Μετάβαση στο περιεχόμενο

Αλεξιάς/Βιβλίο 8

Από Βικιθήκη
Αλεξιάς
Συγγραφέας:
Βιβλίο 8


8.1.1 Μεμαθηκὼς ὁ αὐτοκράτωρ ὡς ἀπόμοιράν τινα οἱ τῶν Σκυθῶν ἡγεμόνες ἀπολεξάμενοι κατὰ τῶν Χοιροβάκχων ἐξέπεμψαν καὶ προσδόκιμος ἡ τούτων ἄφιξις ἦν, ὁποῖος ἐκεῖνος θερμουργὸς περὶ τὰς ἐγχειρήσεις κἀν τοῖς αἰφνιδίοις ἀεὶ ὡς προπαρεσκευασμένος δεικνύμενος, μήπω ἑβδόμην ἡμέραν ἑαυτὸν ἐν τοῖς βασιλείοις διαναπαυσάμενος μηδὲ βαλανείου τυχὼν μηδὲ τὸν ἐκ τοῦ πολέμου κονιορτὸν ἀποτιναξάμενος παραχρῆμα τοὺς ἐπὶ τῆς φρουρᾶς τῆς πόλεως τεταγμένους καὶ ὁπόσοι νεόλεκτοι ἀναλαμβάνεται ὡσεὶ πεντακοσίους τὸν ἀριθμὸν καὶ ὁπλίσας δι' ὅλης νυκτὸς κατὰ τὸ περίορθρον ἔξεισι. Τηνικαῦτα δὲ δήλην καθίστησι τὴν αὐτοῦ πρὸς τοὺς Σκύθας ἐξέλευσιν τοῖς τε ἐξ αἵματος καὶ ἀγχιστείας προσήκουσιν αὐτῷ συγγενέσι καὶ τοῖς ἄλλοις ὁπόσοι τῆς μείζονος τύχης ἦσαν καὶ τῷ στρατιωτικῷ συντάγματι συγκατειλεγμένοι (παρασκευὴ δὲ ἦν ἡ τῆς ἀπόκρεω) ταυτὶ διὰ τῶν ἀποστολέων παρακελευσάμενος ὡς ἄρα γοῦν· «Ἐγὼ μὲν ἄπειμι τὴν τῶν Σκυθῶν κατὰ τῶν Χοιροβάκχων ὀξεῖαν μεμαθηκὼς κίνησιν, ὑμεῖς δὲ ἀλλὰ κατὰ τὴν ἑβδομάδα τῆς τυροφάγου στρατεύσατε πρὸς ἡμᾶς. Τὰς γὰρ μεταξὺ τῆς τε παρασκευῆς τῆς ἀπόκρεω καὶ τῆς τυροφάγου δευτέρας ἡμέρας ὑμῖν ἐφίημι εἰς μικράν τινα ῥᾳστώνην, ὡς μὴ βαρύς τις καὶ ἀδιάκριτος δόξαιμι.» 8.1.2 Ἐκεῖνος μὲν οὖν παραχρῆμα κατευθὺ Χοιροβάκχων ἤλαυνε καὶ εἰσελθὼν κλείει τὰς πύλας· τὰς δὲ κλεῖς αὐτὸς ἀναλαμβάνεται. Εἶτα τοὺς εὔνους ἅπαντας τῶν θεραπόντων περὶ τὰ κρήδεμνα καθίστησι τοῦ τείχους παραγγείλας μὴ ἀναπεπτωκέναι, ἀλλ' ἐπαγρυπνοῦντας περιαθρεῖν τὰ τείχη μή πού τις ἀνελθὼν καὶ προκύψας ὁμιλήσειε τοῖς Σκύθαις. 8.1.3 Ἀνίσχοντος δὲ τοῦ ἡλίου καὶ οἱ ἐλπιζόμενοι τῶν Σκυθῶν καταλαβόντες κατὰ τὸν συγκεκολλημένον τῷ τείχει τῶν Χοιροβάκχων αὐχένα ἔστησαν. Ἐξ ὧν τηνικαῦτα ἀποκριθέντες ὡσεὶ ἓξ χιλιάδες εἰς προνομὴν διεσκεδάσθησαν ἐφθακότες μέχρις αὐτοῦ Δεκάτου ὡσεὶ δέκα σταδίους τῶν τειχῶν ἀπέχοντος τῆς βασιλίδος τῶν πόλεων· ἐξ οὗ οἶμαι καὶ τὴν ἐπωνυμίαν ἐκτήσατο. Οἱ δὲ λοιποὶ αὐτοῦ που διαμεμενήκεσαν. Ὁ δὲ βασιλεὺς ἀνελθὼν διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις περιεσκόπει τὰς πεδιάδας καὶ τοὺς βουνούς, εἴ που καὶ ἑτέρα δύναμις τούτοις ἔπεισιν ἢ εἴ που λόχους καθίσαντες. μελετῶσι τὸν τούτοις ἴσως προσβαλεῖν ἐπιχειρήσοντα κατασχεῖν. Ὡς δ' οὐδέν τι τοιοῦτον ἐθεάσατο, περὶ δευτέραν τῆς ἡμέρας ὥραν ὁρᾷ τούτους οὐ πρὸς μάχην ηὐτρεπισμένους, ἀλλὰ πρὸς τροφὴν καὶ ἀνάπαυσιν ἀποκλίναντας. Πλῆθος δὲ πολὺ τούτους ὁρῶν καὶ τοῦ μετ' αὐτῶν κατασυστάδην μὴ κατατολμῶν πολέμου ἐν δεινῷ ἐποιεῖτο εἰ, τὴν ἅπασαν λῃσάμενοι χώραν, καὶ αὐτοῖς τοῖς τείχεσι τῆς βασιλευούσης τῶν πόλεων προσπελάσαιεν, καὶ ταῦτα αὐτοῦ ἐκεῖθεν ἐξεληλυθότος ἐφ' ᾧ τούτους ἀποσοβῆσαι τῆς χώρας. 8.1.4 Μετακαλεσάμενος οὖν τηνικαῦτα τοὺς ὑπ' αὐτὸν στρατιώτας καὶ τὴν γνώμην αὐτῶν δοκιμάσαι βουλόμενος ἔφη· «Οὐ χρὴ ἀποδειλιᾶν πρὸς τὸ πλῆθος τῶν Σκυθῶν ἀφορῶντας, ἀλλ' εἰς Θεὸν ἠλπικότας τὸν μετ' αὐτῶν συνάψαι πόλεμον, καὶ εἰ μόνον ὁμογνωμονήσαιμεν, πέποιθα ὡς ἡττήσομεν αὐτοὺς κατὰ κράτος.» Τῶν δὲ ἀπαναινομένων πάντη καὶ πρὸς τὸν λόγον ἀναβαλλομένων ἐκεῖνος εἰς φόβον ἐμβάλλων πλείονα τοὺς αὐτοῦ καὶ ἀνεγείρων εἰς κίνδυνόν φησιν· «Ἐὰν οἱ εἰς προνομὴν ἀπελθόντες ἐπανέλθοιεν αὖθις καὶ μετὰ τῶν παρόντων ἑνωθεῖεν, προὖπτος ὁ κίνδυνος. Ἢ γὰρ καὶ τὸ κάστρον παρ' αὐτῶν κατασχεθήσεται καὶ ἡμεῖς παρανάλωμα φόνου γενησόμεθα ἢ παρ' οὐδὲν ἡμᾶς λογισάμενοι ἴσως τοῖς τείχεσι τῆς πόλεως προσπελάσαντες οὐκ ἐγχωρήσουσιν ἡμῖν εἰς τὴν βασιλίδα πόλιν εἰσελθεῖν αὐτοῦ που περὶ τὰς πύλας αὐτῆς αὐλισάμενοι. Λοιπὸν κινδυνεῦσαι ἡμᾶς χρὴ καὶ μὴ ἀνάνδρως ἀποθανεῖν. Ἐγὼ μὲν οὖν ἤδη ἔξειμι καὶ ὁπόσοι βούλεσθε, προεκδραμόντος ἐμοῦ καὶ ἐς μέσον τῶν Σκυθῶν εἰσπηδήσαντος συνέψεσθε, ὁπόσοι δὲ τοῦτο οὐ δύνασθε ἢ οὐ βούλεσθε, μηδὲ τῶν πυλῶν ἐκτὸς γένοισθε.» 8.1.5 Παραχρῆμα γοῦν διὰ τῆς ἀπονενευκυίας ὡς πρὸς τὴν λίμνην πύλης ὁπλισάμενος ἔξεισι. Καὶ παραδραμὼν τὰ τείχη καὶ μικρὸν παρεγκλίνας ἐξ ὀπισθίων τοῦ αὐχένος ἄνεισιν. Οὐδὲ γὰρ συνέψεσθαι τούτῳ διέγνω τοὺς μετ' αὐτοῦ τὸν κατασυστάδην μετὰ τῶν Σκυθῶν πόλεμον. Καὶ πρῶτος αὐτὸς δόρυ σπασάμενος ἐς μέσους Σκύθας ἑαυτὸν ὤθησε παίσας τὸν πρώτως αὐτῷ ὑπαντιάσαντα. Ἀλλ' οὐδ' οἱ σὺν αὐτῷ στρατιῶται τῆς μάχης ἀπελείφθησαν κἀντεῦθεν τοὺς μὲν πλείους ἔκτειναν, τοὺς δὲ καὶ ζωγρίαν ἦγον. Εἶτα ὁποῖα ἐκεῖνος μηχανᾶσθαι εἰώθει, τὰς τῶν Σκυθῶν ἐσθῆτας τοὺς στρατιώτας ἀμφιέννυσι καὶ τῶν Σκυθικῶν ἵππων ἐπιβῆναι κελεύει, τοὺς δὲ ἵππους τῶν στρατιωτῶν καὶ τὰς τούτων σημαίας καὶ τὰς ἀποτμηθείσας τῶν Σκυθῶν κεφαλὰς παραδούς τισι τῶν εὐνουστέρων παραλαβόντας προσέταξεν εἴσω τοῦ κάστρου γενέσθαι ἀπεκδεχομένους αὐτόν. Ταῦτα τοίνυν οὕτως οἰκονομήσας ἐκεῖνος μετὰ τῶν σκυθικῶν σημαιῶν καὶ τῶν τὰ σκυθικὰ ἄμφια περιβεβλημένων στρατιωτῶν κάτεισιν ὡς πρὸς τὸν ἀγχοῦ Χοιροβάκχων ῥέοντα ποταμόν, ὅπου καὶ τοὺς ἀπὸ τῆς προνομῆς ὑποστρέφοντας Σκύθας ἐνόμιζε διελθεῖν. Οἱ δὲ προνομεῖς ἐκεῖνοι θεασάμενοι τούτους ἱσταμένους ἐκεῖσε καὶ νομίσαντες Σκύθας καὶ αὐτοὺς εἶναι ἀφυλάκτως τούτοις προσπίπτοντες οἱ μὲν ἀνῃροῦντο, ἄλλοι δὲ καὶ κατείχοντο.

8.2.1 Ἑσπέρας δὲ καταλαβούσης (σάββατον δὲ ἦν) ἐπανέρχεται μετὰ τῶν δορυαλώτων. Καρτερήσας δὲ καὶ τὴν ἐπιοῦσαν αὐγαζούσης ἤδη τῆς δευτέρας ἐξῆλθε τοῦ κάστρου· Καὶ διελὼν τοὺς ὑπ' αὐτὸν ἔμπροσθεν μὲν εἰσήγαγε τοὺς τὰς τῶν Σκυθῶν σημαίας κατέχοντας, ὄπισθεν δὲ τοὺς δορυαλώτους τῶν Σκυθῶν, παρὰ χωριτῶν ἕκαστον τούτων κατεχομένους· τὰς δὲ ἀποτμηθείσας κεφαλὰς δόρασι περιπείρας παρ' ἑτέρων αὖθις ἐν τούτοις ἀπαιωρουμένας παρεκελεύσατο οὕτως τὴν ὁδοιπορίαν ποιεῖσθαι. Τούτων δὲ ὄπισθεν ἐκ διαστήματος μετρίου ἀπέχων μετὰ τῶν ὑπ' αὐτὸν καὶ τῶν συνήθων τοῖς Ῥωμαίοις σημαιῶν ἑπόμενος ἦν. 8.2.2 Αὐγαζούσης δὲ τῆς ἀπόκρεω κυριακῆς ὁ Παλαιολόγος θερμουργὸς ὢν περὶ τὰς πολεμικὰς πράξεις πρὸ τῶν ἄλλων ἐξεληλύθει τοῦ Βυζαντίου. Τὸ δὲ ὀξύρροπον τῶν Σκυθῶν ἐπιστάμενος οὐκ ἀπεριμερίμνως τὴν ὁδοιπορίαν ἐποιεῖτο, ἀλλ' ἀποδιελὼν τῶν συνεφεπομένων αὐτῷ θεραπόντων ὀλίγους παρεκελεύσατο αὐτοῦ προεκτρέχειν διάστημα καὶ τὰς πεδιάδας καὶ τὰ ἄλση καὶ τὰς ὁδοὺς περιαθρεῖν, ἵν' εἴ πού τινες τῶν Σκυθῶν ἀναφανεῖεν, ταχὺ ὑποστρέψαντες ἀπαγγείλωσιν αὐτῷ. Οὕτω γοῦν πορευόμενοι, ἐπεὶ κατὰ τὴν πεδιάδα τὴν οὕτω καλουμένην Διμυλίαν τοὺς τὰ σκυθικὰ περιβεβλημένους ἄμφια καὶ σκυθικὰς σημαίας ἐθεάσαντο, εἰς τοὐπίσω ἀναστρέψαντες τοὺς Σκύθας ἤδη καταλαμβάνειν ἔφασαν. Ὁ δὲ παραχρῆμα ἐν τοῖς ὅπλοις ἦν. Κατὰ πόδας δὲ καὶ ἕτερος ἐλθὼν διενίστατο λέγων ὡς ὄπισθεν τῶν τάχα Σκυθῶν ἐξ ἱκανοῦ διαστήματος ῥωμαϊκαὶ ἀνεφάνησαν σημαῖαι καὶ στρατιῶται κατόπιν θέοντες. 8.2.3 Οἱ μὲν οὖν ταῦτα ἀπαγγέλλοντες τὸ μέν τι καὶ ἐστοχάζοντο τῆς ἀληθείας, τὸ δὲ καὶ παρεστοχάζοντο. Τὸ μὲν γὰρ κατόπιν ἐλαῦνον στράτευμα ὡς ἀληθῶς καὶ ῥωμαϊκὸν ἦν καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασι καὶ ὁ βασιλεὺς αὐτῶν ἡγεμόνευε, τὸ δὲ προπορευόμενον καὶ σκυθικῶς ἐσταλμένον τῆς ῥωμαϊκῆς μὲν ἦσαν ἅπαντες στρατιᾶς, σκυθικὰς δὲ στολὰς ἠμφιέννυντο, τοῦτο μὲν καὶ οὕτως ἐσχηκότες ὥσπερ ἦσαν ἀμφιασάμενοι ταύτας κατὰ τὸ τοῦ αὐτοκράτορος παράγγελμα, ὁπόταν ὡς φαινόμενοι Σκύθαι τοὺς ὄντως Σκύθας ἐξηπατήκασιν, ὡς φθάσας ὁ λόγος ἐδήλωσε, τοῦτο δὲ καὶ ἀπεχρήσατο τηνικαῦτα ὁ βασιλεὺς τῇ σκευῇ τῶν Σκυθῶν πρὸς τὴν τῶν ἡμεδαπῶν ἐξαπάτην τε καὶ φενάκην, ἵνα οἱ προεντυγχάνοντες αὐτοῖς ὀρρωδοῖεν ὥσπερ Σκύθαις τοῖς στρατιώταις ἡμῶν ἐμπίπτοντες καὶ ἅμα παρέχοι στρατηγικόν τε καὶ ἤπιον γέλωτα φόβῳ ξυμμεμιγμένον· πρὶν ἢ γὰρ φοβηθῆναι σαφῶς, ἐθάρρουν τὸν βασιλέα κατόπιν θεώμενοι. Οὕτως ἀφόβως ὁ αὐτοκράτωρ τοὺς ὑπαντῶντας ἐμορμολύττετο. 8.2.4 Ἀλλὰ πρὸς μὲν τοὺς ἄλλους ὁ φόβος ἦν ἐκ τῶν φαινομένων, ὁ δέ γε Παλαιολόγος πολυπειρίᾳ τοὺς ἅπαντας ὑπερβάλλων καὶ εἰδώς, ὁποῖός ἐστιν Ἀλέξιος περὶ τὰς μηχανὰς ποριμώτατος, ἐγνώρισεν αὐτίκα ὅτι Ἀλεξίου τοῦτο μηχάνημα, καὶ ἑαυτόν τε θαρρεῖν ἀνέπειθε καὶ τοὺς ἄλλους ἐκέλευεν. Ἤδη δὲ καὶ τὸ πλῆθος ἅπαν τὸ κατόπιν συνέρρωγεν ἐκ τῶν συγγενῶν καὶ τῶν καθ' αἷμα προσηκόντων ξυγκείμενον. Ἔσπευδον γάρ, ὡς ᾤοντο, φθάσαι τὸν αὐτοκράτορα κατὰ τὰ πρὸς τοῦτον συγκείμενα. Φθάσαι γὰρ τοῦτον συνέθεντο μετὰ τὴν ἀπόκρεω, καθάπερ εἴρηται πρότερον, ἐν τῇ τυροφάγῳ. Οὐ μὴν ἔφθησαν ἐκεῖνοι ἐξεληλυθότες τῆς πόλεως καὶ ὁ βασιλεὺς τροπαιοῦχος ἐπάνεισι. Καὶ κατὰ τοῦτο συμμίξαντες αὐτῷ, οὐκ ἂν ἐπείσθησαν ὅτι ὁ βασιλεὺς αὐτός ἐστι τροπαιοφορῶν οὕτω τὴν νίκην ὀξέως ἐξεργασάμενος, εἰ μὴ τὰς κεφαλὰς τῶν Σκυθῶν ἐμπεπηγμένας ἑώρων ἐπ' ἄκρων δοράτων καὶ τοὺς ἐπιλοίπους, οὓς τὸ ξίφος οὔπω ἐξέτεμε, δεσμώτας ἠγμένους καὶ ἐξηγκωνι σμένους καὶ ἄλλον ἐπ' ἄλλῳ ἀγόμενον καὶ συρόμενον. 8.2.5 Τὸ γὰρ τάχος τῆς στρατηγίας τὸ θαῦμα ἐποίει· πλὴν τοσοῦ τον μανθάνω περὶ Γεωργίου τοῦ Παλαιολόγου (οἱ γὰρ συμπαρόντες ἡμῖν διηγοῦντο), ὡς ἐσχετλίαζέ τε καὶ τοῦ καθυστερῆσαι τοῦ πολέμου ἑαυτὸν ἐμέμφετο καὶ ὅτι μὴ συμπαρῆν τῷ αὐτοκράτορι κλέος τοσοῦτον ἀραμένῳ ἐπὶ τῇ ἀπροσδοκήτῳ νίκῃ τῶν βαρβάρων τούτων. Συμμετασχεῖν γὰρ κἀκεῖνος εὐκλείας τοσαύτης καὶ πάνυ ἐβούλετο. Περὶ δὲ τοῦ αὐτοκράτορος ἐκεῖνο ἄν τις εἴποι τὸ ᾆσμα τοῦ Δευτερονομίου τότε καὶ τελούμενον καὶ ὁρώμενον· «Πῶς διώξεται εἶς χιλίους καὶ δύο μετακινήσουσι μυριά δας»; Μονονουχὶ γὰρ κατ' ἐκεῖνο καιροῦ ὁ βασιλεὺς Ἀλέξιος πρὸς τοσοῦτον βαρβάρων πλῆθος ἑαυτὸν ἀντι καταστήσας τὸ βάρος ὅλον τοῦ πολέμου μέχρι καὶ τῆς νίκης αὐτῆς καλῶς διῳκονομήσατο. Εἰ γάρ τις τοὺς συνόντας λογίσαιτο ὁπόσοι τε ἦσαν καὶ ποδαποί, κᾆθ' οὕτως ἀντιπαραβάλοι τὰ τοῦ αὐτοκράτορος μηχανήματα καὶ τὸ τούτου πολύτροπον μετὰ τῆς ῥώμης καὶ τῆς τόλμης πρὸς τὸ βαρβαρικὸν ἅπαν πλῆθος καὶ τὴν ἰσχύν, μόνον ἂν ἐφεύροι τοῦτον τὰ τῆς νίκης καταπραξάμενον.

8.3.1 Οὕτω μὲν οὖν τηνικαῦτα Θεὸς τὴν παράδοξον ταύ την τῷ κρατοῦντι δέδωκε νίκην. Εἰσερχόμενον δὲ αὐτὸν ὁρῶντες οἱ Βυζάντιοι ἔχαιρον ἐκπληττόμενοι τὸ τάχος, τὴν τόλμαν, τὴν περιδεξιότητα τοῦ ἐπιχειρήματος καὶ τὸ ἐξ ὑπογύου τρόπαιον, ἐπαιάνιζον, ἐσκίρτων, Θεὸν ἀνύμνουν σωτῆρα καὶ εὐεργέτην τοιοῦτον αὐτοῖς δεδωκότα. Ὁ δὲ Μελισσηνὸς Νικηφόρος δακνόμενος ἐπὶ τούτοις καὶ μὴ φέρων, ὁποῖα τὰ ἀνθρώπινα, ἔφη· «Ἡ νίκη αὕτη χαρὰ μὲν ἀκερδής, λύπη δὲ ἀζήμιος». Οἱ μέντοι Σκύθαι ἀπειροπληθεῖς ὄντες ἁπανταχοῦ τῆς ἑσπέρας διασπαρέντες ἐλῄζοντο ἅπαντα καὶ οὐδὲν τὸ παράπαν τῶν συμπεσόντων αὐτοῖς τὴν ἐκείνων ἀκάθεκτον ἀνέκοπτε τόλμαν. Ἐνιαχοῦ δὲ τῆς ἑσπέρας καὶ πολίχνιά τινα κατεῖχον μηδὲ τῶν ἀγχοῦ τῆς βασιλίδος τῶν πόλεων κωμοπόλεων φειδόμενοι, παραγενό μενοι καὶ μέχρις αὐτοῦ τοῦ οὕτω καλουμένου Βαθέος ῥύακος, ἐν ᾧ καὶ τὸ ἐπ' ὀνόματι τοῦ ἐν μάρτυσι μεγίστου Θεοδώρου τέμενος ἵδρυται. Πολλοὶ μὲν γὰρ καὶ ἐφοίτων ἐντεύξεως τοῦ ἁγίου χάριν καθ' ἑκάστην· ὁπηνίκα δ' ἡ κυριακὴ παρῆν, πάνδημον οἱ εὐσεβεῖς ἐποιοῦντο τὴν πρὸς τὸ ἱερὸν τοῦτο τέμενος ἔλευσιν παννύχιοι καὶ πανημέριοι κύκλῳ τε καὶ κατὰ τὸν πρόδομον καὶ ὀπισθόδομον τοῦ νεὼ προσμένοντες. Ἀλλὰ τοσοῦτον ὑπερίσχυσεν ἡ τῶν Σκυθῶν ἀκάθεκτος ὁρμὴ ὡς μηδὲ τὰς πύλας ὑπανοῖξαι τοῦ Βυζαντίου τολμᾶν τοὺς εἰς τὸν μάρτυρα φοιτᾶν βουλομένους διὰ τὰς ἀθρόας ἐφόδους τῶν Σκυθῶν. 8.3.2 Ἀλλὰ ταῦτα μὲν τὰ ἐξ ἠπείρου τῆς ἑσπέρας προσπεσόντα τῷ αὐτοκράτορι δεινά· οὐ μέντοι γε οὐδὲ τὰ κατὰ θάλατταν ἀνέτως εἶχεν, ἀλλὰ καὶ λίαν ἐπικινδύνως τοῦ Τζαχᾶ αὖθις στόλον κτησα μένου καὶ τὰ παρὰ θάλατταν ἅπαντα κατατρέχοντος. Ἐπὶ τούτοις οὖν ὁ βασιλεὺς ἠνιᾶτο καὶ ἤσχαλλεν ἁπανταχόθεν βαλλόμενος ταῖς φροντίσιν. Ἐπεὶ δ' ἀνηγγέλη τούτῳ ὡς ἤδη καὶ πλείονα στόλον ἐκ τῶν παραλίων κτησάμενος ὁ Τζαχᾶς καὶ τὰς ἐπιλοίπους, ὧν προφθάσας κατέσχε νήσων, πορθήσας καὶ κατὰ τῶν ἑσπερίων χωρῶν διανοεῖσθαι ἐπικεχείρηκε καὶ πρὸς τοὺς Σκύθας διαπεμπόμενος συνεβούλευε τὴν Χερρόνησον καταλαβεῖν· οὐ μὴν οὐδὲ τὸ ἐκ τῆς ἑῴας προσεληλυθὸς τῷ αὐτοκράτορι μισθοφορικόν, τῶν Τούρκων φημί, συνεχώρει τὰς πρὸς αὐτὸν σπονδὰς ἀρραγεῖς τηρεῖν ὑποσχέσεσι χρησταῖς ὑποσαίνων, εἰ τὸν αὐτοκράτορα καταλιπόντες αὐτῷ προσχωρήσαιεν, ὁπηνίκα τὰς κριθὰς καταλάβοι. 8.3.3 Ταῦτα γνοὺς ὁ βασιλεύς, ἐπεὶ τά τε κατὰ θάλατταν τά τε κατὰ τὴν ἤπειρον λίαν κακῶς αὐτῷ διετίθετο καὶ ὁ χειμὼν σφοδρὸς ἐπικείμενος τὰς ἐξόδους παντάπασιν ἔκλειεν, ὥστε μηδ' ἀποζυγοῦσθαι τὰς τῶν οἰκημάτων θύρας διὰ τὸ τῆς χιόνος ἐπιβριθές (συνέβη γὰρ τότε πολλὴν ἐπιφορηθῆναι καὶ ὅσην οὐδείς πω πρότε ρον ἔγνωκεν), ὡς ἐνὸν διὰ γραμμάτων ἁπανταχόθεν ἔσπευδε μισθοφορικὸν μετακαλέσασθαι. 8.3.4 Τοῦ ἡλίου δὲ τὴν ἐαρι νὴν τροπὴν ἀπάρτι καταλαμβάνοντος, ἐπεὶ καὶ ὁ ἐκ τῶν νεφῶν ἀπειλούμενος πόλεμος ᾤχετο καὶ ἡ θάλαττα τοῦ θυμοῦ μετεβέβλητο, δεῖν ἐλογίσατο ἑκατέρωθεν τῶν ἐναν τίων ἐπικειμένων τὰ κατὰ θάλατταν μᾶλλον καταλαβεῖν, ἵν' ὁμοῦ καὶ τοῖς ναυσιπόροις ἐχθροῖς ῥᾳδίως ἔχοι ἀντικα θίστασθαι καὶ πρὸς τοὺς ἐξ ἠπείρου εὐχερῶς μάχεσθαι. Παραχρῆμα τοίνυν τὸν καίσαρα Νικηφόρον τὸν Μελισση νὸν ἀποστείλας μετεκαλεῖτο θᾶττον ἢ λόγος τὴν Αἶνον καταλαβεῖν. Ἔφθασε γὰρ διὰ γραμμάτων δηλώσας συλλέ ξασθαι ὁπόσους ἂν δυνηθείη οὐκ ἀπὸ τῶν ἤδη ἐστρατευ μένων (ἐκείνους γὰρ φθάσας εἰς τὰς πόλεις ἁπανταχῇ τῆς ἑσπέρας διέσπειρεν ἐφ' ᾧ φρουρεῖν τὰ κυριώτερα τῶν πολιχνίων), ἀλλὰ κατὰ μέρος νεολέκτους καταλέγων, ὁπό σοι τε ἐκ Βουλγάρων καὶ ὁπόσοι τὸν νομάδα βίον εἵλοντο (Βλάχους τούτους ἡ κοινὴ καλεῖν οἶδε διάλεκτος) καὶ τοὺς ἄλλοθεν ἐξ ἁπασῶν τῶν χωρῶν ἐρχομένους ἱππέας τε καὶ πεζούς. 8.3.5 Αὐτὸς δὲ τοὺς τοῦ Φλάντρα πεντακοσίους Κελτοὺς ἐκ Νικομηδείας μεταπεμψάμενος μετὰ τῶν συγ γενῶν αὐτοῦ ἐξεληλυθὼς τῆς Βυζαντίδος θᾶττον τὴν Αἶνον καταλαμβάνει. Καὶ τηνικαῦτα ἐν ἀμφιρύκῳ εἰσελθὼν καὶ παραδραμὼν τὴν τοῦ ὅλου ποταμοῦ θέσιν καὶ τὴν ὅλην αὐτοῦ κοίτην κατασκεψάμενος ἑκατέρωθεν καὶ διαγνούς, ὅποι τὸ στρατιωτικὸν καταθεῖναι βέλτιον, ὑπέστρεψε. Καὶ διὰ τῆς νυκτὸς τοὺς λογάδας συναγαγὼν τοῦ στρατεύματος τὰ κατὰ τὸν ποταμὸν καὶ τὰ τούτου παρ' ἑκάτερα διηγεῖτο καὶ ὡς «Χρὴ τὴν αὔριον διαπεράσαντας καὶ ὑμᾶς τὴν ὅλην περιαθρῆσαι πεδιάδα. Καὶ ἴσως οὐκ ἀδόκιμος ὃν αὐτὸς ὑμῖν ὑποδείξω τόπον φανεῖται, οὗ χρὴ τὰς σκηνὰς πήξα σθαι.» Τούτου δὲ πᾶσι συνδόξαντος αὐγαζούσης ἡμέρας πρῶτος αὐτὸς τὴν περαίαν κατέλαβε κᾆθ' οὕτως ἅπαν αὐτῷ συνείπετο τὸ στρατιωτικόν. Καὶ μετὰ τῶν λογάδων αὖθις κατασκοπήσας τὰς ὄχθας τοῦ ποταμοῦ καὶ τὴν ὑπερκειμένην πεδιάδα καὶ τὸν ἀρέσκοντα τόπον αὐτῷ ὑπο δείξας αὐτοῖς (ἀγχοῦ δὲ ἦν πολιχνίου τινὸς τοῦ οὑτωσὶ Χοιρηνοὺς ἐγχωρίως ἐπονομαζομένου ἐξ ἑνὸς μὲν μέρους ἔχων τὸν ποταμόν, ἐξ ἑτέρου δὲ βαλτώδης ὤν), ἐπεὶ ἱκα νὸν ὀχύρωμα καὶ πᾶσιν ὁμοῦ τοῖς στρατιώταις ἐφαίνετο, θᾶττον τάφρον διορύξας ἅπαν ἐκεῖ τὸ στράτευμα κατατί θησιν. Αὐτὸς δὲ αὖθις μεθ' ἱκανῶν πελταστῶν πρὸς τὴν Αἶνον ἐπάνεισιν ἐφ' ᾧ τὰς τῶν Σκυθῶν ὁρμὰς ἐς ἡμᾶς ἐκεῖθεν ἐρχομένων ἀναστέλλειν.

8.4.1 Πυθόμενοι δὲ οἱ κατὰ τὴν γενομένην εἰς Χοιρηνοὺς ταφρείαν ἀμυθήτων Σκυθικῶν στρατευμάτων ἔλευσιν δηλοῦσι περὶ τούτων τῷ αὐτοκράτορι περὶ τὴν Αἶνον ἔτι ἐνδιατρίβοντι. Ὁ δὲ παραχρῆμα ἐν ἀμφιρύκῳ πλοίῳ εἰσελ θὼν καὶ παραπλεύσας τὸν ποταμὸν διὰ τοῦ στομίου διελθὼν ἡνώθη μετὰ παντὸς τοῦ στρατεύματος. Τὰς δὲ ἰδίας ὁρῶν δυνάμεις μηδὲ τὸ πολλοστημόριον τοῦ Σκυθικοῦ σῳζούσας στρατεύματος ἐν ἀμηχανίᾳ καὶ φόβῳ ἦν μὴ ἔχων τὸν ἐπαρήγοντα κατὰ ἄνθρωπον. Οὐκ ἀνέπιπτε δὲ ὅμως οὐδὲ ἐμαλακίζετο, ἀλλὰ πολλοὺς τοὺς παρ' ἑαυτῷ κυμαι νομένους εἶχε λογισμούς. 8.4.2 Μετὰ γοῦν τετάρτην ἡμέραν ἐκ τοῦ ἑτέρου μέρους πόρρωθεν ὁρᾷ Κομανικὸν στράτευμα ὡσεὶ τεσσαράκοντα χιλιάδας ἐπικαταλαμβάνον ἤδη. Σκεψά μενος δὲ μὴ καὶ αὐτοὶ τοῖς Σκύθαις προστεθέντες δεινὸν τὸν κατ' αὐτοῦ ποιήσωνται πόλεμον (καὶ οὐδὲν ἄλλο ἐντεῦ θεν τὸ ἐλπιζόμενον ἢ πανωλεθρία) δεῖν ἐλογίσατο ὑποποιή σασθαι αὐτούς· καὶ γὰρ προέφθη τούτους μετακαλέσασθαι. Τοῦ δὲ Κομανικοῦ στρατεύματος πολλοὶ μὲν καὶ ἄλλοι ἡγεμόνες κατέστησαν, προαγοὶ δὲ πάντων ὁ Τογορτάκ, ὁ Μανιὰκ καὶ ἕτεροι ἄνδρες μαχιμώτατοι. Τὴν δὲ πληθὺν τῶν ἐπικαταλαμβανόντων ἤδη Κομάνων ὁρῶν ἐδεδίει τὸ εὐάγωγον πάλαι γινώσκων τῆς αὐτῶν γνώμης, μὴ οἱ σύμμαχοι ἐχθροὶ καὶ πολέμιοι γεγονότες μεγίστην βλάβην αὐτῷ προξενήσειαν. 8.4.3 Ἀσφαλέστερον δὲ λογισάμενος ἐκεῖθεν ἀπάραντα μετὰ τοῦ ὁπλιτικοῦ παντὸς διαπερᾶσαι αὖθις τὸν ποταμὸν δεῖν ἐλογίσατο πρότερον τοὺς ἡγεμόνας τῶν Κομάνων μετακαλέσασθαι. Οἱ δὲ παραχρῆμα προσέρ χονται τῷ βασιλεῖ καὶ αὐτὸς ὁ Μανιὰκ κἂν ὀψιαίτερον τῶν ἄλλων, πρότερον ἀναβαλλόμενος. Δαψιλῆ τοίνυν τράπεζαν αὐτοῖς παρατεθῆναι τοῖς ὀψοποιοῖς ἐπέταξε. Καλῶς οὖν εὐωχηθέντας μετὰ ταῦτα φιλοφρονησάμενος αὐτοὺς καὶ παντοίων δωρεῶν ἀξιώσας ὅρκον καὶ ὁμήρους ἐξ αὐτῶν ᾐτεῖτο ὑποπτεύων τὸ τῆς αὐτῶν γνώμης εὐεξαπάτητον. Οἱ δ' ἑτοίμως τὸ προσταχθὲν ἐπλήρουν τὰς πίστεις παρασχόμενοι, αἰτησάμενοι παραχωρηθῆναι τὸν μετὰ τῶν Πατζινάκων πόλεμον συνάψασθαι ἐπὶ τρισὶν ἡμέραις· καὶ εἰ τὴν νίκην αὐτοῖς δοίη Θεός, διχῆ τὴν ἐπιλαχοῦσαν αὐτοῖς ἅπασαν λείαν διελόντας θάτερον μέρος ἀφορίσαι τῷ βασιλεῖ ὑπισχνοῦντο. Ὁ δὲ οὐκ ἐπὶ τρισὶ μόναις ἡμέραις, ἀλλ' ἐπὶ ὅλαις δέκα μετελεύσεσθαι τοὺς Σκύθας κατὰ τὸ αὐτοῖς βουλητὸν ἄδειαν ἐδεδώκει καὶ τὴν ἐκεῖθεν ἅπασαν ἀφαιρε θησομένην λείαν, εἴ γε τέως τὴν νίκην αὐτοῖς παρέσχε Θεός, ἀποχαρισάμενος. 8.4.4 Ἦσαν μὲν οὖν ἐπὶ ταὐτοῦ τέως μένοντα τὰ σκυθικὰ καὶ κομανικὰ στρατεύματα τῶν Κομάνων δι' ἀκροβολισμῶν πειρωμένων τῆς σκυθικῆς στρατιᾶς. Τριῶν δὲ ἡμερῶν οὔπω διελθουσῶν μεταπεμψάμενος ὁ βασιλεὺς τὸν Ἀντίοχον (ἀνὴρ δὲ οὗτος τῶν εὐγενῶν καὶ δραστηριότητι γνώμης τῶν πολλῶν διαφέρων) ἐπισκήπτει αὐτῷ γέφυραν κατασκευάσαι. Θᾶττον δὲ διὰ πλοίων ἐπι ζευχθέντων μακροτάτοις ξύλοις κατασκευασθείσης γεφύρας μεταπεμψάμενος τόν τε πρωτοστράτορα Μιχαὴλ τὸν Δού καν καὶ γυναικάδελφον αὐτοῦ καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδρια νὸν καὶ μέγαν δομέστικον παρεκελεύσατο παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἑστάναι καὶ μὴ συγχωρεῖν συμμίγδην διαπερᾶν πεζούς τε καὶ ἱππότας, ἀλλὰ τοὺς πεζοὺς τῶν ἱππέων πρότερον διακρινομένους καὶ τὰς ἁμάξας μετὰ τῶν σκευῶν καὶ τὰς φορταγωγοὺς ἡμιόνους. Διαπερασάντων οὖν τῶν πεζῶν δεδιὼς τὰς Σκυθῶν καὶ Κομάνων δυνάμεις καὶ τὰς λαθραίας τούτων ὑποπτεύων ἐφόδους θᾶττον ἢ λόγος τάφρον πεποιηκὼς ἐντὸς τούτου εἰσήγαγεν ἅπαντας, εἶτα καὶ τοὺς ἱππότας παρεκελεύσατο διαπερᾶν. Καὶ αὐτὸς δὲ παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἱστάμενος τοὺς διαπερῶντας ἑώρα. 8.4.5 Ὁ δὲ Μελισσηνὸς καθ' ἣν φθάσας ἐδέξατο γραφὴν τοῦ αὐτοκράτορος πεποιηκὼς καὶ συλλεξάμενος δυνά μεις ἁπανταχόθεν, ἀπὸ δὲ τῶν ἐγγὺς καὶ πεζοὺς ἐξελάσας ἐπισάξαντας ἐν ἁμάξαις ὑπὸ βοῶν ἑλκομέναις τὰς ἰδίας σκευὰς καὶ τὰ πρὸς χρείαν ἅπαντα σπουδαίως πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψεν. Οἱ δὲ φθάσαντες ἤδη ἐκ διαστή ματος, καθ' ὅσον ὀφθαλμὸς ἐξικνεῖται περιαθρεῖν τὸ ὁρώ μενον, ἀποσπὰς τῶν Σκυθῶν ἐδόκουν τοῖς πλείστοις κατὰ τοῦ αὐτοκράτορος ἰέναι. Ἤδη δὲ καί τις τεθαρρηκὼς καὶ τῷ δακτύλῳ ὑποδεικνὺς τῷ αὐτοκράτορι Σκύθας διενίστατο εἶναι. Ὁ δ' ἀληθὲς τὸ ῥηθὲν οἰηθεὶς καὶ πρὸς τοσούτους μὴ ἐξισχύων ἐν ἀμηχανίᾳ καθειστήκει. Μεταπεμψάμενος οὖν τὸν Ῥοδομηρὸν τηνικαῦτα (ἀνὴρ δὲ οὗτος ἐκ Βουλγά ρων ὁρμώμενος εὐγενὴς καὶ μητρόθεν συγγενὴς τῆς Αὐγούστης καὶ μητρὸς ἡμετέρας) τοῦτον ἀποστείλας ἐπέσκηψε κατασκοπῆσαι τοὺς ἐρχομένους. Ὁ δὲ ταχὺ τὸ κελευσθὲν διηνυκὼς ὑποστρέψας τοὺς ἐκ τοῦ Μελισσηνοῦ πεμφθέντας εἶναι ἔλεγεν. Ὁ δέ γε αὐτοκράτωρ περιχαρὴς γεγονὼς καὶ μικρὸν ἐγκαρτερήσας φθασάντων διαπερᾷ σὺν αὐτοῖς καὶ παραχρῆμα τὴν γενομένην ταφρείαν ἐπὶ πλέον ἐπαυξήσας ἥνωσε τούτους μετὰ τοῦ λοιποῦ στρατεύματος. 8.4.6 Οἱ δὲ Κόμανοι παραχρῆμα τὴν τάφρον καταλαμβάνου σιν ὅθεν ὁ βασιλεὺς μετὰ τοῦ ὁπλιτικοῦ παντὸς ἀπάρας διεπέρασεν, αὐτοῦ που κατασκηνώσαντες. Τῇ γοῦν μετ' αὐτὴν ἐκεῖθεν ἀπάρας ὁ αὐτοκράτωρ καταλαμβάνειν ἔμελλε τὸν κάτωθεν τοῦ ποταμοῦ πόρον τοῦ Φιλοκάλου ἐγχωρίως καλούμενον· ἱκανοῖς δὲ τῶν Σκυθῶν ἐντυχὼν καὶ τηνικαῦτα προσβαλὼν αὐτοῖς καρτερὸν συνῆψε πόλεμον. Κτείνονται μὲν οὖν ἐν τῷ μάχεσθαι ἐξ ἑκατέρων πολλοί· ὅμως δὲ τὴν νικῶσαν εἶχεν ὁ βασιλεὺς ἡττήσας τοὺς Σκύθας κατὰ κρά τος. Οὕτω γοῦν τῆς μάχης διαλυθείσης καὶ τῶν στρατευ μάτων διακριθέντων πρὸς τὰς οἰκείας παρεμβολὰς αὐτοῦ που τὸ ῥωμαϊκὸν προσέμεινε στράτευμα δι' ὅλης τῆς τότε νυκτός. Αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες καταλαμβάνουσι τόπον τινὰ καλούμενον τοῦ Λεβούνη· βουνὸς δὲ τῆς πεδιάδος ὑπερκείμενος. Ἄνεισι μὲν οὖν ἐκεῖσε ὁ αὐτοκράτωρ. Ἐπεὶ δὲ μὴ τὸ πᾶν τοῦ στρατεύματος ὁ ὑπερκείμενος ἐχώρει τόπος, περὶ τοὺς πρόποδας αὐτοῦ διώρυχα ποιήσας καὶ τάφρον ἀποχρῶσαν τῷ παντὶ στρα τεύματι ἐκεῖ τούτους κατατίθησι. Πρόσεισι δὲ τηνικαῦτα τῷ αὐτοκράτορι αὖθις αὐτόμολος ὁ Νεάντζης καὶ σὺν αὐτῷ ὀλίγοι Σκύθαι. Ὃν θεασάμενος ὁ βασιλεὺς καὶ τῆς προτέρας αὐτοῦ ἀγνωμοσύνης ἀναμνήσας καὶ ἄλλα τινὰ προσθέμενος, ἔμφρουρον αὐτὸν μετὰ τῶν ἄλλων καὶ σιδηρόδετον εἶχεν.

8.5.1 Οὕτω μὲν οὖν ὁ βασιλεύς· οἱ δέ γε Σκύθαι κατὰ τὸν ῥύακα τοῦ καλουμένου Μαυροποτάμου κείμενοι ὑπεποιοῦντο λαθραίως τοὺς Κομάνους συμμάχους προσκαλούμενοι. Ἀλλ' οὐδὲ πρὸς τὸν βασιλέα πέμποντες ἠρέμουν τὰ περὶ εἰρή νης ἐρωτῶντες. Ὁ δὲ τοῦ δολεροῦ τῆς γνώμης αὐτῶν στο χαζόμενος προσηκούσας καὶ τὰς ἀποκρίσεις αὐτοῖς ἐπε ποίητο ἀπαιωρεῖν ἐθέλων τοὺς αὐτῶν λογισμούς, εἴ που καὶ τὸ ἐκ τῆς Ῥώμης προσδοκώμενον μισθοφορικὸν καταλάβοι. Οἱ δὲ Κόμανοι ἀμφιβόλους ἔχοντες τὰς τῶν Πατζινάκων ὑποσχέσεις οὐ πάνυ τι αὐτοῖς προσετίθεντο, ἀλλ' ἑσπέρας μηνύουσι τῷ βασιλεῖ· «Μέχρι πόσου τὴν μάχην ἀναβαλώ μεθα; Ἴσθι τοίνυν ὡς ἐπὶ πλέον οὐκ ἐγκαρτερήσομεν ἀλλ' ἡλίου ἀνατέλλοντος λύκου ἢ ἀρνειοῦ κρέας ἐδόμεθα». Ταῦτα ὁ βασιλεὺς ἀκούσας καὶ τὸ ὀξὺ τῆς τῶν Κομάνων γνώμης διαγνοὺς οὐκέτι ἐν ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ θέμενος ἐκείνοις μὲν κατὰ τὴν ἐπιοῦσαν τὸν μετὰ τῶν Σκυθῶν ὑπέσχετο πόλεμον, αὐτὸς δὲ παραχρῆμα μετακα λεσάμενος τοὺς ἡγεμόνας καὶ πεντηκοντάρχας καὶ λοιποὺς προσέταξε διὰ παντὸς τοῦ φοσσάτου διακηρυκεῦσαι τὸν ἐς τὴν αὔριον ταμιευθέντα πόλεμον. 8.5.2 Ἀλλὰ κἂν τοιαῦτα ἐσκέπτετο, ἐδεδίει ὅμως τὰ ἄπειρα πλήθη τῶν Πατζινάκων καὶ Κομάνων ὑποπτεύων τὴν ἀμφοτέρων σύμβασιν. Ταῦτα γοῦν διασκοπουμένου τοῦ βασιλέως κατέλαβον πρὸς αὐτὸν τῶν ὀρεινοτέρων μερῶν ἄνδρες τολμητίαι καὶ ἀρειμάνιοι αὐτόμολοι πρὸς συνασπισμὸν αὐτοῦ εἰς χιλιάδας ποσούμενοι πέντε. 8.5.3 Ἐπεὶ δ' ἀναβολὴν ἔτι τὰ τῆς μάχης οὐκ εἶχε, Θεὸν ἀρωγὸν ἐπεκαλεῖτο. Δύνοντος δὲ τοῦ ἡλίου πρῶτος αὐτὸς κατῆρχε τῆς πρὸς Θεὸν παρακλήσεως λαμ πράν τε δᾳδουχίαν ποιούμενος καὶ προσήκοντας ὕμνους ᾄδων αὐτῷ. Οὐ μὴν οὐδὲ τὸ ἅπαν φοσσάτον ἠρεμεῖν συν εχώρει, ἀλλὰ τὰ αὐτὰ ἑκάστῳ μὲν τῶν συνετωτέρων πράτ τειν συνεβούλευε, τοῖς δὲ ἀγροικοτέροις ἐπέσκηπτε. Τηνι καῦτα γοῦν τὸν μὲν ἥλιον ἦν ὁρᾶν τοῦ ὁρίζοντος δύνοντα, τὸν δὲ ἀέρα πεφωτισμένον οὐχ ἑνὸς ὥσπερ ἡλίου λάμπον τος, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀστέρων λαμπρὰν τὴν φαῦσιν παρεχομένων. Ἅπαντες γὰρ τοῖς ἰδίοις δόρασι πήξαντες λαμπάδας καὶ κηρούς, ὡς ἕκαστος δυνάμεως εἶχεν, ἀνῆ ψαν. Αἱ δέ γε παρὰ τοῦ στρατεύματος ἀναπεμπόμεναι φωναὶ μέχρις οἶμαι τῶν οὐρανίων ἀντύγων ἔφθανον, μᾶλλον δ' εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰς αὐτὸν τὸν δεσπότην Θεὸν ἀνεφέροντο. Ἐκ τούτου δ' οἶμαι τεκμαίρεσθαι χρὴ τὴν τοῦ βασιλέως εὐσέβειαν, ὡς ἄρα τὰς πρὸς ἐχθροὺς προσβολὰς οὐκ ἐδόκει ποιεῖν ἄνευ τῆς ἐκεῖθεν ἐπαρωγῆς. Οὐ γὰρ ἐν ἀνδράσι καὶ ἵπποις καὶ στρατηγικαῖς μηχαναῖς καὶ οὗτος ἐθάρρει, ἀλλὰ τὸ πᾶν τῇ ἄνω ῥοπῇ ἐδίδου. 8.5.4 Καὶ ταῦτα μὲν μέχρι μέσης ἐτελεῖτο νυκτός· μικρὸν δὲ τοῦ λοιποῦ τὸ σῶμα διαναπαύσας ἀνέθορε τοῦ ὕπνου καὶ τοῦς ψιλοὺς τῶν στρατιωτῶν ὥπλιζε καρτερῶς. Ἔστιν οὗ καί τινας ἄμφια καὶ περικεφαλαίας ἐκ σηρικῶν πέπλων ὁμοχρόων κατασκευάσας περιέβαλεν, ἐπεὶ μὴ ἀπέχρη τούτῳ πρὸς πάντας ὁ σίδηρος. Ἡμέρας δὲ ἀπαρτὶ διαγελώσης καρτερῶς ὁπλισάμενος τῆς φάραγγος ἔξεισι τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας. 8.5.5 Καὶ κάτωθεν τοῦ καλουμένου Λεβουνίου (τόπος δὲ οὗτος) τὸ στράτευμα διελὼν τὰς φάλαγγας ἰλαδὸν ἵστησιν. Αὐτὸς δὲ ὁ αὐτοκράτωρ προμετώπιος ἵστατο δριμὺ μένος πνέων. Τοῦ μέντοι δεξιοῦ καὶ εὐωνύμου κέρως ὁ Παλαιολόγος Γεώργιος καὶ Κωνσταντῖνος ὁ Δαλασσηνὸς κατῆρχον. Ἐξ ὑπερδεξίων δὲ τῶν Κομάνων ὁ Μοναστρᾶς ὁπλισάμενος μετὰ τῶν ὑπ' αὐτὸν ἵστατο. Ἤδη γὰρ κἀκεῖνοι τὰς ῥωμαϊκὰς φάλαγγας καθιστῶντα τὸν αὐτοκράτορα ὁρῶντες τὰς σφῶν ὥπλιζον δυνάμεις καὶ κατὰ τὸ δοκοῦν πολέμου διετύπουν σχῆμα. Ἐξ εὐωνύμου δὲ τούτων ὁ Οὐζᾶς καλούμενος, τὸ δέ γε πρὸς δύσιν ὁρῶν ὁ Οὐμπερτόπουλος μετὰ τῶν Κελτῶν. Οὕτω γοῦν ὁ αὐτοκράτωρ ταῖς φάλαγξι πυργώσας οἷον τὸ στράτευμα καὶ ταῖς ἴλαις περισφίγξας τὴν ἐνυάλιον αὖθις ἐκέλευσεν ἠχῆσαι σάλπιγγα. Οἱ δὲ Ῥωμαῖοι δεδιότες τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὰς ἀμυθήτους ἁρμαμάξας τειχῶν ὥσπερ παρεχομένας αὐτοῖς χρείαν τὸν ὅλων Κύριον εἰς ἔλεον μιᾷ φωνῇ ἐπικαλεσάμενοι ὅλας ἡνίας χαλάσαντες τὴν μετὰ τῶν Σκυθῶν μάχην ἐπέσπευδον τοῦ αὐτοκράτορος ἁπάντων προπάροιθεν θέοντος. 8.5.6 Μηνοειδοῦς δὲ τῆς παρατάξεως γεγονυίας, ἐν ταὐτῷ καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος παντὸς τοῦ στρατοῦ καὶ αὐτῶν δὴ τῶν Κομάνων τὴν κατ' αὐτῶν ποιησαμένων ὁρμήν, στοχασάμενος τοῦ μέλλοντος Σκύθης τις τῶν ἐκκρίτων ἡγε μὼν τηνικαῦτα καθεστὼς προηρπάκει τὴν σωτηρίαν καὶ ὀλίγους συμπαραλαβὼν πρόσεισι τοῖς Κομάνοις ὡς ὁμογλώττοις. Κἂν γὰρ κατὰ τῶν Σκυθῶν ἐκθύμως καὶ οὗτοι ἐμά χοντο, ἀλλὰ θαρρήσας μᾶλλον ἢ τοῖς Ῥωμαίοις αὐτοῖς προσεληλύθει ἐφ' ᾧ μεσίταις τούτοις πρὸς τὸν αὐτοκρά τωρα χρήσασθαι. Τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πτοηθεῖς μὴ τούτοις καὶ ἕτεροι τῶν Σκυθῶν προσχωρήσαντες ἀναπείσωσι τοὺς Κομάνους τὰ ὑπὲρ αὐτῶν φρονήσαντας κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος στρέψαι μετὰ τῆς γνώμης καὶ τὰς ἡνίας, παραχρῆμα, ὁποῖος ἐκεῖνος δραστήριος ἐν ὀξείᾳ ῥοπῇ τοῦ συνοίσοντος καταστοχάσασθαι, τῷ τὴν βασιλικὴν σημαίαν κατέχοντι ἐπέταξε ταύτην ἐν χεροῖν φέροντι μετὰ τῆς τῶν Κομάνων στῆναι παρεμβολῆς. 8.5.7 Τῆς Σκυθικῆς δὲ ὁμαιχμίας διασπασθείσης ἤδη καὶ προσ χωρησάντων ἀλλήλοιν τοῖν στρατοπέδοιν ἀνδροκτασίαν ἦν θεάσασθαι τηνικαῦτα, ὁποίαν οὐδείς πω ἐθεάσατο. Τῶν δὲ Σκυθῶν δεινῶς ἀποσφαττομένων ὡς ἐγκαταλειφθέντων ἤδη ὑπὸ τῆς θείας δυνάμεως κεκοπιακότες οἱ σφάττοντες τῇ σφοδρᾷ καὶ πυκνῇ κινήσει τῶν ξιφῶν λειποθυμοῦντες ἀνεκόπτοντο τῆς ὁρμῆς. Ὁ δὲ αὐτοκράτωρ ἐν μέσοις τοῖς πολεμίοις ἐξιππαζόμενος ὅλας συνετάραττε φάλαγγας πλήττων μὲν τοὺς ἀντικαθισταμένους, καταπτήσσων δὲ καὶ τοὺς πόρρω τοῖς ἐμβοήμασιν. 8.5.8 Ἐπεὶ δὲ τὸν ἥλιον ὑπὲρ κεφαλῆς τὰς ἀκτῖνας βάλλοντα ἑώρα μεσημβρίας ἀπαρτὶ οὔσης, προμηθεύεταί τι τοιοῦτον. Μεταπεμψάμενός τινας ἀποστέλλει ἐφ' ᾧ ἀγρότας ἀσκοὺς πλήσαντας ὕδατος καὶ ταῖς ἰδίαις ἐπισάξαντας ἡμιόνοις ἐξελάσαντας ἀγαγεῖν. Τούτους δὲ ἤδη θεασάμενοι καὶ οἱ μὴ προσκληθέντες τῶν πλησιοχώρων τὸ αὐτὸ τοῦτ' ἐποίουν τοὺς τῆς δεινῆς τῶν Σκυθῶν χειρὸς αὐτοὺς ἀπαλλάττοντας ὁ μὲν δι' ἀμφορέως, ὁ δὲ δι' ἀσκοῦ, ὁ δὲ δι' ὁποίου τύχοιεν ἄγγους ἀναψύχοντες ὕδατι. Οἱ δὲ μικρὸν τοῦ ὕδατος σπώμενοι αὖθις τῆς μάχης ἀντείχοντο. Καὶ ἦν ἰδεῖν θέαμα καινόν, ἔθνος ὅλον, οὐ μυριάνθρωπον, ἀλλ' ἀριθμὸν ἅπαντα ὑπερβαῖνον, σὺν γυναιξὶ καὶ τέκνοις ἄρδην κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀπο λωλός. Ἦν δὲ μηνὸς Ἀπριλλίου εἰκοστὴ πρὸς τῇ ἐννάτῃ ἡμέρᾳ, τρίτη δὲ τῆς ἑβδομάδος. Ἔνθεν τοι καὶ παρῴδιόν τι οἱ Βυζάντιοι ἐπῇδον φάσκοντες· «Διὰ μίαν ἡμέραν οἱ Σκύθαι τὸν Μάϊον οὐκ εἶδον». 8.5.9 Ἐπεὶ δὲ ὁ ἥλιος πρὸς δυσμαῖς ἤδη ἦν καὶ ἅπαντες μὲν ξιφῶν ἔργον γεγόνασι, καὶ τὰ τέκνα φημὶ καὶ αἱ μητέρες, πολλοὶ δὲ καὶ ζωγρία ἐλήφθησαν, τὸ ἀνακλητικὸν ὁ αὐτοκράτωρ κελεύσας ἠχῆσαι πρὸς τὴν ἰδίαν ἐπάνεισι παρεμβολήν. Καὶ ἦν τῷ κατα νοοῦντι θαῦμα ἰδέσθαι πῶς οἱ πάλαι κατὰ τῶν Σκυθῶν ἐξερχόμενοι καλῴδια τοῦ Βυζαντίου ἐξωνούμενοι καὶ ἱμάντας, δι' ὧν δεσμώτας ἄγοιεν τοὺς τῶν Σκυθῶν ἑαλω κότας, τοὐναντίον πεπόνθασιν αὐτοί τε παρὰ τῶν Σκυθῶν ἑαλωκότες καὶ δεσμῶται γενόμενοι. Ἀλλὰ ταῦτα μὲν τότε, ὁπηνίκα κατὰ τὴν Δρίστραν ὁ μετὰ τῶν Σκυθῶν γέγονε πόλεμος· καὶ γὰρ τὸ φρύαγμα τότε τῶν Ῥωμαίων καθεῖλε Θεός. Ἐν ὑστέροις δέ, καθ' ὃν ὑφηγοῦμαι καιρόν, ὁπηνίκα περιδεεῖς τούτους ἔγνω καὶ τὰς σῳζούσας ἀπολωλεκότας ἐλπίδας πρὸς τοσαῦτα πλήθη μὴ ἐξισχύοντας, τὴν νίκην παραδόξως ἐχαρίσατο τούτοις, ὡς καὶ δεσμεῖν καὶ σφάτ τειν καὶ ζωγρίαν ἄγειν τοὺς Σκύθας, οὐ τοῦτο δὲ μόνον (τάχα γάρ τι τοιοῦτον κἀν τοῖς μερικοῖς τῶν πολέμων πολλάκις εἴωθε γίνεσθαι), ἀλλὰ καὶ ὅλον ἔθνος μυρίανδρον κατὰ μίαν καὶ μόνην ἀφανίσαι ἡμέραν.

8.6.1 Τῶν ταγμάτων δὲ τοῦ τε κομανικοῦ καὶ ῥωμαϊκοῦ ἀπ' ἀλλήλων διακριθέντων καὶ τοῦ αὐτοκράτορος περὶ λύχνων ἁφὰς πρὸς δεῖπνον ἀπιδόντος δυσχεραίνων εἱστήκει ὁ καλούμενος Συνέσιος· «Τί τὸ γινόμενον καὶ τίς αὕτη ἡ οἰκονομία;» λέγων πρὸς τὸν αὐτοκράτορα. «Ἕκαστος τῶν στρατιωτῶν ἀνὰ τριάκοντα καὶ πλείω δεσμώτας ἔχει Σκύθας. Ἡ τῶν Κομάνων πληθὺς ἐγγὺς ἡμῶν ἐστιν. Εἰ γοῦν ὑπνώσαιεν οἱ στρατιῶται, καθά γε καὶ δεῖ, τοσοῦτον κεκοπιακότες καὶ οἱ Σκύθαι ἄλλος ἄλλον λύσαντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι ἀναιρήσουσιν αὐτούς, τί τὸ λοιπὸν ἔσται; Ἀλλὰ κέλευσον ἀναιρεθῆναι θᾶττον τοὺς πλείονας.» Ὁ δὲ βασιλεὺς δριμὺ πρὸς αὐτὸν ἐνιδὼν ἔφη· «Κἂν Σκύθαι, ἀλλὰ πάντως ἄνθρωποι, κἂν ἐχθροί, ἀλλ' ἐλέους ἄξιοι· αὐτὸς δ' οὐκ οἶδα τί φρονήσας ταῦτα ληρεῖς». Τὸν δ' ἐνιστάμενον μετ' ὀργῆς ἀπεπέμψατο. 8.6.2 Προσέταξε δὲ τηνικαῦτα διαλαλιὰν εἰς ἅπαν τὸ στράτευμα γενέσθαι, ἅπαντα τὰ τῶν Σκυθῶν ἀναλαβομένους ὅπλα εἰς ἕνα τόπον καταθέσθαι, τοὺς δὲ δεσμώτας παραφυλάττειν. Ταῦτα κελεύσας ἐν ἀμεριμνίᾳ τὸ λοιπὸν τῆς νυκτὸς ἦν. Περὶ μέσην δὲ φυλακὴν τῆς νυκτὸς εἴτ' ἐκ θείας ὀμφῆς εἴτε καὶ ὅπως οὐκ οἶδα, ὅμως δ' οὖν ὡς ἐξ ἑνὸς συνθήματος μικροῦ πάντας οἱ στρατιῶται ἀπέκτειναν. Τοῦτο ὁ βασιλεὺς αὐγα ζούσης ἡμέρας ἀκηκοὼς ὕποπτον εὐθὺς τὸν Συνέσιον εἶχε. Μετακαλεῖται τοίνυν παραχρῆμα τοῦτον, καὶ αἰτιώμενος σφοδρῶς ἠπειλεῖτο λέγων· «Τοῦτο τὸ ἔργον σόν». Τοῦ δὲ ἐπομνυμένου μὴ εἰδέναι ἐπέταξε δεσμηθέντα τοῦτον κατασχεθῆναι· «Γνώτω», λέγων, «ὁποῖον καὶ, μόνον ὁ δεσμὸς κακόν ἐστιν, ὡς μηκέτι κατὰ ἀνθρώπων τοιαύτας ἀποφάσεις ποιεῖσθαι». Τάχα δὲ ἂν καὶ ἐκόλασε τοῦτον, εἰ μὴ προσελθόντες οἱ καθ' αἷμα καὶ ἐξ ἀγχιστείας προσήκοντες τῷ αὐτοκράτορι μεγιστᾶνες κοινὴν τὴν ὑπὲρ τοῦ Συνεσίου ἱκετηρίαν ἐποιοῦντο. 8.6.3 Τῶν δὲ Κομάνων οἱ πλείους πτοηθέντες, μή τι δεινὸν καὶ κατ' αὐτῶν ὁ αὐτοκράτωρ νυκτὸς μελετήσειε, τὴν λείαν πᾶσαν ἀναλαβόμενοι νυκτὸς ᾤχοντο τὴν πρὸς τὸν Δάνουβιν φέρουσαν ὁδεύοντες. Αὐτὸς δὲ αὐγαζούσης ἡμέρας φεύγων τὴν τῶν νεκρῶν σωμάτων δυσωδίαν ἀπάρας ἐκεῖθεν ἔρχεται ἐπί τινα τόπον Καλὰ Δένδρα καλούμενον σταδίους δέκα πρὸς τοῖς ὀκτὼ ἀπέχοντα τῶν Χοιρηνῶν. Ἀπερχόμενον δὲ ἐκεῖσε κατέλα βεν ὁ Μελισσηνός. Οὐ γὰρ ἔφθασε παραγενέσθαι ἐν τῷ καιρῷ τῆς μάχης ἀσχολούμενος τὴν πληθὺν ἐκείνην τῶν νεολέκτων ἀποστεῖλαι πρὸς τὸν αὐτοκράτορα. Ἀλλήλους τοίνυν ἀσπασάμενοι καὶ συγχαρέντες, ὡς εἰκός, τὸ λοιπὸν τῆς ὁδοιπορίας περὶ τῶν συμπεσόντων ἐπὶ τῇ τῶν Σκυθῶν ἥττῃ ὡμίλουν. 8.6.4 Μεμαθηκὼς δὲ ὁ αὐτοκράτωρ, ὁπηνίκα τὰ Καλὰ Δένδρα κατέλαβε, τὸν δρασμὸν τῶν Κομάνων, ὁπόσα τούτοις ἀνῆκε πρὸς λόγον τῶν συμφωνηθέντων αὐτοῖς, ἐπισάξας ἐν ἡμιόνοις ἀπέστειλε πρὸς αὐτοὺς ἐντειλάμενος σπεῦσαι καταλαβεῖν αὐτοὺς καὶ πέραθεν εἰ δυνηθεῖεν Δανούβεως καὶ δοῦναι τὰ ἀποσταλέντα. Βαρὺ γὰρ ἦν αὐτῷ διὰ παντὸς μὴ μόνον ψεύσασθαι, ἀλλὰ καὶ τὸ δόξαι ψεύσασθαι ὁμιλίαν ἱκανὴν πρὸς ἅπαντας περὶ ψεύδους ποιου μένῳ. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν πεφευγότων· τοὺς δέ γε λοιποὺς ἐφεπομένους αὐτῷ εἱστία τὸ λοιπὸν τῆς ἡμέρας δαψιλῶς. Δέον δὲ ἐλογίσατο μὴ τηνικαῦτα τοὺς ἀνήκοντας δοῦναι μισθούς, ἀλλὰ μεθεῖναι τοὺς εἰς ὕπνον τραπέντας καταπέψαι τὸν οἶνον καὶ οὕτω τὸ φρονοῦν τῆς ψυχῆς συλ λεξαμένους ἐν ἐπιγνώσει γενέσθαι τοῦ πραττομένου. Τῇ μετ' αὐτὴν οὖν μετακαλεσάμενος ἅπαντας οὐ τὰ προϋ πεσχημένα δίδωσι μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Σκεψά μενος δέ, ἐπεὶ ἀπολύειν τούτους οἴκαδε ἐβούλετο, μὴ ἐν τῷ ἀπιέναι εἰς προνομὴν σκεδασθέντες οὐ μικρὰν ταῖς κατὰ τὴν ὁδὸν παρακειμέναις κωμοπόλεσι τὴν βλάβην ἐπάξωσιν, ὁμήρους ἐξ αὐτῶν λαμβάνει. Αἰτησαμένων δὲ καὶ αὐτῶν τὰ κατὰ τὴν ὁδὸν αὐτοῖς ἀσφαλίσασθαι δίδωσιν αὐτοῖς τὸν Ἰωαννάκην (ἀνὴρ δὲ οὗτος ἀνδρείᾳ καὶ φρονήσει διαφέρων) τὴν τῶν ἁπάντων οἰκονομίαν ἀναθέμενος καὶ τὴν μέχρις αὐτοῦ τοῦ Ζυγοῦ τῶν Κομάνων εὐθέτησιν. 8.6.5 Τοιαῦτα μὲν οὖν τὰ τοῦ αὐτοκράτορος θείᾳ πάντως προ νοίᾳ. Πάντα γοῦν κατὰ τὸ πλῆρες τελέσας τροπαιοφόρος αὐτὸς νικητὴς πρὸς τὸ Βυζάντιον ἐπανέρχεται Μαΐου παριππεύοντος μηνός. Ἀλλὰ τὰ μὲν τῶν Σκυθῶν ὧδέ πῃ πέρας ἐχέτω, κἂν ἐκ πολλῶν ὀλίγα μοι εἴρηται ἄκρῳ δακ τύλῳ. τοῦ Ἀδριαντικοῦ ἁψαμένῃ πελάγους. Τὰς γὰρ λαμ πρὰς τοῦ αὐτοκράτορος νίκας, τὰς μερικὰς τῶν πολεμίων ἥττας, τὰς καθ' ἕνα τούτου ἀνδραγαθίας, τὰ ἐν τῷ μεταξὺ συμπίπτοντα τοῖς τότε καιροῖς καὶ ὅπως πρὸς ἅπαντα ἐποικίλλετό τε καὶ διὰ παντοίας μεθόδου διέλυε τὰ συμπίπτοντα δεινά, οὐδ' ἂν Δημοσθένης ἄλλος ἢ καὶ ὁ ἅπας τῶν ῥητόρων χορός, οὐδ' ἂν ἡ Ἀκαδημία πᾶσα καὶ ἡ Στοὰ εἰς ταὐτὸν συνεληλυθέτην καὶ προὔργου παντὸς τὰς Ἀλε ξίου πράξεις ἐποιήσαντο, τούτων ἐφικέσθαι ἐξίσχυσαν.

8.7.1 Οὐ πολλαὶ διῆλθον ἡμέραι τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, καὶ ὁ Ἀριέβης Ἀρμένιος καὶ ὁ Κελτὸς Οὐμπερτόπουλος (λογάδες οὗτοι ἄνδρες τῶν ἐπιφανῶν ἀρειμάνιοι) κατὰ τοῦ αὐτοκράτορος μελετήσαντες ἐφωρά θησαν πλῆθος οὐκ ἀγεννὲς πρὸς ταυτηνὶ τὴν βουλὴν ἐπισυ ρόμενοι. Καὶ οἱ ἔλεγχοι παρῆσαν καὶ ἡ ἀλήθεια ἐπαρρησιάζετο. Κατάκριτοι δὲ ἤδη καταστάντες οἱ ἐπίβουλοι δήμευσιν τηνικαῦτα καὶ ὑπερορίαν κατεκρίθησαν τῶν ἐκ τῶν νόμων ποινῶν τοῦ αὐτοκράτορος σχολὴν παντελῆ καταψηφισα μένου. 8.7.2 Λογοποιουμένην δὲ Κομάνων ἔφοδον μανθάνων ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ καὶ τὸν Βοδῖνον καὶ αὐτοὺς Δαλμάτας παρασπονδῆσαί τε καὶ κατὰ τῆς ἡμεδαπῆς χωρῆσαι βουλομένους, ἐμερίζετο τοῖς λογισμοῖς πρὸς ὁπότερον ἂν ἀπονεύσειε τῶν ἐχθρῶν. Δέον οὖν αὐτῷ ἐδόκει κατὰ τῶν Δαλματῶν πρώτως ἐξοπλίσασθαι καὶ προκαταλαβεῖν τὰ ἀναμεταξὺ τῆς ἡμεδαπῆς καὶ αὐτῶν διακείμενα τέμπη καὶ ὡς ἐνὸν ἀσφαλίσασθαι. Συναγαγὼν τοίνυν ἅπαντας καὶ ἀνακοινωσάμενος τὸ σκοπούμενον, ἐπεὶ συνοῖσον ἅπασι τοῦτ' ἐδόκει, ἔξεισι τῆς μεγαλοπόλεως τὰ κατὰ τὴν ἑσπέ ραν προμηθευσόμενος. 8.7.3 Καὶ ταχὺ τὴν Φιλιππούπολιν καταλαβὼν καὶ γράμματα δεξάμενος τοῦ τηνικαῦτα ἀρχιε πισκόπου Βουλγαρίας χρηματίζοντος περὶ τοῦ δουκὸς Δυρραχίου Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτορος διαβεβαιούμενα ἀποστασίαν ἐκεῖνον ὠδίνειν, ἀθυμῶν διὰ πάσης νυκτὸς καὶ ἡμέρας ἦν πῂ μὲν διὰ τὸν ἐκείνου πατέρα ἀνα βαλλόμενος τὴν τῆς ὑποθέσεως ἐξέτασιν, πῂ δὲ καὶ δεδιὼς μὴ ἅπερ ἡ φήμη λέγει οὐ ψεύσεται. Καὶ ἐπεὶ μειράκιον ἦν ὁ Ἰωάννης, ὡς ἐπίπαν τὰς τῶν τοιούτων ὁρμὰς ἀκαθέκ τους γινώσκων, ἐδεδίει μή τι νεωτερίσειε καὶ λύπης ἀφο ρήτου ἀμφοῖν τῷ τε πατρὶ καὶ θείῳ πρόξενος γένοιτο. Δεῖν οὖν ἐλογίσατο διὰ πάσης μεθόδου σπεῦσαι τὴν ἐκείνου σφῆλαι βουλήν. Ἐκήδετο γὰρ τούτου ὁπόσον ἄν τις εἴποι. 8.7.4 Μεταπεμψάμενος οὖν τὸν τότε μέγαν ἑταιρειάρχην Ἀργυρὸν τὸν Καρατζάν, Σκύθην μὲν ὄντα, φρονιμώτατον δὲ καὶ ἀρετῆς καὶ ἀληθείας ἐπιμελούμενον, διττὰς ἐπιδί δωσιν αὐτῷ γραφάς, τὴν μὲν πρὸς τὸν Ἰωάννην τοιαῦτα διαλαμβάνουσαν· «Ἡ μὲν βασιλεία μου βαρβαρικὴν διὰ τῶν κλεισουρῶν ἔλευσιν κατ' αὐτῆς μεμαθηκυῖα ἐξεληλύθει τῆς Κωνσταντίνου ἐφ' ᾧ τὰ μεσαίχμια τῆς Ῥωμαίων ἀρχῆς ἀσφαλίσασθαι. Δέον οὖν ἐστι καὶ αὐτόν σε παραγενέσθαι τὰ κατὰ τὴν ὑπό σε ἀρχὴν ἀναδιδάξοντα (δέδια γὰρ καὶ τὸν Βολκάνον μὴ καὶ αὐτὸς ἐναντία καθ' ἡμῶν φρονήσας μελε τήσῃ), πρὸς δὲ καὶ τὰ κατὰ τὴν Δαλματίαν ἀναγγελεῖν πρὸς ἡμᾶς καὶ περὶ αὐτοῦ τοῦ Βολκάνου εἰ ταῖς εἰρη νικαῖς ἐμμένει σπονδαῖς (καὶ γὰρ οὐκ ἀγαθαί μοι περὶ αὐτοῦ ἀγγελίαι καθ' ἑκάστην κομίζονται), ἵνα σαφέστερόν τι μεμαθηκότες καὶ πρὸς τὰς αὐτοῦ ἐπὶ πλέον παρασκευασώ μεθα μηχανὰς καί σοι τὸ δέον ὑποθέμενοι αὖθις πρὸς τὸ Ἰλλυρικὸν ἐκπέμψωμεν, ὅπως ἐξ ἑκατέρου τοῖς ἐχθροῖς μαχόμενοι τὴν νικῶσαν Θεοῦ ἐπαρήγοντος σχοίημεν.» 8.7.5 Ταῦτα μὲν ἡ πρὸς τὸν Ἰωάννην γραφὴ διελάμβανεν· ἡ δέ γε πρὸς τοὺς λογάδας τῶν ἐποίκων Δυρραχίου τοιαῦθ' ὑπη γόρευεν· «Ἐπεὶ καθ' ἡμῶν μελετᾶν τὸν Βολκάνον αὖθις μεμαθηκότες τῆς Βυζαντίδος ἐξεληλύθειμεν κατασφαλισό μενοί τε τὰ ἐν μεσαιχμίῳ τῆς τε ἡμεδαπῆς καὶ τῶν Δαλματῶν διακείμενα τέμπη, ἅμα δὲ καὶ τὰ κατ' αὐτὸν καὶ τοὺς Δαλμάτας ἀκριβώσασθαι, διά τοι ταῦτα δέον κρίναν τες μετακαλέσασθαι τὸν ὑμέτερον δοῦκα καὶ ποθούμενον ἀνεψιὸν τοῦ κράτους ἡμῶν τουτονὶ τὸν τὴν ἡμετέραν ἐγχειρίζοντα ὑμῖν γραφὴν ἐξαπεστείλαμεν δοῦκα τοῦτον προχειρισάμενοι. Δέξασθε αὐτὸν καὶ ὑμεῖς καὶ εἰς πᾶν τὸ παρ' αὐτοῦ προσταττόμενον ὑπείκετε.» Ταύτας οὖν τὰς γρα φὰς ἐγχειρίσας τῷ Καρατζῷ ἐνετείλατο ἀπελθόντα πρῶτα μὲν ἐγχειρίσαι τῷ Ἰωάννῃ τὴν πρὸς αὐτὸν γραφὴν καὶ εἰ μὲν αὐθαιρέτως ἕπεται, ἐκεῖνον μὲν ἐκεῖθεν μετ' εἰρήνης προπέμψαι, αὐτὸν δὲ τὴν φρουρὰν τῆς χώρας ἀναδέξασθαι, μέχρις ἂν ἐκεῖνος αὖθις ἐπανέλθοι· εἰ δὲ ἀντιτείνει καὶ μὴ πείθεται, μεταπέμψασθαι τοὺς ὑπερέχοντας τῶν Δυρραχιτῶν καὶ τὴν ἑτέραν ὑπαναγνῶναι γραφὴν ἐφ' ᾧ συνάρασθαι αὐτῷ ἐπὶ τὸ τὸν Ἰωάννην κατασχεῖν.

8.8.1 Ταῦτα ἐνωτισθεὶς Ἰσαάκιος ὁ σεβαστοκράτωρ ἐν Κωνσταντινουπόλει διατρίβων σπουδαίως ἐξῄει καὶ ἐπὶ δυσὶ νυχθημέροις καταλαμβάνει τὴν Φιλιππούπολιν. Ὑπνώττοντος δὲ τοῦ βασιλέως εἴσω τῆς βασιλικῆς σκηνῆς ἀψοφητὶ εἰσελθὼν εἰς τὴν ἑτέραν κλίνην τοῦ ἀδελφοῦ καὶ βασιλέως κατακλιθεὶς καὶ αὐτὸς ὕπνωττε τοὺς κατευνά ζοντας τὸν αὐτοκράτορα διὰ τῆς χειρὸς ἡσυχάζειν ἐπιτάξας. Ὡς γοῦν ὁ βασιλεὺς τοῦ ὕπνου ἀνέθορε καὶ τὸν ἀδελφὸν παρ' ἐλπίδας ἐθεάσατο, ἡσυχάζων τέως ἦν καὶ τοὺς παρατυχόντας αὐτὸ τοῦτο ποιεῖν καὶ αὐτὸς ἐκέλευεν. Ἐπεὶ δὲ καὶ ὁ σεβαστοκράτωρ ἔξυπνος γενόμενος τὸν ἀδελφὸν καὶ βασιλέα γρηγοροῦντα ἐθεάσατο κἀκεῖνος ἐνι δὼν αὐτόν, προσελθόντες ἀμφότεροι ἀλλήλους κατησπά ζοντο. Εἶτα ὁ μὲν βασιλεὺς ἐπυνθάνετο, τί ποτε ἄρα καὶ βούλοιτο καὶ τίς ἡ αἰτία τῆς αὐτοῦ ἐλεύσεως. Ἐκεῖνος δέ, «Σοῦ ἕνεκα» ἔφη. Καὶ ὅς· «Μάτην ἑαυτὸν συντείνας τοσοῦ τον κεκοπίακας». 8.8.2 Ὁ δὲ σεβαστοκράτωρ τέως οὐκ ἀντεφθέγξατο, ἀλλ' ὀνειρώττων ἦν τὰ ἀπὸ τοῦ Δυρραχίου μετὰ τοῦ προπεμφθέντος παρ' αὐτοῦ κομισθησόμενα μηνύ ματα. Καὶ γὰρ ἅμα τῷ ἐνωτισθῆναι τὰ θρυλλούμενα περὶ τοῦ υἱοῦ αὐτοῦ δισύλλαβον ἐγχαράξας πρὸς αὐτὸν γράμμα παρεκελεύσατο θᾶττον πρὸς τὸν αὐτοκράτορα φοιτῆσαι, ὡς καὶ αὐτὸν ἐπ' αὐτῷ τούτῳ τοῦ Βυζαντίου ἐξεληλυθότα πρὸς Φιλιππούπολιν ἐπείγεσθαι ἐφ' ᾧ τὰ κατ' αὐτοῦ πρὸς τὸν αὐτοκράτορα εἰσηγηθέντα κατασεῖσαι τὰ εἰκότα πρὸς τὸν ἀδελφὸν καὶ βασιλέα ὁμιλήσαντα, ἅμα δὲ καὶ τὴν αὐτοῦ πρὸς αὐτὸν ἐγκαρτερῆσαι ἄφιξιν. Ὑποχωρήσας δὲ ἀπὸ τοῦ βασιλέως εἰς τὴν ἀποτεταγμένην αὐτῷ σκηνὴν ἄπεισιν. Παραχρῆμα δὲ καὶ ὁ πρὸς τὸν Ἰωάννην ἀποσταλεὶς γραμματοκομιστὴς δρομαῖος εἴσεισιν ἐκεῖθεν ἐπανελθὼν τὴν τοῦ Ἰωάννου ἀπαγγέλλων ἔλευσιν. 8.8.3 Τῆς ὑποψίας οὖν τηνι καῦτα ὁ σεβαστοκράτωρ ἀπαλλαγεὶς καὶ κρείττοσιν ἀναρρώ σας ἑαυτὸν λογισμοῖς θυμοῦ πλησθεὶς κατὰ τῶν πρώτως εἰση γησαμένων τὰ κατὰ τοῦ υἱοῦ αὐτοῦ τεταραγμένος πρὸς τὸν βασιλέα εἰσῄει. Ὁ δὲ βασιλεὺς τοῦτον θεασάμενος ἐγνώκει μὲν παρευθὺ τὴν αἰτίαν, ἠρώτα δ' ὅμως ὅπως ἔχοι. Ὁ δέ, «Κακῶς» ἔφη «ἐξ αἰτίας σῆς». Οὐδὲ γὰρ ὅλως τὸν θυμὸν περιυλακτοῦντα χαλιναγωγεῖν ἠπίστατο, παρεφέρετο δὲ καὶ ὑπὸ ψιλοῦ, εἰ ἔτυχε, ῥήματος. Ἐπὶ τούτοις δὲ καὶ ἄλλο τι προσέθετο λέγων· «Οὐ τοσοῦτον κατὰ τῆς σῆς λελύπη μαι βασιλείας, ὅσον κατὰ τουτουί» τὸν Ἀδριανὸν τῷ δακτύλῳ ὑποδείξας «καταψευδομένου». Πρὸς ταῦτα ὁ πραῢς ἐκεῖνος καὶ ἡδὺς βασιλεὺς οὐδ' ὁτιοῦν ἐφθέγξατο. Ἐγίνωσκε γὰρ ὅπως ζέοντα τὸν θυμὸν τἀδελφοῦ κατα παύσει. Συγκαθεσθέντες οὖν ἄμφω μετὰ τοῦ Μελισσηνοῦ Νικηφόρου τοῦ καίσαρος καί τινων τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτοῖς μόνοι πρὸς ἀλλήλους ὡμί λουν περὶ τῶν κατὰ τοῦ Ἰωάννου ῥηθέντων. Ὡς δὲ τὸν Μελισσηνὸν καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν κατατρέχοντας ἐσχηματισμένως τοῦ ἰδίου υἱοῦ ἑώρα, αὖθις τὸν θυμὸν παφλάζοντα μὴ δυνηθεὶς κατασχεῖν δριμὺ πρὸς τὸν Ἀδρια νὸν ἀτενίσας ψιλῶσαι τὸν αὐτοῦ πώγωνα ἠπειλήσατο καὶ διδάξαι μὴ προφανῶς ψευδόμενον τοιούτων συγγενῶν ἀποστερῆσαι τὸν βασιλέα ἐπιχειρεῖν. 8.8.4 Ἐν τούτοις ὁ Ἰωάννης κατέλαβε καὶ παραχρῆμα εἴσω τῆς βασιλικῆς σκηνῆς εἰσάγεται καὶ πάντων τῶν κατ' αὐτοῦ λαληθέντων ἀκούει. Οὐ μέντοι γε εἰς ἐξέτασιν ὅλως ἄγεται, ἀλλ' ὁ κατάκριτος ἐλεύθερος ἵσταται τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντος· «Πρὸς τὸν σὸν πατέρα καὶ ἀδελφὸν ἐμὸν ἀφορῶν οὐδ' ἀκοῦσαι τῶν κατὰ σοῦ λαληθέντων ἀνέχομαι. Ἔσο τοίνυν ἀμερίμνως διάγων ὡς τὸ πρότερον.» Ταῦτα μὲν οὖν ἅπαντα ἐντὸς τῆς βασιλικῆς ἐρρήθη σκηνῆς μόνων τῶν συγγενῶν, ὀθνείου δὲ οὐδενὸς παρόντος. Οὕτω γοῦν τῶν λαληθέντων ἢ καὶ μελετηθέντων ἴσως κατευνασθέντων τὸν ἴδιον ἀδελφόν, τὸν σεβαστοκράτορά φημι Ἰσαάκιον, μετα καλεσάμενος σὺν αὐτῷ τῷ Ἰωάννῃ καὶ υἱῷ αὐτοῦ πολλὰ πρότερον ὁμιλήσας ἔφη πρὸς τὸν σεβαστοκράτορα· «Σὺ μὲν χαίρων ἄπιθι πρὸς τὴν βασιλεύουσαν τὰ καθ' ἡμᾶς τῇ μητρὶ ἀνακοινωσόμενος. Ἐγὼ δὲ τουτονί», τὸν Ἰωάννην φησὶν ὑποδείξας, «αὖθις, ὡς ὁρᾷς, ἐκπέμπω πρὸς τὸ Δυρράχιον ἐφ' ᾧ τὰ τῆς ἰδίας ἀρχῆς ἐπιμελῶς ἐνεργεῖν.» Οὕτως οὖν ἀπ' ἀλλήλων διακριθέντες ὁ μὲν τῆς πρὸς τὸ Βυζάντιον τῇ μετ' αὐτὴν εἴχετο, ὁ δὲ πρὸς τὸ Δυρράχιον στέλλεται.

8.9.1 Οὐ μέχρι δὲ τούτου τὰ κατὰ τὸν αὐτοκράτορα ἔστη. Ἀλλ' ἐπεὶ Θεόδωρος ὁ Γαβρᾶς ἐνδημήσας ἦν ἐν τῇ βασιλευούσῃ, γινώσκων τὸ τούτου ὀμβριμοεργὸν καὶ περὶ τὰς πρά ξεις ὀξύ, βουλόμενος τοῦτον ἀπελάσαι τῆς πόλεως, δοῦκα Τραπεζοῦντος προὐβάλλετο πάλαι ταύτην ἀπὸ τῶν Τούρκων ἀφελόμενον. Ὥρμητο μὲν γὰρ οὗτος ἐκ Χαλδαίας καὶ τῶν ἀνωτέρω μερῶν, στρατιώτης δὲ περιφανὴς γενόμενος ἐπί τε φρονήσει καὶ ἀνδρείᾳ ὑπερέχων ἁπάντων, μικροῦ καὶ μηδέποτε ἔργου ἁψάμενος καὶ ἀτυχήσας, ἀλλὰ πάντων ἀεὶ τῶν πολεμίων κρατῶν. Καὶ αὐτὴν δὴ τὴν Τραπεζοῦντα ἑλὼν καὶ ὡς ἴδιον λάχος ἑαυτῷ ἀποκληρωσάμενος ἄμαχος ἦν. 8.9.2 Τούτου τὸν υἱὸν Γρηγόριον ὁ σεβαστοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς εἰς μίαν τῶν θυγατέρων αὐτοῦ εἰσῳ κίσατο. Ἀνήβων δὲ ἄμφω τῶν παίδων ὄντων γαμήλια μόνα σύμφωνα ἀναμεταξὺ προέβησαν. Εἶτα τὸν υἱὸν αὐτοῦ Γρηγόριον εἰς χεῖρας τοῦ σεβαστοκράτορος παραθέμενος, ἵν', ὁπηνίκα νομίμου ἅψωνται οἱ παῖδες ἡλικίας, καὶ ἡ μνηστεία τελεσθῇ, αὐτὸς συνταξάμενος τῷ βασιλεῖ εἰς τὴν ἰδίαν ἐπανῄει χώραν. Τῆς δὲ ὁμευνέτιδος αὐτοῦ μετ' οὐ πολὺ τὸ κοινὸν ἀποδεδωκυίας χρέος, ἄλλην αὖθις ἐξ Ἀλα νῶν ἠγάγετο εὐγενεστάτην. Ἔτυχε δὲ τήν τε τοῦ σεβαστο κράτορος ὁμευνέτιν καὶ ἣν ὁ Γαβρᾶς ἔλαβε δυεῖν ἀδελφοῖν θυγατέρας εἶναι. Τούτου δήλου γεγονότος, ἐπεὶ ἀπό τε τῶν νόμων ἀπό τε τῶν κανόνων ἡ τῶν παίδων ἐκωλύετο συνά φεια, διεσπάσθη τὸ τοιοῦτον συνάλλαγμα. Γινώσκων δὲ ὁ βασιλεὺς ὁποῖος ὁ Γαβρᾶς στρατιώτης ἐστὶ καὶ ὁπόσα πράγματα συνταράττειν δύναται, οὐκ ἤθελε τὸν υἱὸν αὐτοῦ Γρηγόριον διασπασθέντος τοῦ τοιούτου συναλλάγματος παλινδρομῆσαι πρὸς αὐτόν, ἀλλὰ κατέχειν τοῦτον εἰς τὴν βασιλεύουσαν δυεῖν ἕνεκα, ἵν' ἅμα μὲν ὡς ὅμηρον αὐτὸν παρακατέχοι, ἅμα δὲ καὶ τὴν τοῦ Γαβρᾶ εὔνοιαν ἐπισπά σαιτο, κἀντεῦθεν, ἐὰν πονηρόν τι βούληται, ἀπόσχηται τοῦ τοιούτου. Μιᾷ γοῦν τῶν ἐμῶν ἀδελφῶν τὸν Γρηγόριον συνάψαι ἐβούλετο. Διά τοι ταῦτα ὑπερετίθετο τὴν τοῦ παιδὸς ἀποστολήν. 8.9.3 Καταλαβὼν δὲ αὖθις ὁ Γαβρᾶς τὴν βασιλίδα τῶν πόλεων καὶ μηδὲν τῶν παρὰ τοῦ αὐτοκράτο ρος μελετωμένων συνεὶς ἐσκόπει τὸν ἴδιον υἱὸν λεληθότως ἀναλαβέσθαι. Εἶχε δὲ τέως τὸ βεβουλευμένον ἀνέκφορον, κἂν ὁ αὐτοκράτωρ παρῃνίσσετό τι καὶ παρενέφαινε αὐτῷ περὶ τοῦ σκοπουμένου. Ὁ δὲ εἴτε μὴ γνοὺς εἴτε καὶ ἀκη διάσας διὰ τὴν πρὸ μικροῦ γεγονυῖαν τοῦ τοιούτου κήδους διάζευξιν, οὐκ οἶδ' ὅπως, ᾐτεῖτο τὸν υἱὸν δοθῆναί οἱ ἐπα ναστρέφοντι. Ὁ δὲ αὐτοκράτωρ ἀνένευε πρὸς τοῦτο. 8.9.4 Σχηματιζόμενος δὲ ὁ Γαβρᾶς ἑκοντὶ τοῦτον καταλιμπάνειν καὶ τῇ τοῦ αὐτοκράτορος τὰ κατὰ τὸ παιδίον ἀναθέσθαι γνώμῃ, ἐπεὶ συνταξάμενος αὐτῷ τοῦ Βυζαντίου ἀπάρτι ἐξιέναι ἔμελλεν, ὑπεδέχθη παρὰ τοῦ σεβαστοκράτορος διὰ τὸ παρακολουθῆσαν κῆδος καὶ ἣν πρὸς αὐτὸν ἐκ ταυτησὶ τῆς αἰτίας ἔσχε συνήθειαν, ἔνθα τὸ τοῦ μεγαλομάρτυρος Φωκᾶ τέμενος ἵδρυται· προάστειόν τι τοῦτο περὶ τὴν Προ ποντίδα διακείμενον περικαλλές. Δαψιλῶς οὖν αὐτοῦ που εὐωχηθέντες ὁ μὲν σεβαστοκράτωρ πρὸς τὸ Βυζάντιον ἐπανῄει, ὁ δὲ τὸν υἱὸν αὐτοῦ ᾐτεῖτο παραχωρηθῆναί οἱ καὶ τῇ μετ' αὐτὴν συνεῖναι αὐτῷ. Ὁ δ' εὐθὺς κατένευεν. Ὁ δὲ πολλάκις ῥηθεὶς Γαβρᾶς, ἐπεὶ τῇ μετ' αὐτὴν χωρίζεσθαι ἤδη τοῦ παιδὸς ἔμελλε, τοὺς παιδαγωγοὺς ἠξίου συνέψεσ θαί οἱ μέχρι Σωσθενίου· κεῖθι γὰρ ἔμελλε κατασκηνοῦν. Οἱ δὲ κατανεύσαντες συναπῄεσαν μετ' αὐτοῦ. Κᾆθ' οὕτως καὶ ἐν τῷ μέλλειν αὖθις ἐκεῖθεν ἀπαίρειν τὸ αὐτὸ τοὺς παιδα γωγοὺς ᾐτεῖτο συνέψεσθαι τούτῳ τὸν υἱὸν καὶ μέχρι τοῦ Φάρου. Οἱ δὲ ἀνένευον. Ὁ δὲ σπλάγχνα τε πατρικὰ προεβάλλετο καὶ ἀποδημίαν μακρὰν καὶ ἄλλα τινὰ συνείρων τούτοις κατέκλασε τὰς τῶν παιδαγωγῶν καρδίας, καὶ πεισθέντες τοῖς αὐτοῦ λόγοις συνείποντο αὐτῷ. Τὸν Φάρον τοίνυν καταλαβὼν εἰς φῶς τὴν σκῆψιν προήγαγε καὶ ἀναλα βόμενος τὸ παιδίον καὶ ἐμβαλὼν εἰς ὁλκάδα τῷ τοῦ Πόντου ῥοθίῳ ἑαυτόν τε καὶ τὸν υἱὸν ἐπαφῆκε. 8.9.5 Μεμαθηκὼς δὲ τοῦτο ὁ αὐτοκράτωρ θᾶττον ἢ λόγος δρομάδας νῆας κατ' αὐτοῦ ἐξέπεμψεν ἐντειλάμενος τοῖς ἀπερχομένοις τῷ μὲν Γαβρᾷ τὰς πρὸς αὐτὸν ἐγχειρίσαι γραφάς, τὸ δὲ παιδίον σπεῦσαι μετὰ τῆς ἐκείνου γνώμης ἀναλαβέσθαι, εἰ μὴ ἄρα ἐχθρὸν τὸν αὐτοκράτορα βούλοιτο ἐσχηκέναι. Καταλαμβάνουσι τοίνυν αὐτὸν οἱ ἀπελθόντες ἔνθεν τῆς Αἰγίνου πόλεως κατὰ τὴν πόλιν τὴν οὑτωσὶ ἐγχωρίως Κάραμβιν καλουμένην. Καὶ δὴ τὰς βασιλικὰς ἐγχειρίσαντες γραφάς, δι' ὧν ὁ αὐτοκράτωρ ἐνέφαινε μιᾷ τῶν ἐμῶν ἀδελφῶν τὸ παιδίον βούλεσθαι συναρμόσαι, καὶ πολλὰ ἄττα πρὸς αὐτὸν ὡμιληκότες πείθουσιν ἐκπέμψαι τὸν υἱόν. 8.9.6 Ὅνπερ θεασάμενος ὁ αὐτοκράτωρ καὶ διὰ τῶν συνηθῶν ἐγγράφων μόνων τάχα τὸ συνάλλαγμα ἐμπεδώσας παιδαγωγῷ παραδέ δωκεν ἑνὶ τῶν τῆς βασιλίδος θεραπόντων, Μιχαὴλ τῷ ἐκτομίᾳ. Κᾆθ' οὕτως περὶ τὰ ἀνάκτορα ἐνδιατρίβοντα πολλῆς ἐπιμελείας ἠξίου τά τε ἤθη διορθούμενος καὶ πᾶσαν παιδείαν στρατιωτικὴν ἐκδιδάσκων. Ὁποῖα δὲ τὰ τῶν νέων, μὴ βουλόμενος ὅλως ὑποτάσσεσθαί τινι ἠνιᾶτο ὡς μὴ προσηκούσης δῆθεν ἀξιούμενος τιμῆς. Δυσαρεστῶν δὲ ἅμα καὶ πρὸς τὸν παιδαγωγὸν ἐσκέπτετο πρὸς τὸν ἴδιον φοιτῆσαι πατέρα, δέον μᾶλλον εὐχαριστεῖν ἐπιμελείας τοσαύτης ἀξιούμενον. Οὐ μέχρι δὲ τούτου περιίστατο τούτῳ τὸ βούλευμα, ἀλλὰ καὶ ἔργου ἥπτετο. Προσελθὼν οὖν ἀνακοινοῦταί τισι τὸ ἀπόρρητον. Ἦσαν δὲ ὅ τε Γεώργιος τοῦ Δεκανοῦ, Εὐστάθιος ὁ Καμύτζης καὶ Μιχαὴλ ὁ οἰνοχόος, ὃν καὶ πιγκέρνην συνηθῶς οἱ τῆς βασιλικῆς αὐλῆς ὀνομάζουσιν. Ἄνδρες δὲ οὗτοι μαχιμώτατοί τε καὶ τῶν λίαν προσῳκειωμένων τῷ βασιλεῖ. Τούτων ὁ Μιχαὴλ προσελθὼν ἀπαγγέλλει πάντα πρὸς τὸν αὐτοκράτορα. Ὁ δὲ οὐ πάνυ πιστεύειν ἔχων ἀνένευε πρὸς τὰ ῥηθέντα. Ἐπι κειμένου δὲ τοῦ Γαβρᾶ καὶ τὸν δρασμὸν ἐπείγοντος οἱ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι ἔφασαν· «Εἰ μὴ δι' ὅρκου ἡμῖν τὸ βεβουλευμένον πιστώσειας, οὐ συνεψόμεθά σοι». Τοῦ δὲ κατανεύσαντος τὸν ἅγιον ἧλον, δι' οὗ τὴν τοῦ ἐμοῦ σωτῆρος πλευρὰν οἱ ἄνομοι ἔνυξαν, ὑπεδείκνυον οὗ ἔκειτο βουλευσάμενοι ἀναλαβέσθαι καὶ ἐξαγαγεῖν, ὥστε εἰς τὸν δι' αὐτοῦ τρωθέντα ἐπομόσασθαι. 8.9.7 Πείθεται τούτοις ὁ Γαβρᾶς καὶ εἰσελθὼν ἀναλαμβάνε ται λαθραίως τὸν ἅγιον ἧλον. Εἷς δέ τις τῶν προκαταγγειλάντων τῷ αὐτοκράτορι τὴν βουλὴν δρομαῖος εἰσελθὼν ἔφη ὡς «Ἴδε καὶ ὁ Γαβρᾶς καὶ ὁ ἧλος ἐγκόλπιος αὐτῷ». Καὶ παραχρῆμα ἐπισκήψαντος τοῦ αὐτοκράτορος καὶ ὁ Γαβρᾶς εἰσήγετο καὶ ὁ ἧλος εὐθὺς τοῦ κόλπου ἐξήγετο. Ἐρωτηθεὶς δὲ ἀπήγγειλε πάντα ἐκ ψιλῆς ἐπερωτήσεως τούς τε συνίστορας ὁμολογήσας καὶ τὰ βεβουλευμένα ἅπαντα. Αὐτοῦ μὲν οὖν καταψηφισάμενος παραδίδωσι πρὸς τὸν δοῦκα Φιλιππουπόλεως Γεώργιον τὸν Μεσοποταμίτην, ὥστε ἔμφρουρον τοῦτον τηρεῖν δεσμώτην ἐν τῇ ἀκροπόλει. Γεώργιον δὲ τὸν τοῦ Δεκανοῦ μετὰ γραμμάτων πρὸς Λέοντα τὸν Νικερίτην δοῦκα τῷ τότε τοῦ Παραδουνάβου τυγχάνοντα πέπομφεν, ὡς δῆθεν καὶ αὐτὸν σὺν ἐκείνῳ τὰ περὶ τὸν Δάνουβιν φυλάττειν, τὸ δὲ πᾶν, ἵνα μᾶλλον ἐκεῖνος παρὰ τοῦ Νικερίτου ἐπιτηροῖτο. Ἐμφρούρους δὲ καὶ αὐτὸν Εὐστάθιον τὸν τοῦ Καμύτζη καὶ τοὺς λοιποὺς περιορίσας εἶχεν.