Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/552

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ ΚΖʹ.
Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας.

Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων παθῶν ὑπάρχοντες, καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμάτων. Ἕτεροι γὰρ ὑπάρχουσι, οἱ δι᾿ ἐνεργείας πνεύματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μηχανὰς αὐτῶν φωτισθέντες. Ἄλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνάπαυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὑγείᾳ εὐθυμίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν καταλαμβανόμενος καὶ τεκμαιρόμενος. Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοίκαμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἐν τῷ λόγῳ φιλοσοφεῖν, ἐπιστάμενοι ἀεὶ παρίστασθαί τινα κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον, ἤγουν ψυχὴν, ἐκ ταύτης ἀφαρπάζειν δοκιμάζοντα. Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λοιπὸν ἀποτρέχοντα, καὶ καθ᾿ ἡσυχίαν τοῦτον ἐσθίοντα. Διὸ ἵνα