Αισώπου Μύθοι/Ποιμήν λύκον εις μάνδραν εισάγων και κύων
Μετάβαση στην πλοήγηση
Πήδηση στην αναζήτηση
Αἰσώπου Μῦθοι Ποιμὴν λύκον εἰς μάνδραν εἰσάγων καὶ κύων |
Μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων
μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι,
εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν·
«Πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι
τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;»
Ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.