Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/553

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μὴ τούτῳ χώραν τῷ κυνὶ διὰ τοῦ ἡμετέρου δῶμεν λόγου, καὶ ἀφορμὴν τοῖς ζητοῦσι, οὐ θέμις ἡγησάμεθα τοῖς ἐν τῷ πολέμῳ τυγχάνουσιν ἐμψύχοις τοῦ βασιλέως ἡμῶν πολεμισταῖς, περὶ εἰρήνης νῦν διαλέγεσθαι. Ἐκεῖνο δὲ μόνον λέγομεν, ὅτι τοῖς εὐτόνως πολεμοῦσιν, οἱ τῆς εἰρήνης καὶ γαλήνης περιεπλάκησαν στέφανοι. Ὡς ἐν διακρίσεως οὖν τύπῳ, εἰ δοκεῖ, μικρὰ νῦν λέγωμεν, ὅσον μὴ λυπῆσαί τινας ὡς ἀγύμναστον τὸν περὶ τούτων λόγον ἐν τῷ μεταξὺ καταλείψαντες.

Ἡσυχία μὲν σώματός ἐστιν ἠθῶν καὶ αἰσθήσεων ἐπιστήμη καὶ κατάστασις· ἡσυχία δὲ ψυχῆς, λογισμῶν ἐπιστήμη καὶ ἀσύλητος ἔννοια. Ἡσυχίας φίλος, ἀνδρεῖός τις καὶ ἀπότομος λογισμὸς, ἐν θύρᾳ καρδίας ἀνυστάκτως ἱστάμενος, καὶ τοὺς προσερχομένους, ἢ κτείνων, ἢ ἀποσειόμενος. Ὁ ἐν αἰσθήσει καρδίας ἡσυχάζων, γινώσκει τὸ εἰρημένον· ὁ δὲ νήπιος ἔτι ὢν, τούτου ἄγευστος καὶ ἄγνωστος πέλει. Ἡσυχαστὴς γνωστικὸς οὐ δεηθήσεται λόγων· τοὺς γὰρ λόγους τῶν ἔργων φωτίζεται. Ἀρχὴ μὲν ἡσυχίας τὸ ἀποσείεσθαι κτύπους, ὡς τὸν βυθὸν ταράσσοντας· τέλος δὲ ταύτης, τὸ μὴ δεδιέναι θορύβους· ἀλλ᾿ ἀναισθητεῖν ἐν τούτοις. Προερχόμενος, ὁ λόγῳ οὐ προερχόμενος, ἤπιος, ἀγάπης ὅλος οἶκος· δυσκίνητος πρὸς λόγον, ἀκίνητος πρὸς θυμὸν πέφυκεν εἶναι. Τὸ δὲ ἐναντίον πρόδηλον· ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παράδοξον· τηρεῖ μὲν μῦν ἡ τούτου θηρεύτρια· μῦν δὲ νοητὸν, ἡσυχαστοῦ ἔννοια. Μὴ ἔστω σοι ἀπόβλητον τὸ προλεχθὲν ὑπόδειγμα· εἰ δὲ μὴ, οὔπω ἡσυχίαν ἐγνώρισας. Οὐχ οὕτως μοναχὸς [ἡσυχαστὴς], ὡς μοναχὸς μοναχῷ. Ὁ μοναχὸς νήψεως πολλῆς, καὶ ἀρεμβάστου νοὸς δέεται· τῷ μὲν προτέρῳ πολλάκις ἐβοήθησεν ἕτερος· τῷ δὲ δευτέρῳ συνήργησεν ἄγγελος· νοερὰς δυνάμεις συλλειτουργοῦσι, καὶ φιλοχωροῦσιν ἐν ψυχικῷ ἡσυχαστῇ. Τὸ δὲ ἐναντίον σιωπήσω σοι· δογμάτων βυθὸς βαθὺς, νοῦς δὲ ἡσυχαστοῦ ἅλλεται οὐκ ἀκινδύνως ἐν αὐτοῖς· οὐκ ἀσφαλὲς μετ᾿ ἐσθῆτος νήχεσθαι· οὐδὲ πάθος ἔχοντα θεολογίας ἅπτεσθαι. Κέλλη μὲν ἡσυχαστοῦ περιορισμὸς σώματος, ἔνδοθεν ἔχουσα οἶκον γνώσεως. Ὁ ψυχικὸν πάθος νοσῶν, καὶ ἡσυχίαν [ἡσυχίᾳ]ἐπιχειρῶν ὅμοιός ἐστι τῷ ἐν τῷ πελάγει ἐκ τῆς νηὸς ἐκπηδήσαντι, καὶ ἐν σανίδι ἐπὶ τὴν γῆν ἀκινδύνως φθάνειν δοκοῦντι· ὅσοι τῇ πηλῷ μάχονται, τούτοις ἐν καιρῷ οἰκείῳ ἡ ἡσυχία συντρέχεται [al. συνέρχεται], εἴπερ καὶ τὸν ἐφοδηγοῦντα κέκτηνται· τὸ γὰρ μεμονωμένον ἀγγελικῆς ἰσχύος δέεται· ἐμοὶ λόγος περὶ ὄντως ἡσυχαστῶν σώματι καὶ πνεύματι. Ἡσυχαστὴς ἀποῤῥᾳθυμήσας λαλήσει ψεύδη, τοὺς ἀνθρώπους αὐτὸν τῆς ἡσυχίας παῦσαι διὰ τῶν αἰνιγμάτων προτρεπόμενος. Καταλείψας τὴν κέλλαν, αἰτιᾶται δαίμονας, λέληθε δὲ αὐτὸς ἑαυτῷ δαίμων γενόμενος. Εἶδον ἡσυχαστὰς, καὶ τὴν φλεγομένην αὐτῶν πρὸς Θεὸν ἐπιθυμίαν διὰ τῆς ἡσυχίας ἀπληρώτως πληρώ-