Αισώπου Μύθοι/Όνος και τέττιγες

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αἰσώπου Μῦθοι
Ὄνος καὶ τέττιγες


Ὄνος ἀκούσας τεττίγων ᾀδόντων [ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ] καὶ ζηλώσας αὐτῶν τὴν εὐφωνίαν ἐπυνθάνετο τί σιτούμενοι τοιαύτην φωνὴν ἀφιᾶσι. Τῶν δὲ εἰπόντων· «Δρόσον,» ὁ ὄνος προσμένων δρόσον λιμῷ διεφθάρη.

Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν.