Αισώπου Μύθοι/Ροιά και μηλέα και ελαία και βάτος
Εμφάνιση
Αἰσώπου Μῦθοι Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος |
Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία περὶ εὐκαρπίας ἤριζον. Πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· «Ἀλλ’, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.»
Οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται δοκεῖν τι εἶναι.