Αισώπου Μύθοι/Έχις και αλώπηξ
Εμφάνιση
Αἰσώπου Μῦθοι Ἔχις καὶ ἀλώπηξ |
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· «Ἄξιος τῆς νηὸς ὁ ναύκληρος.»
Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.