Αλεξιάς/Βιβλίο 9

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αλεξιάς
Συγγραφέας: Άννα Κομνηνή
Βιβλίο 9


9.1.1 Οὕτω μὲν οὖν τὰ κατὰ τὸν Ἰωάννην καὶ Γρηγόριον τὸν Γαβρᾶν αὐτοκράτωρ οἰκονομήσας ἀπάρας τῆς Φιλιππουπόλεως τὰ ἀναμεταξὺ Δαλματίας καὶ τῆς ἡμεδαπῆς τέμπη καταλαμβάνει. Καὶ τὸν ὅλον αὐχένα διαδραμὼν τοῦ οὑτωσί πως ἐγχωρίως καλουμένου Ζυγοῦ, οὐκ ἐποχούμενος (οὐ γὰρ ἐδίδου τοῦτο ἐς ἀεὶ ὁ τόπος ὀχθώδης τε καὶ χαραδρώδης ὢν καὶ συνηρεφὴς καὶ μικροῦ ἄβατος), ἀλλὰ πεζῇ ἅπαντα διερχόμενος καὶ οἰκείοις περιαθρῶν ὀφθαλμοῖς, μὴ διαλάθῃ τι ἀφύλακτον δι' οὗ ῥᾳδία τοῖς πολεμίοις πολλάκις ἡ δίοδος γένηται, καὶ οὗ μὲν διώρυχας ἐπιτρέπων γενέσθαι, οὗ δὲ καὶ ξυλίνους κατασκευασθῆναι πύργους καὶ πολίχνια, ἔνθα ὁ τόπος παρεῖχε, γενέσθαι διὰ πλίνθων ἢ λίθων ἐπέταττε, τὰ ἀπ' ἀλλήλων διαστήματα καὶ τὰ μεγέθη αὐτὸς διαμετρῶν. Ἔστι δ' οὗ καὶ οὐρανομήκη δένδρα ῥιζοτομηθέντα κατατεθῆναι εἰς τὸ ἔδαφος διετάξατο. Καὶ οὕτω τὰς τῶν πολεμίων διόδους ἀποταφρεύσας ἐπάνεισιν εἰς τὴν μεγαλόπολιν. 9.1.2 Ἀλλ' ὁ μὲν λόγος ῥᾳδίαν ἴσως τὴν τοιαύτην οἰκονομίαν τοῖς ἀκροαταῖς παρίστησιν· ὁπόσον δὲ τὸν ἱδρῶτα ὁ αὐτοκράτωρ τῷ τότε ὑπέστη, μαρτυροῦσι πολλοὶ τῶν τότε παρόντων καὶ εἰς ἔτι καὶ νῦν περιόντων. Ἀλλ' οὐ πολὺς παρεληλύθει καιρὸς καὶ τὰ κατὰ τὸν Τζαχᾶν ἀκριβέστερον αὐτῷ ἐπηγγέλλετο, ὡς οὐδὲν τῶν συμβάντων αὐτῷ κατά τε τὴν θάλατταν καὶ τὴν ἤπειρον τῆς πρότερον γνώμης ἀπέστησεν, ἀλλὰ τοῖς προσήκουσι βασιλεῦσι χρᾶται παρασήμοις βασιλέα ἑαυτὸν ὀνομάζων καὶ τὴν Σμύρνην οἰκῶν καθαπερεὶ βασίλειά τινα στόλον εὐτρεπίζει ἐφ' ᾧ τάς τε νήσους αὖθις δῃώσασθαι καὶ μέχρι αὐτοῦ φθάσαι Βυζαντίου καὶ εἰς αὐτὴν δὲ εἰ δυνατὸν τὴν τῆς βασιλείας ἀνενεχθῆναι περιωπήν. 9.1.3 Ταῦτα ὁ αὐτοκράτωρ βεβαιούμενος ὁσημέραι δεῖν ἔγνω μὴ ἀναπίπτειν μηδὲ μαλακίζεσθαι πρὸς τὰ θρυλλούμενα, ἀλλὰ παρασκευάζεσθαι διὰ τοῦ ἔτι λείποντος ἐαρινοῦ καιροῦ καὶ τοῦ μετ' αὐτὸν χειμῶνος, κατὰ τὸ ἐπιὸν ἔαρ καρτερῶς πρὸς αὐτὸν ἀντικαταστῆναι καὶ σπεῦσαι διὰ πάσης μηχανῆς μὴ μόνον φροῦδα τὰ ἐκείνου ἀναδεῖξαι ἅπαντα, τὰς βουλάς, τὰς ἐλπίδας, τὰς ἐγχειρήσεις, ἀλλὰ καὶ αὐτῆς ἀπελάσαι τῆς Σμύρνης καὶ ὅσα ἄλλα προφθάσας κατέσχε τῆς ἐκείνου χειρὸς ῥύσασθαι. Τοῦ χειμῶνος δὲ ἤδη παρῳχηκότος, ἐπεὶ προσμειδιῶν ἤδη τὸ ἔαρ παρῆν, μεταπεμψάμενος ἀπὸ τῆς Ἐπιδάμνου τὸν γυναικάδελφον αὐτοῦ Ἰωάννην τὸν Δούκαν μέγαν δοῦκα τοῦ στόλου προεχειρίσατο. Καὶ ἠπειρώτας δὲ στρατὸν ἐπίλεκτον ἐπιδοὺς παρεκελεύσατο αὐτὸν μὲν διὰ τῆς ἠπείρου τὴν πρὸς τὸν Τζαχᾶν πορείαν ποιεῖσθαι, τῷ δέ γε Κωνσταντίνῳ τῷ Δαλασσηνῷ τὴν τοῦ στόλου ἡγεμονίαν ἐγχειρίσαι ἐντειλάμενον αὐτῷ τὴν ᾐόνα παραθέειν, ἵν' ἅμα τὴν Μιτυλήνην καταλαβόντες ἐξ ἀμφοῖν θαλάττης τε καὶ ἠπείρου τὸν μετὰ τοῦ Τζαχᾶ συνάψωσι πόλεμον. 9.1.4 Καταλαβὼν τοίνυν τὴν Μιτυλήνην ὁ Δούκας παραχρῆμα ξυλίνους κατεσκεύασε πύργους καὶ ὥσπερ ἐξ ὁρμητηρίου τινὸς ἐκεῖθεν ἀφορμῶν καρτερώτερον τοῖς βαρβάροις ἀντι καθίσταται. Ὁ δὲ Τζαχᾶς τὴν τῆς Μιτυλήνης φρουρὰν τῷ ἀδελφῷ αὐτοῦ Γαλαβάτζῃ προαναθέμενος, ἐπεὶ μὴ ἐξαρκοῦντα τοῦτον πρὸς μάχας τοιούτου ἀνδρὸς ἐγίνωσκε, θᾶττον φθάσας καὶ πολέμου σχῆμα διατυπώσας ξυμμίγνυ ται τῷ Δούκᾳ. Καρτερᾶς δὲ τῆς μάχης γενομένης ἡ νὺξ ταύτην διέλυσε. Κἄκτοτε ὁ Δούκας διὰ τριττῆς σεληνιακῆς περιφορᾶς οὐκ ἐνεδίδου καθ' ἑκάστην ἡμέραν προσβάλλων τε τοῖς τείχεσι Μιτυλήνης καὶ μετὰ τοῦ Τζαχᾶ λαμπροὺς πολέμους συναίρων ἐξ ἡλίου ἀνατολῆς μέχρι δυσμῶν. 9.1.5 Καὶ οὐδὲν πλέον ἦν τῷ Δούκᾳ τοῦ τοσούτου καμάτου· ὅπερ μανθάνων ὁ αὐτοκράτωρ ἠνιᾶτο καὶ ἤσχαλλεν. Ἐπερωτήσας δέ ποτε τὸν ἐκεῖθεν ἐλθόντα στρατιώτην καὶ διαγνοὺς ὡς οὐδὲν ἄλλο τῷ Δούκᾳ ἢ μάχαι τε καὶ πόλεμοι, καὶ περὶ τοῦ καιροῦ ἤρετο, καθ' ὁποίαν ὥραν αἱ μετὰ τοῦ Τζαχᾶ μάχαι συνίστανται. Τοῦ δὲ περὶ αὐτὰς τὰς τοῦ ἡλίου αὐγὰς εἰρηκότος ὁ βασιλεὺς αὖθις· «Καὶ τίνες τῶν μαχομένων πρὸς ἀνατολὰς ἀποβλέπουσι;» Καὶ ὁ στρατιώτης· «Τὸ ἡμέτερον» ἔφη «στράτευμα». Ξυνεὶς οὖν τηνικαῦτα τὴν αἰτίαν, ὁποῖος ἐκεῖνος ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον εὑρίσκων, γράμμα πρὸς τὸν Δούκαν σχεδιάζει ξυμβουλεῦον ἀποστῆναι τῆς κατὰ τὰς αὐγὰς τοῦ ἡλίου μετὰ τοῦ Τζαχᾶ μάχης καὶ μὴ ἕνα πρὸς δύο μάχεσθαι, τὰς ἡλιακὰς ἀκτῖνας δηλαδὴ καὶ αὐτὸν τὸν Τζαχᾶν· ἐπὰν δὲ ὁ ἥλιος τὸν μεσημβρινὸν κύκλον διελθὼν πρὸς δυσμὰς ἀποκλίνῃ, τηνικαῦτα προσβάλλειν τοῖς ἐναντίοις. Ἐγχειρίσας οὖν τὸ γράμμα τῷ στρατιώτῃ καὶ πολλάκις περὶ τού του παραγγείλας τέλος ἀποφαντικῶς ἔφη· «Ἐὰν κλίνοντος τοῦ ἡλίου τοῖς ἐναντίοις προσβαλεῖτε, νικηταὶ παραχρῆμα ἔσεσθε». 9.1.6 Ταῦτα τοῦ Δούκα διὰ τοῦ στρατιώτου μεμαθηκότος καὶ μηδέποτε τοῦ αὐτοκράτορος μηδὲ τὴν ἐπὶ τῷ τυχόντι παραβλεψαμένου ξυμβουλὴν τῇ μετ' αὐτὴν κατὰ τὸ σύνηθες οἱ βάρβαροι ὁπλισάμενοι, ἐπεὶ τῶν ἀντιμάχων οὐδεὶς ἐφαίνετο (ἠρέμουν γὰρ αἱ ῥωμαϊκαὶ φάλαγγες κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας), τὴν μάχην ἀπηλπικότες κατὰ τὴν ἡμέραν ἐκείνην αὐτοῦ που μεμενήκασι τὰ ὅπλα ἀποθέμενοι. Ἀλλ' ὁ Δούκας οὐκ ἠρέμει· ἐς μεσουράνημα γὰρ τοῦ ἡλίου ἤδη ἐφθακότος αὐτός τε καὶ τὸ στρατιωτικὸν ἅπαν ἐπὶ τοῖς ὅπλοις ἦν. Καὶ κλίνοντος ἤδη τοῦ ἡλίου πολέμου τάξιν διατυπώσας σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ αἰφνηδὸν κατὰ τῶν βαρβάρων ἵεται. Οὐ μέντοι οὐδ' ὁ Τζαχᾶς ἀνέτοιμος ἐφάνη, ἀλλ' εὐθὺς καρτερῶς ὁπλισά μενος ξυμμίγνυσι ταῖς ῥωμαϊκαῖς φάλαγξι. Πνεύσαντος δὲ τηνικαῦτα καὶ ἀνέμου σφοδροῦ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας ὁ κονίσσαλος ἐς οὐρανὸν αὐτὸν ἦρτο. Καὶ τὸ μέν τι κατὰ πρόσωπον τὸν ἥλιον λάμποντα ἔχοντες, τὸ δέ τι καὶ τοῦ ἀνέμου τὰς ὄψεις διὰ τῆς κόνεως τρόπον τινὰ κατασβολοῦντος τῶν τε Ῥωμαίων καρτερώτερον εἴπερ ποτὲ προσβαλόντων ἡττήθησαν τὰ νῶτα δεδωκότες. 9.1.7 Καὶ οὕτω μὴ φέρων ὁ Τζαχᾶς τὴν ἐπὶ πλέον πολιορκίαν καὶ πρὸς τὴν ἀδιάστατον μάχην μὴ ἐξαρκῶν τὰ περὶ εἰρήνης ἐπερωτᾷ τοῦτο καὶ μόνον ἐξαιτούμενος, ἐκχωρηθῆναί οἱ ἀβλαβῆ τὸν πρὸς τὴν Σμύρνην ἀπόπλουν. Πείθεται τούτῳ ὁ Δούκας καὶ λαβὼν ὁμήρους δύο τῶν ἐκκρίτων σατραπῶν, ἐπεὶ κἀκεῖνος αὖθις ἄλλους ᾐτεῖτο τὸν Δούκαν ἐφ' ᾧ τὸν μὲν μηδένα τῶν Μιτυληναίων ἀδικῆσαι ἐξερχόμενον ἢ συνεπαγαγέσθαι ἀποπλέοντα πρὸς Σμύρνην, τὸν δὲ διατηρῆσαι αὐτὸν ἀβλαβῆ τὸν ὡς πρὸς Σμύρνην ἀπό πλουν ποιούμενον, δέδωκε τούτῳ τόν τε Εὐφορβηνὸν Ἀλέξανδρον καὶ Μανουὴλ τὸν Βουτουμίτην· ἄνδρες οὗτοι φιλοπόλεμοί τε καὶ γενναῖοι. Εἶτα πίστεις ἐξ ἀλλήλων λαβόντες ὁ μὲν ἀμεριμνίαν ἤδη εἶχε τοῦ μὴ ἐν τῷ ἐξέρχεσθαι τὸν Τζαχᾶν βλάβην τινὰ τοῖς Μιτυληναίοις ἐπαγαγεῖν, ὁ δὲ ἐν τῷ διαπερᾶν μὴ παρὰ τοῦ ῥωμαϊκοῦ στόλου κάκωσιν ἐσχηκέναι. 9.1.8 Ἀλλ' ὁ καρκίνος ὀρθῶς βαδίζειν οὐκ ἐμάνθανεν, οὐδ' ὁ Τζαχᾶς τῆς πρότερον ἀφίστατο πονηρίας. Πάντας γὰρ τοὺς Μιτυληναίους ἀπεπειρᾶτο σὺν γυναιξὶ καὶ τέκνοις ἑαυτῷ συνεπαγαγέσθαι. Ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, ὁ Δαλασσηνὸς Κωνσταντῖνος θαλασσοκράτωρ τηνικαῦτα ὢν καὶ μήπω ἐφθακὼς κατὰ τὰ ἐντεταλμένα παρὰ τοῦ Δούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορμίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν Δούκαν παραχωρηθῆναί οἱ μετὰ τοῦ Τζαχᾶ συνάψαι πόλεμον. Ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον ἀνεβάλλετο τέως. Ὁ δὲ Δαλασσηνὸς ἐνέκειτο λέγων ὡς «Σὺ μὲν ὀμώμοκας, ἐγὼ δ' οὐ παρῆν. Καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀρραγεῖς, ἐγὼ δ' ὁ μήτε παρὼν μήτ' ὀμωμοκὼς μήτε τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τζαχᾶ πόλεμον». Ἐπεὶ δ' ὁ Τζαχᾶς τὰ πρυμνήσια λύσας ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει τοῦτον ὁ Δαλασσηνὸς θᾶττον ἢ λόγος καὶ παραχρῆμα προσβαλὼν ἐδίωκεν. Ἀλλὰ καὶ ὁ Δούκας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τζαχᾶ λῦον τὰ πρυμνήσια ἐφθακὼς κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. Ὁ δὲ Δαλασσηνὸς πολλὰ τῶν τοῦ Τζαχᾶ λῃστρικῶν πλοίων κατασχὼν τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. 9.1.9 Τάχα δ' ἂν καὶ ὁ Τζαχᾶς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος εἰς ἓν τῶν κουφοτέρων ἀκατίων μεταβὰς διὰ τὸ ἀνύποπτον διεσώθη λαθών. Στοχαζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ ἐκ τῆς ἠπείρου Τούρκους παρεσκευάκει εἴς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβῃ ἢ πολεμίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίσῃ καθάπερ εἴς τι κρησφύγετον. Καὶ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει, ἀλλ' ἐκεῖ τὴν ναῦν προσορμίσας μετὰ τῶν ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς ὡς πρὸς Σμύρνην ᾤχετο, καὶ δὴ καὶ ταύτην κατέλαβεν. Ὁ δὲ Δαλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦται τῷ μεγάλῳ δουκί. Καὶ ὁ Δούκας τὰ κατὰ τὴν Μιτυλήνην ἀσφαλισάμενος, ἐπεὶ καὶ ὁ Δαλασσηνὸς ἐκεῖθεν ὑπέστρεψε, τοῦ ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος κατὰ τῶν παρὰ τοῦ Τζαχᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε. Καὶ ἐξ ἐπιδρομῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχὼν ἐπανέρχεται πρὸς τὴν βασιλεύουσαν.

9.2.1 Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καὶ μεμαθηκὼς ὁ αὐτοκράτωρ τὴν τοῦ Καρύκη ἀποστασίαν καὶ ὅτι τὴν Κρήτην κατέσχεν, ἐκεῖθεν δὲ ὁ Ῥαψομάτης τὴν Κύπρον, μετὰ στόλου μεγάλου κατ' αὐτῶν τὸν Δούκαν Ἰωάννην ἐξέπεμψε. Καταλαβόντα δὲ τὸν Δούκαν τὴν Κάρπαθον οἱ Κρῆτες μεμαθηκότες, ἐπεὶ οὐ πόρρω ταύτην εἶναι ἐγίνωσκον, ἐπιθέμενοι τῷ Καρύκῃ δεινὸν τὸν φόνον κατ' αὐτοῦ ἀπειργάσαντο καὶ οὕτω τὴν Κρήτην τῷ μεγάλῳ δουκὶ παραδεδώκασι. Κατασφαλισάμενος δὲ τὰ περὶ αὐτὴν ὁ Δούκας καὶ ἀποχρῶσαν δύναμιν εἰς τὴν αὐτῆς φρουρὰν καταλιπὼν ἐπὶ τὴν Κύπρον τὸν κατάπλουν ποιεῖται. Καὶ ἅμα τῷ ταύτῃ προσοκεῖλαι ἐξ ἐφόδου τὴν Κυρήνην κατέσχεν. Ὁ δὲ Ῥαψομάτης τοῦτο μεμαθηκὼς καρτερῶς ὁπλίζεται κατ' αὐτοῦ. Ἀπὸ Λευκουσίας τοιγαροῦν ἀπάρας καὶ τὰς ἀκρολοφίας τῆς Κυρήνης καταλαβὼν ἐκεῖ που τὸν χάρακα ἐπήξατο ἀναβαλλόμενος τέως τὸν πόλεμον ὡς ἀπειροπόλεμος καὶ στρατηγικῶν τεχνασμάτων ἀδαής· χρεὼν γὰρ τούτοις ἀνετοίμοις ἐπεισπεσεῖν. Ὁ δὲ ἀνεβάλλετο τέως τὴν μάχην οὐχ ὅπως εἰς συμβολὴν πολέμου παρασκευασθησόμενος ὡς δῆθεν ἀνετοίμως ἔχων (παρεσκεύαστο γὰρ εὖ μάλα καί, εἴπερ ἐβούλετο, συνεκρότησεν ἂν αὐτίκα τὸν πόλεμον), ἀλλ' ὡς ἂν μηδὲ συμπλακῆναι βουλόμενος ὥσπερ ἐν παιδιαῖς μειρακίων τὰ τοῦ πολέμου ἐπικεχειρήκει μαλακῶς τε πρὸς αὐτοὺς διαπρεσβευόμενος καὶ μειλιχίοις λόγοις ἐφέλκεσθαι τούτους ὥσπερ οἰκονομούμενος. 9.2.2 Καὶ οἶμαι ἢ δι' ἀπειρίαν πολέμων ταῦτ' ἐποίει· ἦν γάρ, ὡς ἔγωγε περὶ τούτου ἤκουον, χθὲς καὶ πρῴην ἡμμένος ξίφους καὶ δόρα τος καὶ μηδ' ἐπιβῆναι ἐφ' ἵππον εἰδώς, ἀλλ' εἰ καὶ τύχοι ἐπιβεβηκὼς κᾆθ' οὕτως ἐξιππάσασθαι βούλοιτο, ταραχὴν εἶχε καὶ σάλον· οὕτως εἶχε περὶ τὴν στρατιωτικὴν ἐμπειρίαν ἀπείρως ὁ Ῥαψομάτης. Ἢ τοίνυν διὰ ταῦτα ἢ καταπλαγεὶς τὴν ψυχὴν τῷ αἰφνιδίῳ τῆς ἐφόδου τῶν βασιλικῶν στρατευμάτων τὰς φρένας περιπεπλάνητο. Ἔνθεν τοι καὶ τὸν πόλεμον μετά τινος δυσελπιστίας ἐπιχειρήσαντι οὐκ εἰς καλὸν αὐτῷ ἀπηντήκει τὰ πράγματα. Ὁ γὰρ Βουτουμίτης ὑποποιησάμενός τινας τῶν ἐκείνῳ συναραμένων αὐτομολήσαντας τῷ ἰδίῳ συγκατέλεξε στρατεύματι. Τῇ δὲ μετ' αὐτὴν τὰς φάλαγγας στήσας ὁ Ῥαψομάτης τὸν μετὰ τοῦ Δούκα ἐζήτει πόλεμον διὰ τοῦ πρανοῦς τῆς ἀκρολοφίας βραδεῖ ποδὶ στείχων. Ὡς δὲ τὸ μεσαίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν ἀπεστενοῦτο ἤδη, ἀπόμοιρά τις τῶν τοῦ Ῥαψομάτου εἰς ἑκατὸν ποσουμένη τὸν ἀριθμὸν διακριθεῖσα ὡς τάχα κατὰ τοῦ Δούκα τὰς ἡνίας ὅλας ἐνδόντες, τὰς ἀκωκὰς τῶν δοράτων ὄπισθεν στρέψαντες προσχωροῦσιν αὐτῷ. 9.2.3 Τοῦτο θεασάμενος ὁ Ῥαψομάτης τὰ νῶτα παραχρῆμα δίδωσιν ὅλας ἡνίας εἰς φυγὴν χαλάσας ὡς πρὸς τὴν Νεμεσὸν ἀπονενευκώς, εἴ που γένοιτό οἱ ταύτην κατα λαβόντι πλοίῳ ἐντυχεῖν, δι' οὗ τῇ Συρίᾳ προσορμίσας τὴν σωτηρίαν ἑαυτῷ περιποιήσαιτο. Μανουὴλ δὲ ὁ Βουτουμίτης ἐξ ὀπισθίων αὐτοῦ διώκων ἤλαυνεν. Ὁ δὲ ὑπ' αὐτοῦ κατεπειγόμενος καὶ τῆς ἐλπίδος διημαρτηκὼς τῷ ἐπὶ θάτερα προσεχώρησεν ὄρει εἰς τὸν ἐπ' ὀνόματι τοῦ Τιμίου Σταυροῦ ἀνεγερθέντα πάλαι νεὼν προσπεφευγώς. Ὁ δὲ Βουτουμίτης (οὗτος γὰρ τὴν αὐτοῦ διωκὴν παρὰ τοῦ Δούκα ἐπετέτραπτο) τοῦτον αὐτοῦ που καταλαβὼν λόγον ἀπαθείας αὐτῷ δίδωσι καὶ συμπαραλαβὼν ἄγει πρὸς τὸν μέγαν δοῦκα. Κἀντεῦθεν πάντες τὴν Λευκουσίαν καταλαμβάνουσι κἀκεῖθεν τὴν ὅλην νῆσον ὑπὸ τὴν ἰδίαν χεῖρα ποιησάμενοι ἠσφαλίσαντο κατὰ τὸ ἐγχωροῦν τῷ αὐτοκράτορι τὰ συμπεσόντα ἅπαντα διὰ γραμμάτων δηλώσαντες. 9.2.4 Ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτῶν τὸν ἀγῶνα δεῖν ἔγνω τὰ κατὰ τὴν Κύπρον ἀσφαλίσασθαι. Κριτὴν μὲν οὖν τηνικαῦτα καὶ ἐξισωτὴν τὸν Καλλιππάριον προὐβάλλετο· ἀνὴρ δὲ οὗτος οὐ τῶν ἐπισήμων, μαρτυρίαν δὲ πολλὴν δικαιοπραγίας τε καὶ ἀφιλοχρηματίας καὶ ταπεινοφροσύνης συνεπαγόμενος. Ἐπεὶ δὲ καί τινος ἡ νῆσος ἐδεῖτο τοῦ ταύτην φρουρήσοντος, τὸν Φιλοκάλην Εὐμάθιον τὴν ταύ της ἀναθέμενος φρουρὰν στρατοπεδάρχην προεχειρίσατο ναῦς πολεμικὰς δεδωκὼς αὐτῷ καὶ ἱππότας ἐφ' ᾧ τὰ κατὰ τὴν Κύπρον διά τε θαλάττης καὶ ἠπείρου ἀσφαλίζεσθαι. Ὁ μέντοι Βουτουμίτης ἀναλαβόμενος τὸν Ῥαψομάτην καὶ τοὺς συναποστατήσαντας αὐτῷ ἀθανάτους ἐπάνεισι πρὸς τὸν Δούκαν, καὶ οὕτως εἴσεισι πρὸς τὴν βασιλεύουσαν.

9.3.1 Τοιαῦτα μὲν οὖν τὰ κατὰ τὰς νήσους, τὴν Κύπρον φημὶ καὶ Κρήτην. Ὁ δέ γε Τζαχᾶς ἀνὴρ ὢν φιλοπόλεμος δραστηριότητι γνώμης οὐκ ἤθελεν ἠρεμεῖν, ἀλλὰ μετ' οὐ πολὺ τὴν Σμύρνην ἐπελθὼν κατέλαβε. Καὶ αὖθις λῃστρικὰς ἐπιμελῶς κατεσκεύαζε ναῦς, δρόμωνάς τε καὶ διήρεις καὶ τριήρεις καὶ ἄλλα τινὰ τῶν κουφοτέρων νηῶν, τοῦ αὐτοῦ σκοποῦ ἐχόμενος. Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐκ ἀνέπιπτεν αὖθις οὐδ' ἀνεβάλλετο, ἀλλ' ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. Τὸν μὲν οὖν Κωνσταντῖνον τὸν Δαλασσηνὸν θαλασσοκράτορα προχειρισάμενος τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ. 9.3.2 Τὸν δέ γε σουλτάνον συνοῖσον ἐδόκει διὰ γραμμάτων ἐρεθίσαι κατ' αὐτοῦ· εἶχε δ' οὕτω τὰ γράμματα· «Οἶδας, μεγαλοδοξότατε σουλτὰν Κλιτζιασθλάν, ὅτι τὸ σουλτανικὸν ἀξίωμά σοι πατρόθεν προσήκει. Ὁ δὲ σὸς γαμβρὸς ὁ Τζαχᾶς κἂν κατὰ τῆς βασιλείας Ῥωμαίων τῷ φαινομένῳ ὁπλίζηται βασιλέα ἑαυτὸν ἀποκαλῶν, ἀλλὰ τοῦτο πρόδηλος σκῆψίς ἐστιν. Οὐ γὰρ λέληθεν αὐτὸν πολυπειρίαν ἔχοντα καὶ ἀκριβῶς γινώσκοντα ὡς οὐ προσήκει τούτῳ ἡ βασιλεία Ῥωμαίων καὶ ἀδύνατον τοιαύτης ἀρχῆς ἐπιδράξασθαι. Τὸ δὲ πᾶν σκαιώρημα κατὰ σοῦ ἐξαρτύεται. Οὐ χρὴ τοιγαροῦν ἀνέχεσθαι αὐτοῦ οὔτε μὴν ἀναπεπτωκέναι, ἀλλ' ἐγρηγορέναι μᾶλλον, ἵνα μὴ τῆς ἀρχῆς παραλυθῇς. Ἐγὼ μὲν οὖν τοῦτον τῶν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων ὁρίων ἀπελάσω Θεοῦ ἀρήγοντος· κηδόμενος δὲ σοῦ, παρεγγυῶμαι ὡς ἂν καὶ αὐτὸς τῆς ἰδίας φροντίσῃς ἀρχῆς καὶ ἐξουσίας καὶ πὴ μὲν μετ' εἰρήνης, πὴ δέ, εἰ μὴ ταύτην ἀσπάζοιτο, μετὰ ξίφους σπεύσῃς αὐτὸν καθυποτάξαι.» 9.3.3 Τούτων οὕτω παρὰ τοῦ βασιλέως οἰκονομηθέντων καταλαμβάνει τὴν Ἄβυδον ὁ Τζαχᾶς μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων ἐξ ἠπείρου καὶ ἐπολιόρκει ταύτην δι' ἑλεπόλεων καὶ παντοίων πετροβόλων ὀργάνων. Οὐδὲ γὰρ παρῆσαν τούτῳ ἔτι λῃστρικαὶ νῆες μήπω ἀπαρτισθεῖσαι. Ὁ δέ γε Δαλασσηνὸς εἴχετο μὲν μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων τῆς πρὸς Ἄβυδον φερούσης, φιλοκινδυνότατος καὶ εὐψυχότατος ὢν ὁ ἀνήρ. Ὁ δὲ σουλτὰν Κλιτζιασθλὰν δεξάμενος τὰ παρὰ τοῦ βασιλέως διαμηνυθέντα ἔργου εὐθὺς εἴχετο τῆς πρὸς τὸν Τζαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους. 9.3.4 Ἔγγιστα δὲ τούτου γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλοῖον δὲ οὐδαμοῦ μήπω τῶν παρ' αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτισθεισῶν μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ ῥωμαϊκὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ σουλτὰν Κλιτζιασθλὰν στράτευμα, ἐν ἀμηχανίᾳ καθειστήκει. Πτοούμενος δὲ καὶ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐλογίσατο προσεληλυθέναι τῷ σουλτὰν ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κατ' αὐτοῦ κατασκευασθεῖσαν τυρείαν. Ὁ δὲ σουλτὰν τοῦτον θεασάμενος ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. Τράπεζαν τοίνυν ὡς ἔθος ἑτοιμάσας καὶ συνδειπνῶν μετ' αὐτοῦ ζωρότερον πίνειν τὸν Τζαχᾶν κατηνάγκαζεν. Ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. Καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ περὶ εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεσβεύεται, καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρτε. Δέχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ, καὶ τῶν εἰρηνικῶν σπονδῶν ὡς ἔθος τελεσθεισῶν ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἧσαν ὅρια.

9.4.1 Μήπω δὲ τοσούτων φροντίδων ὁ αὐτοκράτωρ ἀπαλλαγεὶς μηδὲ τῶν ἀπὸ τούτου κακώσεων καθαριεύσας (εἰ γὰρ καὶ αὐτὸς μὴ παρῆν ἔν τισιν, ἀλλά γε ταῖς οἰκονομίαις καὶ ταῖς φροντίσι καὶ συμπαρῆν καὶ συνέπραττεν) εἰς ἕτε ρον ἀγῶνα αὖθις ἠπείγετο. Ὁ γὰρ Βολκάνος (ἀνὴρ δὲ οὗτος τὸ πᾶν τῆς ἀρχῆς τῶν Δαλματῶν φέρων, δεινὸς μὲν εἰπεῖν, δεινὸς δὲ καταπράξασθαι) μετὰ διττὴν ἡλίου περι φορὰν τῆς τῶν Σκυθῶν καταλύσεως τῶν ἰδίων ὅρων ἐξεληλυ θὼς τὰς παρακειμένας ἐλῄζετο πόλεις καὶ χώρας καὶ αὐτὸ δὴ τὸ Λιπένιον κατασχὼν πῦρ ἐμβαλὼν ἐνέπρησε. 9.4.2 Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ' ἀνεκτῶς εἶχεν, ἀλλ' ἀποχρώ σας δυνάμεις συναγηοχὼς κατὰ τῶν Σέρβων κατευθὺ τοῦ Λιπενίου ἤλαυνε (τοῦτο δὲ πολίχνιόν τι μικρὸν περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ τοῦ διαιροῦντος τὴν Δαλματίαν ἀπὸ τῆς ἡμεδαπῆς χώρας) ἐφ' ᾧ τῷ Βολκάνῳ εἰ τύχοι ἀντικα ταστῆναι καὶ πόλεμον συνάψαι καρτερὸν καί, εἰ τὴν νίκην δοίη αὐτῷ Θεός, τό τε Λιπένιον καὶ τὰ λοιπὰ ἅπαντα ἀνεγεῖραι καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα. 9.4.3 Ὁ δὲ Βολκάνος τὴν τοῦ αὐτοκράτορος μεμαθηκὼς ἔλευσιν ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὸ Σφεντζάνιον· πολίχνιον δὲ τοῦτο ἄνωθεν τοῦ ἤδη ῥηθέντος Ζυγοῦ διακείμενον ἐν μεσαιχμίῳ τῶν τε ῥωμαϊκῶν ὁρίων καὶ τῆς Δαλματίας. Ὁπηνίκα δὲ τὰ Σκόπια ὁ αὐτοκράτωρ κατειλήφει, ἀπο στείλας ὁ Βολκάνος διετίθετο τὰ περὶ εἰρήνης καὶ ἑαυτὸν ἅμα τῆς αἰτίας τῶν κακῶς γεγονότων ἀπολύων καὶ τὸ αἴτιον ὅλον τοῖς σατράπαις τῶν Ῥωμαίων ἀνατιθεὶς λέγων ὡς «Ἐκεῖνοι μὴ τοῖς οἰκείοις ὅροις ἐμμένειν βουλόμενοι διαφόρους ἐκδρομὰς ποιούμενοι οὐ μικρὰν τὴν βλάβην τῇ Σερβίᾳ προσῆξαν. Ἐγὼ δὲ οὐκέτι τοιοῦτον τοῦ λοιποῦ διαπράξομαι, ἀλλ' ἐπαναστρέψας καὶ ὁμήρους ἀποστελῶ τῶν ἐμῶν συγγενῶν τῇ σῇ βασιλείᾳ καὶ τῶν οἰκείων ὅρων οὐχ ὑπερβήσομαι.» Πρὸς ταῦτα ὁ βασιλεὺς κατένευσε, καὶ καταλείψας ἐκεῖσε τοὺς μέλλοντας τὰς ἐριπωθείσας πόλεις ἀνεγεῖραι καὶ ὁμήρους ἀναλαβέσθαι πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξεν. 9.4.4 Ὁ δὲ Βολκάνος τοὺς ὁμήρους ἀπαιτού μενος οὐκ ἐδίδου τούτους, ἀλλ' ἡμέραν ἐξ ἡμέρας ὑπερετί θετο, ἐνιαυτοῦ τε μήπω παρῳχηκότος ὅλου αὖθις εἰς προ νομὴν τῶν ῥωμαϊκῶν χωρῶν ἐξεληλύθει. Καὶ διαφόρους γραφὰς τοῦ αὐτοκράτορος δεξάμενος ἀναμιμνήσκοντος αὐτὸν τῶν συνθηκῶν καὶ ὑποσχέσεων, ἃς φθάσας πρὸς αὐτὸν ἐποιήσατο, οὐδ' οὕτως τὰ ὑπεσχημένα τελέσαι ἤθελε. Μεταπεμψάμενος οὖν ὁ βασιλεὺς Ἰωάννην τὸν υἱὸν τοῦ σεβαστοκράτορος καὶ αὐταδέλφου αὐτοῦ κατ' αὐτοῦ ἐξέ πεμψε μετὰ ἀποχρώσης δυνάμεως. Ὁ δὲ οἷα ἀπειροπόλε μος καὶ σφαδᾴζων ὡς νέος πρὸς μάχας ἀπελθὼν καὶ τὸν τοῦ Λιπενίου ποταμὸν διαβὰς περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ κατευθὺ τοῦ Σφεντζανίου τὸν χάρακα ἐπήξατο. Οὐκ ἔλαθε τοῦτο τὸν Βολκάνον, καὶ πάλιν περὶ εἰρήνης καὶ πρὸς αὐτὸν ἠρώτα ὑπισχνούμενος καὶ τοὺς ὑπεσχη μένους ὁμήρους δοῦναι καὶ τὴν καθαρὰν εἰρήνην τοῦ λοι ποῦ μετὰ τῶν Ῥωμαίων τηρῆσαι. Ἀλλὰ ταῦτα μὲν ἐν μόναις ψιλαῖς ὑποσχέσεσιν· αὐτὸς δὲ ἐξωπλίζετο ἀγνώ στως αὐτῷ προσβαλεῖν. 9.4.5 Καὶ τῆς πρὸς τὸν Ἰωάννην φερούσης τοῦ Βολκάνου ἁψαμένου μοναχός τις προκατα λαβὼν τὸ μελετώμενον ἀπαγγέλλει τῷ Ἰωάννῃ καὶ κατα λαμβάνειν τὸν ἐχθρὸν ἤδη διισχυρίζετο. Ὁ δὲ μετὰ θυμοῦ τοῦτον ἀπεπέμψατο ψεύστην καὶ ἀπατεῶνα ἀποκαλῶν· ἀλλὰ τὸ ἔργον τὸν λόγον προέφθασε πιστώσασθαι. Νυκτὸς γὰρ ἐπεισπεσὼν αὐτῷ πολλοὺς μὲν τῶν στρατιωτῶν ἐντὸς τῶν σκηνῶν ἀνεῖλε, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις τοῦ κάτω ῥέοντος ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν. Ὁπόσοι δὲ σταθηροτέρας γνώμης ἦσαν, τὴν τοῦ Ἰωάννου ἀναζητήσαντες σκηνὴν ἐκθύμως μαχόμενοι ταύτην ἐπὶ ταὐτοῦ μόγις διετήρησαν. Οὕτω γοῦν τὸ μὲν πλεῖστον τοῦ ῥωμαϊκοῦ στρατεύματος ᾤχετο· ὁ δὲ Βολκά νος τοὺς ἰδίους ἀναλεξάμενος καὶ ἀνελθὼν ἄνωθεν τοῦ Ζυγοῦ κατὰ τὸ Σφεντζάνιον ἔστη. 9.4.6 Οἱ δ' ἀμφὶ τὸν Ἰωάννην τούτους θεασάμενοι ὀλίγοι ὄντες μετὰ τοσούτων μάχεσθαι μὴ δυνάμενοι ἐβουλεύσαντο εἰς τοὐπίσω διαπε ρᾶσαι τὸν ποταμόν. Τούτου δὲ γεγονότος καταλαμβάνουσι τὸ Λιπένιον ὡσεὶ δώδεκα σταδίους τούτου ἀπέχον. Ἐπὶ πλέον δ' ἀντέχειν τοὺς πλείστους ἀπολωλεκὼς μὴ δυνά μενος τὴν ὡς πρὸς τὴν βασιλεύουσαν ἀνεζήτησε. Κᾆθ' οὕτως τεθαρρηκὼς ὁ Βολκάνος ὡς μή τινος τοῦ ἀντικα θισταμένου περιλειφθέντος ἐλῄζετο τὰς παρακειμένας πόλεις καὶ χώρας. Καὶ τῶν Σκοπίων τὴν ἔξω χώραν τελείως ἠρείπωσε, τὸ δέ τι καὶ κατέκαυσεν. Οὐ μέχρι δὲ τούτου, ἀλλὰ καὶ τὸν Πόλοβον καταλαβὼν καὶ ἄχρι Βρα νέας φθάσας καὶ δῃώσας ἅπαντα πολλήν τε λείαν ἐκεῖθεν ἀφελόμενος εἰς τὴν οἰκείαν ὑπέστρεψε χώραν.

9.5.1 Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ' ἀνεκτῶς εἶχεν, ἀλλ' εὐθὺς αὖθις ἐξωπλίσατο μὴ πάνυ τι μηδὲ τοῦ αὐλη τοῦ Τιμοθέου πρὸς τοῦτο δεόμενος καθάπερ Ἀλέξανδρος περιμείνας τὸν ὄρθιον νόμον. Αὐτός τε οὖν ὁ αὐτοκράτωρ περιθέμενος ὅπλα καὶ τοὺς ἄλλους ὁπλίσας τοὺς τότε παρα τυχόντας τῆς κατευθὺ Δαλματίας φερούσης εἴχετο σπεύ δων τὰ μὲν φθάσαντα ἐρειπωθῆναι τῶν κάστρων ἀνεγεῖραι αὖθις καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα καὶ ἀντί ποινα τῶν παρ' αὐτοῦ πεπραγμένων ἐκ περιουσίας κατ' αὐτοῦ διαπράξασθαι. Ἀπάρας οὖν τῆς μεγαλοπόλεως καὶ τὸ Δαφνούτιον καταλαβών (πόλις δὲ τοῦτο παλαιὰ τῆς Κωνσταντίνου σταδίους ἀπέχουσα τεσσαράκοντα) καὶ τοὺς μήπω ἐφθακότας τῶν συγγενῶν ἐκδεχόμενος αὐτοῦ που ἐγκαρτερεῖ. 9.5.2 Τῇ γοῦν μετ' αὐτὴν καταλαμβάνει ὁ Διο γένης Νικηφόρος πλήρης θυμοῦ καὶ φρονήματος· τῷ συνή θει δὲ χρώμενος προσωπείῳ τὴν ἀλωπεκῆν περιεβέβλητο καὶ τὴν ὄψιν χαριεστέραν διατιθεὶς τῷ βασιλεῖ προσφέ ρεσθαι ἐλευθέρως ἐσχηματίζετο. Τὴν μέντοι σκηνὴν οὐ τῷ συνήθει ἀποστήματι τοῦ βασιλικοῦ κοιτῶνος ἐπήξατο, ἀλλ' ἀγχοῦ τῆς πρὸς τὸν βασιλέα εἰσαγούσης ἀνόδου. Μανουὴλ δὲ ὁ Φιλοκάλης τοῦτο θεασάμενος καὶ ὡς ὑπὸ κεραυνοῦ βληθείς, ἐπεὶ οὐδὲ τὰ παρ' αὐτοῦ μελετώμενα τοῦτον διε λάνθανεν, αὖος παραχρῆμα εἱστήκει. Μόλις δὲ συναγαγὼν τὸ φρονοῦν τῆς ψυχῆς πρόσεισιν εὐθὺς τῷ βασιλεῖ καί φησιν· «Οὐχ ἁπλοῦν τὸ γινόμενόν μοι δοκεῖ, ἀλλὰ δέος μοι ἔπεισι μή τι νυκτὸς κατὰ τῆς σῆς νεωτερισθῇ βασιλείας. Ῥήμασι γοῦν τισι πρὸς αὐτὸν χρησάμενος ἐκεῖθεν μετα βῆναι τοῦτον παρασκευάσω.» Ὁ δέ, ὁποῖος ἐκεῖνος ἀκα τάσειστον ὡς ἐπίπαν ἔχων τὸ φρόνημα, οὐδαμοῦ παρεχώρει τοῦ ἔργου τῷ Φιλοκάλῃ. Πολλὰ δὲ τούτου βιαζομένου, «Ἔα», φησίν, «οὐ χρὴ πρόφασιν τοῦτον ἐξ ἡμῶν ἐσχη κέναι. Ἔστω τῆς καθ' ἡμῶν μελέτης αὐτὸς ὁ αἴτιος πρός τε Θεὸν καὶ ἀνθρώπους.» Ἀχθόμενος δὲ ὁ Φιλοκάλης καὶ τύπτων τὰς χεῖρας μεματαιωμένον τε τὸν βασιλέα ἀποκα λῶν μεθίστατο. 9.5.3 Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῦ βασι λέως σὺν αὐτῇ τῇ βασιλίδι ἀπεριμερίμνως ὑπνώττοντος περὶ μέσην φυλακὴν τῆς νυκτὸς ἄνεισιν ὁ Διογένης ξίφος ὑπὸ τὴν μάλην φέρων καὶ ἐπιβεβηκὼς τῶν οὐδῶν ἔστη. Κοιμωμένῳ γὰρ τούτῳ τῷ βασιλεῖ οὔτε θύραι ἐπεζυγοῦντο οὔτ' ἐκτὸς ἐπηγρύπνει φρουρά. Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὸν βασιλέα· τὸν δέ γε Νικηφόρον θεία τις τῷ τότε δύνα μις ἀπεῖρξε τοῦ ἐγχειρήματος. Τὴν παιδίσκην γὰρ θεασά μενον τὴν τὸν ἀέρα ἀναρριπίζουσαν καὶ πόρρω ποι τοὺς κώνωπας ἀπωθουμένην τοῦ τῶν βασιλέων χρωτὸς παρα χρῆμα ὑπό τε τρόμος ἔλαβε γυῖα ὦχρός τέ μιν εἷλε παρειάς, κατὰ τὸν ποιητὴν φάναι, ἐς νέωτα τὸν φόνον ἀναρτή σαντα. 9.5.4 Καὶ οὗτος μὲν τὴν ἀπροφάσιστον τοῦ αὐτο κράτορος σφαγὴν ἐμελέτα διὰ παντός, ἐκεῖνον δὲ οὐδὲν τῶν μελετηθέντων κατ' αὐτοῦ διελάνθανε. Ταχὺ γὰρ ἡ παι δίσκη τούτῳ προσελθοῦσα τὸ δρᾶμα ἀπήγγειλε. Τοιγαροῦν ἐκεῖθεν τῇ μετ' αὐτὴν ἀπάρας τῆς προκειμένης ὁδοῦ εἴχετο τὸν ἀγνοοῦντα μὲν ὑποκρινόμενος, οἰκονομῶν δὲ καὶ τὰ κατ' αὐτὸν τοσοῦτον ὡς ἅμα μὲν καὶ φυλάττεσθαι, ἅμα δὲ καὶ μηδ' ἡντιναοῦν εὔλογον λαβὴν διδόναι τῷ Νικηφόρῳ. Ἐν τοῖς μέρεσιν οὖν γενόμενος τῶν Σερρῶν, ἐπεὶ ὁ Πορ φυρογέννητος Κωνσταντῖνος ὁ Δοῦκας συνεπόμενος τῷ αὐτοκράτορι ᾐτεῖτο εἰς τὸν ἴδιον ἀγρὸν καταλῦσαι ἐπιτερπῆ ὄντα καὶ ὕδασι ψυχροῖς καὶ ποτίμοις κατάρρυτον καὶ ἀπο χρῶντα οἰκήματα ἔχοντα πρὸς τὴν βασιλέως ὑποδοχήν (Πεντήγοστις τούτῳ τὸ ὄνομα), ὁ βασιλεὺς ὑπείξας τῷ τούτου θελήματι αὐτοῦ που κατέλυσεν. Ἀλλ' οὐδὲ τῇ μετ' αὐτὴν βουλομένῳ ἐξελθεῖν ὁ Πορφυρογέννητος συνεχώρει· ἠξίου δὲ μᾶλλον ἐγκαρτερῆσαι καὶ ἔτι ἐφ' ᾧ ἀνακτήσασθαί τε ἑαυτὸν τῆς ὁδοιπορίας καὶ τὸ σῶμα τοῦ κονιορτοῦ καθᾶραι λουσάμενον. Εὐτρέπιστο γὰρ αὐτῷ ἤδη καὶ τὰ πρὸς εὐωχίαν δαψιλῆ· ὁ δὲ καὶ αὖθις τῷ τοῦ Πορφυρογεν νήτου ὑπεῖξε θελήματι. 9.5.5 Ὡς δὲ λουσάμενον καὶ τοῦ βαλανείου ἐξεληλυθότα τοῦτον μεμαθήκοι Νικηφόρος ὁ Διογένης πάλαι τυραννιῶν, ἐπιτηρῶν δὲ εἴ που καὶ αὐτό χειρ δυνηθῇ τούτου γενέσθαι, περιζωσάμενος τὸν ἀκινάκην εἰσῄει ὡς δῆθεν ἐκ θήρας ἐπανιὼν κατὰ τὸ σύνηθες. Τοῦ τον οὖν ὁ Τατίκιος θεασάμενος καὶ πάλαι γινώσκων τὸ παρ' αὐτοῦ μελετώμενον ἀπώσατο ἐπειπών· «Ἵνα τί ἀσυν τάκτως οὕτως καὶ ξιφήρης εἰσέρχῃ; Καιρὸς βαλανείου καὶ οὐχὶ ὁδοιπορίας οὐδὲ θήρας ἢ μάχης ἐστίν». Ὁ δὲ τοῦ σκοποῦ διημαρτηκὼς ὑπεχώρησεν. Ὑπολαβὼν δὲ ὡς ἤδη ἐπέγνωσται (δεινὸς γὰρ ἔλεγχος ἡ συνείδησις) δρασμῷ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι ἐβουλεύετο καὶ εἰς τοὺς ἐν Χριστουπόλει ἀγροὺς τῆς βασιλίδος Μαρίας ἢ εἰς τὸν Πέρνικον ἢ τὸν Πετριτζὸν προσχωρῆσαι κἀκεῖθεν αὖθις πρὸς τὰ συμπίπτοντα τὰ κατ' αὐτὸν εὖ διαθέσθαι. Προεφ θάκει γὰρ ἡ βασιλὶς Μαρία τοῦτον προσλαβέσθαι ἀδελφὸν ὄντα μητρόθεν τοῦ προβεβασιλευκότος ἀνδρὸς αὐτὴς Μιχαὴλ τοῦ Δούκα, κἂν τὰ ἐς πατέρας διήλλαττον. 9.5.6 Καὶ ὁ μὲν βασιλεὺς τριταῖος ἐκεῖθεν ἔξεισι· τὸν δὲ Κων σταντῖνον αὐτοῦ που καταλελοίπει ῥᾳστώνης χάριν δεδιὼς τὸ ἁπαλὸν καὶ ἀσύνηθες τοῦ νεανίου τότε πρώτως τῆς ἐνεγκαμένης πρὸς ἐκστρατείαν ἐξεληλυθότος. Ἦν γὰρ μονογενὴς τῇ μητρί. Καὶ ὁ αὐτοκράτωρ σφόδρα τοῦ νεα νίσκου κηδόμενος πάσης ἀνέσεως συνεχώρει ἐπαπολαύειν αὐτὸν σὺν τῇ βασιλίδι μητρί, ἅμα δὲ καὶ ὡς ἴδιον ἀπαρτὶ τέκνον ἐξόχως φιλῶν τοῦτον.

9.6.1 Ἀλλ' ἵνα μὴ συγκεχυμένος ὁ λόγος προΐῃ, τὰ κατὰ τὸν Διογένην Νικηφόρον ἐξ ἀρχῆς αὐτῆς ἱστορείτω. Ὅπως μὲν οὖν ὁ τούτου πατὴρ Ῥωμανὸς εἰς τὴν βασίλειον ἀνήχθη περιωπὴν καὶ ὁποῖον τέλος ἔσχε τὰ κατ' αὐτὸν, διαφόροις τῶν ἱστοριογράφων ἐμέλησε, κἀκεῖθεν ἐξέσται τὰ περὶ τούτου ἀναλέγεσθαι τοῖς βουλομένοις. Ἐπὶ παισὶ δὲ ὅμως τετελευτήκει τῷ τε Λέοντι καὶ τῷ Νικηφόρῳ. Ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος ἐκ προοιμίων τῆς αὐτοῦ ἀναρ ρήσεως παραλαβὼν τούτους ἰδιώτας ἐκ βασιλέων (καὶ γὰρ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι ὁ Μιχαὴλ καὶ αὐτάδελφος αὐτῶν αὐτοὺς μὲν τῶν ἐρυθρῶν ἀπογυμνοῖ πεδίλων καὶ τὰ στέφη τούτων ἀφαιρεῖται καὶ ὑπερορίαν ξὺν τῇ μητρὶ αὐτῶν τῇ βασιλίσσῃ Εὐδοκίᾳ εἰς τὴν μονὴν τοῦ Κυπερούδη καταψηφίζεται) παντοίας θεραπείας ἠξίου τὸ μέν τι δι' ὃ πεπόνθασιν οἰκτείρων αὐτούς, τὸ δέ τι καὶ τοὺς νέους ὁρῶν κατά τε σώματος ὥραν καὶ ῥώμην διαφέροντας τῶν πολλῶν, χνοάζοντας μὲν καὶ ἀρτιφυεῖς τὸ γένειον, ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος καὶ αὐτὸ τὸ νεοτήσιον ἤδη ἐκφύοντας ἄνθος ἐξ αὐτῆς τε ὄψεως τὸ θυμοειδὲς αὐτῶν καὶ γενναῖον τοῖς μὴ διὰ πάθος τυφλώτ τουσιν ἀριδήλως ἐμφαίνοντας καὶ σκύμνους οἷον λέοντος. 9.6.2 Καὶ ἄλλως δέ, ὁποῖος ἐκεῖνος μὴ ἐπιπολαίως ὁρῶν μήτε πρὸς τὴν ἀλήθειαν μύων μηδὲ πάθεσιν ἁλισκόμενος ἐπιψό γοις, ἀλλὰ ταλαντεύων τὸ ὂν ἐν ἰσορρόπῳ στάθμῃ τῆς συνειδήσεως καὶ τὸ ὕψος ἐξ οὗπερ ἐκπεπτώκεσαν λογιζό μενος ἐνηγκαλίζετο ἶσα καὶ τέκνοις ἰδίοις. Τί μὲν οὐ λέγων, τί δὲ οὐ πράττων ἀγαθὸν ἐς αὐτούς, τί δὲ οὐ προ μηθευόμενος; Κἂν ὁ φθόνος βάλλων αὐτοὺς τοῖς τοξεύ μασιν οὐκ ἀνίει. Ἐκ πολλῶν γὰρ κατ' αὐτῶν ἐρεθιζόμενος ὁ αὐτοκράτωρ αὐτὸς μᾶλλον πάσης αὐτοὺς ἐπικουρίας ἠξίου ἱλαρὸν ἐνατενίζων ἀεὶ καὶ ἐνωραϊζόμενος οἷον ἐπ' αὐτοῖς ξυμβουλεύων τε διὰ παντὸς τὰ συνοίσοντα. 9.6.3 Ἄλλος μὲν γὰρ ἴσως καὶ ὑπόπτους ἂν ἐλογίσατο τούτους καὶ ἐκπο δὼν διὰ παντοίας μεθόδου ἐξ αὐτῆς ἀρχῆς ποιῆσαι ἐσπού δασεν ἄν. Οὗτος δὲ ὁ αὐτοκράτωρ τὰς τῶν πολλῶν κατὰ τῶν νέων εἰσηγήσεις παρ' οὐδὲν ἐτίθετο ἐξόχως τούτους φιλῶν, τὴν μέντοι μητέρα τούτων Εὐδοκίαν καὶ δωρεῶν ἀξιῶν καὶ τιμῆς τῆς προσηκούσης βασιλίσσαις μὴ ἀποστε ρῶν. Καὶ αὐτῷ δὴ τῷ Νικηφόρῳ τὴν τῆς νήσου Κρήτης ἀρχὴν ἀνέθετο εἰς ἐνδιαίτημα ἴδιον. 9.6.4 Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς· τούτων δὲ ὁ μὲν Λέων φρονήματος ὢν ἀγαθοῦ καὶ γνώμης ἐλευθέρας, ὁρῶν δὲ καὶ τὴν βασιλέως εἰς αὐτοὺς εὐμένειαν ἔστεργε τὴν λαχοῦσαν ἐπαναπαυόμενος οἷον ἐπὶ τοῖς παροῦσι κατὰ τὸν εἰπόντα· «Σπάρταν ἔλαχες, ταύταν κόσμει». Ὁ δέ γε Νικηφόρος δύσοργος καὶ βαρύ μηνις ὢν βυσσοδομεύων κατὰ τοὺ αὐτοκράτορος καὶ τυραν νήσειν μελετῶν οὐκ ἐπαύετο· ὑποβρύχιον δὲ ὅμως εἶχε τὴν βουλήν. Ἤδη δὲ καὶ τοῦ ἔργου ἀπαρξάμενος γνησιώτερόν τισι προσωμίλει. Οὐκ ἐλάνθανε τοῦτο τοὺς πλείστους· δι' ὧν καὶ εἰς τὰς ἀκοὰς ἔφθανε τοῦ βασιλέως. Ὁ δὲ βασι λεὺς καινόν τι ποιῶν μεταπεμπόμενος τούτους ἐν καιροῖς ἁρμοδίοις οὐκ ἐνέφαινε μὲν τὸ ἀκουσθέν, εὐφυῶς δὲ παρῄ νει καὶ τὰ εἰκότα συνεβούλευε. Καὶ ὅσῳ μᾶλλον τῆς ἐπι βουλῆς ἐν γνώσει ἐγίνετο, τοσούτῳ μᾶλλον ἐλευθεριώτερον πρὸς αὐτοὺς διετίθετο οὕτω βουλόμενος τούτους κερδανεῖν. Ἀλλ' ὁ Αἰθίοψ οὐκ ἐλευκαίνετο. Ἔμενε γὰρ ὁ αὐτὸς καὶ μετεδίδου τῆς λύμης ὁπόσοις ἂν προσεπέλασε, τοὺς μὲν δι' ὅρκων, τοὺς δὲ δι' ὑποσχέσεων σφετεριζόμενος. 9.6.5 Τοῦ μὲν οὖν κοινοῦ τοῦ στρατοῦ οὐ τοσοῦτον ἔμελε τῷ Νικηφόρῳ· ἤδη γὰρ ἅπαντες πρὸς αὐτὸν ἀπονενεύκασιν· ἀλλ' ὅλος πρὸς τοὺς μεγιστᾶνας ἀπονενευκὼς τῶν τε ἡγε μόνων καὶ τῶν τῇ συγκλήτῳ κατειλεγμένων προκρίτων ἀνδρῶν πολλὴν φροντίδα ποιούμενος ὑπεποιεῖτο αὐτούς. Ἦν γὰρ τὴν φρένα μὲν ὀξύτερος ἀμφιστόμου ξίφους, στάσιμος δὲ οὐδαμῶς, εἰ μὴ ὅσον πρὸς τὸ τυραννήσειν τὸ ἀμετάθετον ἐνεδείκνυτο, μελιχρὸς ἐν λόγοις, ἐν συνανα στροφαῖς ἡδύς, ταπεινοφροσύνην μὲν ὡς ἀλωπεκῆν ποτε περιβαλλόμενος, ἔστιν οὗ καὶ τὸ θυμοειδὲς καθάπερ λέων ἐμφαίνων ποτέ, ῥωμαλέος καὶ πρὸς Γίγαντας ἐγκαυχώ μενος ἁμιλλᾶσθαι, σιτόχρους τὴν ὄψιν, εὐρὺς τὰ στέρνα, ὑπερωμίας τῶν τότε καιροῦ ὄντων ἀνδρῶν. Εἰ δὲ σφαιρί ζοντα τοῦτον εἶδέ τις, εἰ δὲ ἱππαζόμενον, εἰ δὲ ὀϊστὸν πέμποντα ἢ δόρυ κραδαίνοντα καὶ ἱππασίας ποιούμενον, θαῦμα ἐδόκει καινὸν θεᾶσθαι ἐκεχήνει τε καὶ μόνον οὐ πεπηγὼς ἦν. Διὰ τοῦτο καὶ μᾶλλον τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν. Τοσοῦτον δὲ τὸ σπουδαζόμενον αὐτῷ προῄει, ὡς καὶ αὐτὸν τὸν ἐπ' ἀδελφῇ τοῦ αὐτοκράτορος γαμβρὸν Μιχαὴλ τὸν Ταρωνίτην τῷ τοῦ πανυπερσεβάστου τιμώμενον ἀξιώματι ὑποποιήσασθαι.

9.7.1 Ἀλλ' ἐπανακτέον τὸν λόγον αὖθις ὅθεν ἀπερρύη καὶ καθ' εἱρμὸν ἑκτέον τῆς διηγήσεως. Ὁ μὲν οὖν αὐτοκράτωρ τοῖς λογισμοῖς ἀνατρέχων, ἐξ οὗπερ τὴν καθ' ἑαυτοῦ τοῦ Διογένους μελετὴν ἐπέγνωκε, καὶ ὅπως ἐξ αὐτῆς ἀρχῆς τῆς αὐτοῦ ἀναρρήσεως ἀμφοῖν ἐχρήσατο τοῖν ἀδελφοῖν ὁπόσης τε φιλοφροσύνης καὶ κηδεμονίας ἐπὶ τοσούτοις ἔτεσιν αὐτοὺς ἠξίου, κἂν οὐδὲν τούτων τὴν τοῦ Νικηφό ρου γνώμην ἐπὶ τὸ βέλτιον μετηλλοίωσεν, εἰς ἀμηχανίαν ἐνέπιπτε. Ταῦτ' οὖν ὁ βασιλεὺς ἀναλογιζόμενος πάντα καὶ ὅπως μετὰ τὸ σφαλῆναι αὖθις εἰσῄει, ὅπως ἀπώσθη παρὰ τοῦ Τατικίου, καὶ γνοὺς ὡς τὸ φονουργὸν σιδήριον θήγων κατ' αὐτοῦ αἵμασιν ἀναιτίοις σπεύδει χρᾶναι τὰς χεῖρας καὶ ὁ τέως ἐφεδρεύων καὶ νυκτὸς ἐπιτηρῶν τὸν φόνον τελέσαι ἀπαρακαλύπτως τοῦτον ἤδη ἐπισπεύδει, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. Ἤθελε μὲν οὖν οὐδαμῶς τὸν Διογένην μετελεύσεσθαι δι' ὃν πρὸς αὐτὸν ἐγκάρδιον ἐκέκτητο πόθον ἐξόχως τὸν ἄνδρα φιλῶν· ἁπαξαπλῶς δὲ ἅπαντα συνελὼν ὅπη τε προβήσεται τὸ δεινὸν ἐννοῶν, ἐπεὶ τὸν περὶ ψυχῆς κίνδυνον αὐτῷ ἐφιστάμενον ἔγνω, πλήττε ται τὴν καρδίαν. 9.7.2 Καὶ εἰς ἓν τὸ πᾶν συναγαγὼν δεῖν ἔκρινεν κατασχεῖν τὸν Νικηφόρον. Ἐκεῖνος δὲ τὸν μελε τώμενον ἐπισπεύδων δρασμὸν καὶ βουλόμενος νυκτὸς τῆς πρὸς Χριστούπολιν φερούσης ἅψασθαι ἑσπέρας ἀποστεί λας εἰς τὸν Πορφυρογέννητον Κωνσταντῖνον τὸν δοθέντα αὐτῷ παρὰ τοῦ βασιλέως ταχυδρόμον ἵππον ᾐτεῖτο ἀποχα ρίσασθαί οἱ. Ὁ δὲ ἀνένευε λέγων μὴ δύνασθαι δῶρον τοιοῦ τον αὐθήμερον τοῦ βασιλέως ἀποποιήσασθαι. 9.7.3 Ἐπεὶ δὲ πρωΐας ὁ βασιλεὺς τῆς προκειμένης ὁδοῦ ἥψατο, συνεί πετο τούτῳ καὶ ὁ Διογένης τοῦ διασκεδάζοντος βουλὰς καὶ λογισμοὺς ἀθετοῦντος λαῶν Θεοῦ τοῦτον σφήλαντος γνωσι μαχοῦντα μὲν τὸν δρασμόν, ὑπερτιθέμενον δὲ ὥραν ἐξ ὥρας, ὁποῖα τὰ τοῦ Θεοῦ κρίματα. Κατασκηνώσας οὖν ἀγχοῦ τῶν Σερρῶν, ὅπου καὶ ὁ βασιλεύς, αὐτὸς μὲν τῶν συνήθων εἴχετο λογισμῶν ὡς πεφωραμένος ἤδη καὶ δεδιὼς τὸ μέλλον. Ὁ δὲ βασιλεὺς μετακαλεῖται τηνικαῦτα τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον κατ' αὐτὴν τὴν ἑσπέραν, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐτελεῖτο μνήμη. Καὶ κοινοῦται αὖθις τούτῳ τὰ τοῦ Διογένους μηδὲ πρότερον ἀγνοοῦντι ὡς ξιφήρης εἰσῄει, ὡς ἀπώσθη τῆς θύρας, ὡς τὸ πάλαι βεβουλευμένον εἰ δυνατὸν ἵσταται σπεύδων τελέσαι. Τηνικαῦτα οὖν ἐπισκήπτει τῷ δομεστίκῳ ὁ βασιλεὺς τὸν Διογένην εἰς τὴν ἰδίαν μετακα λέσασθαι σκηνὴν καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων πεῖσαι ἀνακαλύψαι ἅπαντα τὰ βεβουλευμένα ἀπάθειαν αὐτῷ ὑπισχνουμένῳ καὶ ἀμνηστίαν τοῦ λοιποῦ τῶν κακῶν, εἰ μηδ' ὁτιοῦν ἀποκρύψειεν, ἀλλὰ καὶ τοὺς συνίστορας ἐξείποι ἅπαντας. 9.7.4 Ὁ δὲ ἀθυμίας πλήρης γενόμενος ὅμως ἐπλήρου τὸ κελευσθέν. Ποτὲ μὲν οὖν ἀπει λῶν, ὁτὲ δὲ ὑπισχνούμενος, ὁτὲ δὲ καὶ συμβουλεύων οὐκ ἔπειθε τὸν Διογένην ὅλως οὐδ' ὁτιοῦν τῶν βεβουλευμένων ἀνακαλύψαι. Τί τὸ ἐπὶ τούτοις; Ἤχθετο μὲν ὁ μέγας δομέστικος καὶ ἠνιᾶτο, οὗ κακῶν φέρεται ὁ Διογένης στο χαζόμενος. Ἔσχε γὰρ τοῦτον προφθάσας ὁ Διογένης γαμ βρὸν ἐπὶ τῇ ὑστάτῃ τῶν ἑτεροθαλῶν αὐτοῦ ἀδελφῶν. Ἔνθεν τοι καὶ μετὰ δακρύων ἐκλιπαρῶν αὐτὸν οὐκ ἀνίει· ἔπειθε δὲ οὐδαμῶς, κἂν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καὶ τῶν ὄπισθεν. 9.7.5 Σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκρά τορι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φὺς ξίφος ἔσωθεν τῶν ἀμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιρι ζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο ἐφ' ᾧ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. Ὁ δὲ ἀνασειράζει τὸν ἵππον εὐθὺς καὶ ἐπιστραφεὶς ἐπυν θάνετο τί ἂν τὸ αἰτούμενον εἴη. Ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὢν τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψά μενος εἷλκε τοῦ κουλεοῦ. Τὸ δ' οὐ συνείπετο τῇ χειρί. Ἅπαξ οὖν καὶ δὶς τοῦ μὲν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων ἀπογνοὺς καὶ προσου δίσας ἑαυτὸν τῇ γῇ ἔκειτο συγγνώμην ἐξαιτούμενος. Ὁ δὲ πρὸς αὐτὸν στρέψας τὸν χαλινὸν ἠρώτα ὅτου χάριν συγ γνώμην αἰτεῖ, καὶ ὃς τὸ ξίφος σὺν αὐτῷ κουλεῷ ἐδείκνυ. Στερνοτυπῶν δ' ἅμα καὶ ἐκθαμβούμενος καὶ βοῶν ἔλεγε· «Νῦν σε δοῦλον τοῦ Θεοῦ γνήσιον ἔγνωκα, νῦν τὸν μέγαν Θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι. Ἐπὶ τῇ σφαγῇ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ λαβὼν οἴκο θεν ἐνταῦθα πάρειμι ἐφ' ᾧ κατὰ τῶν σῶν ὠθῆσαι σπλάγ χνων. Ἅπαξ δὲ καὶ δὶς καὶ τρὶς τοῦτο σπασάμενος οὐδα μῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός.» 9.7.6 Ὁ μὲν γὰρ βασιλεὺς καθαπερεὶ μηδέν τι τοιοῦτον ἀκηκοὼς ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει· συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροασόμενοι τῶν λεγο μένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. Οἱ δὲ εὐνούστε ρον πρὸς τὸν αὐτοκράτορα διακείμενοι καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. Τί τὸ ἐπὶ τούτοις; Παντελοῦς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παρα χρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόνον, ἀλλὰ καὶ μεγίστων δωρεῶν· ἐπὶ τούτοις καὶ ἐλευθερίας παρα πολαύει. Πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον· ὁ δ' οὐκ ἐπείθετο λέγων· «Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες. Λοιπὸν Θεῷ ἐπεύχεσθαι δεῖ τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καὶ φρου ράν.» 9.7.7 Ὑπεψιθύριζον οὖν τινες μετὰ τῆς τοῦ Διογέ νους γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ' ὅλως ὑπεῖχε τού τοις τοῖς λόγοις τὰ ὦτα, ἀλλὰ μᾶλλον ἐβαρυμηνία κατ' αὐτῶν, τοσοῦτον αὐτοῦ ἀνεχόμενος ὡς μέχρις αὐτοῦ λαι μοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. Ἀλλὰ ταῦτα μὲν οὕτω· Τούτων οὖν ἀναμ νήσας αὐτὸν ὁ μέγας δομέστικος καὶ μηδαμῶς πείθων προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ Διογένους ἔνστασιν καὶ ὅτι ἔξαρνος παντάπασιν ὁ Διογένης ἐστί, καίτοι πολλὰ παρακληθεὶς παρ' αὐτοῦ, ὡς ἔλεγε.

9.8.1 Μεταπέμπεται τοίνυν τὸν Μουζάκην καὶ ἐπι σκήπτει ἔνοπλον μεθ' ἑτέρων παραγενόμενον ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλου δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κἀκεῖσε μετὰ ἀσφαλείας τηρεῖν δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. Ὁ δ' εὐθὺς τὸ κελευσθὲν ἐπλήρου, καὶ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκη νήν. Ἐπεὶ δὲ δι' ὅλης νυκτὸς παρακαλῶν αὐτὸν καὶ ξυμ βουλεύων οὐ μόνον οὐκ ἔπειθεν, ἀλλὰ καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθεὶς καὶ ὃ μὴ προσ τέτακτο ἐπιχειρεῖν ἠπείγετο. Δοκιμάσας οὖν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἐπεὶ οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ Διογένης ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διε βεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων. Γρηγόριος δὲ ἦν ὁ Καματηρὸς νεωστὶ προσληφθεὶς καὶ ὑπογραμματεύων τῷ αὐτοκράτορι. Καὶ ὁ Διογένης ἅπαντα ἀπαγγέλλων οὐδὲ τὸν φόνον παρεσιώπα. 9.8.2 Ἀναλαβόμενος δὲ πρωΐας ὁ Μουζάκης τάς τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἃ ἀναζητήσας εὗρε παρά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι' ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ Διογένους εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν, ἀλλὰ καὶ μετ' ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασι λεῖ. Ὁ δὲ ταῦτας ὑπαναγνοὺς καὶ πλείους τῶν ὑποπτευο μένων ἐγγεγραμμένους εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας ἐν ἀμηχανίᾳ ἦν. Οὐδὲ γὰρ ἔμελλε τῷ Διογένει τοσοῦτον τῆς κοινότητος· εἶχε γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας πρὸς αὐτὸν καὶ ἀπονενευκότας· ἀλλὰ πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. Ὁ μὲν οὖν αὐτο κράτωρ τὰ τῆς βασιλίδος Μαρίας ἀνέκφορα μένειν ἠβού λετο· καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι' ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. Διεδίδοτο δὲ παν ταχοῦ τὴν τοῦ Διογένους βουλὴν παρὰ τοῦ Πορφυρογεν νήτου Κωνσταντίνου τοῦ βασιλέως καὶ υἱοῦ αὐτῆς διαμη νυθῆναι τῷ βασιλεῖ, κἂν ἄλλως εἶχε τὸ πρᾶγμα. Ἐξ αὐτῶν δὲ τῶν ἐξυπηρετουμένων τῷ Διογένει τὰ τῆς βουλῆς ἠρέμα διεπορθμεύετο. 9.8.3 Ἐπεὶ δ' ὁ Διογένης πεφώρατο καὶ δέσμιος ἤδη καὶ ὑπερόριος καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι οἱ μὴ φθάσαντες ἁλῶναι ὑπόπτους ἑαυτοὺς ἤδη γεγενημένους διαγνόντες περίφοβοί τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν, τούτους οἱ ἀμφὶ τὸν βασι λέα οὕτω κυμαινομένους κατανοοῦντες ἐν ἀμηχάνοις ἑστά ναι ἐδόκουν ἐν στενῷ κομιδῇ τὰ κατ' αὐτὸν ὁρῶντες ὡς εἰς ῥητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀρωγῆς τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἐφιστάμενον ἤδη ἔχοντος. 9.8.4 Ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀναλύων ἐς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ' αὐτοῦ ὁ Διογένης ὁρμήσας καὶ σφαλεὶς ἐκ θείας δυνάμεως, αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. Καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς παρ' ἑαυτῷ, ἐπεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτικοῦ συν τάγματος διεφθορὸς ταῖς τοῦ Διογένους θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν ὥστε φρουρὰν πρὸς τοσού τους ἐπιστῆσαι, μήτε μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων τὸν μὲν Διογένην καὶ Κεκαυμένον τὸν Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν ἐξέπεμψεν ἐφ' ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ' αὐτῶν βουλευσάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον (ἠγάπα γὰρ τὸν Διογένην δια φερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδε μονίας), ὑπερόριον δὲ καὶ τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν ... καὶ τὰς περιουσίας αὐτῶν ἀφελόμενος. Τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμ παθείας τούτους μᾶλλον καταμαλθάξαι. Κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατε λάμβανε, καὶ ὁ Διογένης τὴν Καισαρόπολιν. Τῶν δ' ἄλλων οὐδεὶς τῆς οἰκείας μεθίστατο καταστάσεως, ἀλλ' ἐπὶ ταὐ τοῦ ἅπαντες μεμενήκεσαν.

9.9.1 Ἐν τούτοις δὲ τοῖς δεινοῖς ὄντων τῇ μετ' αὐτὴν βουλομένου τοῦ αὐτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγχιστείας αὐτῷ προσηκόντων καὶ ὁπόσοι πατρῷοι θεράποντες τότε παρῆσαν. Ὀμβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μή πως τῇ μετ' αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντές τινες διαμελίσωσιν αὐτὸν ἐπὶ τοῦ θρόνου πολλάκις ξίφη ὑπὸ τὰ ἄμφια φέροντες ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προσελθών (τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θεραπείαν ἢ τὸ τὰς πρὸς τὸν Διο γένην ἁπάντων περιελεῖν ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν) μεταπεμψά μενοί τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακη ρυκεύσοντας ἐν ἀπορρήτοις, κἂν μηδ' εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. Ὁ δὲ λόγος οὗτος κἂν ψιλὸς τότ' ἦν, εἰς ἔργον ὅμως προὐβέβηκε, καθὼς ὁ λόγος κατω τέρω διατρανώσειεν. 9.9.2 Ἐπὰν δὲ ὁ ἥλιος τοῦ ὁρίζοντος ὑπερκύψας λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτο κράτορα μὴ τῆς τοῦ Διογένους λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλα κες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνὴν οἱ μὲν ξίφη περιεζωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἐπὶ τῶν ὤμων ἔχοντες, ἐκ διαστή ματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοὺς ἰλαδὸν καταστήσαντες καὶ οἷον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, θυμῷ στρατηγούμενοι πάντες καὶ θήγον τες κἂν μὴ τὰ ξίφη, ἀλλὰ τὰς καρδίας. Ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχιστείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ' ἑκάτερα ἵσταντο. Δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταί. Ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προὐκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. Χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλει φεν ὑπερανεστήκει τε τὴν κεφαλήν. Συνέσταλτο δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπιπλέον τότε ὁ ἀγὼν κατε φοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν. 9.9.3 Συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ἐξερεύξασθαι ὑπὸ φόβου ἐκβιαζόμενοι, τῶν μὲν ὀξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν κενὴν ὑποψίαν δεδιότων. Φωνὴ δέ τις παρ' οὐδενὸς ἐξηκούετο, ἀλλ' ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. Ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. Τούτῳ ὁ βασιλεὺς ἐνατενίσας δοῦναι τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος ἐνέφηνεν. Ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. Οἱ δὲ καίπερ δεδιότες, ἀλλ' ὅμως εἰσῄεσαν τετραμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. Κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες ἐκαραδόκουν τὸ μέλλον ἕκαστος δεδιὼς ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. 9.9.4 Ἀλλ' οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασι (κατ' ἄνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς Θεὸν ἀναφέρων τὸ πᾶν) δεδιὼς τὸ σύμ μικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ' αὐτοῦ μελετήσαιεν. Στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἑδράσας καὶ ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς τῆς πρὸς αὐτοὺς δημηγορίας ἤρχετο (οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφω νότεροι ἑστήκεσαν καθαπερεὶ τὰς γλώττας ἐκκεκομμένοι)· «Οἴδατε» λέγων «ὡς οὐδὲν δεινὸν παρ' ἐμοῦ ὁ Διογένης ἐπεπόνθει ποτέ. Οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασι λείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην ἐγώ, ἀλλ' ἕτερος, οὔτε τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχα. Καὶ τῆς βασιλείας εἰς ἐμὲ Θεοῦ πάντως νεύσει μεταβι βασθείσης οὐ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἐπὶ ταὐτοῦ διεφύλαξα, ἀλλ' ὡς οἰκείους παῖδας καὶ ἐπό θησα καὶ ἐχρησάμην. Τὸν δὲ Νικηφόρον καὶ πολλάκις κατ' ἐμοῦ βουλευόμενον φωράσας τοσαυτάκις συμπαθείας ἠξίωσα. Καὶ μηδὲ πάλιν διορθουμένου ἠνειχόμην ἐπικρύπ των τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἂν μηδὲν τῶν παρ' ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν. Ἀλλ' αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίσατο.» 9.9.5 Ἐπεβόησαν δ' ἐπὶ τούτοις ἅπαντες, ὡς οὐ βούλοιντ' ἂν ἕτερον προεστηκότα ἐν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ' ἦσαν θῶπες αὐτῶν οἱ λόγοι τὸν ὑπόγυον διαδρᾶναι κίνδυνον ἐντεῦθεν μηχανωμένων. Ὁ δὲ βασιλεὺς προαρπάσας τὸν καιρὸν συμ παθείας κοινῆς τοὺς πλείονας ἠξίου ὡς τῶν αἰτίων τῆς βουλῆς ὑπερορίαν πρότερον κατακριθέντων. Ἐπὶ τούτοις θροῦς ἦρτο πολύς, οἷον οὐδείς πω τῶν τότε παρόντων εἰς ἔτι καὶ νῦν τῶν ὤτων ὡς λέγουσιν ἐντὸς εἰσεδέξατο, τῶν μὲν ἐπαινούντων τὸν βασιλέα καὶ θαυμαζόντων τῆς ἀνεξι κακίας καὶ πρᾳότητος, τῶν δὲ τοὺς ὑπερορίους διασυρόν των καὶ θανάτου ἀξίους εἶναι διενισταμένων, ὁποῖα τὰ τῶν ἀνθρώπων. Ὃν γὰρ τὴν σήμερον μακαρισμῶν ἀξιοῦσι προ πέμπουσί τε καὶ διὰ τιμῆς ἄγουσιν, ἐπὰν περιτραπέντα τούτῳ τοῦ βίου τὸν κύβον θεάσοιντο, πᾶν τοὐναντίον εἰς αὐτὸν ἐνδεικνύμενοι οὐκ αἰσχύνονται. 9.9.6 Ὁ δὲ βασιλεὺς νεύματι τούτους κατασιγάσας αὖθις ἔφη· «Οὐ χρὴ θορυ βεῖσθαι οὐδὲ συγχεῖν τὴν προκειμένην ὑπόθεσιν. Ἔγωγε γάρ, καθὼς ἔφην, ἅπαντας συμπαθείας ἀξιώσας πάλιν ὁποῖος τὸ πρότερον πρὸς ὑμᾶς ἔσομαι.» Ἐν ᾧ δὲ τούτους συμπαθείας ὁ βασιλεὺς ἠξίου, ἄτερ τῆς αὐτοῦ γνώμης ἀποστείλαντες οἱ τὴν βουλὴν ἐκείνην βουλευσάμενοι τῶν ὀμμάτων τὸν Διογένην ἐστέρησαν. Ταὐτὰ τούτῳ. καὶ κατὰ τοῦ Κεκαυμένου Κατακαλὼν ὡς τῆς αὐτῆς βουλῆς κεκοι νωνηκότος τῷ Διογένει κατεψηφίσαντο. Ἡμέρα δὲ ἦν ἐν ᾗ ἡ τῶν κορυφαίων ἀποστόλων μνήμη ἐτελεῖτο. Ἀλλὰ ταῦτα μὲν ἔκτοτε καὶ μέχρι σήμερον λογοποιεῖται. Εἰ δὲ καὶ ὁ βασιλεὺς περὶ τούτου παρ' αὐτῶν εἰσηγηθεὶς ἐνδέδωκεν ἢ καὶ τὸ πᾶν τῆς ἐκείνου γνώμης ἦν, Θεὸς ἂν εἰδείη· ἔγωγε τέως οὐ πάνυ τι γινώσκειν ἔχω βεβαίως.

9.10.1 Τοιαῦτα μὲν οὖν τὰ ἐκ τοῦ Διογένους συμπεσόντα τῷ αὐτοκράτορι, παραδόξως τῆς ἀμάχου τοῦ Ὑψίστου χειρὸς ῥυσαμένης τοῦτον ἐξ ὑπογύου κινδύνου· αὐτὸς δὲ πρὸς οὐδὲν τῶν συμπιπτόντων ἐμαλακίζετο, ἀλλὰ καὶ ὣς κατευθὺ Δαλματίας ἤλαυνε. Μεμαθηκὼς δὲ ὁ Βολκάνος τὴν εἰς τὸ Λιπένιον τοῦ αὐτοκράτορος ἔλευσιν καὶ ἐπικα ταλαβόντα τοῦτον θεασάμενος καὶ πρὸς τὰς ῥωμαϊκὰς παρατάξεις καὶ τὸν συνασπισμὸν ἐκεῖνον καὶ τὴν στρατηγικὴν πανοπλίαν μηδ' ἀντωπῆσαι δυνάμενος ἀποστείλας παραχρῆμα τὰ περὶ εἰρήνης ἠρώτα ὑπισχνούμενος ἅμα καὶ αὐτοὺς τοὺς προϋποσχεθέντας ὁμήρους ἀποστεῖλαι καὶ μηδέν τι δεινὸν τοῦ λοιποῦ διαπράξασθαι. Δέχεται τοίνυν τὸν βάρβαρον ἀσμένως ὁ αὐτοκράτωρ ἀκηδιῶν οἷον καὶ ἀποστρεφόμενος τὴν ἐμφύλιον μάχην· κἂν γὰρ Δαλμάται ἦσαν, ἀλλ' ὅμως Χριστιανοί. Ἐκεῖνος δ' εὐθὺς τεθαρρηκὼς προσεληλύθει συνεπαγόμενος τούς τε συγγενεῖς καὶ ἐκκρί τους τῶν ζουπάνων καὶ προθύμως ὁμήρους τοὺς αὐτοῦ ἀνεψιαδεῖς τῷ αὐτοκράτορι παραδέδωκε, τόν τε Οὔρεσιν καλούμενον καὶ Στέφανον τὸν Βολκάνον καὶ ἑτέρους τὸν εἴκοσιν ἀριθμὸν ἀποπληροῦντας. Οὐ γὰρ ἐνὸν ἦν αὐτῷ ἄλλως πως τοῦ λοιποῦ διατεθήσεσθαι. Ὁ δὲ αὐτοκράτωρ ὁπόσα διὰ μάχης καὶ σιδήρου ἀνύεσθαι πέφυκεν εἰρηνικῶς διαλύσας, πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψε. 9.10.2 Τοῦ μέντοι Διογένους ἐκήδετο πάνυ, καὶ δακρύων ὡρᾶτο καὶ βύθιον στένων δι' αὐτὸν ἐξηκούετο πολλήν τε τὴν περὶ αὐτὸν φιλοφροσύνην ἐπεδείκνυτο καὶ ἀνακτᾶσθαι τοῦτον ἔσπευδε κἀν τοῖς πλείοσι τῶν ἐξ αὐτοῦ ἀφαιρεθέντων αὖθις τοῦτον ἀποκατέστησεν. Αὐτὸς δὲ κατακώχιμος ὑπὸ τῆς λύπης ὢν καὶ τὴν ἐν τῇ μεγαλοπόλει διατριβὴν ἀποστρεφόμενος τοῖς ἰδίοις ἀγροῖς ἐμφιλοχωρῶν ἦν ταῖς τῶν παλαιῶν προσανέχων διόλου βίβλοις ἄλλων ὑπαναγινωσκόντων αὐτῷ. Στερούμενος γὰρ φωτὸς ἑτέρων ἐχρᾶτο πρὸς τὴν ἀνάγνωσιν ὄμμασιν. Ἀνὴρ δὲ οὗτος τοσοῦτος τὴν φύσιν ὡς καὶ μὴ ὁρῶν τὰ τοῖς ὁρῶσι δυστέκμαρτα ῥᾳδίως καταλαμβάνειν. Πᾶσαν μὲν δὴ ἔκτοτε παιδείαν διελθὼν καὶ αὐτὴν δὴ τὴν περίκλυτον γεωμετρίαν, τὸ καινότατον, φιλοσό φων τινὶ ἐντυχὼν διὰ στερεῶν τούτῳ τὰ σχήματα παρέχειν ἐπέταττεν. Ὁ δὲ τῇ τῶν χειρῶν ψηλαφήσει ἁπάντων τῶν τῆς γεωμετρίας θεωρημάτων τε καὶ σχημάτων ἔσχε κατά ληψιν καθάπερ ἐκεῖνος ὁ Δίδυμος, ὃς δι' ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων μουσικῆς καὶ γεωμετρίας εἰς ἄκρον ἐλήλυ θεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας καθάπερ ὑπὸ πάθους τὰ ὄμματα. Θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων· ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ περὶ τοιούτων λαλοῦντος ἀκήκοα. Μηδ' αὐτὴ δὲ τῶν τοιού των παντάπασιν ἀμελέτητος οὖσα ἐπεγίνωσκον τοῦτον ἀκριβῆ τῶν θεωρημάτων γνῶσιν ἔχοντα. 9.10.3 Εἰ δὲ καὶ περὶ λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτο κράτορος οὐκ ἀφίστατο μήνιδος, ἀλλὰ τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. Καὶ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ' ὧν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοκράτορι. Μεταπεμψάμενος δὲ τὸν Διογένην ἐπυνθά νετο περὶ ὧν τε βεβούλευται καὶ περὶ τῶν τῆς βουλῆς αὐτῷ κεκοινωνηκότων. Καὶ ὃς ἅπαντα θᾶττον ἀνομολο γήσας παραχρῆμα συμπαθείας ἠξίωτο.