Μετάβαση στο περιεχόμενο

Αισώπου Μύθοι/Ουρά και μέλη όφεως

Από Βικιθήκη
Αἰσώπου Μῦθοι
Οὐρὰ καὶ μέλη ὄφεως


Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· «Πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα;» Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως, εἰς βάραθρον πετρῶν ἐνεχθεῖσης, ⟨ὁ ὄφις⟩ τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἐπλήγη. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα· «Σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην.»

Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει.