ἐμβάντες ἀπέδρασαν. Λεύκολλος δὲ τὴν πόλιν εὐθὺς ἐλευθέραν ἠφίει δι᾽ ἐνύπνιον, ὃ τοιόνδε ἦν. Αὐτόλυκόν φασιν, ἐπὶ τὰς Ἀμαζόνας Ἡρακλεῖ συστρατεύοντα, ὑπὸ χειμῶνος ἐς Σινώπην καταχθῆναι καὶ τῆς πόλεως κρατῆσαι: ἀνδριάς τε σεβάσμιος τοῖς Σινωπεῦσιν ἔχρα, ὃν οἱ μὲν Σινωπεῖς οὐ φθάσαντες ἐς φυγὴν ἐπαγαγέσθαι, ὀθόναις καὶ καλῳδίοις περιέδησαν: οὐδὲν δ᾽ ὁ Λεύκολλος εἰδὼς οὐδὲ προμαθὼν ἔδοξεν ὑπ᾽ αὐτοῦ κληθεὶς ὁρᾶν αὐτόν, καὶ τῆς ἐπιούσης τὸν ἀνδριάντα τινῶν περιβεβλημένον παραφερόντων ἐκλῦσαι κελεύσας, εἶδεν οἷον ἔδοξε νυκτὸς ἑωρακέναι. τὸ μὲν δὴ ἐνύπνιον τοιόνδε ἦν, Λεύκολλος δὲ καὶ Ἀμισὸν ἐπὶ τῇ Σινώπῃ συνῴκιζεν, ἐκφυγόντων μὲν ὁμοίως τῶν Ἀμισέων διὰ θαλάσσης, πυνθανόμενος δ᾽ ὑπ᾽ Ἀθηναίων αὐτοὺς θαλασσοκρατούντων συνῳκίσθαι, καὶ δημοκρατίᾳ χρησαμένους ἐπὶ πολὺ τοῖς Περσικοῖς βασιλεῦσιν ὑπακοῦσαι, ἀναγαγόντος δ᾽ αὐτοὺς ἐς τὴν δημοκρατίαν ἐκ προστάγματος Ἀλεξάνδρου πάλιν δουλεῦσαι τοῖς Ποντικοῖς. ἐφ᾽ οἷς ἄρα συμπαθὴς ὁ Λεύκολλος γενόμενός τε, καὶ φιλοτιμούμενός γε καὶ ὅδε ἐπὶ Ἀλεξάνδρῳ περὶ γένος Ἀττικόν, αὐτόνομον ἠφίει τὴν πόλιν καὶ τοὺς Ἀμισέας κατὰ τάχος συνεκάλει. ὧδε μὲν δὴ Σινώπην καὶ Ἀμισὸν Λεύκολλος ἐπόρθει τε καὶ συνῴκιζε, καὶ Μαχάρῃ τῷ παιδὶ τῷ Μιθριδάτου, Βοσπόρου τε βασιλεύοντι καὶ στέφανόν οἱ πέμψαντι ἀπὸ χρυσοῦ, φιλίαν συνέθετο, Μιθριδάτην δ᾽ ἐξῄτει παρὰ Τιγράνους. καὶ ἐς τὴν Ἀσίαν αὐτὸς ἐπανελθών, ὀφείλουσαν ἔτι τῶν Συλλείων ἐπιβολῶν, τέταρτα μὲν ἐπὶ τοῖς καρποῖς, τέλη δ᾽ ἐπὶ τοῖς θεράπουσι καὶ ταῖς οἰκίαις ὥριζεν. καὶ ἐπινίκια ἔθυεν ὡς δὴ τὸν πόλεμον κατωρθωκώς.

[84] ἐπὶ δὲ ταῖς θυσίαις ἐπὶ τὸν Τιγράνην, οὐκ ἐκδιδόντα οἱ τὸν Μιθριδάτην, ἐστράτευε σὺν δύο τέλεσιν ἐπιλέκτοις καὶ ἱππεῦσι πεντακοσίοις. καὶ τὸν Εὐφράτην περάσας, μόνα τὰ χρήσιμα τοὺς βαρβάρους αἰτῶν διώδευεν: οἱ γὰρ ἄνδρες οὐκ ἐπολέμουν, οὐδ᾽ ἠξίουν τι πάσχειν, ἔστε Λεύκολλον καὶ Τιγράνην ἐπ᾽ ἀλλήλοις διακριθῆναι. Τιγράνῃ δ᾽ οὐδεὶς ἐμήνυεν ἐπιόντα Λεύκολλον: ὁ γάρ τοι πρῶτος εἰπὼν ἐκεκρέμαστο ὑπ᾽ αὐτοῦ, συνταράσσειν αὐτὸν τὰς πόλεις νομίσαντος. ὡς δέ ποτε ᾔσθετο, Μιθροβαρζάνην προύπεμπε μετὰ δισχιλίων ἱππέων, Λεύκολλον ἐπισχεῖν τοῦ δρόμου. Μαγκαίῳ δὲ Τιγρανόκερτα φυλάττειν ἐπέτρεψεν, ἥν τινα πόλιν, ὥς μοι προείρηται, ἐπὶ τιμῇ τῇ ἑαυτοῦ βασιλεὺς ἐν ἐκείνῳ γενέσθαι τῷ χωρίῳ συνῴκιζε, καὶ τοὺς ἀρίστους ἐς αὐτὴν συνεκάλει, ζημίαν ἐπιτιθείς, ὅσα μὴ μεταφέροιεν, δεδημεῦσθαι. τείχη τε αὐτοῖς περιέβαλε πεντηκονταπήχη τὸ ὕψος, ἱπποστασίων ἐν τῷ βάθει γέμοντα, καὶ βασίλεια καὶ παραδείσους κατὰ τὸ προάστειον ἐποίει μακρούς, καὶ κυνηγέσια πολλὰ καὶ λίμνας: ἀγχοῦ δὲ καὶ φρούριον ἀνίστη καρτερόν. καὶ πάντα τότε Μαγκαίῳ ταῦτ᾽ ἐπιτρέψας, περιῄει στρατιὰν ἀγείρων. Μιθροβαρζάνην μὲν οὖν ὁ Λεύκολλος εὐθὺς ἐκ τῆς πρώτης συμβολῆς τρεψάμενος ἐδίωκε, Μαγκαῖον δὲ Σεξτίλιος ἐς Τιγρανόκερτα κατακλείσας τὰ μὲν βασίλεια αὐτίκα, ἀτείχιστα ὄντα, διήρπασε, τὴν δὲ πόλιν καὶ τὸ φρούριον ἀπετάφρευε, καὶ μηχανὰς ἐφίστη, καὶ ὑπονόμοις ἀνεκρήμνη τὸ τεῖχος.

[85] καὶ Σεξτίλιος μὲν ἀμφὶ ταῦτα ἐγίγνετο, Τιγράνης δέ, πεζῶν ἐς πέντε καὶ εἴκοσι μυριάδας ἀγείρας καὶ ἱππέας ἐς πεντακισμυρίους, προύπεμψεν αὐτῶν ἐς Τιγρανόκερτα περὶ ἑξακισχιλίους, οἳ διὰ μέσων Ῥωμαίων ἐς τὸ φρούριον ὠσάμενοί τε καὶ τὰς παλλακὰς τοῦ βασιλέως ἐξαρπάσαντες ἐπανῆλθον. τῷ δὲ λοιπῷ στρατῷ Τιγράνης αὐτὸς ἤλαυνεν ἐπὶ Λεύκολλον. καὶ αὐτῷ τότε πρῶτον Μιθριδάτης ἐς ὄψιν ἐλθὼν συνεβούλευε μὴ συμπλέκεσθαι Ῥωμαίοις, ἀλλὰ τῷ ἱππικῷ μόνῳ περιτρέχοντα καὶ τὴν γῆν λυμαινόμενον ἐς λιμὸν αὐτούς, εἰ δύναιτο, περικλεῖσαι, ᾧ τρόπῳ καὶ αὐτὸς ὑπὸ Λευκόλλου περὶ Κύζικον ἀμαχὶ κάμνων τὸν στρατὸν ἀπολέσαι. ὁ δὲ γελάσας αὐτοῦ τὴν στρατηγίαν, προῄει συνεσκευασμένος ἐς μάχην: καὶ τὴν Ῥωμαίων ὀλιγότητα ἰδὼν ἐπέσκωψεν οὕτως: ‘εἰ μὲν πρέσβεις εἰσὶν οἵδε, πολλοί, εἰ δὲ πολέμιοι, πάμπαν ὀλίγοι.’ Λεύκολλος δὲ λόφον εὔκαιρον ἰδὼν ὄπισθεν τοῦ Τιγράνους, τοὺς μὲν ἱππέας ἐκ μετώπου προσέτασσεν ἐνοχλεῖν αὐτῷ καὶ περισπᾶν ἐφ᾽ ἑαυτοὺς καὶ ὑποχωρεῖν ἑκόντας, ἵνα τῶν βαρβάρων διωκόντων ἡ τάξις παραλυθείη: τοῖς δὲ πεζοῖς αὐτὸς ἐς τὸν λόφον περιοδεύσας ἀνῄει λαθών. καὶ ὡς εἶδε τοὺς πολεμίους ὑπὸ τῆς διώξεως οἷα νικῶντας ἐς πολλὰ διεσκεδασμένους, τὰ δὲ σκευοφόρα αὐτῶν πάντα ὑποκείμενα, ἀνεβόησε: ‘νικῶμεν, ὦ ἄνδρες,’ καὶ ἐπὶ τὰ σκευοφόρα πρῶτος ἵετο δρόμῳ. τὰ δὲ αὐτίκα σὺν θορύβῳ φεύγοντα τοῖς πεζοῖς ἐνέπιπτε, καὶ τοῖς ἱππεῦσιν οἱ πεζοί. τροπή τε ἦν εὐθὺς ὁλοσχερής: οἵ τε γὰρ ἐν τῇ διώξει μακρὰν ἀπεσπασμένοι τῶν Ῥωμαϊκῶν ἱππέων ἐπιστρεψάντων ἐς αὐτοὺς ἀπώλλυντο, καὶ τὰ σκευοφόρα τοῖς ἄλλοις ἐνέπιπτεν ὡς ἐνοχλούμενα. πάντων τε ὡς ἐν τοσῷδε πλήθει θλιβομένων, καὶ τὸ ἀκριβὲς οὐκ εἰδότων, ὁπόθεν ἡ ἧσσα αὐτοῖς ἄρχοιτο, πολὺς ἦν φόνος, οὐδενὸς σκυλεύοντος οὐδέν: ἀπηγόρευτο γὰρ ἐκ Λευκόλλου μετ᾽ ἀπειλῆς, ὥστε καὶ ψέλια καὶ περιαυχένια παροδεύοντες ἔκτεινον ἐπὶ σταδίους ἑκατὸν καὶ εἴκοσιν, ἔστε νὺξ ἐπέλαβε. τότε δ᾽ ἀναστρέφοντες ἐσκύλευον: ἐδίδου γὰρ ὁ Λεύκολλος ἤδη.

[86] γιγνομένην δὲ τὴν ἧτταν ὁ Μαγκαῖος ἐφορῶν ἀπὸ Τιγρανοκέρτων, τοὺς Ἕλληνας, οἳ ἐμισθοφόρουν αὐτῷ, πάντας ἐξώπλισεν ὑποπτεύων: οἳ σύλληψιν δεδιότες, ἀθρόοι σκυτάλας ἔχοντες ἐβάδιζόν τε καὶ ηὐλίζοντο. Μαγκαίου δὲ τοὺς βαρβάρους ἐπάγοντος αὐτοῖς ὡπλισμένους, διαδησάμενοι τὰ ἱμάτια ταῖς λαιαῖς ἀντὶ ἀσπίδων, μετὰ τόλμης ἐσέδραμον ἐς αὐτούς: καὶ ὅσους ἀνέλοιεν, εὐθὺς ἐμερίζοντο τὰ ὅπλα. ὡς δὲ ἐκ τῶν δυνατῶν εἶχον αὐτάρκως, μεσοπύργιά τινα κατέλαβον, καὶ Ῥωμαίους ἔξωθεν ἐκάλουν τε καὶ ἀναβαίνοντας ἐδέχοντο. οὕτω μὲν ἑάλω Τιγρανόκερτα, καὶ πλοῦτος διηρπάζετο πολύς, οἷα πόλεως νεοκατασκεύου, φιλοτίμως συνῳκισμένης.

ΚΕΦΑΛΑΙΟΝ 13

[87] Τιγράνης δὲ καὶ Μιθριδάτης στρατὸν ἄλλον ἤθροιζον περιιόντες, οὗ τὴν στρατηγίαν ἐπετέτραπτο Μιθριδάτης, ἡγουμένου Τιγράνους αὐτῷ γεγονέναι τὰ παθήματα διδάγματα. ἔπεμπον δὲ καὶ ἐς τὸν Παρθυαῖον, ἐπικουρεῖν σφίσι παρακαλοῦντες. ἀντιπρεσβεύοντος δὲ Λευκόλλου, καὶ ἀξιοῦντος ἢ οἷ συμμαχῆσαι ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, ὁ μὲν κρύφα συντιθέμενος ἑκατέροις, οὐκ ἔφθασεν οὐδετέροις ἀμῦναι, ὁ δὲ Μιθριδάτης ὅπλα τε εἰργάζετο κατὰ πόλιν ἑκάστην, καὶ ἐστρατολόγει σχεδὸν ἅπαντας Ἀρμενίους. ἐπιλεξάμενος δ᾽ αὐτῶν τοὺς ἀρίστους, ἐς ἑπτακισμυρίους πεζοὺς καὶ ἱππέας ἡμίσεας, τοὺς μὲν ἄλλους ἀπέλυσε, τοὺς δ᾽ ἐς ἴλας τε καὶ σπείρας ἀγχοτάτω τῆς Ἰταλικῆς συντάξεως καταλέγων Ποντικοῖς ἀνδράσι γυμνάζειν παρεδίδου. προσιόντος δ᾽ αὐτοῖς τοῦ Λευκόλλου, ὁ μὲν Μιθριδάτης τὸ πεζὸν ἅπαν καὶ μέρος τι τῶν ἱππέων ἐπὶ λόφου συνεῖχε, τῇ λοιπῇ δ᾽ ἵππῳ Τιγράνης τοῖς σιτολογοῦσι Ῥωμαίοις περιπεσὼν ἡσσᾶτο. καὶ μᾶλλον ἀδεῶς ἀπὸ τοῦδε οἱ Ῥωμαῖοι πλησίον αὐτοῦ Μιθριδάτου ἐσιτολόγουν τε καὶ ἐστρατοπέδευον. κονιορτὸς δ᾽ αὖθις ἠγείρετο πολὺς ὡς ἐπιόντος τοῦ Τιγράνους: καὶ τὸ ἐνθύμημα ἦν ἐν μέσῳ Λεύκολλον ἀμφοῖν γενέσθαι. ὁ δ᾽ αἰσθόμενος τοὺς μὲν ἀρίστους τῶν ἱππέων προύπεμψε πορρωτάτω συμπλέκεσθαι τῷ Τιγράνῃ καὶ κωλύειν αὐτὸν ἐξ ὁδοιπορίας ἐς τάξιν καθίστασθαι, αὐτὸς δὲ τὸν Μιθριδάτην προκαλούμενος ἐς μάχην ... καὶ περιταφρεύων οὐκ ἠρέθιζεν, ἕως χειμὼν ἐπιπεσὼν διέλυσε τὸ ἔργον ἅπασιν.

[88] καὶ Τιγράνης μὲν ἐξ ὅλης Ἀρμενίας ἐς τὰ ἐντὸς ἀνεζεύγνυεν, ὁ δὲ Μιθριδάτης ἐς τὸν Πόντον ἐπὶ τὰ λοιπὰ τῆς ἰδίας ἀρχῆς ἠπείγετο, τετρακισχιλίους οἰκείους ἔχων, καὶ τοσούσδε ἑτέρους παρὰ Τιγράνους λαβών. ἐφείπετο δ᾽ αὐτῷ καὶ ὁ Λεύκολλος, ἀναζευγνὺς καὶ ὅδε διὰ τὴν ἀπορίαν. φθάσας δ᾽ αὐτὸν ὁ Μιθριδάτης ἐπέθετο Φαβίῳ τῷ δεῦρο ἐκ Λευκόλλου στρατηγεῖν ὑπολελειμμένῳ, καὶ τρεψάμενος αὐτὸν ἔκτεινε πεντακοσίους. ἐλευθερώσαντος δὲ τοῦ Φαβίου θεράποντας ὅσοι ἦσαν ἐν τῷ στρατοπέδῳ, καὶ δι᾽ ὅλης ἡμέρας αὖθις ἀγωνιζομένου, παλίντροπος ἦν ὁ ἀγών, μέχρι τὸν Μιθριδάτην, πληγέντα λίθῳ τε ἐς τὸ γόνυ καὶ ὑπὸ τὸν ὀφθαλμὸν βέλει, κατὰ σπουδὴν ἀποκομισθῆναι, καὶ πολλὰς ἡμέρας τοὺς μὲν φόβῳ τοῦ βασιλέως τῆς σωτηρίας, τοὺς δὲ ὑπὸ πλήθους τραυμάτων ἠρεμῆσαι. Μιθριδάτην μὲν οὖν ἐθεράπευον Ἄγαροι, Σκυθικὸν ἔθνος, ἰοῖς ὄφεων ἐς τὰς θεραπείας χρώμενοι καὶ ἐπὶ τῷδε ἀεὶ βασιλεῖ συνόντες: Φαβίῳ δὲ Τριάριος, ἕτερος Λευκόλλου στρατηγός, ἐπελθὼν μετ᾽ οἰκείου στρατοῦ, τήν τε ἀρχὴν παρὰ τοῦ Φαβίου καὶ τὸ ἀξίωμα παρελαμβανεν. καὶ μετ᾽ οὐ πολὺ χωρούντων ἐς μάχην αὐτοῦ τε καὶ Μιθριδάτου, πνεῦμα, οἷον οὐκ ἐμνημονεύετο γενέσθαι, τάς τε σκηνὰς ἀμφοτέρων διέρριψε καὶ τὰ ὑποζύγια παρέσυρε καὶ τῶν ἀνδρῶν ἔστιν οὓς κατεκρήμνισεν.

[89] καὶ τότε μὲν ἀνεχώρουν ἑκάτεροι, ἀπαγγελλομένου δὲ Λευκόλλου προσιέναι, προλαβεῖν τὸ ἔργον ὁ Τριάριος ἐπειγόμενος ἔτι νυκτὸς ἐπεχείρει ταῖς Μιθριδάτου προφυλακαῖς. ἰσομάχου δ᾽ ἐς πολὺ τοῦ ἀγῶνος ὄντος, ὁ βασιλεὺς ἐς τὸ καθ᾽ αὑτὸν μέρος ἐπιβαρήσας ἔκρινε τὴν μάχην, καὶ διασπάσας τοὺς πολεμίους τὸ πεζὸν αὐτῶν κατέκλεισεν ἐς διώρυχα πηλοῦ, ἔνθα διεφθείροντο στῆναι μὴ δυνάμενοι. τοὺς δ᾽ ἱππέας ἀνὰ τὸ πεδίον ἐδίωκεν, ἐκθύμως τῇ φορᾷ τῆς εὐτυχίας καταχρώμενος, ἔστε τις αὐτὸν Ῥωμαῖος λοχαγός, οἷα θεράπων αὐτῷ συντροχάζων, ἐς τὸν μηρὸν ἐπάταξε ξίφει πληγὴν βαθεῖαν, οὐκ ἐλπίσας ἐς τὰ νῶτα διὰ τοῦ θώρακος ἐφίξεσθαι. καὶ τόνδε μὲν εὐθὺς οἱ πλησίον συνέκοπτον, ὁ δὲ Μιθριδάτης ἀπεφέρετο ὀπίσω, καὶ οἱ φίλοι τὴν στρατιὰν ἀπὸ νίκης λαμπρᾶς ἀνεκάλουν σὺν ἐπείξει βαρείᾳ. ἐνέπιπτε δὲ τοῖς μαχομένοις ἐπὶ τῷ παραλόγῳ τῆς ἀνακλήσεως θόρυβός τε καὶ ἀπορία, μή τι δεινὸν ἑτέρωθεν εἴη, μέχρι μαθόντες εὐθὺς ἐν τῷ πεδίῳ τὸ σῶμα περιίσταντο καὶ ἐθορύβουν, ἕως Τιμόθεος αὐτοῖς ὁ ἰατρός, ἐπισχὼν τὸ αἷμα, ἐπέδειξεν αὐτὸν ἐκ μετεώρου, οἷόν τι καὶ Μακεδόσιν ἐν Ἰνδοῖς, ὑπὲρ Ἀλεξάνδρου δεδιόσιν, ὁ Ἀλέξανδρος αὑτὸν ἐπὶ νεῶς θεραπευόμενον ἐπέδειξεν. ὁ δὲ Μιθριδάτης ὡς ἀνήνεγκεν, αὐτίκα τοῖς ἀνακαλέσασιν ἐκ τῆς μάχης κατεμέμφετο, καὶ τὸν στρατὸν αὐτῆς ἡμέρας ἦγεν αὖθις ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον. οἱ δὲ καὶ ἐκ τοῦδε ἐπεφεύγεσαν ἤδη σὺν δέει. σκυλευομένων δὲ τῶν νεκρῶν ἐφαίνοντο χιλίαρχοι μὲν εἴκοσι καὶ τέσσαρες, ἑκατόνταρχοι δὲ πεντήκοντα καὶ ἑκατόν, ὅσον ἡγεμόνων πλῆθος οὐ ῥᾳδίως συνέπεσε Ῥωμαίοις ἐν ἥττῃ μιᾷ.

[90] ὁ δὲ Μιθριδάτης ἐς Αρμενίαν, ἣν δὴ νῦν Ῥωμαῖοι βραχυτέραν Ἀρμενίαν καλοῦσιν, ἀνεζεύγνυ, τὰ μὲν εὐκόμιστα πάντα σιτολογῶν, τὰ δὲ δυσχερῆ διαφθείρων τε καὶ Λεύκολλον ἐπιόντα προαφαιρούμενος. καί τις ἀνὴρ Ῥωμαῖος, ἀπὸ βουλῆς, Ἀττίδιος ὄνομα, διὰ δίκην φυγὼν ἐκ τῆς πατρίδος ἐς Μιθριδάτην πρὸ πολλοῦ καὶ φιλίας ἀξιούμενος, ἑάλω τότε ἐπιβουλεύων αὐτῷ. καὶ τόνδε μὲν ὁ βασιλεὺς οὐ δικαιῶν βασανίσαι, Ῥωμαίων ποτὲ βουλευτὴν γενόμενον, ἔκτεινε, τοὺς δὲ συναμαρτόντας ᾐκίσατο δεινῶς. ἀπελεύθεροι δ᾽ ὅσοι τῷ Ἀττιδίῳ συνεγνώκεσαν, ἀπαθεῖς ἀφῆκεν ὡς δεσπότῃ διακονησαμένους. Λευκόλλου δ᾽ ἤδη τῷ Μιθριδάτῃ παραστρατοπεδεύοντος, ὁ τῆς Ἀσίας στρατηγὸς περιπέμπων ἐκήρυσσε Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι, καὶ τοὺς ὑπ᾽ αὐτῷ τῆς στρατείας ἀφιέναι, καὶ τῶν οὐ πειθομένων τὰ ὄντα δημεύσειν. ὧν ἐξαγγελθέντων ὁ στρατὸς αὐτίκα διελύετο, χωρὶς ὀλίγων. ὅσοι πάνυ πένητες ὄντες καὶ τὴν ζημίαν οὐ δεδιότες τῷ Λευκόλλῳ παρέμενον.

ΚΕΦΑΛΑΙΟΝ 14

[91] ὧδε μὲν δὴ καὶ ὁ Λευκόλλου πρὸς Μιθριδάτην πόλεμος ἐς οὐδὲν βέβαιον οὐδὲ κεκριμένον τέλος ἔληξεν: ἀφισταμένης γὰρ τῆς Ἰταλίας ἐνοχλούμενοι, καὶ λῃστευομένης τῆς θαλάσσης λιμῷ πιεζόμενοι, οὐκ ἐν καιρῷ σφίσιν ἡγοῦντο πολεμεῖν ἄλλον τοσόνδε πόλεμον, πρὶν τὰ ἐνοχλοῦντα διαθέσθαι. ὧν καὶ ὁ Μιθριδάτης αἰσθανόμενος ἐς Καππαδοκίαν ἐσέβαλε καὶ τὴν ἰδίαν ἀρχὴν ὠχύρου. καὶ τάδε αὐτὸν πράσσοντα οἱ Ῥωμαῖοι περιεώρων ἐφ᾽ ὅσον αὐτοῖς ἡ θάλασσα ἐκαθαίρετο. ὡς δ᾽ ἐκεκάθαρτο καὶ ὁ καθήρας Πομπήιος ἔτι ἦν ἐν Ἀσίᾳ, τὸν Μιθριδάτειον πόλεμον ἀνελάμβανον αὐτίκα, καὶ ἐπέστελλον καὶ τοῦδε τῷ Πομπηίῳ στρατηγῆσαι. διό μοι δοκεῖ μέρος ὄντα τῆς Πομπηίου στρατείας τὰ περὶ τὴν θάλασσαν αὐτῷ πρὸ Μιθριδάτου κατειργασμένα, καὶ ἐς οὐδεμίαν συγγραφὴν οἰκείαν ἄλλην ἀπαντῶντα, ἐς τόδε τὸ μέρος συναγαγεῖν τε καὶ ἐπιδραμεῖν, ὡς ἐγένετο.

[92] Μιθριδάτης ὅτε πρῶτον Ῥωμαίοις ἐπολέμει καὶ τῆς Ἀσίας ἐκράτει, Σύλλα περὶ τὴν Ἑλλάδα πονουμένου, ἡγούμενος οὐκ ἐς πολὺ καθέξειν τῆς Ἀσίας, τά τε ἄλλα, ὥς μοι προείρηται, πάντα ἐλυμαίνετο, καὶ ἐς τὴν θάλασσαν πειρατὰς καθῆκεν, οἳ τὸ μὲν πρῶτον ὀλίγοις σκάφεσι καὶ μικροῖς οἷα λῃσταὶ περιπλέοντες ἐλύπουν, ὡς δὲ ὁ πόλεμος ἐμηκύνετο, πλέονες ἐγίγνοντο καὶ ναυσὶ μεγάλαις ἐπέπλεον. γευσάμενοι δὲ κερδῶν μεγάλων, οὐδ᾽ ἡττωμένου καὶ σπενδομένου τοῦ Μιθριδάτου καὶ ἀναχωροῦντος ἔτι ἐπαύοντο: οἱ γὰρ βίου καὶ πατρίδων διὰ τὸν πόλεμον ἀφῃρημένοι, καὶ ἐς ἀπορίαν ἐμπεσόντες ἀθρόαν, ἀντὶ τῆς γῆς ἐκαρποῦντο τὴν θάλασσαν, μυοπάρωσι πρῶτον καὶ ἡμιολίαις, εἶτα δικρότοις καὶ τριήρεσι κατὰ μέρη περιπλέοντες, ἡγουμένων λῃστάρχων οἷα πολέμου στρατηγῶν. ἔς τε ἀτειχίστους πόλεις ἐμπίπτοντες, καὶ ἑτέρων τὰ τείχη διορύττοντες ἢ κόπτοντες ἢ πολιορκίᾳ λαμβάνοντες, ἐσύλων: καὶ τοὺς ἄνδρας, οἷς τι πλέον εἴη, ἐς ναυλοχίαν ἐπὶ λύτροις ἀπῆγον. καὶ τάδε τὰ λήμματα, ἀδοξοῦντες ἤδη τὸ τῶν λῃστῶν ὄνομα, μισθοὺς ἐκάλουν στρατιωτικούς. χειροτέχνας τε εἶχον ἐπ᾽ ἔργοις δεδεμένους, καὶ ὕλην ξύλου καὶ χαλκοῦ καὶ σιδήρου συμφέροντες οὔποτε ἐπαύοντο: ἐπαιρόμενοι γὰρ ὑπὸ τοῦ κέρδους, καὶ τὸ λῃστεύειν οὐκ ἐγνωκότες ἔτι μεθεῖναι, βασιλεῦσι δ᾽ ἤδη καὶ τυράννοις ἢ στρατοπέδοις μεγάλοις ἑαυτοὺς ὁμοιοῦντες, καὶ νομίζοντες, ὅτε συνέλθοιεν ἐς τὸ αὐτὸ πάντες, ἄμαχοι γενήσεσθαι, ναῦς τε καὶ ὅπλα πάντα ἐτεκταίνοντο, μάλιστα περὶ τὴν τραχεῖαν λεγομένην Κιλικίαν, ἣν κοινὸν σφῶν ὕφορμον ἢ στρατόπεδον ἐτίθεντο εἶναι, φρούρια μὲν καὶ ἄκρας καὶ νήσους ἐρήμους καὶ ναυλοχίας ἔχοντες πολλαχοῦ, κυριωτάτας δὲ ἀφέσεις ἡγούμενοι τὰς περὶ τήνδε τὴν Κιλικίαν, τραχεῖάν τε καὶ ἀλίμενον οὖσαν καὶ κορυφαῖς μεγάλαις ἐξέχουσαν. ὅθεν δὴ καὶ πάντες ὀνόματι κοινῷ Κίλικες ἐκαλοῦντο, ἀρξαμένου μὲν ἴσως τοῦ κακοῦ παρὰ τῶν Τραχεωτῶν Κιλίκων, συνεπιλαβόντων δὲ Σύρων τε καὶ Κυπρίων καὶ Παμφύλων καὶ τῶν Ποντικῶν καὶ σχεδὸν ἁπάντων τῶν ἑῴων ἐθνῶν οἳ πολλοῦ καὶ χρονίου σφίσιν ὄντος τοῦ Μιθριδατείου πολέμου δρᾶν τι μᾶλλον ἢ πάσχειν αἱρούμενοι τὴν θάλασσαν ἀντὶ τῆς γῆς ἐπελέγοντο,

[93] ὥστε πολλαὶ τάχιστα αὐτῶν μυριάδες ἦσαν, καὶ οὐ μόνης ἔτι τῆς ἑῴας θαλάσσης ἐκράτουν, ἀλλὰ καὶ τῆς ἐντὸς Ἡρακλείων στηλῶν ἁπάσης: καὶ γάρ τινας ἤδη Ῥωμαίων στρατηγοὺς ναυμαχίᾳ ἐνενικήκεσαν, ἄλλους τε καὶ τὸν τῆς Σικελίας περὶ αὐτῇ Σικελίᾳ. ἄπλωτά τε ἤδη πάντα ἦν, καὶ ἡ γῆ τῶν ἔργων ἐνδεὴς διὰ τὴν ἀνεπιμιξίαν. ἥ τε πόλις ἡ Ῥωμαίων ᾔσθετο μάλιστα τοῦ κακοῦ, τῶν τε ὑπηκόων σφίσι καμνόντων, καὶ αὐτοὶ διὰ πλῆθος ἴδιον ἐπιπόνως λιμώττοντες. τὸ δ᾽ ἔργον αὐτοῖς ἐφαίνετο μέγα καὶ δυσχερές, ἐξελεῖν τοσάδε στρατόπεδα ἀνδρῶν ναυτικῶν, μεμερισμένα μὲν ἐς πᾶσαν ἐν κύκλῳ γῆν καὶ θάλασσαν, κοῦφα δὲ ταῖς κατασκευαῖς ἐς τὸ ὑποφεύγειν, οὐκ ἐκ πατρίδων ἢ φανερᾶς χώρας ὁρμώμενα, οὐδ᾽ οἰκεῖον οὐδὲν ἢ ἴδιον ἀλλ᾽ ἀεὶ τὸ προστυχὸν ἔχοντα. ὥστε πολὺς ὢν ὁ τοῦδε τοῦ πολέμου παράλογος, ἔννομον οὐδὲν ἔχοντος οὐδὲ βέβαιον οὐδὲ φανερόν, ἀμηχανίαν ὁμοῦ καὶ φόβον εἰργάζετο. Μουρήνας τε ἐγχειρήσας αὐτοῖς οὐδὲν ἐξείργαστο μέγα. ἀλλ᾽ οὐδὲ Σερουίλιος Ἰσαυρικὸς ἐπὶ τῷ Μουρήνᾳ, ἀλλ᾽ ἤδη καὶ τῆς γῆς τῆς Ἰταλικῆς τοῖς παραλίοις, ἀμφί τε τὸ Βρεντέσιον καὶ τὴν Τυρρηνίαν, ἐπέβαινον οἱ λῃσταὶ σὺν καταφρονήσει, καὶ γύναια παροδεύοντα τῶν εὐπατριδῶν καὶ δύο στρατηγοὺς αὐτοῖς σημείοις συνηρπάκεσαν.

[94] ὧν οὔτε τὴν βλάβην οὔτε τὴν αἰσχύνην ἔτι φέροντες οἱ Ῥωμαῖοι τὸν τότε σφῶν ἐπὶ δόξης ὄντα μεγίστης Γναῖον Πομπήιον αἱροῦνται νόμῳ στρατηγὸν ἐπὶ τριετὲς αὐτοκράτορα εἶναι θαλάσσης τε ἁπάσης ἣ στηλῶν Ἡρακλείων ἐντός ἐστι, καὶ γῆς ἀπὸ θαλάσσης ἐπὶ σταδίους τετρακοσίους ἄνω. βασιλεῦσί τε καὶ δυνάσταις καὶ ἔθνεσι καὶ πόλεσι πάσαις ἐπέστελλον ἐς πάντα συλλαμβάνειν τῷ Πομπηίῳ, καὶ αὐτῷ στρατιὰν καταλέγειν ἔδοσαν καὶ χρήματα ἀγείρειν. συνέπεμψαν δὲ καὶ παρὰ σφῶν στρατὸν πολὺν ἐκ καταλόγου, καὶ ναῦς ὅσας εἶχον, καὶ χρημάτων ἐς ἑξακισχίλια τάλαντα Ἀττικά. οὕτω μέγα καὶ δυσεργὲς ἡγοῦντο εἶναι τοσῶνδε κρατῆσαι στρατοπέδων, ἐν τοσῇδε θαλάσσῃ καὶ μυχοῖς τοσοῖσδε διαλανθανόντων τε εὐμαρῶς καὶ ὑποχωρούντων ῥᾳδίως καὶ ἐμπιπτόντων αὖθις ἀφανῶς. ἀνήρ τε οὐδείς πω πρὸ τοῦ Πομπηίου ἐπὶ τοσήνδε ἀρχὴν αἱρεθεὶς ὑπὸ Ῥωμαίων ἐξέπλευσεν, ᾧ στρατιὰ μὲν αὐτίκα ἦν ἐν δώδεκα μυριάσι πεζῶν καὶ ἱππεῖς τετρακισχίλιοι, νῆες δὲ σὺν ἡμιολίαις ἑβδομήκοντα καὶ διακόσιαι, ὑπηρέται δ᾽ ἀπὸ τῆς βουλῆς, οὓς καλοῦσι πρεσβευτάς, πέντε καὶ εἴκοσιν: οἷς ὁ Πομπήιος ἐπιδιῄρει τὴν θάλασσαν, καὶ ναῦς ἐδίδου καὶ ἱππέας ἑκάστῳ καὶ στρατὸν πεζόν, καὶ στρατηγίας σημεῖα περικεῖσθαι, ἵν᾽ αὐτοκράτωρ ἐντελὴς οὗ πιστεύοιτο μέρους ἕκαστος ὑπάρχοι, αὐτὸς δ᾽, οἷα δὴ βασιλεὺς βασιλέων, αὐτοὺς περιθέοι καὶ ἐφορῴη μένοντας ἐφ᾽ ὧν ἐτάχθησαν, μηδὲ μεταδιώκων τοὺς λῃστὰς περιφέροιτο ἐξ ἔργων ἀτελῶν ἔτι ὄντων ἐς ἕτερα, ἀλλ᾽ εἶεν οἱ πανταχόθεν αὐτοῖς ἀπαντῶντές τε καὶ τὰς ἐς ἀλλήλους διαδρομὰς ἀποκλείοντες.

[95] οὕτω διαθεὶς ὁ Πομπήιος ἅπαντα, ἐπέστησεν Ἰβηρίᾳ μὲν καὶ ταῖς Ἡρακλείοις στήλαις Τιβέριον Νέρωνα καὶ Μάλλιον Τορκουᾶτον, ἀμφὶ δὲ τὴν Λιγυστικήν τε καὶ Κελτικὴν θάλασσαν Μᾶρκον Πομπώνιον, Λιβύῃ δὲ καὶ Σαρδόνι καὶ Κύρνῳ, καὶ ὅσαι πλησίον νῆσοι, Λέντλον τε Μαρκελλῖνον καὶ Πόπλιον Ἀτίλιον, περὶ δὲ αὐτὴν Ἰταλίαν Λεύκιον Γέλλιον καὶ Γναῖον Λέντλον. Σικελίαν δὲ καὶ τὸν Ἰόνιον ἐφύλασσον αὐτῷ Πλώτιός τε Οὐᾶρος καὶ Τερέντιος Οὐάρρων μέχρι Ἀκαρνανίας, Πελοπόννησον δὲ καὶ τὴν Ἀττικήν, ἔτι δ᾽ Εὔβοιαν καὶ Θεσσαλίαν καὶ Μακεδονίαν καὶ Βοιωτίαν Λεύκιος Σισιννᾶς, τὰς δὲ νήσους καὶ τὸ Αἰγαῖον ἅπαν καὶ τὸν Ἑλλήσποντον ἐπ᾽ ἐκείνῳ Λεύκιος Λόλλιος, Βιθυνίαν δὲ καὶ Θρᾴκην καὶ τὴν Προποντίδα καὶ τὸ τοῦ Πόντου στόμα Πούπλιος Πείσων, Λυκίαν δὲ καὶ Παμφυλίαν καὶ Κύπρον καὶ Φοινίκην Μέτελλος Νέπως. ὧδε μὲν αὐτῷ διετετάχατο οἱ στρατηγοὶ ἐπιχειρεῖν τε καὶ ἀμύνεσθαι, καὶ φυλάσσειν τὰ τεταγμένα, καὶ τοὺς παρ᾽ ἀλλήλων ἐκφεύγοντας ὑπολαμβάνειν, ἵνα μὴ διώκοντες ἀφίσταιντο μακράν, μηδὲ ὡς ἐν δρόμῳ περιφέροιντο, καὶ χρόνιον εἴη τὸ ἔργον, αὐτὸς δ᾽ ἅπαντας ἐπέπλει. καὶ τὰ ἐς δύσιν πρῶτα ἡμέραις τεσσαράκοντα ἐπιδὼν ἐς Ῥώμην παρῆλθεν. ὅθεν ἐς Βρεντέσιον, καὶ ἐκ Βρεντεσίου τοσῷδε διαστήματι τὴν ἕω περιπλεύσας, ἐξέπληξεν ἅπαντας τάχει τε ἐπίπλου καὶ μεγέθει παρασκευῆς καὶ φόβῳ δόξης, ὥστε τοὺς λῃστὰς ἐλπίσαντας αὐτῷ προεπιχειρήσειν, ἢ οὐκ εὐμαρές γε τὸ κατὰ σφῶν ἔργον ἀποδείξειν, δείσαντας εὐθὺς τῶν τε πόλεων ἃς ἐπολιόρκουν ἐξαναχθῆναι, καὶ ἐς τὰς συνήθεις ἄκρας καὶ ναυλοχίας ὑποφεύγειν, καὶ Πομπηίῳ τὴν μὲν θάλασσαν αὐτίκα ἀμαχὶ κεκαθάρθαι, τοὺς δὲ λῃστὰς ὑπὸ τῶν στρατηγῶν ἁλίσκεσθαι πανταχοῦ κατὰ μέρη.

[96] αὐτὸς δὲ ἐς Κιλικίαν ἠπείγετο μετὰ ποικίλου στρατοῦ καὶ μηχανημάτων πολλῶν, ἐλπίσας παντοίας μάχης καὶ πολιορκίας αὐτῷ δεήσειν ἐπὶ ἄκρας ἀποκρήμνους. οὐδενὸς δὲ ἐδέησε: τὸ γὰρ κλέος αὐτοῦ καὶ τὴν παρασκευὴν οἱ λῃσταὶ καταπλαγέντες, καὶ ἐλπίσαντες, εἰ μὴ διὰ μάχης ἔλθοιεν, τεύξεσθαι φιλανθρώπου, πρῶτοι μὲν οἳ Κράγον καὶ Ἀντίκραγον εἶχον, φρούρια μέγιστα, μετὰ δ᾽ ἐκείνους οἱ ὄρειοι Κίλικες καὶ ἐφεξῆς ἅπαντες ἑαυτοὺς ἐνεχείρισαν, ὅπλα τε ὁμοῦ πολλά, τὰ μὲν ἕτοιμα τὰ δὲ χαλκευόμενα, παρέδωκαν, καὶ ναῦς τὰς μὲν ἔτι πηγνυμένας τὰς δ᾽ ἤδη πλεούσας, χαλκόν τε καὶ σίδηρον ἐς ταῦτα συνενηνεγμένον καὶ ὀθόνας καὶ κάλως καὶ ὕλην ποικίλην, αἰχμαλώτων τε πλῆθος, τῶν μὲν ἐπὶ λύτροις τῶν δὲ ἐπὶ ἔργοις δεδεμένων. ὧν ὁ Πομπήιος τὴν μὲν ὕλην ἐνέπρησε, τὰς δὲ ναῦς ἀπήγαγε, τοὺς δ᾽ αἰχμαλώτους ἐς τὰς πατρίδας ἀφῆκε: καὶ πολλοὶ κενοτάφια σφῶν κατέλαβον ὡς ἐπὶ νεκροῖς γενόμενα. τοὺς δὲ πειρατὰς οἳ μάλιστα ἐδόκουν οὐχ ὑπὸ μοχθηρίας ἀλλ᾽ ἀπορίᾳ βίου διὰ τὸν πόλεμον ἐπὶ ταῦτα ἐλθεῖν, ἐς Μαλλὸν καὶ Ἄδανα καὶ Ἐπιφάνειαν, ἢ εἴ τι ἄλλο πόλισμα ἔρημον ἢ ὀλιγάνθρωπον ἦν τῆσδε τῆς τραχείας Κιλικίας, συνῴκιζε: τοὺς δέ τινας αὐτῶν καὶ ἐς Δύμην τῆς Ἀχαΐας ἐξέπεμπεν. ὧδε μὲν ὁ λῃστρικὸς πόλεμος, χαλεπώτατος ἔσεσθαι νομισθείς, ὀλιγήμερος ἐγένετο τῷ Πομπηίῳ: καὶ ναῦς ἔλαβε τὰς μὲν ἁλούσας μίαν καὶ ἑβδομήκοντα, τὰς δὲ ὑπ᾽ αὐτῶν παραδοθείσας ἓξ καὶ τριακοσίας, πόλεις δὲ καὶ φρούρια καὶ ὁρμητήρια ἄλλα αὐτῶν ἐς εἴκοσι καὶ ἑκατόν. λῃσταὶ δ᾽ ἀνῃρέθησαν ἐν ταῖς μάχαις ἀμφὶ τοὺς μυρίους.

ΚΕΦΑΛΑΙΟΝ 15

[97] ἐπὶ δὴ τούτοις ὀξέως τε οὕτω καὶ παραδόξως γενομένοις οἱ Ῥωμαῖοι τὸν Πομπήιον μέγα ἐπαίροντες, ἔτι ὄντα περὶ Κιλικίαν εἵλοντο τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγὸν ἐπὶ τῆς ὁμοίας ἐξουσίας, αὐτοκράτορα ὄντα, ὅπῃ θέλοι, συντίθεσθαί τε καὶ πολεμεῖν, καὶ φίλους ἢ πολεμίους Ῥωμαίοις οὓς δοκιμάσειε ποιεῖσθαι: στρατιᾶς τε πάσης, ὅση πέραν ἐστὶ τῆς Ἰταλίας, ἄρχειν ἔδωκαν. ἅπερ οὐδενί πω παντάπασι πρὸ τοῦδε ὁμοῦ πάντα ἐδόθη. καὶ ἴσως αὐτὸν καὶ διὰ τάδε μέγαν ὀνομάζουσιν: ὁ γάρ τοι πόλεμος ὁ τοῦ Μιθριδάτου καὶ ὑπὸ τῶν προτέρων στρατηγῶν ἐξήνυστο ἤδη.

Πομπήιος μὲν οὖν εὐθὺς ἐκ τῆς Ἀσίας στρατὸν ἀγείρας μετεστρατοπέδευσεν ἐπὶ τοὺς ὅρους τοῦ Μιθριδάτου: Μιθριδάτῃ δὲ ἦν ἐπίλεκτος οἰκεῖος στρατός, τρισμύριοι πεζοὶ καὶ ἱππεῖς τρισχίλιοι, καὶ προὐκάθητο τῆς χώρας. ἄρτι δ᾽ αὐτὴν Λευκόλλου διεφθαρκότος ἀπόρως εἶχεν ἀγορᾶς: ὅθεν αὐτομολίαις ἐπετίθεντο πολλοί. καὶ τούσδε μὲν ὁ Μιθριδάτης ἐρευνώμενος ἐκρήμνη καὶ ὀφθαλμοὺς ἀνώρυττε καὶ ἔκαιεν. καὶ τὰ μὲν τῶν αὐτομολιῶν ἧσσον ἠνώχλει διὰ φόβον τῶν κολάσεων, ἐπέτριβε δ᾽ ἡ ἀπορία.

[98] πρέσβεις οὖν ἐς Πομπήιον πέμψας ἠξίου μαθεῖν, τίς ἂν εἴη τοῦ πολέμου διάλυσις. ὁ δ᾽ ‘ἐὰν τοὺς αὐτομόλους ἡμῖν παραδῷς’ ἔφη, ‘καὶ σεαυτὸν ἡμῖν ἐπιτρέψῃς.’ ὧν ὁ Μιθριδάτης πυθόμενος τοῖς αὐτομόλοις τὸ περὶ αὐτῶν ἔφρασε, καὶ δεδιότας ὁρῶν ὤμοσεν ὅτι οἱ τὰ πρὸς Ῥωμαίους ἐστὶν ἄσπονδα διὰ τὴν πλεονεξίαν αὐτῶν, καὶ οὐκ ἐκδώσει τινά, οὐδὲ πράξει ποτὲ ὃ μὴ κοινῇ πᾶσι συνοίσει. ὁ μὲν δὴ ὧδε εἶπεν, ὁ δὲ Πομπήιος ἐνέδραν ποι καθεὶς ἱππέων, ἑτέρους ἔπεμπεν ἐκ φανεροῦ τοῖς προφύλαξι τοῦ βασιλέως ἐνοχλεῖν: καὶ εἴρητο αὐτοῖς ... ἐρεθίζειν καὶ ὑποφεύγειν ὥσπερ ἡττωμένους, ... ἔστε περ οἱ ἐκ τῆς ἐνέδρας περιλαβόντες αὐτοὺς ἐτρέψαντο. καὶ φεύγουσι τάχ᾽ ἂν καὶ ἐς τὸ στρατόπεδον συνεσεπήδησαν, εἰ μὴ δείσας ὁ βασιλεὺς προήγαγε τὸ πεζόν. οἱ δ᾽ ἀπεχώρουν. καὶ τέλος ἦν τοῦτο τῇ πρώτῃ Πομπηίου καὶ Μιθριδάτου πείρᾳ ἐς ἀλλήλους καὶ ἱππομαχίᾳ.

[99] ἐνοχλούμενος δ᾽ ὑπὸ τῆς ἀπορίας ὁ βασιλεὺς ἄκων ὑπεχώρει, καὶ ἐσεδέχετο Πομπήιον ἐς τὴν ἑαυτοῦ, ἐλπίζων καθήμενον ἐν τῇδε τῇ διεφθαρμένῃ κακοπαθήσειν. ὁ δὲ ἀγορὰν μὲν ἐπακτὸν ἐκ τῶν ὄπισθεν εἶχε, περιελθὼν δὲ τὰ πρὸς ἕω τοῦ Μιθριδάτου, καὶ φρούρια αὐτῷ καὶ στρατόπεδα πολλὰ ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους περιθεὶς ἀπετάφρευε τοῦ μὴ σιτολογεῖν αὐτὸν ἔτι εὐμαρῶς. καὶ ὁ βασιλεὺς ἀποταφρεύοντι μὲν οὐκ ἐπετίθετο, εἴθ᾽ ὑπὸ δέους εἴθ᾽ ὑπ᾽ ἀνοίας, ἣ νᾶσιν ἐγγίγνεται πλησιαζόντων τῶν κακῶν, κάμνων δ᾽ αὖθις ἐξ ἀπορίας τὰ ὑποζύγια ὅσα εἶχε κατέκοπτε, τοὺς ἵππους μόνους περιποιούμενος, ἔστε μόλις ἐς πεντήκοντα διαρκέσας ἡμέρας νυκτὸς ἀπεδίδρασκε σὺν σιωπῇ βαθείᾳ δι᾽ ὁδῶν δυσχερῶν. ὡς δὲ αὐτὸν μόλις ἡμέρας ὁ Πομπήιος καταλαβὼν εἴχετο τῶν ὑστάτων, ὁ μὲν καὶ τότε τῶν φίλων ἐκτάξαι κελευόντων οὐκ ἐμάχετο, ἀλλὰ τοῖς ἱππεῦσι μόνοις τοὺς πλησιάζοντας ἀνακόπτων ἑσπέρας ἐν ὕλαις ηὐλίσατο πυκναῖς. τῇ δ᾽ ἐπιούσῃ χωρίον κατέλαβε περίκρημνον, οὗ μία ἐς αὐτὸ ἄνοδος ἦν, καὶ τέσσαρες αὐτὴν σπεῖραι προὐφύλασσον. ἀντεφύλασσον δὲ καὶ Ῥωμαῖοι μὴ διαφυγεῖν Μιθριδάτην.

[100] ἅμα δ᾽ ἡμέρᾳ τὸν μὲν στρατὸν αὑτῶν ὥπλιζεν ἑκάτερος, οἱ προφύλακες δ᾽ ἀλλήλων κατὰ τὸ πρανὲς ἀπεπειρῶντο: καί τινες ἱππεῖς τοῦ Μιθριδάτου χωρίς τε τῶν ἵππων καὶ χωρὶς ἐπαγγέλματος ἐβοήθουν τοῖς σφετέροις προφύλαξιν. πλειόνων δέ σφισι Ῥωμαίων ἱππέων ἐπιόντων, οἱ ἄνιπποι τῶν Μιθριδατείων οἵδε ἀθρόως ἐς τὸ στρατόπεδον ἀνεπήδων, ἀναβησόμενοί τε τοὺς ἵππους καὶ ἐξ ἴσου τοῖς ἐπιοῦσι Ῥωμαίοις συνοισόμενοι. κατιδόντες δ᾽ αὐτοὺς οἱ ἄνω ἔτι ὁπλιζόμενοι σὺν δρόμῳ καὶ βοῇ προσθέοντας, καὶ τὸ γιγνόμενον οὐκ εἰδότες ἀλλὰ φεύγειν αὐτοὺς ὑπολαβόντες, ὡς εἰλημμένου σφῶν ἤδη καθ᾽ ἑκάτερα τοῦ στρατοπέδου, τὰ ὅπλα μεθέντες ἔφευγον. ἀδιεξόδου δ᾽ ὄντος τοῦ χωρίου προσέπταιον ἀλλήλοις ἀναστρεφόμενοι, μέχρι καθήλαντο κατὰ τῶν κρημνῶν. οὕτω μὲν ἡ στρατιὰ τῷ Μιθριδάτῃ διὰ προπέτειαν τῶν ἄνευ προστάγματος τοῖς προμάχοις ἐπικουρεῖν ἑλομένων θορυβηθεῖσα διέφθαρτο, καὶ τὸ λοιπὸν ἔργον εὔκολον ἦν τῷ Πομπηίῳ, κτείνοντι καὶ συλλαμβάνοντι ἀνόπλους ἔτι καὶ ἐν περικρήμνῳ συγκεκλεισμένους. καὶ ἀνῃρέθησαν ἐς μυρίους, καὶ τὸ στρατόπεδον ὅλῃ τῇ παρασκευῇ κατελήφθη.

[101] Μιθριδάτης δὲ μετὰ τῶν ὑπασπιστῶν μόνων ὠσάμενος ἐς τὰ κατάκρημνα καὶ διαφυγὼν ἐνέτυχέ τισιν ἱππεῦσι μισθοφόροις καὶ πεζοῖς ὡς τρισχιλίοις, οἳ εὐθὺς αὐτῷ συνείμοντο ἐς Σινόρηγα φρούριον, ἔνθα αὐτῷ χρήματα πολλὰ ἐσεσώρευτο: καὶ δωρεὰν καὶ μισθὸν ἐνιαυτοῦ τοῖς συμφυγοῦσι διέδωκεν. φέρων δ᾽ ἐς ἑξακισχίλια τάλαντα ἐπὶ τὰς τοῦ Εὐφράτου πηγὰς ἠπείγετο ὡς ἐκεῖθεν ἐς Κόλχους περάσων. δρόμῳ δ᾽ ἀπαύστῳ χρώμενος τὸν μὲν Εὐφράτην ὑπερῆλθεν ἡμέρᾳ μάλιστα τετάρτῃ, τρισὶ δ᾽ ἄλλαις καθιστάμενος καὶ ὁπλίζων τοὺς συνόντας ἢ προσιόντας ἐς τὴν Χωτηνὴν Ἀρμενίαν ἐνέβαλεν, ἔνθα Χωτηνοὺς μὲν καὶ Ἴβηρας, κωλύοντας αὐτὸν βέλεσι καὶ σφενδόναις, ἐλαύνων διῆλθεν ἐπὶ τὸν Ἄψαρον ποταμόν. Ἴβηρας δὲ τοὺς ἐν Ἀσίᾳ οἱ μὲν προγόνους οἱ δ᾽ ἀποίκους ἡγοῦνται τῶν Εὐρωπαίων Ἰβήρων, οἱ δὲ μόνον ὁμωνύμους: ἔθος γὰρ οὐδὲν ἦν ὅμοιον, ἢ γλῶσσα. Μιθριδάτης δ᾽ ἐν Διοσκούροις χειμάζων, ἥν τινα πόλιν οἱ Κόλχοι σύμβολον ἡγοῦνται τῆς Διοσκούρων σὺν Ἀργοναύταις ἐπιδημίας, οὐδὲν σμικρόν, οὐδ᾽ οἷον ἐν φυγῇ, διενοεῖτο, ἀλλὰ τὸν Πόντον ὅλον ἐν κύκλῳ καὶ Σκύθας ἐπὶ τῷ Πόντῳ καὶ τὴν Μαιώτιδα λίμνην ὑπερελθὼν ἐς Βόσπορον ἐμβαλεῖν, τήν τε Μαχάρους τοῦ παιδὸς ἀρχήν, ἀχαρίστου περὶ αὐτὸν γενομένου, παραλαβὼν αὖθις ἐκ μετώπου Ῥωμαίοις γενέσθαι, καὶ πολεμεῖν ἐκ τῆς Εὐρώπης οὖσιν ἐν τῇ Ἀσίᾳ, τὸν πόρον ἐν μέσῳ θέμενος, ὃν κληθῆναι νομίζουσι Βόσπορον Ἰοῦς διανηξαμένης, ὅτε βοῦς γενομένη κατὰ ζηλοτυπίαν Ἥρας ἔφευγεν.

[102] ἐς τοσοῦτο παραδοξολογίας ἐπειγόμενος ὁ Μιθριδάτης ἐφικέσθαι ὅμως ἐπενόει, καὶ διώδευεν ἔθνη Σκυθικὰ καὶ πολεμικὰ καὶ ἀλλότρια πείθων ἢ βιαζόμενος: οὕτω καὶ φεύγων καὶ ἀτυχῶν αἰδέσιμος ἔτι καὶ φοβερὸς ἦν. ἡνιόχους μὲν οὖν δεχομένους αὐτὸν παρώδευεν, Ἀχαιοὺς δ᾽ ἐτρέψατο διώκων: οὓς ἀπὸ Τροίας ἐπανιόντας φασὶν ἐς τὸν Πόντον ὑπὸ χειμῶνος ἐκπεσεῖν, καὶ πολλὰ παθεῖν ὡς Ἕλληνας ὑπὸ βαρβάρων, πέμψαντας δ᾽ ἐπὶ ναῦς ἐς τὰς πατρίδας καὶ ὑπεροφθέντας μηνῖσαι τῷ Ἑλληνικῷ γένει, καὶ Σκυθικῶς ὅσους ἕλοιεν Ἑλλήνων καταθύειν, πρῶτα μὲν ἅπαντας ὑπ᾽ ὀργῆς, σὺν χρόνῳ δὲ τοὺς καλλίστους αὐτῶν μόνους, μετὰ δὲ τοὺς κληρουμένους. καὶ τάδε μὲν περὶ Ἀχαιῶν τῶν Σκυθικῶν: ὁ δὲ Μιθριδάτης ἐς τὴν Μαιῶτιν ἐμβαλών, ἧς εἰσὶ πολλοὶ δυνάσται, πάντων αὐτὸν κατὰ κλέος ἔργων τε καὶ ἀρχῆς, καὶ δυνάμεως ἔτι οἱ παρούσης ἀξιολόγου, δεχομένων τε καὶ παραπεμπόντων, καὶ δῶρα πολλὰ φερόντων καὶ κομιζομένων ἕτερα, ὁ δὲ καὶ συμμαχίαν αὐτοῖς ἐτίθετο, ἐπινοῶν ἕτερα καινότερα, διὰ Θρᾴκης ἐς Μακεδονίαν καὶ διὰ Μακεδόνων ἐς Παίονας ἐμβαλὼν ὑπερελθεῖν ἐς τὴν Ἰταλίαν τὰ Ἄλπεια ὄρη: γάμους τε θυγατέρων ἐπὶ τῇδε τῇ συμμαχίᾳ τοῖς δυνατωτέροις αὐτῶν ἠγγύα. Μαχάρης δ᾽ αὐτὸν ὁ παῖς πυνθανόμενος ὁδόν τε τοσαύτην ὀλίγῳ χρόνῳ καὶ ἄγρια ἔθνη καὶ τὰ καλούμενα κλεῖθρα Σκυθῶν, οὐδενί πω γεγονότα περατά, διοδεῦσαι, πρέσβεις μέν τινας ἐς αὐτὸν ἔπεμπεν ἀπολογησομένους ὡς ἀνάγκῃ θεραπεύσειε Ῥωμαίους, ὀργὴν δὲ ἄκρον εἰδὼς ἔφευγεν ἐς τὴν ἐν τῷ Πόντῳ χερρόνησον, τὰς ναῦς διαπρήσας, ἵνα μὴ διώξειεν αὐτὸν ὁ πατήρ. ἑτέρας δ᾽ ἐπιπέμψαντος ἐκείνου, προλαβὼν ἑαυτὸν ἔκτεινεν. ὁ δὲ Μιθριδάτης αὐτοῦ τῶν φίλων οὓς μὲν αὐτὸς ἐς τὴν ἀρχὴν ἀπιόντι ἐδεδώκει, πάντας ἔκτεινε, τοὺς δὲ τοῦ παιδὸς ἀπαθεῖς ὡς ὑπηρέτας ἰδίου φίλου γενομένους ἀφῆκεν.

[103] καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην, ὁ δὲ Πομπήιος αὐτὸν εὐθὺς μὲν ἐπὶ τῇ φυγῇ μέχρι Κόλχων ἐδίωξε, μετὰ δέ, οὐδαμὰ δόξας αὐτὸν οὔτε τὸν Πόντον οὔτε τὴν Μαιώτιδα λίμνην περιελεύσεσθαι, οὐδὲ μεγάλοις ἔτι πράγμασιν ἐγχειρήσειν ἐκπεσόντα, τοὺς Κόλχους ἐπῄει καθ᾽ ίστορίαν τῆς Ἀργοναυτῶν καὶ Διοσκούρων καὶ Ἡρακλέους ἐπιδημίας, τὸ πάθος μάλιστα ἰδεῖν ἐθέλων ὃ Προμηθεῖ φασὶ γενέσθαι περὶ τὸ Καύκασον ὄρος. χρυσοφοροῦσι δ᾽ ἐκ τοῦ Καυκάσου πηγαὶ πολλαὶ ψῆγμα ἀφανές: καὶ οἱ περίοικοι κῴδια τιθέντες ἐς τὸ ῥεῦμα βαθύμαλλα, τὸ ψῆγμα ἐνισχόμενον αὐτοῖς ἐκλέγουσιν. καὶ τοιοῦτον ἦν ἴσως καὶ τὸ χρυσόμαλλον Αἰήτου δέρος. τὸν οὖν Πομπήιον ἐπὶ τῇ ἱστορίᾳ ἀνιόντα οἱ μὲν ἄλλοι παρέπεμπον, ὅσα ἔθνη γείτονα: Ὀροίζης δ᾽ ὁ τῶν Ἀλβανῶν βασιλεὺς καὶ Ἀρτώκης ὁ Ἰβήρων ἑπτὰ μυριάσιν ἐλόχων ἀμφὶ τὸν Κύρτον ποταμόν, ὃς δώδεκα στόμασι πλωτοῖς ἐς τὴν Κασπίαν θάλασσαν ἐρεύγεται, πολλῶν ἐς αὐτὸν ἐμβαλόντων ποταμῶν, καὶ μεγίστου πάντων Ἀράξου. αἰσθόμενος δὲ τῆς ἐνέδρας ὁ Πομπήιος τὸν ποταμὸν ἐζεύγνυ, καὶ τοὺς βαρβάρους συνελάσας ἐς λόχμην βαθεῖαν ῾ὑλομαχῆσαι δ᾽ εἰσὶ δεινοί, κρυπτόμενοί τε καὶ ἐπιόντες ἀφανῶς᾿ αὐτῇ λόχμῃ τὸν στρατὸν περιστήσας ἐνέπρησε, καὶ τοὺς ἐκφεύγοντας ἐδίωκεν, ἕως ἅπαντες ὅμηρά τε καὶ δῶρα ἤνεγκαν. καὶ ἐθριάμβευσεν ἐς Ῥώμην καὶ ἀπὸ τῶνδε. πολλαὶ δὲ ἔν τε τοῖς ὁμήροις καὶ τοῖς αἰχμαλώτοις ηὑρέθησαν γυναῖκες, οὐ μείονα τῶν ἀνδρῶν τραύματα ἔχουσαι: καὶ ἐδόκουν Ἀμαζόνες εἶναι, εἴτε τι ἔθνος ἐστὶν αὐτοῖς γειτονεῦον αἱ Ἀμαζόνες, ἐπίκλητοι τότε ἐς συμμαχίαν γενόμεναι, εἴτε τινὰς πολεμικὰς ὅλως γυναῖκας οἱ τῇδε βάρβαροι καλοῦσιν Ἀμαζόνας.

[104] ἐπανιὼν δ᾽ ἐντεῦθεν ὁ Πομπήιος ἐστράτευσεν ἐς Ἀρμενίαν, ἔγκλημα ἐς Τιγράνη τιθέμενος ὅτι συνεμάχει Μιθριδάτῃ: καὶ ἦν ἤδη περὶ Ἀρτάξατα τὴν βασίλειον. Τιγράνῃ δὲ οὐκ ἔγνωστο μὲν πολεμεῖν ἔτι, παῖδες δ᾽ ἐκ τῆς Μιθριδάτου θυγατρὸς αὐτῷ ἐγεγένηντο, ὧν δύο μὲν αὐτὸς ὁ Τιγράνης ἀνῃρήκει, τὸν μὲν ἐν μάχῃ, πολεμοῦντά οἱ, τὸν δ᾽ ἐν κυνηγεσίοις, αὐτοῦ πεσόντος ἀμελήσαντα καὶ τὸ διάδημα περιθέμενον ἔτι κειμένου. ὁ δὲ τρίτος, Τιγράνης, ἐν μὲν τοῖς κυνηγεσίοις ὑπεραλγήσας τοῦ πατρὸς ἐστεφάνωτο ὑπ᾽ αὐτοῦ, μικρὸν δὲ διαλιπὼν ἀπέστη καὶ ὅδε, καὶ πολεμῶν τῷ πατρὶ καὶ ἡττώμενος ἐς Φραάτην ἐπεφεύγει τὸν Παρθυαίων βασιλέα, ἄρτι τὴν Σιντρίκου τοῦ πατρὸς ἀρχὴν διαδεδεγμένον. πλησιάσαντος δὲ τοῦ Πομπηίου κοινωσάμενος Φραάτῃ, συγχωροῦντός τι κἀκείνου καὶ φιλίαν ἰδίαν ἐς τὸν Πομπήιον μνωμένου, κατέφυγεν ὁ παῖς ἱκέτης ἐς τὸν Πομπήιον, καὶ ταῦτα ὢν Μιθριδάτου θυγατριδοῦς. ἀλλὰ μέγα δικαιοσύνης καὶ πίστεως κλέος ἦν τοῦ Πομπηίου παρὰ τοῖς βαρβάροις, ᾧ δὴ πίσυνος καὶ ὁ πατὴρ Τιγράνης οὐδ᾽ ἐπικηρυκευσάμενος ᾔει, τά τε ἄλλα πάντα ἑαυτὸν ἐπιτρέψας ἐς τὰ δίκαια Πομπηίῳ, καὶ κατηγορήσων τοῦ παιδὸς ἐπὶ Πομπηίου. χιλιάρχους δὲ αὐτῷ καὶ ἱππάρχους ἐπὶ τιμῇ κελεύσαντος ὑπαντᾶν τοῦ Πομπηίου, οἱ μὲν ὄντες ἀμφὶ τὸν Τιγράνη τὸ ἀκήρυκτον τῆς ὁδοῦ δεδιότες ἔφευγον ὀπίσω, ὁ δὲ Τιγράνης ἦλθε, καὶ τὸν Πομπήιον ὡς κρείττονα βαρβαρικῶς προσεκύνησεν. εἰσὶ δ᾽ οἳ λέγουσιν ὑπὸ ῥαβδούχοις αὐτὸν ἀχθῆναι, μετάπεμπτον ὑπὸ τοῦ Πομπηίου γενόμενον. ὁποτέρως δ᾽ ἦλθεν, ἐξελογεῖτο περὶ τῶν γεγονότων, καὶ ἐδίδου Πομπηίῳ μὲν αὐτῷ τάλαντα ἑξακισχίλια, τῇ στρατιᾷ δὲ δραχμὰς πεντήκοντα ἑκάστῳ, καὶ λοχαγῷ χιλίας, καὶ χιλιάρχῳ μυρίας.

[105] καὶ ὁ Πομπήιος αὐτῷ συνεγίγνωσκε τῶν γεγονότων καὶ συνήλασσε τῷ παιδί, καὶ διῄτησε τὸν μὲν υἱὸν ἄρχειν τῆς Σωφηνῆς καὶ Γορδυηνῆς, αἳ νῦν ἄρα εἰσὶν Ἀρμενία βραχυτέρα, τὸν δὲ πατέρα τῆς ἄλλης Ἀρμενίας ἐπὶ τῷδε τῷ παιδὶ κληρονόμῳ. τὴν δὲ ἐπίκτητον αὐτὸν ἀρχὴν ἐκέλευεν ἤδη μεθεῖναι. καὶ μεθίει Συρίαν τὴν ἀπ᾽ Εὐφράτου μέχρι τῆς θαλάσσης: εἶχε γὰρ δὴ καὶ τήνδε καὶ Κιλικίας τινὰ ὁ Τιγράνης, Ἀντίοχον ἐκβαλὼν τὸν εὐσεβῆ προσαγορευθέντα. Ἀρμενίων δ᾽ ὅσοι τὸν Τιγράνη πρὸς Πομπήιον ὁδεύοντα ἐγκατελελοίπεσαν, ἐν ὑποψίᾳ τοῦτ᾽ ἔχοντες, τὸν παῖδα αὐτοῦ παρὰ τῷ Πομπηίῳ ἔτι ὄντα πείθουσιν ἐπιθέσθαι τῷ πατρί. καὶ ὁ μὲν ἐλήφθη καὶ ἐδέθη, καὶ μεταξὺ Παρθυαίους ἐρεθίζων ἐπὶ τὸν Πομπήιον ἐθριαμβεύθη καὶ ἀνῃρέθη: ὁ δὲ Πομπήιος ἐκτετελέσθαι οἱ τὸν πάντα πόλεμον ἡγούμενος, ᾤκιζε πόλιν ἔνθα τὴν μάχην ἐνίκα Μιθριδάτην, ἣ ἀπὸ τοῦ ἔργου Νικόπολις κλῄζεται, καὶ ἔστιν Ἀρμενίας τῆς βραχυτέρας λεγομένης. Ἀριοβαρζάνῃ δ᾽ ἀπεδίδου βασιλεύειν Καππαδοκίας, καὶ προσεπέδωκε Σωφηνὴν καὶ Γορδυηνήν, ἃ τῷ παιδὶ ἐμεμέριστο τῷ Τιγράνους: καὶ στρατηγεῖται νῦν ἅμα τῇ Καππαδοκίᾳ καὶ τάδε. ἔδωκε δὲ καὶ τῆς Κιλικίας πόλιν Καστάβαλα καὶ ἄλλας. Ἀριοβαρζάνης μὲν οὖν τὴν βασιλείαν ὅλην τῷ παιδὶ περιὼν ἐνεχείρισε. καὶ πολλαὶ μεταβολαὶ μέχρι Καίσαρος ἐγένοντο τοῦ Σεβαστοῦ, ἐφ᾽ οὗ, καθάπερ τὰ λοιπά, καὶ ἥδε ἡ βασιλεία περιῆλθεν ἐς στρατηγίαν.

ΚΕΦΑΛΑΙΟΝ 16

[106] ὁ δὲ Πομπήιος καὶ τὸν Ταῦρον ὑπερελθὼν ἐπολέμησε μὲν Ἀντιόχῳ τῷ Κομμαγηνῷ, ἕως ἐς φιλίαν ὁ Ἀντίοχος αὐτῷ συνῆλθεν, ἐπολέμησε δὲ καὶ Δαρείῳ τῷ Μήδῳ, μέχρι ἔφυγεν, εἴτε Ἀντιόχῳ συμμαχῶν εἴτε Τιγράνῃ πρότερον. ἐπολέμησε δὲ καὶ Ἄραψι τοῖς Ναβαταίοις, Ἀρέτα βασιλεύοντος αὐτῶν, καὶ Ἰουδαίοις, Ἀριστοβούλου τοῦ βασιλέως ἀποστάντος, ἕως εἷλεν Ἱεροσόλυμα τὴν ἁγιωτάτην αὐτοῖς πόλιν. καὶ Κιλικίας δὲ ὅσα οὔπω Ῥωμαίοις ὑπήκουε, καὶ τὴν ἄλλην Συρίαν, ὅση τε περὶ Εὐφράτην ἐστὶ καὶ κοίλη καὶ Φοινίκη καὶ Παλαιστίνη λέγεται, καὶ τὴν Ἰδουμαίων καὶ Ἰτουραίων, καὶ ὅσα ἄλλα ὀνόματα Συρίας, ἐπιὼν ἀμαχὶ Ῥωμαίοις καθίστατο, ἔγκλημα μὲν οὐδὲν ἔχων ἐς Ἀντίοχον τὸν εὐσεβοῦς, παρόντα καὶ δεόμενον ὑπὲρ ἀρχῆς πατρῴας, ἡγούμενος δέ, Τιγράνη τὸν κρατήσαντα τοῦ Ἀντιόχου τῆς γῆς ἀπελάσας, Ῥωμαίοις αὐτὴν κατὰ τόδε προσκεκτῆσθαι. ταῦτα δ᾽ αὐτῷ διοικουμένῳ πρέσβεις ἀφίκοντο Φραάτου καὶ Τιγράνους ἐς πόλεμον ἀλλήλοις συμπεσόντων, οἱ μὲν Τιγράνους ὡς φίλῳ συμμαχεῖν τὸν Πομπήιον ἀξιοῦντες, οἱ δὲ τοῦ Παρθυαίου φιλίαν αὐτῷ πρὸς Ῥωμαίους τιθέμενοι. καὶ ὁ Πομπήιος οὐκ ἀξιῶν Παρθυαίοις πολεμεῖν ἄνευ Ῥωμαίων ψηφίσματος, ἔπεμψεν ἀμφοτέροις διαλλακτάς.

[107] καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν, Μιθριδάτῃ δὲ ἡ περίοδος ἤνυστο τοῦ Πόντου: καὶ Παντικάπαιον, ἐμπόριον Εὐρωπαίων ἐπὶ τῆς ἐκβολῆς τοῦ Πόντου καταλαβὼν κτείνει τῶν υἱέων Ξιφάρην ἐπὶ τοῦ πόρου διὰ μητρὸς ἁμάρτημα τοιόνδε. φρούριον ἦν τι Μιθριδάτῃ, ἔνθα λανθάνοντες ὑπόγειοι θησαυροὶ πολλῶν σιδηροδέτων χαλκέων πολλὰ χρήματα ἔκρυπτον. Στρατονίκη δέ, μία τῶν Μιθριδάτου παλλακῶν ἢ γυναικῶν, ἣ τοῦδε τοῦ φρουρίου τὴν ἐπιστήμην καὶ φυλακὴν ἐπετέτραπτο, περιιόντος ἔτι τὸν Πόντον τοῦ Μιθριδάτου τὸ φρούριον ἐνεχείρισε τῷ Πομπηίῳ καὶ τοὺς θησαυροὺς ἀγνοουμένους ἐμήνυσεν, ἐπὶ συνθήκῃ μόνῃ τῇδε, ὅτι οἱ τὸν υἱὸν Ξιφάρην ὁ Πομπήιος, εἰ λάβοι, περισώσει. καὶ ὁ μὲν τοῖς χρήμασιν ἐπιτυχὼν ὑπέσχητο αὐτῇ τὸν Ξιφάρην καὶ ἐδεδώκει φέρεσθαι καὶ τὰ ἴδια: αἰσθόμενος δὲ τῶν γεγονότων ὁ Μιθριδάτης κτείνει τὸν Ξιφάρην ἐπὶ τοῦ πόρου, ἐφορώσης τῆς μητρὸς πέραθεν, καὶ ἐξέρριψεν ἄταφον. καὶ ὁ μὲν υἱοῦ κατεφρόνησεν ἐς ἀνίαν τῆς ἁμαρτούσης, καὶ πρέσβεις ἐς τὸν Πομπήιον, ἔτι περὶ Συρίαν ὄντα καὶ οὐκ αἰσθανόμενον αὐτοῦ παρόντος, ἔπεμπεν, οἳ τῆς πατρῴας ἀρχῆς αὐτὸν Ῥωμαίοις τελέσειν φόρους ὑπισχνοῦντο: Πομπηίου δ᾽ αὐτὸν ἐλθόντα δεῖσθαι τὸν Μιθριδάτην κελεύοντος, καθὰ καὶ Τιγράνης ἀφίκετο, τοῦτο μὲν οὐκ ἔφη ποτὲ ὑποστήσεσθαι, Μιθριδάτης γε ὤν, πέμψειν δὲ τῶν παίδων τινὰς καὶ φίλους. ἅμα δὲ ταῦτ᾽ ἔλεγε, καὶ στρατιὰν ἀθρόως κατέλεγεν ἐλευθέρων τε καὶ δούλων, ὅπλα τε πολλὰ καὶ βέλη καὶ μηχανὰς ἐπήγνυ, φειδόμενος οὔτε τινὸς ὕλας οὔτε βοῶν ἀροτήρων ἐς τὰ νεῦρα, ἐσφοράς τε πᾶσιν ἐς τὰ βραχύτατα τῆς περιουσίας ἐπέγραφεν. οἱ δὲ ὑπηρέται τούτου πολλοὺς ἐνύβριζον, οὐκ αἰσθανομένου τοῦ Μιθριδάτου: νόσον γάρ τινα ἑλκώδη τοῦ προσώπου νοσῶν ὑπὸ τριῶν εὐνούχων ἐθεραπεύετο καὶ ἑωρᾶτο.

[108] ὡς δ᾽ ἔληγε τὸ πάθος, καὶ ὁ στρατὸς αὐτῷ ἀγήγερτο ἤδη, ἐπίλεκτοι μὲν ἑξήκοντα σπεῖραι, ἀνὰ ἑξακοσίους ἄνδρας, πολὺς δὲ καὶ ἄλλος ὅμιλος καὶ νῆες, καὶ χωρία ὅσα οἱ στρατηγοὶ παρὰ τὴν νόσον ᾑρήκεσαν, ἐπέρα τοῦ στρατοῦ μέρος ἐς Φαναγόρειαν, ἕτερον ἐμπόριον ἐπὶ τοῦ στόματος, ὡς ἑκατέρωθεν ἕξων τὰς ἐσβολάς, ἔτι Πομπηίου περὶ Συρίαν ὄντος. Κάστωρ δὲ Φαναγορεὺς ᾐκισμένος ποτὲ ὑπὸ Τρύφωνος εὐνούχου βασιλικοῦ, τὸν Τρύφωνα ἐσιόντα κτείνει προσπεσών, καὶ τὸ πλῆθος ἐς ἐλευθερίαν συνεκάλει. οἱ δέ, καίπερ ἤδη τῆς ἀκροπόλεως ἐχομένης ὑπὸ Ἀρταφέρνους τε καὶ ἑτέρων υἱέων τοῦ Μιθριδάτου, ξύλα περιθέντες τὴν ἄκραν ἐνεπίμπρασαν, ἕως ὁ μὲν Ἀρταφέρνης καὶ Δαρεῖος καὶ Ξέρξης καὶ Ὀξάθρης καὶ Εὐπάτρα, παῖδες τοῦ Μιθριδάτου, δείσαντες ἐπὶ τῷ πυρὶ παρέδοσαν ἑαυτοὺς ἄγεσθαι. καὶ ἦν αὐτῶν Ἀρταφέρνης ἀμφὶ τεσσαράκοντα ἔτη μόνος, οἱ δὲ λοιποὶ παῖδες εὔμορφοι. Κλεοπάτρα δὲ ἀντεῖχεν, ἑτέρα παῖς τοῦ Μιθριδάτου: καὶ αὐτὴν ὁ πατὴρ ἀγάμενος τῆς εὐψυχίας, δίκροτα πολλὰ ἐπιπέμψας ἐξήρπασεν. ὅσα δὲ ἐγγὺς ἦν φρούρια, ἀρτίληπτα τῷ Μιθριδάτῃ γενόμενα, πρὸς τὴν θερμουργίαν τῶν Φαναγορέων ἀφίστατο τοῦ Μιθριδάτου, Χερρόνησός τε καὶ Θεοδοσία καὶ Νύμφαιον, καὶ ὅσα ἄλλα περὶ τὸν Πόντον ἐστὶν εὔκαιρα ἐς πόλεμον. ὁ δὲ τὰς ἀποστάσεις ὁρῶν πυκνάς, καὶ τὸν στρατὸν ἐν ὑποψίᾳ ἔχων μὴ οὐ βέβαιος ᾖ διὰ τὴν ἀνάγκην τῆς στρατείας καὶ δι᾽ ἐσφορῶν βαρύτητα καὶ τὴν ἀεὶ τοῖς στρατοῖς ἐς ἡγεμόνας ἀτυχοῦντας ἀπιστίαν, ἔπεμπεν ἐς τοὺς Σκύθας δι᾽ εὐνουχων τοῖς δυνάσταις τὰς θυγατέρας ἐς γάμόυς, αἰτῶν στρατιὰν κατὰ τάχος ἤδη οἱ παρεῖναι. πεντακόσιοι δ᾽ αὐτὰς ἀπὸ τοῦ στρατοῦ παρέπεμπον ἄνδρες: οἳ Μιθριδάτου βραχὺ διασχόντες ἔκτεινάν τε τοὺς ἄγοντας εὐνούχους, ἀεὶ πρὸς εὐνούχους κρατοῦντας τοῦ Μιθριδάτου πεπολεμωμένοι, καὶ τὰς κόρας ἐς τὸν Πομπήιον ἀπήγαγον.

[109] ὁ δὲ καὶ τέκνων τοσῶνδε καὶ φρουρίων καὶ τῆς ἀρχῆς ὅλης ἀφῃρημένος, καὶ ἐς οὐδὲν ἀξιόμαχος ἔτι ὤν, οὐδὲ τῆς Σκυθῶν συμμαχίας ἡγούμενος ἂν τυχεῖν, ὅμως οὐδὲν οὐδὲ τότε ἢ ταπεινὸν ἢ συμφορῶν ἄξιον ἐνεθυμεῖτο, ἀλλ᾽ ἐς Κελτούς, ἐκ πολλοῦ φίλους ἐπὶ τῷδέ οἱ γεγονότας, ἐπενόει διελθὼν ἐς τὴν Ἰταλίαν σὺν ἐκείνοις ἐμβαλεῖν, ἐλπίζων οἱ πολλὰ καὶ τῆς Ἰταλίας αὐτῆς ἔχθει Ῥωμαίων προσέσεσθαι, πυνθανόμενος ὧδε καὶ Ἀννίβαν πρᾶξαι πολεμούμενον ἐν Ἰβηρίᾳ, καὶ ἐπιφοβώτατον ἐκ τοῦδε Ῥωμαίοις γενέσθαι. ᾔδει δὲ καὶ ἔναγχος τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀπὸ Ῥωμαίων ἀποστᾶσαν ὑπὸ ἔχθους, καὶ ἐπὶ πλεῖστον αὐτοῖς πεπολεμηκυῖαν, Σπαρτάκῳ τε μονομάχῳ συστᾶσαν ἐπ᾽ αὐτούς, ἀνδρὶ ἐπ᾽ οὐδεμιᾶς ἀξιώσεως ὄντι. ταῦτα ἐνθυμούμενος ἐς Κελτοὺς ἠπείγετο. τοῦ δὲ τολμήματος ἂν αὐτῷ λαμπροτάτου γενομένου, ὁ στρατὸς ὤκνει δι᾽ αὐτὸ μάλιστα τῆς τόλμης τὸ μέγεθος, ἐπί τε χρόνιον στρατείαν καὶ ἐς ἀλλοτρίαν γῆν ἀγόμενοι, καὶ ἐπὶ ἄνδρας ὧν οὐδ᾽ ἐν τῇ σφετέρᾳ κρατοῦσιν. αὐτόν τε τὸν Μιθριδάτην ἡγούμενοι, πάντων ἀπογιγνώσκοντα, βούλεσθαί τι δρῶντα καὶ βασιλιζόμενον μᾶλλον ἢ δι᾽ ἀργίας ἀποθανεῖν, ὅμως ἐνεκαρτέρουν καὶ ἡσύχαζον: οὐ γάρ τοι σμικρὸς οὐδ᾽ εὐκαταφρόνητος ἦν ὁ βασιλεὺς οὐδ᾽ ἐν ταῖς συμφοραῖς.

[110] ὧδε δ᾽ ἐχόντων ἁπάντων, Φαρνάκης ὁ τῶν παίδων αὐτῷ τιμιώτατός τε καὶ πολλάκις ὑπ᾽ αὐτοῦ τῆς ἀρχῆς ἀποδεδειγμένος ἔσεσθαι διάδοχος, εἴτε δείσας περὶ τοῦδε τοῦ στόλου καὶ τῆς ἀρχῆς, ὡς νῦν μὲν ἔτι συγγνωσομένων τι Ῥωμαίων, ἀπολουμένης δὲ πάμπαν ὁλοκλήρως εἰ ἐπὶ τὴν Ἰταλίαν ὁ πατὴρ στρατεύσειεν, εἴθ᾽ ἑτέραις αἰτίαις καὶ λογισμῶν ἐπιθυμίαις, ἐπεβούλευε τῷ πατρί. ληφθέντων δὲ τῶν συνεγνωκότων αὐτῷ καὶ ἐς βασάνους ἀγομένων, Μηνοφάνης μετέπεισε τὸν Μιθριδάτην ὡς οὐ δέον, ἀποπλέοντα ἤδη, τὸν ἔτι οἱ τιμιώτατον υἱὸν ἀνελεῖν: εἶναι δ᾽ ἔφη τὰς τοιαύτας τροπὰς ἔργα πολέμων, ὧν παυσαμένων καὶ τάδε καθίστασθαι. ὁ μὲν δὴ πεισθεὶς προὔτεινε τῷ παιδὶ συγγνώμην. ὁ δὲ δείσας τι μήνιμα καὶ τὸν στρατὸν εἰδὼς κατοκνοῦντα τὴν στρατείαν, νυκτὸς ἐς πρώτους τοὺς Ῥωμαίων αὐτομόλους, ἀγχοτάτω τοῦ Μιθριδάτου στρατοπεδεύοντας, ἐσῆλθε, καὶ τὸν κίνδυνον αὐτοῖς ἰοῦσιν ἐπὶ τὴν Ἰταλίαν, ὅσος εἴη, σαφῶς εἰδόσιν ὑπερεπαίρων, πολλὰ δὲ μένουσιν ἐπελπίσας ἔσεσθαι παρ᾽ ἑαυτοῦ, προήγαγεν ἐς ἀπόστασιν ἀπὸ τοῦ πατρός. ὡς δ᾽ ἐπείσθησαν οἵδε, τῆς αὐτῆς νυκτὸς ἐς τὰ ἐγγὺς ἄλλα στρατόπεδα ἔπεμπεν ὁ Φαρνάκης. συνθεμένων δὲ κἀκείνων, πρῶτοι μὲν ἅμα ἕῳ ἠλάλαξαν οἱ αὐτόμολοι, ἐπὶ δ᾽ ἐκείνοις οἱ ἀεὶ πλησίον τὴν βοὴν μετελάμβανον. καὶ τὸ ναυτικὸν αὐτοῖς ἐπήχησεν, οὐ προειδότες μὲν ἅπαντες ἴσως, ὀξύρροποι δ᾽ ὄντες ἐς μεταβολὰς καὶ τὸ δυστυχοῦν ὑπερορῶντες, ἐν δὲ τῷ καινῷ τὸ εὔελπι ἀεὶ τιθέμενοι. οἱ δὲ καὶ ἀγνοίᾳ τῶν συνεγνωκότων, ἡγούμενοι πάντας διεφθάρθαι καὶ μόνοι ἔτι ὄντες ἔσεσθαι τοῖς πλείοσιν εὐκαταφρόνητοι, φόβῳ καὶ ἀνάγκῃ μᾶλλον ἢ ἑκουσίῳ γνώμῃ συνεπήχουν. Μιθριδάτης δ᾽ ἐγρόμενος ὑπὸ τῆς βοῆς ἔπεμπέ τινας ἐρησομένους ὅ τι χρῄζοιεν οἱ βοῶντες. οἱ δ᾽ οὐκ ἐγκαλυψάμενοι, ‘τὸν υἱόν,’ ἔφασαν, ‘βασιλεύειν, νέον ἀντὶ γέροντος εὐνούχοις τε ἐκδεδομένου καὶ κτείναντος ἤδη πολλοὺς υἱέας τε καὶ ἡγεμόνας καὶ φίλους.’

[111] ὧν ὁ Μιθριδάτης πυθόμενος, ἐξῄει διαλεξόμενος αὐτοῖς. καί τι πλῆθος ἐκ φρουρίου τοῖς αὐτομόλοις συνέτρεχεν. οἱ δ᾽ οὐκ ἔφασαν αὐτοὺς προσήσεσθαι πρίν τι ἀνήκεστον ἐς πίστιν ἐργάσασθαι, δεικνύντες ὁμοῦ τὸν Μιθριδάτην. οἱ μὲν δὴ τὸν ἵππον ἔφθασαν αὐτοῦ κτεῖναι φυγόντος, καὶ τὸν Φαρνάκην ὡς ἤδη κρατοῦντες ἀνεῖπον βασιλέα: καὶ βύβλον τις πλατεῖαν φέρων ἐξ ἱεροῦ ἐστεφάνωσεν αὐτὸν ἀντὶ διαδήματος. ἅπερ ἄνωθεν ἐκ περιπάτου θεώμενος ἔπεμπεν ἐς τὸν Φαρνάκην ἄλλον ἐπ᾽ ἄλλοῳ, φυγὴν αἰτῶν ἀσφαλῆ. οὐδενὸς δὲ τῶν πεμπομένων ἐπανιόντος, δείσας μὴ Ῥωμαίοις ἐκδοθείη, τοὺς μὲν σωματοφύλακας αὑτοῦ καὶ φίλους ἔτι παραμένοντας ἐπαινέσας ἔπεμψεν ἐς τὸν νέον βασιλέα, καὶ αὐτῶν τινας προσιόντας ἔκτεινεν ἡ στρατιὰ παραλόγως, αὐτὸς δὲ παραλύσας ὃ περὶ τῷ ξίφει φάρμακον ἀεὶ περιέκειτο ἐκίρνη. δύο δ᾽ αὐτῷ θυγατέρες ἔτι κόραι συντρεφόμεναι, Μιθριδᾶτίς τε καὶ Νύσσα, τοῖς Αἰγύπτου καὶ Κύπρου βασιλεῦσιν ἠγγυημέναι, προλαβεῖν τοῦ φαρμάκου παρεκάλουν, καὶ σφόδρα εἴχοντο, καὶ πίνοντα κατεκώλυον ἕως ἔπιον λαβοῦσαι. καὶ τῶν μὲν αὐτίκα τὸ φάρμακον ἥπτετο, τοῦ δὲ Μιθριδάτου, καίτοι συντόνως ἐξεπίτηδες βαδίζοντος, οὐκ ἐφικνεῖτο δι᾽ ἔθος καὶ συντροφίαν ἑτέρων φαρμάκων, οἷς ἐς ἄμυναν δηλητηρίων ἐχρῆτο συνεχῶς: καὶ νῦν ἔτι φάρμακα Μιθριδάτεια λέγεται. Βίτοιτον οὖν τινὰ ἰδών, ἡγεμόνα Κελτῶν, ‘πολλὰ μὲν ἐκ τῆς σῆς,’ ἔφη, ‘δεξιᾶς ἐς πολεμίους ὠνάμην, ὀνήσομαι δὲ μέγιστον εἰ νῦν με κατεργάσαιο, κινδυνεύοντα ἐς πομπὴν ἀπαχθῆναι θριάμβου τὸν μέχρι πολλοῦ τοσῆσδε ἀρχῆς αὐτοκράτορα καὶ βασιλέα, ἀδυνατοῦντα ἐκ φαρμάκων ἀποθανεῖν δι᾽ εὐήθη προφυλακὴν ἑτέρων φαρμάκων: τὸ γὰρ δὴ χαλεπώτατον καὶ σύνοικον ἀεὶ βασιλεῦσι φάρμακον, ἀπιστίαν στρατοῦ καὶ παίδων καὶ φίλων, οὐ προειδόμην ὁ τὰ ἐπὶ τῇ διαίτῃ πάντα προϊδὼν καὶ φυλαξάμενος.’ ὁ μὲν δὴ Βίτοιτος ἐπικλασθεὶς ἐπεκούρησε χρῄζοντι τῷ βασιλεῖ,

[112] καὶ ὁ Μιθριδάτης ἀπέθνησκεν, ἑκκαιδέκατος ὢν ἐκ Δαρείου τοῦ Ὑστάσπου Περσῶν βασιλέως, ὄγδοος δ᾽ ἀπὸ Μιθριδάτου τοῦ Μακεδόνων ἀποστάντος τε καὶ κτησαμένου τὴν Ποντικὴν ἀρχήν. ἐβίω δ᾽ ὀκτὼ ἢ ἐννέα ἐπὶ τοῖς ἑξήκοντα ἔτεσι, καὶ τούτων ἑπτὰ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσεν: ἐς γὰρ ὀρφανὸν ὄντα περιῆλθεν ἡ ἀρχή. ἐχειρώσατο δὲ τὰ περίοικα τῶν βαρβάρων, καὶ Σκυθῶν ὑπηγάγετο πολλούς, Ῥωμαίοις τεσσαρακοντούτη πόλεμον ἐγκρατῶς ἐπολέμησεν, ἐν ᾧ Βιθυνίας ἐκράτησε πολλάκις καὶ Καππαδοκίας, Ἀσίαν τε ἐπέδραμε καὶ Φρυγίαν καὶ Παφλαγονίαν καὶ Γαλατίαν καὶ Μακεδόνας, ἔς τε τὴν Ἑλλάδα ἐμβαλὼν πολλὰ καὶ μεγάλα ἔδρασε, καὶ τῆς θαλάσσης ἀπὸ Κιλικίας ἐπὶ τὸν Ἰόνιον ἦρξε, μέχρι Σύλλας αὐτὸν αὖθις ἐς τὴν πατρῴαν ἀρχὴν συνέκλεισεν, ἑκκαίδεκα στρατοῦ μυριάδας ἀποβαλόντα. καὶ τοσῷδε πταίσματι συμπεσὼν ὅμως ἀνεκίνησε τὸν πόλεμον εὐμαρῶς. στρατηγοῖς τε συνενεχθεὶς ἐς μάχας τοῖς ἀρίστοις, Σύλλα μὲν ἡττᾶτο καὶ Λευκόλλου καὶ Πομπηίου, πολλὰ καὶ τῶνδε πλεονεκτήσας πολλάκις, Λεύκιον δὲ Κάσσιον καὶ Ὄππιον Κόιντον καὶ Μάνιον Ἀκύλιον αἰχμαλώτους ἑλὼν περιήγετο, μέχρι τὸν μὲν ἔκτεινεν, αἴτιον τοῦ πολέμου γενόμενον, τοὺς δὲ ἀπέδωκε τῷ Σύλλᾳ. ἐνίκα δὲ καὶ Φιμβριαν καὶ Μουρήναν καὶ Κότταν ὕπατον καὶ Φάβιον καὶ Τριάριον. τὸ φρόνημα δ᾽ ἦν ἀεί, κἀν ταῖς συμφοραῖς, μέγας καὶ φερέπονος. οὐδεμίαν γέ τοι κατὰ Ῥωμαίων ὁδὸν ἐς ἐπιχείρησιν, οὐδ᾽ ἡττώμενος, παρέλειπεν, ὃς καὶ Σαυνιταις καὶ Κελτοῖς συνετίθετο, καὶ ἐς Σερτώριον ἔπεμπεν ἐς Ἰβηρίαν. τρωθείς τε τὸ σῶμα πολλάκις ὑπὸ πολεμίων, καὶ ἑτέρων κατ᾽ ἐπιβουλάς, οὐκ ἀπέστη τινὸς οὐδ᾽ ὥς, καίπερ ὢν πρεσβύτης. οὐ μὴν οὐδὲ τῶν ἐπιβουλῶν τις αὐτὸν ἔλαθεν, οὐδ᾽ ἡ τελευταία, ἀλλ᾽ ἑκὼν ταύτην ὑπεριδὼν ἀπώλετο δι᾽ αὐτήν: οὕτως ἀχάριστον ἡ πονηρία συγγνώμης τυγχάνουσα. φονικὸς δὲ καὶ ὠμὸς ἐς πάντας ἦν, καὶ τὴν μητέρα ἔκτεινε καὶ τὸν ἀδελφὸν καὶ τῶν παίδων τρεῖς υἱοὺς καὶ τρεῖς θυγατέρας. τὸ σῶμα δ᾽ ἦν μέγας μέν, ὡς ὑποδεικνύουσιν ὅσα ὅπλα αὐτὸς ἔπεμψεν ἐς Νεμέαν τε καὶ Δελφούς, εὔρωστος δέ, ὡς μέχρι τέλους ἱππεῦσαί τε καὶ ἀκοντίσαι καὶ χίλια στάδια τῆς ἡμέρας, περιμενόντων αὐτὸν ἐκ διαστημάτων ἵππων, δραμεῖν. καὶ ἅρμα ἤλαυνεν ἑκκαίδεκα ἵππων ὁμοῦ. καὶ παιδείας ἐπεμέλετο Ἑλληνικῆς, διὸ καὶ τῶν ἱερῶν ᾔσθετο τῶν Ἑλληνικῶν, καὶ μουσικὴν ἠγάπα. καὶ σώφρων ἐς πολλὰ καὶ φερέπονος ὢν περὶ μόνας ἡττᾶτο τὰς τῶν γυναικῶν ἡδόνας.

[113] ὁ μὲν δὴ εὐπάτωρ τε καὶ Διόνυσος ἐπικληθεὶς Μιθριδάτης ὧδε ἐτελεύτα, καὶ Ῥωμαῖοι μαθόντες ἑώρταζον ὡς ἐχθροῦ δυσχεροῦς ἀπηλλαγμένοι: Φαρνάκης δὲ Πομπηίῳ τὸν νέκυν τοῦ πατρὸς ἐς Σινώπην ἐπὶ τριήρους ἔπεμπε, καὶ τοὺς Μάνιον ἑλόντας, ὅμηρά τε πολλὰ ὅσα ἦν Ἑλληνικά τε καὶ βαρβαρικά, δεόμενος ἢ τῆς πατρῴας ἀρχῆς ἢ Βοσπόρου γε βασιλεύειν μόνου, ἥν τινα καὶ Μαχάρης ὁ ἀδελφὸς αὐτοῦ βασιλείαν παρὰ Μιθριδάτου παρειλήφει. Πομπήιος δ᾽ ἐς μὲν τὸ σῶμα τοῦ Μιθριδάτου χορηγίαν ἔδωκε, καὶ θάψαι βασιλείῳ ταφῇ τοῖς θεραπευτῆρσιν αὐτοῦ προσέταξε, καὶ ἐν Σινώπῃ τοῖς βασιλείοις ἐνθέσθαι τάφοις, ἀγάμενος αὐτὸν τῆς μεγαλουργίας ὡς τῶν καθ᾽ αὑτὸν βασιλέων ἄριστον: Φαρνάκην δὲ ἀπαλλάξαντα πόνου πολλοῦ τὴν Ἰταλίαν φίλον καὶ σύμμαχον Ῥωμαίοις ἐποιήσατο, καὶ βασιλεύειν ἔδωκεν αὐτῷ Βοσπόρου, χωρὶς Φαναγορέων, οὓς ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκεν, ὅτι πρῶτοι μάλιστα οἵδε ἀναρρωννυμένῳ τῷ Μιθριδάτῃ, καὶ ναῦς καὶ στρατὸν ἄλλον καὶ ὁρμητήρια ἔχοντι, ἐπεχείρησαν, ἡγεμόνες τε τοῖς ἄλλοις ἀποστάσεως ἐγένοντο, καὶ Μιθριδάτῃ καταλύσεως αἴτιοι.

ΚΕΦΑΛΑΙΟΝ 17

[114] αὐτὸς δὲ ἑνὶ τῷδε πολέμῳ τά τε λῃστήρια καθήρας καὶ βασιλέα καθελὼν μέγιστον, καὶ συνενεχθεὶς ἐς μάχας, ἄνευ τοῦ Ποντικοῦ πόλεμου, Κόλχοις τε καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι καὶ Ἀρμενίοις καὶ Μήδοις καὶ Ἄραψι καὶ Ἰουδαίοις καὶ ἑτέροις ἔθνεσιν ἑῴοις, τὴν ἀρχὴν ὡρίσατο Ῥωμαίοις μέχρι Αἰγύπτου. ἐς δὲ Αἴγυπτον αὐτὴν οὐ παρῆλθε, καίτοι στασιάζουσαν ἐς τὸν βασιλέα, καὶ καλοῦντος αὐτὸν αὐτοῦ βασιλέως, καὶ πέμψαντος αὐτῷ δῶρα καὶ χρήματα καὶ ἐσθῆτας ἐς τὸν στρατὸν ἅπαντα, εἴτε δείσας μέγεθος ἀρχῆς ἔτι εὐτυχούσης, εἴτε φυλαξάμενος ἐχθρῶν φθόνον ἢ χρησμῶν ἀπαγόρευσιν, εἴτε ἑτέροις λογισμοῖς, οὓς ἐξοίσω κατὰ τὰ Αἰγύπτια. τῶν δὲ εἰλημμένων ἐθνῶν τὰ μὲν αὐτόνομα ἠφίει συμμμαχίας οὕνεκα, τὰ δὲ ὑπὸ Ῥωμαίοις εὐθὺς ἐγίγνετο, τὰ δ᾽ ἐς βασίλεια διεδίδου, Τιγράνει μὲν Ἀρμενίαν καὶ Φαρνάκῃ Βόσπορον καὶ Ἀριοβαρζάνῃ Καππαδοκίαν, καὶ ὅσα προεῖπον ἕτερα. Ἀντιόχῳ δὲ τῷ Κομμαγηνῷ Σελεύκειαν ἐπέτρεψε, καὶ ὅσα τῆς Μεσοποταμίας ἄλλα κατέδραμεν. ἐποίει δὲ καὶ τετράρχας, Γαλλογραικῶν μέν, οἳ νῦν εἰσὶ Γαλάται Καππαδόκαις ὅμοροι, Δηιόταρον καὶ ἑτέρους, Παφλαγονίας δὲ Ἄτταλον καὶ Κόλχων Ἀρίσταρχον δυνάστην. ἀπέφηνε δὲ καὶ τῆς ἐν Κομάνοις θεᾶς Ἀρχέλαον ἱερέα, ὅπερ ἐστὶ δυναστεία βασιλική, καὶ τὸν Φαναγορέα Κάστορα Ῥωμαίων φίλον. πολλὴν δὲ καὶ ἑτέροις χώραν τε καὶ χρήματα ἔδωκεν.

[115] καὶ πόλεις ᾤκισεν ἐν μὲν Ἀρμενίᾳ τῇ βραχυτέρᾳ Νικόπολιν ἐπὶ τῇ νίκῃ, ἐν δὲ Πόντῳ Εὐπατορίαν, ἣν αὐτὸς μὲν ὁ εὐπάτωρ Μιθριδάτης ἔκτισε καὶ Εὐπατορίαν ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ, ὑποδεξαμένην δὲ Ῥωμαίους καθῃρήκει, καὶ ὁ Πομπήιος ἐγείρας Μαγνόπολιν ἐκάλει. ἐν δὲ Καππαδοκίᾳ Μάζακα, ὑπὸ τοῦ πολέμου λελυμασμένην ἐς τέλος, ἤγειρεν αὖθις. καὶ ἑτέρας πολλαχοῦ κατενεχθείσας ἢ βεβλαμμένας διωρθοῦτο περί τε τὸν Πόντον καὶ Παλαιστίνην καὶ κοίλην Συρίαν καὶ Κιλικίαν, ἐν ᾗ δὴ καὶ μάλιστα τοὺς λῃστὰς συνῴκιζε. καὶ ἡ πόλις ἡ πάλαι Σόλοι νῦν Πομπηιόπολις ἐστίν. ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν. καὶ ἦν τὰ μὲν ἐκ Δαρείου τοῦ Ὑστάσπου, τὰ δὲ ἐκ τῆς Πτολεμαίων ἀρχῆς, ὅσα Κλεοπάτρα Κῴοις παρέθετο καὶ Κῷοι Μιθριδάτῃ ἐδεδώκεσαν: τὰ δὲ καὶ ὑπ᾽ αὐτοῦ Μιθριδάτου κατεσκεύαστο καὶ συνείλεκτο, φιλοκάλου καὶ περὶ κατασκευὴν γενομένου.

[116] λήγοντος δὲ τοῦ χειμῶνος διέδωκεν ὁ Πομπήιος ἀριστεῖα τῷ στρατῷ, καθ᾽ ἕκαστον ἄνδρα χιλίας πεντακοσίας Ἀττικάς, καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀνάλογον: καί φασι γενέσθαι τάλαντα μύρια καὶ ἑξακισχίλια. αὐτὸς δ᾽ ἐς Ἔφεσον καταβὰς διέπλευσεν ἐς τὴν Ἰταλίαν καὶ ἐς Ῥώμην ἠπείγετο, διαφεὶς ἐν Βρεντεσίῳ τὸν στρατὸν ἐς τὰ οἰκεῖα: ἐφ᾽ ὅτῳ μάλιστα ὡς δημοτικῷ τοὺς Ῥωμαίους ἐξέπληξεν. καὶ αὐτῷ προσιόντι ἀπήντων κατὰ μέρος, πορρωτάτω μὲν οἱ νέοι, ἑξῆς δὲ ὡς ἐδύναντο καθ᾽ ἡλικίαν ἕκαστοι, καὶ ἐπὶ πᾶσιν ἡ βουλὴ θαυμάζουσα τῶν γεγονότων: οὐ γάρ πώ τις ἐχθρὸν τηλικοῦτον ἑλὼν τοσάδε ὁμοῦ καὶ μέγιστα ἔθνη προσειλήφει, καὶ τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ τὸν Εὐφράτην ὡρίκει. ὁ δὲ ἐθριάμβευσεν ἐπὶ λαμπροτάτης καὶ ἧς οὔτις πρὸ τοῦ δόξης, ἔτη ἔχων πέντε καὶ τριάκοντα, δύο ἐφεξῆς ἡμέραις, ἐπὶ πολλοῖς ἔθνεσιν, ἀπό τε τοῦ Πόντου καὶ Ἀρμενίας καὶ Καππαδοκίας καὶ Κιλικίας καὶ Συρίας ὅλης καὶ Ἀλβανῶν καὶ Ἡνιόχων καὶ Ἀχαίων τῶν ἐν Σκύθαις καὶ Ἰβηρίας τῆς ἑῴας. καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον. καὶ σκῆπτρον αὐτοῦ, καὶ εἰκόνα ὀκτάπηχυν ἀπὸ στερεοῦ χρυσίου παρῆγε, καὶ ἐπισήμου ἀργυρίου μυριάδας ἑπτακισχιλίας καὶ πεντακοσίας καὶ δέκα, ἁμάξας δὲ ὅπλων ἀπείρους τὸ πλῆθος, καὶ νεῶν ἔμβολα, καὶ πλῆθος αἰχμαλώτων τε καὶ λῃστῶν, οὐδένα δεδεμένον ἀλλ᾽ ἐς τὰ πάτρια ἐσταλμένους.

[117] αὐτοῦ δὲ τοῦ Πομπηίου προῆγον ὅσοι τῶν πεπολεμημένων βασιλέων ἡγεμόνες ἢ παῖδες ἢ στρατηγοὶ ἦσαν, οἱ μὲν αἰχμάλωτοι ὄντες οἱ δὲ ἐς ὁμηρείαν δεδομένοι, τριακόσιοι μάλιστα καὶ εἴκοσι καὶ τέσσαρες. ἔνθα δὴ καὶ ὁ Τιγράνους ἦν παῖς Τιγράνης, καὶ πέντε Μιθριδάτου, Ἀρταφέρνης τε καὶ Κῦρος καὶ Ὀξάθρης καὶ Δαρεῖος καὶ Ξέρξης, καὶ θυγατέρες Ὀρσάβαρίς τε καὶ Εὐπάτρα. παρήγετο δὲ καὶ ὁ Κόλχων σκηπτοῦχος Ὀλθάκης, καὶ Ἰουδαίων βασιλεὺς Ἀριστόβουλος, καὶ οἱ Κιλίκων τύραννοι, καὶ Σκυθῶν βασίλειοι γυναῖκες, καὶ ἡγεμόνες τρεῖς Ἰβήρων καὶ Ἀλβανῶν δύο, καὶ Μένανδρος ὁ Λαοδικεύς, ἵππαρχος τοῦ Μιθριδάτου γενόμενος. τῶν δὲ οὐκ ἀφικομένων εἰκόνες παρεφέροντο, Τιγράνους καὶ Μιθριδάτου, μαχομένων τε καὶ νικωμένων καὶ φευγόντων. Μιθριδάτου δὲ καὶ ἡ πολιορκία, καὶ ἡ νὺξ ὅτε ἔφευγεν, εἴκαστο, καὶ ἡ σιωπή. ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι. παρεφέρετο δὲ καὶ πίναξ ἐγγεγραμμένων τῶνδε: ‘νῆες ἑάλωσαν χαλκέμβολοι ὀκτακόσιαι: πόλεις ἐκτίσθησαν Καππαδοκῶν ὀκτώ, Κιλίκων δὲ καὶ κοίλης Συρίας εἴκοσι, Παλαιστίνης δὲ ἡ νῦν Σελευκίς: βασιλεῖς ἐνικήθησαν Τιγράνης Ἀρμένιος, Ἀρτώκης Ἴβηρ, Ὀροίζης Ἀλβανός, Δαρεῖος Μῆδος, Ἀρέτας Ναβαταῖος, Ἀντίοχος Κομμαγηνός.’ τοσαῦτα μὲν ἐδήλου τὸ διάγραμμα, αὐτὸς δὲ ὁ Πομπήιος ἐπὶ ἅρματος ἦν, καὶ τοῦδε λιθοκολλήτου, χλαμύδα ἔχων, ὥς φασιν, Ἀλεξάνδρου τοῦ Μακεδόνος, εἴ τῳ πίστον ἐστιν: ἔοικε δ᾽ αὐτὴν εὑρεῖν ἐν Μιθριδάτου, Κῴων παρὰ Κλεοπάτρας λαβόντων. εἵποντο δὲ αὐτῷ μετὰ τὸ ἅρμα οἱ συστρατευσάμενοι τῶν ἡγεμόνων, οἱ μὲν ἐπὶ ἵππων οἱ δὲ πεζοί. παρελθὼν δ᾽ ἐς τὸ Καπιτώλιον οὐδένα τῶν αἰχμαλώτων ἔκτεινεν ὡς ἕτεροι τῶν θριάμβους παραγόντων, ἀλλ᾽ ἐς τὰς πατρίδας ἔπεμψε δημοσίοις δαπανήμασι, χωρὶς τῶν βασιλικῶν. καὶ τούτων μόνος Ἀριστόβουλος εὐθὺς ἀνῃρέθη, καὶ Τιγράνης ὕστερον. ὁ μὲν δὴ θρίαμβος ἦν τοιόσδε.

[118] ὧδε μὲν Ῥωμαῖοι Βιθυνοὺς καὶ Καππαδόκας ὅσα τε αὐτοῖς ὅμορα ἔθνη ἐπὶ τὸν Πόντον κατοικεῖ τὸν Εὔξεινον, βασιλέα Μιθριδάτην τεσσαράκοντα δύο ἔτεσι μάλιστα καθελόντες, ὑπηγάγοντο σφίσιν ὑπήκοα εἶναι. τῷ δὲ αὐτῷ πολέμῳ καὶ Κιλικίας τὰ μήπω σφίσι κατήκοα καὶ Συρίας τήν τε Φοινίκην καὶ κοίλην καὶ Παλαιστίνην καὶ τὴν ἐς τὸ μεσόγειον ἐπὶ ποταμὸν Εὐφράτην, οὐδὲν ἔτι τῷ Μιθριδάτῃ προσήκοντα, ῥύμῃ τῆσδε τῆς νίκης προσέλαβον, καὶ φόρους τοῖς μὲν αὐτίκα τοῖς δὲ ὕστερον ἔταξαν. Παφλαγονίαν τε καὶ Γαλατίαν καὶ Φρυγίαν καὶ τὴν ὅμορον τῇ Φρυγίᾳ Μυσίαν, καὶ ἐπὶ τοῖσδε Λυδίαν καὶ Καρίαν καὶ Ἰωνίαν καὶ ὅσα ἄλλα Ἀσίας τῆς περὶ τὸ Πέργαμόν ἐστι, καὶ τὴν ἀρχαίαν Ἑλλάδα καὶ Μακεδονίαν, Μιθριδάτου περισπάσαντος ὀξέως ἀνελάβοντο: καὶ τοῖς πολλοῖς αὐτῶν, οὔπω σφίσιν ὑποτελέσιν οὖσιν, ἐπέθηκαν φόρους. δι᾽ ἅ μοι καὶ μάλιστα δοκοῦσι τόνδε τὸν πόλεμον ἡγεῖσθαι μέγαν, καὶ τὴν ἐπ᾽ αὐτῷ νίκην μεγάλην καλεῖν, καὶ τὸν στρατηγήσαντα Πομπήιον μέγαν τῇ ἰδίᾳ φωνῇ μέχρι νῦν ἐπονομάζειν, ἐθνῶν τε πλήθους ἕνεκα ὧν ἀνέλαβον ἢ προσέλαβον, καὶ χρόνου μήκους, τεσσαρακονταετοῦς γενομένου, τόλμης τε αὐτοῦ Μιθριδάτου καὶ φερεπονίας, δυνατοῦ σφίσιν ἐς ἅπαντα ὀφθέντος,

[119] ᾧ νῆες μὲν ἦσαν οἰκεῖαι πολλάκις πλείους τετρακοσίων, ἱππεῖς δ᾽ ἔστιν ὅτε πεντακισμύριοι καὶ πεζῶν μυριάδες πέντε καὶ εἴκοσι καὶ μηχαναὶ καὶ βέλη κατὰ λόγον, συνεμάχουν δὲ βασιλεῖς καὶ δυνάσται ὅ τε Ἀρμένιος καὶ Σκυθῶν τῶν περὶ τὸν Πόντον, ἐπί τε Μαιώτιδα λίμνην καὶ ἀπ᾽ ἐκείνης ἐπὶ τὸν Θρᾴκιον Βόσπορον περιπλέοντι. ἔς τε τοὺς Ῥωμαίων δυνατούς, στασιάζοντας ἀλλήλοις τότε μάλιστα καὶ Ἰβηρίαν ἀνιστάντας ἐπὶ Ῥωμαίους, περιέπεμπε, καὶ Κελτοῖς φιλίαν ἐτίθετο ὡς καὶ τῇδε ἐσβαλῶν ἐς τὴν Ἰταλίαν, λῃστῶν τε ἐνεπίμπλη τὴν θάλασσαν ἀπὸ Κιλικίας ἐπὶ στήλας Ἡρακλείους, οἳ πάντα ἄμικτα καὶ ἄπλωτα ταῖς πόλεσιν ἐς ἀλλήλους ἐποίουν, καὶ λιμὸν ἐπίπονον ἐξειργάσαντο ἐπὶ πλεῖστον. ὅλως τε οὐδὲν ἀνδρὶ δυνατὸν ἐξέλιπεν ἢ πράττων ἢ διανοούμενος, ὡς μέγιστον δὴ τόδε τὸ κίνημα ἐξ ἀνατολῆς ἐπὶ δύσιν γενόμενον ἐνοχλῆσαι πᾶσιν ὡς ἔπος εἰπεῖν, ἢ πολεμουμένοις ἢ συμμαχοῦσιν ἢ λῃστευομένοις ἢ γειτονεύουσιν. τοσόσδε εἷς οὗτος πόλεμος καὶ ποικίλος ἐγένετο. καὶ ἐς τὰ μάλιστα λήγων συνήνεγκε Ῥωμαίοις: ὡρίσαντο γὰρ ἐπὶ τῷδε τὴν ἡγεμονίαν ἐκ δύσεως ἐπὶ ποταμὸν Εὐφράτην. διελεῖν δ᾽ αὐτὰ κατὰ ἔθνος οὐκ ἦν, ὁμοῦ τε πραχθέντα καὶ ἀλλήλοις ἀναπεπλεγμένα. ἃ δὲ καὶ ὣς ἐδύνατο αὐτῶν κεχωρίσθαι, κατὰ μέρη τέτακται.

[120] Φαρνάκης δ᾽ ἐπολιόρκει Φαναγορέας καὶ τὰ περίοικα τοῦ Βοσπόρου, μέχρι τῶν Φαναγορέων διὰ λιμὸν ἐς μάχην προελθόντων ἐκράτει τῇ μάχῃ, καὶ βλάψας οὐδέν, ἀλλὰ φίλους ποιησάμενος καὶ λαβὼν ὅμηρα, ἀνεχώρει. μετ᾽ οὐ πολὺ δὲ καὶ Σινώπην εἷλε καὶ Ἀμισὸν ἐνθυμιζόμενος καὶ Καλουίνῳ στρατηγοῦντι ἐπολέμησεν, ᾧ χρόνῳ Πομπήιος καὶ Καῖσαρ ἐς ἀλλήλους ᾖσαν, ἕως αὐτὸν Ἄσανδρος ἐχθρὸς ἴδιος, Ῥωμαίων οὐ σχολαζόντων, ἐξήλασε τῆς Ἀσίας. ἐπολέμησε δὲ καὶ αὐτῷ Καίσαρι καθελόντι Πομπήιον, ἐπανιόντι ἀπ᾽ Αἰγύπτου, περὶ τὸ Σκότιον ὄρος, ἔνθα ὁ πατὴρ αὐτοῦ Ῥωμαίων τῶν ἀμφὶ Τριάριον ἐκεκρατήκει: καὶ ἡττηθεὶς ἔφευγε σὺν χιλίοις ἱππεῦσιν ἐς Σινώπην. Καίσαρος δ᾽ αὐτὸν ὑπ᾽ ἀσχολίας οὐ διώξαντος, ἀλλ᾽ ἐπιπέμψαντος αὐτῷ Δομίτιον, παραδοὺς τὴν Σινώπην Δομιτίῳ ὑπόσπονδος ἀφείθη μετὰ τῶν ἱππέων. καὶ τοὺς ἵππους ἔκτεινε πολλὰ δυσχεραινόντων τῶν ἱππέων, ναυσὶ δ᾽ ἐπιβὰς ἐς τὸν Πόντον ἔφυγε, καὶ Σκυθῶν τινας καὶ Σαυροματῶν συναγαγὼν Θεοδοσίαν καὶ Παντικάπαιον κατέλαβεν. ἐπιθεμένου δ᾽ αὖθις αὐτῷ κατὰ τὸ ἔχθος Ἀσάνδρου, οἱ μὲν ἱππεῖς ἀπορίᾳ τε ἵππων καὶ ἀμαθίᾳ πεζομαχίας ἐνικῶντο, αὐτὸς δὲ ὁ Φαρνάκης μόνος ἠγωνίζετο καλῶς, μέχρι κατατρωθεὶς ἀπέθανε, πεντηκοντούτης ὢν καὶ βασιλεύσας Βοσπόρου πεντεκαίδεκα ἔτεσιν.

[121] ὧδε μὲν δὴ καὶ Φαρνάκης ἐξέπεσε τῆς ἀρχῆς, καὶ αὐτοῦ τὴν βασιλείαν Γάιος μὲν Καῖσαρ ἔδωκε Μιθριδάτῃ τῷ Περγαμηνῷ συμμαχήσαντί οἱ προθύμως ἐν Αἰγύπτῳ: νῦν δ᾽ εἰσὶν οἰκεῖοι, Πόντου δὲ καὶ Βιθυνίας πέμπεταί τις ἀπὸ τῆς βουλῆς στρατηγὸς ἐτήσιος τὰ δ᾽ ἑτέροις ὑπὸ τοῦ Πομπηίου δεδομένα ὁ μὲν Γάιος, ἐπιμεμψάμενος τοῖς ἔχουσιν ὅτι Πομπηίῳ καθ᾽ αὑτοῦ συνεμάχουν, ὅμως ἐφύλαξε, πλὴν τῆς ἐν Κομάνοις ἱερωσύνης, ἣν ἐς Λυκομήδην μετήνεγκεν ἀπὸ Ἀρχελάου: πάντα δὲ οὐ πολὺ ὕστερον, καὶ τάδε καὶ ὅσα Γάιος Καῖσαρ ἢ Μᾶρκος Ἀντώνιος ἔχειν ἑτέροις ἐδεδώκεσαν, ἐς στρατηγίας Ῥωμαίων περιῆλθεν, ἀπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑλόντος Αἴγυπτον, ὀλίγης ἔτι Ῥωμαίων προφάσεως ἐς ἑκάστους δεομένων. ὅθεν αὐτοῖς τῆς ἡγεμονίας ἐπὶ τῷδε τῷ Μιθριδατείῳ πολέμῳ προελθούσης ἔς τε τὸν Πόντον τὸν Εὔξεινον καὶ ἐπὶ ψάμμον τὴν πρὸ Αἰγύπτου καὶ ἐς ποταμὸν Εὐφράτην ἀπὸ Ἰβήρων τῶν παρὰ στήλαις Ἡρακλείοις, εἰκότως ἥ τε νίκη μεγάλη καὶ ὁ στρατηγήσας Πομπήιος μέγας ἐκλήθη. ἔχουσι δ᾽ αὐτοῖς καὶ Λιβύην, ὅση μέχρι Κυρήνης Κ̔υρήνην γὰρ αὐτὴν Ἀπίων βασιλεὺς τοῦ Λαγιδῶν γένους νόθος ἐν διαθήκαις ἀπέλιπεν̓, Αἴγυπτος ἐς περίοδον τῆς ἐντὸς θαλάσσης ἔτι ἔλειπεν.