Μετάβαση στο περιεχόμενο

Αισώπου Μύθοι/Όνος και αλώπηξ και λέων

Από Βικιθήκη
Αἰσώπου Μῦθοι
Ὄνος καὶ ἀλώπηξ καὶ λέων


Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. Τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος, προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.