Γλώσσαι/Θ
Από Βικιθήκη
- <Θάασσεν>· ἐκαθέζετο (Ι 194) S(n)
- <θαάσσει>· κάθηται. διατρίβει
- <θάβακον>· θᾶκον. ἢ θρόνον
- <Θαβώρ>· ὄρος Συρίας (Hos. 5,1 ς#)
- <θάγῃ>· θήξῃς
- <θάεο>· θεώρει
- *<>θαζόμενος>· σκώπτων (Plat. rep. 5,474a) AS
- <θαίβει>· ἐλαύνει
- †<θαιμός>· οἰκία. †σπόρος, φυτεία
- <θαιροδύται>· οἱ ἐν τῷ ζυγῷ δακτύλιοι, δι' ὧν οἱ ῥυτῆρες ...
- <θαιροδύτης>· ὁ δακτύλιος τοῦ ζυγοῦ
- <θαιρός>· ὁ διήκων ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω στροφεὺς τῆς
θύρας (Μ 459), ἢ ἄξων. Σοφοκλῆς Τριπτολέμῳ (fr. 539)
- *<θακεύουσι>· κάθηνται εἰς τὰς χρείας ASn
- *<θᾶκος>· καθέδρα, θρόνος AS (vg)
- <θαλάμη>· τρώγλη, [θυρὶς] κατάδυσις (ε 432) p
- <θαλάμαι>· στῆλαι ἐπικείμεναι τοῖς αἰδοίοις τῶν ἀποκόπων
- <θαλαμηπόλος>· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον δια-
τρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφα- γωγός, τοῦ θαλάμου ἐπιμελουμένη (η 8 ..)
- <θαλάμιαι κῶπαι>· p αἱ κατωτάτω. καὶ οἱ ταύτην ἔχοντες τὴν
χώραν <θαλαμιοὶ> λέγονται
- <θαλαμιός>· [ὁ κατωτάτω θαλάμιος] ἐρέτης ὁ κατωτάτω ἐρές-
σων ἐν τῇ νηῒ <θαλαμιὸς> λέγεται, ὁ δὲ μέσος <ζύγιος>, ὁ δὲ ἀνώτατος <θρανίτης>
- <θαλάμοιο νέοιο>· κατασκευασμένου νεωστί· ὑπὸ γὰρ τῶν
γάμων αὐτὰς τὰς ἡμέρας θαλάμους ἐπήγνυον· ὡς οὐκ ἔκπαλαι αὐτοῦ γεγαμηκότος (Ρ 36)
- <θάλαμος>· *οἶκος Agn. μυχός. νυμφικὸς οἶκος
- <θαλάμων ἄνασσα>· Ἀφροδίτη
- <θάλασσα κοίλη>· ἡ χειμέριος. καὶ τὸ θέατρον (Com. ad. fr.
864 K.)
- <θαλασσεύς>· ἁλιεύς
- <θαλάσσια ἔργα>· ναυτικά (Β 614)
- <θαλάσσιος Ζεύς>· ἐν Σιδῶνι τιμᾶται
- <θαλασσωθείς>· ἁγνισάμενος
- <θαλάσσια>· τὰ τῆς θαλάσσης (Β 614)
- <θαλαττοκοπεῖς>· ματαιολογεῖς p
- <θαλαττοπορῆσαι>· πλεῦσαι διὰ θαλάσσης
- <θαλέθει>· θάλλει, ἀνθεῖ
- <θαλέεσσι>· πιότητι, λιπαρίαις (Callim. fr. 337)
- *<θαλέθοντες>· θάλλοντες (Ψ 32) ASgn
- <θαλέθοντα>· θάλλοντα, βλαστάνοντα, ἀνθοῦντα. εὐτροφοῦντα
- *<θαλεία>· <ὡς> παιδεία. [εὐθυμία n. ἡδονή. καὶ [ἡ Μοῦσα n
- <θαλείας>· πότους, μέθας. †λινᾶς πήρας
- <θαλίῃ>· εὐδαιμονίᾳ, εὐθηνίᾳ. ἀκμῇ. εὐφροσύνῃ (Ι 143)
- *<θαλεῖον>· καθαρόν g
- <θαλεραί>· οἰκτραί
- *<θάλλει>· ἀκμάζει S, ἀνθεῖ (Eur. Phoen. 812)
- <θαλεροί>· ἀκμάζοντες, ἀνθοῦντες (Γ 26). πολλοί. πρόσφατοι.
ἀθρόοι. ὑγροί. οἰκτροί
- <θαλερὸν δάκρυον>· τὸ πολὺ καὶ <μὴ> ξηραινόμενον, ἀλλ' ἐπὶ
τῶν ὀφθαλμῶν ἀεὶ θάλλον (Β 266 ..)
- *<θαλερός>· ταχύς. ἰσχυρός ASn
- [<θαλέων>· τῶν θάλλειν ἐπιτηδείων]
- <θαλέων>· τῶν *[θάλλειν ποιούντων n ἡδονῶν. παιγνίων. ἡδέων.
- [τῶν πρὸς τὸ θάλλειν ἐπιτηδείων (Χ 504) S
- <θαλία>· εὐθηνία. εὐωχία. πανήγυρις. τέρψις, εὐφροσύνη
- *<θαλίη>· τὰ αὐτά (Ι 143) An
- <θαλλικοποιοί>· οἱ τὰ σκυτούμενα κιβώτια, καὶ τοὺς δερματί-
νους ῥίσκους ἐργαζόμενοι
- <Θαλλιγόνους>· οἱ πολλοὺς καὶ ἐνδόξους ἔχοντες <ἐκγόνους> g,
ἢ γένος ἐν ὅπλοις ἔνδοξον
- <θάλλικα>· σάκκου εἶδος
- <θαλλίς>· μάρσιππος μακρός
- *<θαλλόν>· ὃ ἐσθίουσιν οἱ βόες (ρ 224) AS
- *<θαλλός>· κλάδος ἐλαίας. [ἄνθος AS. γέννημα S. καὶ πᾶν τὸ
θάλλον. κυρίως δὲ κλάδος ἐλαίας ASvg, ἢ φοίνικος [βλάστημα An
- *<θάλλουσα>· αὐξάνουσα (Gen. 40,10) A
- <θαλλοφόρος>· ὁ πομπεύων Ἀθήνησι, καὶ ἐλαίας κλάδον φέρων.
λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησί- μους ἢ πρὸς τὸ θαλλοφορεῖν (Ar. Vesp. 544)
- [<θάλπει>· ἀκμάζει, ἀνθεῖ]
- *<θαλπιώθ>· ἐπάλξεις (Cant. 4,4)
- <θάλπος>· *καῦμα ([Plat.] Ax. 366 d) S παραμυθία
- <θάλπω>· *θερμαίνω An. παραμυθοῦμαι
- <θαλπωρή>· *παραμυθία Sn. σκέπη. *χαρά ASvg. σωτηρία S
ἡδονή. *[θάλψις ASvg. ἐλπίς. ἀσφάλεια. *[ἢ διάχυσις ASvg (Ζ 412)
- <θαλυκρέονται>· ψεύδονται S
- <θαλυκρόν>· ἰταμόν (S). λαμπρόν. βλοσυρόν. ἀναιδές. [πανοῦρ-
γον. θερμόν (S). χλιαρόν (Callim. fr. 736?)
- <θαλύνειν>· θάλπειν. †ποιεῖ
- <θαλύεσθαι>· φλέγεσθαι (S)
- *<θαλύσια>· αἱ τῶν καρπῶν ἀπαρχαί (Ι 534) ASvgn
- <θαλύσιος ἄρτος>· ἀπὸ τῆς ἅλω πεττόμενος πρῶτος
- <θαλυσσόμενος>· φλεγόμενος
- <θαλύψαι>· θάλψαι. πυρῶσαι
- *<θάλωμεν>· βλαστήσωμεν An. βλαστάνωμεν
- *<θαμά>· θαμινά, [συνεχῆ P
- <θαμάκις>· πλειστάκις, [πολλάκις S
- *<θαμά>· τὰ πυκνά AS. καὶ θαμέα τὰ αὐτά
- <θαματροχεῖ>· οὐχ ἡσυχάζει
- <θαμβαλέον>· φοβερόν. θαυμαστόν
- *<θαμβεῖ>· ἐκπλήττει (n)
- <θάμβος>· θαῦμα. *[ἔκπληξις (Γ 342 ..) Avgnp
- *<θαμέας>· πυκνούς, συνεχεῖς (ξ 12) A
- *<θαμέες (Κ 264) Sn καὶ <θαμειαί>· (Α 52) S τὰ αὐτά· καὶ <θα-
μειάς> (Τ 383)
- *<θαμίζεις>· συνεχῶς ἔρχῃ ASgn, πυκνάζεις (Σ 386) (v) Σ
- <θαμίζεται>· ὁμιλεῖ (Soph. fr. 462,3)
- <θαμίζει>· συνεχῶς διατρίβει καὶ παραμένει <τὴν> ἑαυτοῦ ναῦν
φυλάσσων
- *<θαμινά>· πυκνά ASvg, πολλά
- *<θαμινῶς>· συνεχῶς, πυκνῶς Sg (n)
- <θάμιξ>· ἀλώπηξ
- <θάμνους>· δενδρώδεις τόπους, δασεῖς (ε 476)
- <θάμνισον>· ἀποκάλυψον
- *<θάμνοι>· δασέα καὶ πυκνὰ δένδρα. καὶ οἱ σύνδενδροι τόποι
(Λ 156) ASn
- <θάμνος>· πυθμὴν δένδρου. ἢ ῥίζα πολλοὺς κλάδους ἐκπέμπουσα.
ἢ καθ' ἕνα τόπον τῆς ὕλης συντροφὴ καὶ ἡ συνεχὴς φυτεία. καὶ ἡ περιοχὴ τῆς ἐλαίας. καὶ ὄρμενοι. καὶ οἱ σύμφυτοι ἢ δεν- δρώδεις ..... *ἢ βάτος. ἢ ξύλον ἀκανθῶδες ASvg
- <θαμύντεραι>· πυκνότεραι
- <θάμυρις>· πανήγυρις, σύνοδος, ἢ πυκνότης τινῶν. καὶ <ὁδοὺς
θαμυρὰς> τὰς λεωφόρους. ἔστι δὲ καὶ κύριον ὄνομα
- <θαμυρίζει>· ἀθροίζει, συνάγει
- <Θάμυρις μαίνεται>· παροιμία, ἐπὶ τῶν κατὰ σύνεσιν παρά-
λογόν τι πραττόντων
- <θανάτοιο μέλαν νέφος>· περιφραστικῶς αὐτὸς ὁ θάνατος
(δ 180)
- <θάνατος>· ὅ τε θεός· καὶ ὃ πάσχομεν, τέλος ἔχοντος τοῦ βίου.
ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἡ δυσωδία
- *<θανατῶν>· θανάτου ἐπιθυμῶν (Ios. b. Iud. 3,208) ASvg
- *<θανεῖσθαι>· ἀποθανεῖσθαι (Eur. Troad. 430) AS
- *<θάνοιεν>· ἀποθάνοιεν (Eur. Troad. 391) Avg
- <θᾶξαι>· μεθύσαι
- <θαέοντα>· διδασκόμενον. θεωροῦντα
- <θαεῦνται>· ὁμοίως
- <θάπαν>· φόβον
- <θάπτρα>· μνῆμα. Κρῆτες
- *<θαῤῥαλέως>· εὐθαρσῶς ASg. ἀνδρείως (3. Maccab. 1,4 ..) g
- <Θαργήλια>· Ἀπόλλωνος ἑορτή. καὶ ὅλος ὁ μὴν ἱερὸς τοῦ θεοῦ.
ἐν δὲ τοῖς Θαργηλίοις τὰς ἀπαρχὰς τῶν φυομένων ποιοῦνται, καὶ περικομίζουσι· ταῦτα δὲ θαργήλιά φασι· καὶ μὴν <θαργη- λιών>. καὶ τὴν εὐετηρίαν ἐκάλουν <θάργηλον>. καὶ Ἀρχίλοχός φησιν>· †ὡς φαίε† νῦν ἄγει Ταργήλια (frg. 113) καὶ ὁ <θάργηλος> χύτρα ἐστὶν ἀνάπλεως σπερμάτων. [καὶ παρὰ Μιλησίοις ᾀδο- μένη ἐπὶ φρονήσει]
- <Θαργηλία>· ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς
δὲ τὴν ὄψιν, καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων
- <θάργηλος>· χύτρα ἱεροῦ ἑψήματος
- <θαρνύει>· [ὀχλεύει]. ὀχεύει. σπείρει. φυτεύει
- <θαῤῥιά>· τρασιά
- <θάρνυσθαι>· ὀχεύειν
- <θάρνυται>· μετεωρίζεται· θάρνυσθαι γὰρ τὸ συγγίνεσθαι. τοῦτο
δὲ νῦν δηλοῖ τὴν διὰ λόγων ἔντευξιν καὶ ὁμιλίαν. σημαίνει δὲ καὶ [ὀχεύει S [<θαρσύνεται>·], περὶ συνουσίαν ὁμιλεῖ
- *<θάῤῥος>· θάρσος Agn
- (*)<θαρσαλέον>· ῥᾴδιον
- *<θαρσαλέως>· ῥᾳδίως (ASg)
- *<θάρσος>· [<ἢ θάργος>]· τὸ θράσος. ἀνδρεία. δυναστεία (Ε 2 ..)
- <θαρσύς>· θρασύς
- *<θάρσυνος>· τεθαῤῥηκώς (Ν 823) Σ
- <θάρσει>· θάῤῥει. θράσει (Ζ 126 ..)
- <θαῤῥῶ>· θρασύνομαι
- <Θασία ἅλμη>· εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου
εἶδος. οἱ δὲ βάμμα τι
- †<θάσωμεν>· καθήμεθα
- <Θάσιος παῖς Ἀγλαοφῶντος>· ...
- ...· ἔστι δὲ σεμίδαλις, ἐπὶ τοῖς ἔργοις γενομένη, ἀπὸ Ἀγλαοῦ,
τοῦ ἐξ ἀρχῆς ποιήσαντος, Θασίου ὀνομασθεῖσα
- *<θᾶσσε>· κάθισον s
- *<θᾶσσον>· θᾶττον, [τάχιον S, ταχύτερον (An)
- *<θάσσονας>· ταχίονας (Ν 819) AS
- *<θάσσοντας>· καθημένους (ASg)
- *<θάσσουσα>· σπεύδουσα (ASvg)
- *<θάσσω>· παρακαθέζομαι (Eur. Or. 85 ..) AS
- *<θάσσων>· ταχύτερος (Ο 570) ASgn. καθεζόμενος Ag
- *<>†θαστρεύεσθαι>· ἀναβάλλεσθαι (Ο 512) AS
- <θᾶτας>· θῆτας, τοὺς δούλους. Κύπριοι
- *<θάτερα>· τὰ ἄλλα AS, ἑκάτερα, ἕτερα μέρη ( Eur. Bacch. 1129)
- *<θατέρου>· ἑνός gS
- <θατῆρας>· θεατάς
- *<θᾶττον>· εὐθύς, [τάχιον, ταχέως gn
- <θᾶττον ἢ Βούτης>· παροιμία ἐπὶ τῶν <ῥᾳδίως ἐπιτελουμένων,
ὅτι τῶν> ἐν τῇ στοᾷ μαχομένων τις ἦν, ᾧ ἐπεγέγραπτο Βούτης <οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός.> Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ γὰρ ὁ Βούτης ῥᾳδίως κατεσκεύαστο, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γε- γραμμένου
- [<θαυλακίζειν>· μετὰ βοῆς ἀπαιτεῖν τι. <Ταραντῖνοι>]
- <Θαύλια>· ἑορτὴ [Ταραντῖνοι] ἀχθεῖσα ὑπὸ Κτεάτου· παρ' ὃ
καὶ <θαυλίζειν> λέγειν τοὺς Δωριεῖς ...
- <Θαυλωνίδαι>· γένος ἰθαγενῶν Ἀθήνησι
- <θαυμάζειν>· θεᾶσθαι. καὶ μανθάνειν
- <θαῦμα>· ἔκπληξις. ξένισμα
- <θαυμαίνει>· θεωρεῖ. θαυμάζει
- <θαυμαλέον>· φοβερόν. θαυμαστόν
- <Θαυμακίη>· πόλις (Β 716)
- <θαυμανέοντες>· θεώμενοι, ὀψόμενοι· ἀέθλια θαυμανέοντες (θ 108).
τὸ δὲ καθ' ἡμᾶς θαυμάζειν θηεῖσθαι λέγει· θηεῖτο δὲ κούρη (ζ 237) <καὶ> <θηητὸς> ὁ θαυμαστός
- <θαυμάσιος>· θαυμαστός
- <θαύματα>· ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται (Plat. rep. 7,514b>)
- <QAUMATÍZOMAI>: E)KPLH/TTOMAI
- <*QAÚLIOS H)\ *QAÛLOS>: *)/ARHS *MAKEDÓNIOS
- <QAÛNON>: QHRÍON
- <QAULÉA>: OU)RÁ, KÉRKOS
- <QAUSÍKRION>: QEWREÎON
- <QAXQH=MEN>: QWRHXQH=NAI. *DWRIEÎS
- <QÁYAI>: KATORÚCAI. KAÛSAI, A)PÒ TOÛ QÁLPESQAI (Eur. Alc.
729 ..)
- <θάψινον>· τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, [ὃ βάπτει] ᾧ
ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες (Sapph. frg. 210 L. -- P.) Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρ' ᾧ φύεται τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ <ῥίζα θαψία> καλουμένη
- *<θεά>· ὦ Μοῦσα (Α 1) n
- *<θέα>· σκόπει (ASvgn) θεώρει, [ὅρα n
- *<θεάμονας>· θεατάς ASvgn
- <θέαν>· *ὄψιν. θεωρίαν (Eur. Hipp. 825) n. ὄμματα
- <θεαγγελεῖς>· οἱ τὰς πανηγύρεις ἐπαγγέλλοντες
- <θεαγής>· ὅσιος, [θεοσεβής r
- <θέαγον>· τὸ θεῖον, ᾧ καθαίρουσι. Σαλαμίνιοι
- <θέαμα>· θεώρημα (Eur. Med. 1167 ..)
- <θεανὴ νόσος>· ἡ ἐκ θεοῦ, θεία. Σοφοκλῆς Τυροῖ α# [ῥοιτοῦ]
(fr. 589)
- <θεανῶσται>· οἱ ξυστῆρες ὑπὸ Θετταλῶν
- <θέα παρ' αἰγείρῳ>· τόπος αἴγειρον ἔχων, ὅθεν ἐθεώρουν.
εὐτελὴς δὲ ἐδόκει ἡ ἐντεῦθεν θεωρία· μακρόθεν γὰρ ἦν καὶ εὐώνου ὁ τόπος ἐπωλεῖτο (Cratin. fr. 339)
- <θεατόν>· τὸ ἐκλεκτόν. [ὁρατόν (n), καὶ θεωρητόν
- <θέατρον>· θέαμα (1. Cor. 4,9). ἢ σύνταγμα
- *<θέει>· τρέχει (Ν 141) ASv
- *<θεείου>· θείου (Θ 135) ASn
- *<θέειν>· τρέχειν, δραμεῖν (Β 183) Avgs
- <θέεν>· ἔτρεχεν (Ζ 118)
- *<θεηγόρων>· θείων. ἢ ἐκ θεοῦ †λαμβάνων AS(v) gp
- <θεήλατον>· ὑπὸ θεοῦ πεπληγμένον, ἢ *[πεμφθέν (Eur. Or. 2 ..)
ASvg
- *<θέῃσι>· τρέχῃ (Χ 23) AS
- *<θειαζόντων>· μαινομένων ASvg
- *<θίασος>· χορός v
- <θειασμοῦ>· [εὐωχίας] ἐνθουσιασμοῦ
- <θειασμῷ>· [εὐωχίαις] μαντείαις (Thuc. 7, 50,4)
- *[<θειασῶται>· χορευταί] ASv
- [<θεῖα>· ἴγδια. καὶ θεοῖς ἐοικότα. Κύπριοι]
- *<θέειν δρομαῖς>· ....AS
- <θείης>· ποιήσεις (Ω 661)
- <θειητόν>· θαυμαστόν (Hes. Theog. 31) r
- <θειλόπεδα>· ὁ τόπος, ἐν ᾧ ξηραίνεται ἡ σταφυλή. εἴρηται δὲ
ἀπὸ τοῦ <θέρεσθαι> ἐν τῷ ἡλίῳ καὶ τῷ <πέδῳ> (η 123) r
- †<θεῖνιν>· δραμεῖν ἢ ὁ αἰγιαλός
- *<θειμωνειαί>· οἱ σωροὶ τῶν δραγμάτων AS
- *<θεῖναι>· ποιῆσαι (Δ 26) r. n
- *<θείναν>· βρῶσιν, ἀνάλωμα (Sap. 12,5) AS
- <θείνει>· [ποιεῖ. τρέχει]. κτείνει. *[παίει (σ 63) s
- *<θεῖνες>· οἱ σωροί, ἤτοι βουνοὶ τῆς ψάμμου ASvgn
- *<θεινομένην>· τυπτομένην (Α 588) ASn
- *<θεινῶν>· αἰγιαλῶν A
- *<θείομεν>· ποιήσωμεν (Ψ 486) ASn
- *<θεῖον ἄπυρον>· θεάφιον (Avn) ἄκαυστον
- <θεῖός μοι>· ἐκ θεοῦ μοι (Β 56)
- <θεῖος νόος μευ>· ἐκ θεοῦ μοι νοῦς
- <θεῖος ὄνειρος>· θεόπεμπτος (Β 22)
- <θεῖον δύσονται ἀγῶνα>· τὸ τῶν θεῶν ἄθροισμα, ἐν ᾧ αὐτῶν
τὰ ἱερά (Η 298)
- <θειοῦται>· θείῳ καθαίρει (ψ 50)
- <θεῖον>· τὸ ἐκ θεοῦ ἀφιγμένον. καὶ τὸ ἄξιον λόγου, ὥστε θαυμά-
ζεσθαι (Δ 192). καὶ τὸ θεάφιον
- <θείου πλῆτο>· τοῦ κεραυνίου πυρὸς λέγει. ὀδμὴν γὰρ ἔχει ὁ
κεραυνὸς θείου (μ 417)
- †<θεῖται>· ᾄδεται. †κομίζει
- [<θειάσω>· καθάρω]
- <θειώσω>· καθαρῶ (χ 482)
- †<θέκλεον>· θαυμαστόν (Ψ 107)
- <θέλγει>· *ἀπατᾷ. θάλπει ASg, ἀπὸ τοῦ εἰς τὸ θέλειν ἄγειν.
μαλάσσει. κηλεῖ. τέρπει (Ω 343 ..)
- *<θέλγητρα>· εἰς ἡδονὴν ἄγοντα (Eur. Or. 211) ASvg
- <θέλγμα>· θαῦμα
- <Θελγῖνες>· οἱ Τελχῖνες. [γόητες s, πανοῦργοι, φαρμακευταί
- *<θελγόμενον>· ἀπατώμενον. λέγεται δὲ ἐπὶ τῶν ἡδυνομένων τοῖς
ᾄσμασι ASv
- <θέλειν>· δύνασθαι (Φ 366?)
- <θελεμόν>· [οἰκτρόν.] ἥσυχον (Aesch. Suppl. 1028) (g)
- <θελεμῶς>· ἡσύχως [οἰκτρῶς]
- <θέλυμνον>· ὅλον ἐκ ῥιζῶν (Empedocl. frg. 21,6?)
- †<θελερόν>· θελεκτόν. †καὶ τὸ θέλγον τὰ ὄμματα ἐπὶ κακώσει
- *<θελητής>· προαιρετικός (Mich. 7,18) ASvg
- <θέλκαρ>· θέλγμα
- <θέλκτρον>· φίλτρον. χαρά. θαυμαστόν. καὶ τὸ ἐφηδῦνον μετά
τινος ἀνάγκης
- *<θελκτήριοι <λόγοι>·> θεραπευτικοί ASvgn, ἄγοντες εἰς ἀπά-
την S (Eur. Hipp. 478)
- <θέλξας>· καταπραΰνας
- <Θελξινόη>· Ἥρα τιμᾶται παρὰ Ἀθηναίοις
- <θέλω>· χρῄζω. βούλομαι. εὐδοκῶ
- <θέμα>· ἕξις. τόπος. στάσις. μνῆμα
- *<θεμάν>· ἄνεμος AS νότος ASvgn. ἢ ἀνατολή (Ezech. 21,2)
- <θεματίζει>· *ἀποτίθεται AS. κυβερνᾷ
- <θέμεθλα>· ἕδραι. βάθρα. θεμέλια Avg θέσεις. [ῥίζαι (Ξ 493) Avg
- <θέμειλα>· θεμέλιοι
- <θεμελιωθέντα>· ἐκ ῥιζῶν ἀρθέντα
- <θέμεναι>· καταβαλοῦσαι
- <θέμενος>· ἐνθείς. καταβαλών
- <θεμερή>· βεβαία. σεμνή. εὐσταθής
- <θεμερόν>· σεμνόν. ἀφ' οὗ καὶ τὸ σεμνύνεσθαι <θεμερύνεσθαι>
- <θεμερόφρονας>· συνετούς, σώφρονας
- <θεμερῶπις>· ἐρασμία <Ἁρμονίη> (Empedocl. fr. 122,2).
- *<θέμις>· δίκαιον ASvg. ἄξιον. πρέπον Svg. καὶ δίκη n, ἢ [προσή-
κει. καὶ ἡ τιμή. καὶ τὸ ἀξίωμα. καὶ τὸ ἁρμόζον· S ᾗ θέμις ἐστί (Β 73). καὶ [νόμος n
- <θεμισσέτω>· μαστιγούτω, νομοθετείτω. Κρῆτες
- *<θέμισις>· δικαιοσύνη AS. παραμυθία
- <θέμιστα>· ἔννομα r, νόμιμα
- *<θέμιστας>· νόμους S. δίκας (Α 238) AS
- <θέμιστες>· μαντεῖα, χρησμοί (π 403). δίκαια. νόμοι (ι 112)
- <θεμιστεύει>· ἄρχει, κελεύει ἃ βούλεται, δικάζει (ι 114)
- <θεμιστευτόν>· νομοθετητόν
- <θεμιστεύοντα>· δικάζοντα (λ 569)
- *<Θέμιστι>· τῇ Δίκῃ (Ο 87) An
- <Θεμιστιάδες>· Νύμφαι (Pherecyd.)
- <θεμίστειον>· δίκαιον
- *<θεμιστός>· δίκαιος Ag [βασιλεὺς ὅσιος]
- †<θεμινήσασα>· πρακτική, ἀνυσίμη, ἀποτελεσίμη
- *<θεμιστισία>· ὁσία s
- <θεμιστοπόλοι>· ἄρχοντες. δίκαιοι (Hes. fr. 7?)
- <θεμιστόρων>· συνετῶν (r)
- <θέμηλα>· [θεμέλαι] ἕδραι, βάθρα, θεμέλια
- *<θέναρ>· τὸ κοῖλον τῆς χειρός (Ε 339), καὶ τοῦ ποδός ASvg
- <θεμούς>· διαθέσεις. παραινέσεις
- †<θεμῶν>· θελήμων
- <θέμωσεν>· ἤγγισεν. ἐγγίσαι ἐποίησεν, ἠνάγκασεν (ι 486)
- <θεναρίζει>· τύπτει
- [<θένει>· κόπτει, τύπτει]
- <θένιοι>· οἱ προσήκοντες
- <θεοβλάβειαν>· οὕτως Αἰσχίνης εἶπεν (3,133)
- *<θεοδέκτρια>· θεὸν δεδεγμένη AS
- <Θεοδαίσιος>· Διόνυσος
- <θεοδμήτων>· ὑπὸ θεοῦ ᾠκοδομημένων Avg δεδομημένων, [θεο-
κτίστων AS (Θ 519)
- <θεοδόσια>· ὑπὸ θεοῦ δεδομένα
- <θεόθυτα>· ἱερόθυτα (Cratin. fr. 417)
- <Θεόδωρος>· Θεοδώρους ἔλεγον οἱ κωμικοὶ τοὺς εὐρυπρώκτους,
ἀπὸ Θεοδώρου τινὸς οὐκ εὖ τὴν ἑαυτοῦ ὥραν χρησαμένου (Com. adesp. 310)
- *<θεοειδεστέρας>· θεῖον εἶδος ἢ ὁμοίωμα <ἐχούσης> ASvg
- <θεοειδής>· καλός, θεοῦ εἶδος ἔχων (Β 623) s
- <θεοείκελα>· θεῖα, θαυμαστά, *[θεοῖς ὅμοια (ASvg)
- *<θεόθεν>· ἐκ θεοῦ (π 447) r. ASvg
- †<θεοεπεῖς>· ἐκ θεοῦ ἑπόμενοι, ἢ λεγόμενοι
- <θεοὶ Μολοττικοί>· ἤτοι <ὅτι> διάφοροι οἱ κύνες οἱ Μολοττικοί·
ἢ ὅτι ψυχοπομπεῖόν ἐστιν ἐν Μολοσσοῖς
- <θεοίνια>· θυσία Διονύσου Ἀθήνησι. καὶ <θεὸς θέοινος> Διόνυσος
- <θεοὶ ξενικοί>· παρὰ Ἀθηναίοις τιμῶνται, οὓς καταλέγει Ἀπολ-
λοφάνης ἐν Κρησί (fr. 7)
- <θεοῖο>· τοῦ θεοῦ (Α 28)
- <Θεοκήρυκες>· γένος τὸ ἀπὸ Ταλθυβίου, παρὰ Ἐλευθερίοις
- *<θεοκλυτεῖται>· παρὰ θεοῦ ἀκούει AS
- *<θεοκλυτήσαντες>· θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι Agn
- <θεοκλυτοῦσαι>· θεὸν ἐπικαλούμεναι
- <θεοκόλος>· ἱέρεια
- *<θεοκυδῆ>· δόξαν θείαν ἔχουσαν AS
- *†<θεομητεῖ>· θεοφορεῖται, θεῖα φρονεῖ AS (vg)
- <θεόμορος>· σώφρων
- *<θέοντες>· τρέχοντες (Ψ 387) vgn
- <θεοξένια>· κοινὴ ἑορτὴ πᾶσιν τοῖς θεοῖς ...
- <θεόπαιστος>· ὑπὸ θεοῦ παιόμενος ps. ἢ κιθάρα ὑπὸ θεοῦ ἐνδι-
δομένη
- [<θεοπίς>· ἀληθής. ἡδεῖα. ἀγαθή. ἰσχυρά]
- <θεοπλάγκτους>· δεισιδαίμονας
- <θεοπομπεῖν>· ἐνθουσιᾶν
- <θεοπρεπεῖς>· θεῷ ἁρμόζοντας (p)
- *<θεοπρόπιον>· μαντεῖον ἐκ θεοῦ (Α 85) r. ASvgn
- *<θεοπρόποι>· προφῆται, μάντεις ASn, ἐκ θεοῦ προλέγοντες
- *<θεοπτίαν>· θεοφάνειαν (r) gn
- *<θεοπτίας>· θείας θεωρίας Avg
- <θέορτος>· ὁ ὑπὸ θεοῦ παρορμώμενος
- *<θεόῤῥυτον>· ἐκ θεοῦ προϊόν, προχεόμενον (r) ASvgrv
- <θεός>· σημεῖον [ἢ ἀρχή]
- <θεόσδοτος>· ἐκ θεοῦ δεδομένος (Hes. op. 320) r
- <θεός, θεός>· ἔθος ἦν, ὅτε κατάρχοιντό τινος, λέγειν θεὸν ἐπιφη-
μιζομένοις
- <θεόσεπτον>· εἰς σεβασμόν ...
- *<θεοσέπτωρ>· θεοσεβής (Eur. Hipp. 1364) ASvgn
- †<θεοσκνεῖ>· θεοὺς τιμᾷ s
- *<θεοστυγεῖς>· μισούμενοι ὑπὸ θεοῦ (Rom. 1,30) A (Sn)
- *<θεοτερπέος>· θεοὺς τέρποντος ASn
- *<θεότευκτον>· θεοκατασκεύαστον r. Avgn
- *<θεουδέα>· θειώδη (Greg. Naz. c. 1, 1, 8, 60) g
- <θεουδής>· *δίκαιος s. εὐσεβής ns. εὐγνώμων. θεοῖς ἀρέσκων
- <θεόσσυτον>· θεοτίμητον
- <θεουδής>· θεῷ ἀρέσκων (ζ 121 ..) T
- <θεοῦ δόσεσι>· <ὑπὸ> θεοῦ δεδομένοις
- *<θέουσα>· τρέχουσα (Ζ 394 ..) (A)
- <θεουργική>· θεοὺς ποιοῦσα <ἀπαντᾶν>
- <θεοφάντορας>· [ὑπὸ θεοῦ πεφημισμένους] [θεολόγους (r)
- [<θεώμενα>· ἐκ θεοῦ μένοντα]
- <θεόφατα>· ἐκ θεοῦ σημαινόμενα (r)
- <θεόφατα>· λόγια, πεπρωμένα. πολλά. ἄφατα. ὑπὸ θεοῦ πεφη-
μισμένα
- <θεοφατίζει>· μαντεύεται. περιττολογεῖ
- <θεόφιν μήστωρ ἀτάλαντος>· θεοῖς ἴσος ἐν τῷ βουλεύεσθαι
(Η 366)
- <θεόφιν>· [θεοῖς S. ἐκ θεοῦ. τὸ γὰρ σχῆμα τοῦτο πληθύει· <πας-
σαλόφιν, ζυγόφιν>
- <θεόφοβος>· θεοσεβής
- <θεοφραδία>· θεοῦ r γνώμη s, ἢ [φράσις r
- <θεοφραδίαις>· θεοῦ γνώμαις, λόγοις, φράσεσι
- *<θεόφρονος>· θείου (Greg. Naz. c. 2, 1, 17, 103) AS
- <θεοφροσύνη>· αἱ περὶ τὸ θεῖον διατριβαὶ καὶ [οὐ] μαντεῖαι (s)
- *†<θεπτάνων>· ἁπτόμενος (Eur. Bacch. 1318) AS
- *<θεραπαινίς>· δούλη r. AS (v) g
- <θέραπες>· ὁμιλητῆρες
- <θεραπευσία>· θεραπεία. ἱκετεία
- <θεραπευτής>· ἰατρός (Plat. rep. 1, 341 c ..) s
- <θεραπίς>· θεραπεύουσα
- <θεραπηΐας>· τὰς βωμολοχίας
- <θεράπναι>· αὐλῶνες. σταθμοί (Eur. Bacch. 1043)
- <θεραπαινίδες>· ἔριθοι (s)
- <Θεραπνατίδεια>· ἑορτὴ παρὰ Λάκωσι
- <θεράπνη>· θεραπαινίς, δούλη
- <θεράπνιον>· θεραπαινίδιον, δουλίδιον
- <θεράποντες Διός>· βασιλεῖς (λ 255)
- <θεράποντες>· οἱ ἐν δευτέρᾳ τάξει φίλοι· ἀπὸ τοῦ θεραπεύειν·
- [δοῦλοί τε καὶ ὑπηρέται (Ε 48 ..) A
- <θέραψ>· θεράπων, οἰκέτης, δοῦλος, ἀκόλουθος
- <θέρει>· πρωΐ. *[θερμαίνει PA
- <Θερελίμνιον>· τόπου ὄνομα. καὶ Ἀπόλλων. καὶ Ζεύς
- <θέρεσθαι>· θερμαίνεσθαι, καίεσθαι r, θάλπεσθαι, πρὸς ἥλιον
χλιαίνεσθαι
- <θερέσιμον>· θεριστικόν
- <θερήγανον>· μέρος τῆς ἁμάξης· οἱ δὲ τὴν ἅμαξαν τὴν ἄγουσαν
τὰ θέρη
- <θέρηγνον>· τὸ ἐπὶ τῶν ἁμαξῶν παράπλεγμα, τὸ ἐπὶ τῇ ἀστα-
χύων παρακομιδῇ γινόμενον
- *<θέρηται>· [θέρεται.] [καίηται (Ζ 331) n
- <θερίζει>· ἐνδιατρίβει τῷ θέρει, καὶ ἀλοᾷ
- *<θερίκλειον>· ποτήριον gns. κόνδυ
- <θερινή>· θέρος
- <θερίσας>· τὸ θέρος ἀγαγών
- <θέριστρον>· λεπτὸν ὕφασμα, *θερινὸν ἱμάτιον (Gen. 24,65)
ASvg
- *<Θερσίτης>· ὄνομα κύριον (Β 212) ASn
- <θερσίχθων>· θερμαίνων γῆν, καίων
- <θέρμα>· πυρετός (Aristoph. frg. 690) s. ἄδεια. καὶ ἐκεχειρία
- <θερμαστρῆθεν>· ἐκ καμίνων [καὶ τὸ ἐπάνω ἐν τῇ κλίνῃ
πάντων]
- [<θέρκταρ>· θέλγμα]
- <θερμάστραι>· κάμινοι (Callim. h. Del. 144)
- <θερμαστρίς>· σκεῦος παραπλήσιον καρκίνῳ, ᾧ χρῶνται οἱ
χρυσοχοῖ. καὶ ὄρχησις ἔντονος καὶ διάπυρος τάχους ἕνεκα
- <θέρμει>· θερμαίνει
- <θέρμεσθαι>· θερμαίνεσθαι
- <θέρμης>· ὁ θέρους πνέων
- <θέρμον>· τὸ θέρος. Βυζάντιοι
- <θερμόπλα>· ἵππου νόσημα περὶ τοὺς πόδας
- *<θερόμενος>· θερμαινόμενος An
- <θέρονται>· καίονται. χλιαίνονται, θερμαίνονται
- <θέρος>· σῖτος. τοῦ θερίζειν ἡ ὥρα (λ 192)
- <θερσόμενος>· θερμανθησόμενος. ἀπὸ τοῦ <θέρω> ἐνεστῶτος
(τ 507)
- †<θερουρότερος>· ὁ χλωρὸς σῖτος ἀμηθείς
- †*<θερτήρια>· ἑορτή τις AS
- [<θέσαι>· θησαυρίσαι]
- [<θεάσατο>· ἐνεδύσατο]
- <θέσθαι>· ὑποθέσθαι (Hyperid. fr. 198 Tur.). θησαυρίζεσθαι (ν 207)
- *<θέσθω>· εὐτρεπιζέσθω (Β 382) np
- <θέσκελα>· *θαυμαστά Avg. θεοείκελα. ἢ θεοκέλευστα. [θεῖα Avg.
θαυμάσια (Γ 130)
- <θέσεις>· πράξεις. καὶ <θεῖναι> ποιῆσαι (Δ 26)
- *<θέσμιον>· δίκαιον (Eur. Troad. 267) ASvgn. r
- <θεσμοθέται>· ἄρχοντες. *[νομοθέται. νομοφύλακες ASn, οἱ τῶν
νόμων ἐπιμεληταί
- *<θεσμόν>· θεῖον νόμον ASn. ἔθος, νόμον (ψ 296) n
- *<θεσμοῖς>· νόμοις (Sir. 28,19 v. l.) (r. gs)
- *<θεσμοποιεῖς>· νομοθετεῖς (Eur. Phoen. 1645) ASvg (n)
- <θεσμούς>· *νόμους g θείους. ἢ τὰς συνθέσεις τῶν ξύλων
- *<θεσμοφόρια>· τὰ μυστήρια τῆς Δήμητρος An. ἢ ὄνομα ἑορτῆς
ASgn
- *<θεσμοφόρος>· ὁ θεσμοὺς φέρων, ἤτοι νόμους AS (vg)
- <θέσπιν>· θείαν φωνήν (α 328) r
- <θεσπέσιον>· θεῖον, παραγώγως. ὅταν δὲ λέγῃ· γνώσεαι εἰ <καὶ>
θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις (Β 367) τῇ θεότητι λέγει, εἰ μὴ κατὰ συνεκδοχὴν ἀκούοιμεν <θεσπεσίῃ>, τῇ ἐκ θεῶν βουλήσει
- *<θεσπέσιος>· θεῖος. θαυμαστός r. ASvg (n)
- <θεσπεσίῃ>· μεγάλῃ, πολλῇ. θείᾳ. τῇ ἐκ θεοῦ βουλήσει (Β 367)
- *<θεσπεσιώτερον>· ἀξιολογώτερον ASgn
- <θεσπιαοιδός>· ποιητής
- <θεσπέσιοι>· θεῖοι
- <θεσπιδαές>· θείως καιόμενον, ἢ δαιόμενον
- *<θεσπιδαὲς πῦρ>· τὸ θείως καιόμενον πῦρ (Μ 177 ..) ASn
- <θέσπιδες>· θυσίαι. θεοσέβειαι
- *<θεσπίζει>· μαντεύεται, προφητεύει, ἐνθεάζει. νομοθετεῖ AS
- <θέσπιν>· θείαν, ἡδεῖαν, θαυμαστὴν φωνήν (α 328. Eur. Med.
425)
- <θεσπιόφημον>· ... παροιμίαν τινά ...
- <θεσπίσαι>· προστάξαι. μαντεύσασθαι
- *<θέσπισμα>· θεῖον δόγμα Avgn. νομοθεσία r. n
- <θεσπίσματα>· μαντεύματα. καὶ τὰ ὅμοια (Eur. Or. 1666 ..)
- <θέσπις>· ἀγαθή. ἀληθής. ἰσχυρά. ἡδεῖα
- <θεσπιῳδός>· ἀληθὴς μάντις (Eur. Hec. 677)
- <Θέσπιος>· ποταμὸς n Βοιωτίας
- <Θεσπρωτοί>· ἔθνος περὶ Θεσσαλίαν
- <Θεσσαλαί>· αἱ Κῷαι παρὰ Φιλήτᾳ (fr. 16 K.) καὶ αἱ φαρμακίδες
- *<Θεσσαλὸν <νόμισμα>>· τοῦτο παροιμιῶδες, τασσόμενον ἐπὶ
ἀπάτης Σ
- †<θεσσαλώπας>· ἐναγισμός τις παρὰ Λάκωσι
- <θέσσαντο>· ἐξῄτησαν. [ἐκάθισαν.] ἱκέτευσαν. [ἐνεδύσαντο]
- <θέσσεσθαι>· αἰτεῖν. [καθῆσθαι.] ἱκετεύειν
- <θεσσόμενος>· δεόμενος. ζητούμενος. ἱκετεύων
- *<Θεστορίδης>· Θέστορος παῖς n ὁ Κάλχας (Α 69) r
- <θέσφατα>· θεόφατα. μαντεύματα ἐκ θεοῦ λεγόμενα. εἱμαρμέναι
ἐκ μαντείας λεγόμεναι (Ε 64)
- <θέσφατον>· πολύφατον. ὑπὸ θεοῦ πεφατισμένον. θεῖον. μέγα.
- ἀργόν. ἄπρακτον An. τὸ ἐκ θεοῦ μάντευμα. προφητεία
(Θ 477) ASvg
- <θεσφατοῦται>· θεσφατίζει, μαντεύεται. περισσὰ λαλεῖ
- <θετή>· ποιητὴ θυγάτηρ
- <θετήρ>· τολμητής. πράκτης
- <θέτης>· ὁ προθέμενός τι
- *<θετικῶς>· τὸ ὀφειλόμενον γενέσθαι AS
- <Θέτις>· ἡ μήτηρ Ἀχιλλέως. καὶ ἡ θάλασσα. ἡ δὲ αὐτὴ λέγεται
<Τηθύς>
- *<θετόν>· εἰσποιητόν, οὐ γνήσιον Avgn
- <Θετταλικὰ πτερά>· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς
Θεσσαλικὰς χλαμύδας. <Πτέρυγες> δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξι
- <Θετταλικὴ ἔνθεσις>· ἡ μεγάλη (Hermipp. fr. 41)
- <Θετταλικὸς δίφρος>· διάφοροί εἰσι τῷ κάλλει οἱ Θετταλικοὶ
δίφροι· ἴδιον γάρ τι γένος αὐτῶν κατεσκεύασται (Eupol. fr. 58)
- <θετταλίς>· ὑπόδημα ποιόν. [Κρῆτες] (Lysipp. fr. 2 K.)
- <Θετταλὸν σόφισμα>· παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη
καὶ μὴ εὐθυμαχούντων (Eur. Phoen. 1408)
- <θεῦ>· δεῦρο. τρέχε
- <θεύγεσθαι>· θέλγεσθαι. Κρῆτες
- <θευμορία>· ἀπαρχή. θυσία. ἢ ὃ λαμβάνουσιν οἱ ἱερεῖς κρέας, ἐπει-
δὰν θύηται. θεοῦ μοῖρα
- <θευμοριαζέτω>· θεῷ γέρας ἀναφερέτω
- <Θευξένια>· Ἀπόλλωνος ἑορτή
- *<θεύσεσθαι>· δραμεῖσθαι AS. διώξεσθαι (Λ 701)
- *<θεύσεαι>· δραμεῖ (Ψ 623) (S) n
- <θευσόμεθα>· δραμούμεθα. φευξόμεθα. πλευσόμεθα
- <θεῦτιν>· †σκαράδιν. Ἱππῶναξ (fr. 115 Bgk.)
- *<θέων>· βαδίζων, [τρέχων (Ζ 54 ..) AS. r
- <θεώματα>· τὰ περικαθαρτήρια
- <θεῶν ἀγορά>· παροιμία ἐπὶ τῶν τολμώντων λέγειν ἐν τοῖς
τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς
- <θεῶν ἐπὶ Καλλικολώνῃ>· τόπος ἐστὶ τῆς Τροίας ὑψηλός
(Υ 53)
- <θεῶν ἐν γούνασι κεῖται>· παράκειται τῷ θεῷ, καὶ ἐν τῇ
δυνάμει αὐτοῦ καὶ ἐξουσίᾳ κεῖται (Ρ 514)
- <θεωρία>· ὄψις, [θέα r
- <θεωρίδες>· αἱ περὶ τὸν Διόνυσον Βάκχαι (trag.)
- <θεωρικὰ χρήματα>· τὰ εἰς θεῶν τιμὰς καὶ ἑορτὰς διδόμενα ἐν
τοῖς Παναθηναίοις καὶ Διονυσίοις. ἅτινα ἐν τῷ θεάτρῳ ἐδίδοτο, καὶ ἐκ τοῦ θεάτρου συνήγετο ἀπὸ †μισθομένου τόπου
- <θεωρικὸν ἀργύριον>· τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον,
θεωρίας ἕνεκα, τοῦ καὶ τοὺς πένητας μετέχειν τῶν θεωριῶν. καὶ πάντα τὰ διανεμόμενα θεωρικὰ ἐλέγετο
- <θεωρικῶς>· ὡς θεωρὸς ἐστεφανωμένος· θεωροὺς δὲ ἐκάλουν τοὺς
τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπάγοντας. ἐστεφάνουν γὰρ οὗτοι τὰς ἀπήνας
- <Θεώριος>· ὁ Ἀπόλλων r
- <Θεωρίς>· κύριον ὄνομα. καὶ θεωρία. καὶ ἡ Σικυωνία τὸ γένος
<Σοφοκλέους> ἐρωμένη
- <θεωροί>· οἱ θεοπρόποι. καὶ οἱ θεώμενοι, ἢ οἱ φροντίζοντες περὶ
τὰ θεῖα. λέγουσι δὲ καὶ τὴν ὁδόν, δι' ἧς ἴασιν ἐπὶ τὰ ἱερά, <θεω- ρίδα>· καὶ τὰ διανεμόμενα ἀργύρια ἐν ταῖς ἑορταῖς <<θεωρικά>>
- *<θεωρούς>· θεωρητάς (2. Macc. 4,19) AS ἐπόπτας
- *<Θηβαῖοι>· ἔθνος <Βοιωτίας> ASn
- <Θήβανις>· ἄνεμος
- <Θηβάνας>· [θήρα] ἐκ τοῦ Πλακίου κόλπου πνέουσα <ζάλη>
- *<Θήβη>· πόλις Βοιωτίας (Δ 378 ..) r. n [καὶ κιβώτιον (Exod.
2,3 v. l.)]
- <θῆβος>· θαῦμα S# s
- <θηγάνει>· ὀξύνει (Aesch. Ag. 1535)
- <θηγάνεον>· ὀξύ, [ἠκονημένον r
- <θηγάνη>· ἀκόνη rp. λέγουσι δὲ καὶ [<θήγανον> <τὸ αὐτό> r
- <θήγειν>· ἀκονᾶν, ὀξύνειν (Eur. Or. 1036) (n)
- †<θήγεια>· θαυμαστά. ψευδῆ
- †<θηγή>· θήκη. [θέσις. τάξις S# s
- <θηγόν>· ... οἱ δὲ ὀξύ, ἀκονητόν
- *<θήγει>· ἀκονᾷ ASg, ὀξύνει (Ν 475) g
- <θηεῖσθαι>· θαυμάζειν p
- <θηεῖτο>· ἑώρα. ἐθαύμαζε (ε 75)
- *<θηεύμενοι>· θεωροῦντες (Hdt. 7, 146,3) n
- *<θηεῦντο>· ἐθαύμαζον (Η 444 ..) r. ASgn
- <θήῃ>· ποιήσῃ (ο 51 ..)
- <θήῃς>· ποιήσῃς (Ζ 432 v. l.) S#
- †<θήημος>· ἔθιμος
- †<θηήμων>· ἐθίμων
- <θηήσασθαι>· θεάσασθαι. θαυμάσαι
- <θηήσεται>· θαυμάσεται
- <θηητήρ>· θαυμαστής r. θεατήρ (φ 397)
- <θηητής>· [ἀπατεών.] θεωρός
- <θηητόν>· θαυμαστόν. καλόν. καταθύμιον. περικαλλές. σύμφορον
- <θηητός>· θαυμαστός r
- <θῆκαι>· οἱ ἀπόθετοι τόποι (Eur. Hec. 1147). *[ἢ σοροί AS (g)
- *<θήκατο>· ἐπέθηκεν (Κ 31) g s
- <θηκία>· τὰ ἐντάφια r. δηλοῖ δὲ καὶ θησαυρόν. καὶ τάφον. καμψίον.
γλωσσοκομεῖον
- <θηκτόν>· ὀξύ, [ἠκονημένον (Eur. Med. 40) p
- <θηλαί>· τῶν μαστῶν τὰ ἄκρα [τῶν μαστῶν]. καὶ τῶν χειλῶν
τὰ ἐκπτυσσόμενα
- <θηλαμίνου>· νεογνοῦ
- <θηλαμών>· τροφός r. ns
- <θήλαντο>· ἐθήλασαν s
- <θηλάστρια>· τροφός r. ἔστι δὲ Ἰακόν. Σοφοκλῆς Ἀλεξάνδρῳ
(fr. 94)
- <θήλεα>· ἱμάντων τὰ τετρημένα, εἰς ἃ διωθεῖται τὰ ὀξέα. καὶ τῶν
σπονδύλων τὰ κοῖλα
- *<θηλή>· μαστός r. ASvgn
- [<θηλητήρ>· κυνηγός]
- *<θῆλυ>· ἀσθενές (Eur. Med. 928). γυνή ASn
- <θηλυγενής>· ὁ ἐναντίος τῷ ἀῤῥενωπῷ
- *<θηλυδρίας>· ὁ τεθηλυμμένος r. ASvgn
- <θηλυδριῶδες>· τὸ κατακεκλασμένον (Ar. Thesm. 131)
- *<θηλυμανεῖς>· πόρνοι (Ierem. 5,8) (AS) vg
- *[<θηλύματα>· μέλιτι βεβρεγμένα ἄλφιτα] AS
- <θηλύνει>· μαλάσσει
- <θῆλυς ἐέρση>· ἡ τὰ φυτὰ θάλλειν ποιοῦσα δρόσος, καὶ θρε-
πτική (ε 467)
- <θηλύτεραι>· αἱ γυναῖκες (Θ 520)
- <θηλυτεράων>· θηλειῶν, τῶν μόνων ἐγκυμόνων πλησιαζουσῶν
ἀνδράσι. μόναι γὰρ αἱ γυναῖκες ἔγκυοι οὖσαι πλησιάζουσιν ἀνδράσι, τῶν δὲ ἄλλων ζῴων οὐδέν (λ 386 ..)
- <θηλυφόνον>· τὸ ἀκόνιτον
- <θηλώ>· τροφός, τήθη
- <θῆμα>· θήκη. τάφος r. ἀνάθημα. Σοφοκλῆς Σαλμωνεῖ (fr. 498)
- *<θημωνιαί>· οἱ σωροὶ τῶν δραγμάτων (A) S (vg)
- <θημωνιά>· ἀπόθεσις
- <θημών>· πᾶν τὸ σεσωρευμένον, οἷον ἀχύρων ἢ πυρῶν (ε 368)
- <θημῶνες>· θημωνιαί S#n
- <θήν>· δή (Θ 448) n, ἤ που (Ρ 29)
- *†<θήνιον>· γάλα (Iob 15,7) Aps
- <θῆξαι>· ὀξῦναι, ἀκονῆσαι
- †<θῆξις>· ῥοπή. στιγμή. τάχος
- <θηπαλέος>· βωμολόχος
- <θήπει>· ψεύδεται
- <θηπητής>· ἀπατεών s
- <θηπόν>· καταθύμιον. [θαυμαστόν r
- <θήπω>· ἐπιθυμῶ. [θαυμάζω r. s
- <θήπων>· ἐξαπατῶν, κολακεύων (Hippon. fr. 14). θαυμάζων
- <θήρ>· θηρίον. ὁ λέων· ἀπὸ τοῦ θοῶς ὀρούειν
- *<θήρα>· κυνηγία ASgn, ἄγρα AS
- *<θήραμα>· εὕρεμα ASvgn <ἄγρευμα> Avgn
- <θηρᾶν>· ζητεῖν. εὑρεῖν. μηχανᾶσθαι
- <θῆρας>· τοὺς σατυρίσκους
- *<θήρατρον>· δέλεαρ. [ἄγκιστρον (Xen. Mem. 3, 11,7) ASvgn
- *<θηράτρων>· θηρατικῶν AS
- [<θήραυλος>· ἀγρός τις]
- <Θηραῖον πέπλον>· τὸ ποικίλον <ἱμάτιον> s οἱ Ἀττικοί· δοκεῖ
δὲ ἀπὸ Θήρας τῆς νήσου προσηγορεῦσθαι
- <θηρία>· τὰ ζῷα s. καὶ ἐπὶ τῶν ἵππων οὕτω λέγουσι
- *<θηρητήρ>· κυνηγός (Λ 292) (r. n)
- *<θηρί>· λέοντι (Γ 449) n
- <Θηρίκλειος>· κυλίκων εἶδος· ἀπὸ Θηρικλέους κεραμέως
- <θηρίον>· πάθος τι σώματος, ὃ καὶ καρκίνος καλεῖται (Hippocr.
loc. hom. 29 ..)
- <Θηρίτας>· ὁ Ἐνυάλιος παρὰ Λάκωσιν
- <θηριώδης>· ἀγριαινόμενος (Hippocr. Epid. 2, 1,3)
- <θηροειδεῖς>· ἐφαπτίδες ποικίλως διηνθισμέναι
- <θηροθῆραι>· θηρευταί s
- *<θηρολέξης>· ὁ τὰς λέξεις θηρώμενος r. ASvgp
- <θηρολέτης>· κυνηγός (Greg. Naz. c. 2,1, 87,7) S#
- <θηρός>· λέοντος (Κ 184)
- <θηροσύνας>· κυνηγίας
- <θηρότις>· θηρεύτρια
- <θηροφόνος>· θηροκτόνος ps. Ἄρτεμις
- *<θηρώμενοι>· θηρῶντες A, ἀγρεύοντες ASvgn
- <θής>· δοῦλος rs, μισθωτός p. παράσιτος. ἢ ὁ τὴν μισθαρνικὴν
ἐργαζόμενος παρὰ Ἀθηναίοις
- *<θὴρ ὥς>· ὡς θήρ (Eur. Hec. 1173)
- <θῆσαι>· θρέψαι, θηλάσαι
- <θησαίατο>· θαυμάσειαν (σ 191)
- <θησάμενοι>· αἰτησάμενοι. Κρῆτες
- *<θήσαντο>· ἐθαύμασαν (Ο 682 ..) AS
- <θήσασθαι>· θεάσασθαι. θηλάσαι. *[εὐωχηθῆναι. μεθυσθῆναι AS
- <θησάσθω>· κοιμηθήτω
- *<θῆσσαν> <<τράπεζαν>·> δουλικὴν <τροφήν> (Eur. Alc. 2) AS
- <θήσατο>· ἐθήλασεν (Ω 58)
- <θησαυρίσασαν>· συνάξασαν
- <θησαυρός>· εἰς ἀγαλμάτων καὶ χρημάτων [ἢ] ἱερῶν ἀπόθεσιν
οἶκος
- <θήσει>· ὑποθήσεται. ποιήσει (λ 101)
- <Θησεῖα>· ἑορτὴ Ἀθήνησι
- <Θήσειον>· νεὼς Θησέως, ἐφ' ὃν οἱ ἀποδιδράσκοντες κατέφευγον.
δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· καὶ τὸ δεσμωτήριον παρὰ Ἀθη- ναίοις
- <θήσεται>· ποιήσεται
- <θήσω>· [ἥσω.] αἰτήσω. Βοιωτοί
- <θησόμενοι>· αἰτησόμενοι
- *<θήσω>· ποιήσω (Eur. Hec. 869) A
- †<θηταλά>· θαυμαστά, ψεύδεσιν ὅμοια
- *<θητεῖαι>· μισθώσεις A, <ἐπὶ> μισθῷ δουλεῖαι (Σa)
- *<θητεύει>· δουλεύει μισθῷ (Eur. Alc. 6) (A) Sn
- <θητικόν>· τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις
- <θητόν>· βωμόν (s)
- *<θῆτας>· μισθωτούς r
- [<θίασε>· χόρευσε]
- <θιαγόνες>· ἄρτοι, οἳ παρετίθεντο τοῖς θεοῖς
- [<θιάκχα>· ἄνθη ἐν Συκιῶνι]
- [<θιάλλαι>· θῆμνες]
- <θιάρατος>· εὐκτός
- †*<θιάσαι>· χορεῦσαι ASn
- <θιασεῦσαι>· σπεῖσαι. προσενέγκαι
- <θίασον>· εὐωχίαν. καὶ πλῆθος, οὐ μόνον τὸ Βακχικόν, ἀλλὰ καὶ
τὸ ἐρανικόν
- <θίασος>· *χοροῦ σύστασις ASn, ἢ σύλλογος Ap. καὶ τὸ ψιλὸν
πλῆθος· ἔσθ' ὅτε δὲ καὶ τὸ Βακχικόν· ἢ ἑσμὸς γυναικῶν (Eur. Bacch. 56 ..)
- <θιασῶνες>· οἶκοι, ἐν οἷς συνιόντες δειπνοῦσιν οἱ θίασοι
- *<θιασῶται>· χορευταί (r). AS(g) n
- <Θίβεις>· γόητές τινες
- *<θίβις>· πλεκτόν τι AS κιβωτοειδές S, ὡς γλωσσοκομεῖον (Exod.
2,3 ..) Ss
- <θίβωνος>· κιβωτοῦ. Κύπριοι
- <θιβρήν>· φιλόκοσμον, καλλυντικήν, ὑπερήφανον, καταφερῆ, καὶ
θρασεῖαν (Euphor. fr. 93 Scheidw.) καὶ παρὰ μὲν Νικάνδρῳ τὴν ἔμπυρον, καὶ καυστικήν (Ther. 35). [τινὲς δὲ χαλεπήν (s)
- <θιβρόν>· τρυφερόν. καλόν. σεμνόν. ἁπαλόν
- *<θιγεῖν>· ψαῦσαι p. ἅψασθαι n, ἅπτεσθαι (Eur. Alc. 1117) ASvg
- <θιγμάτων>· μιασμάτων
- [<θίγωνος>· κιβωτοῦ]
- <θίημι>· ποιῶ, <φιλῶ> s
- <θιδρακίνη>· θίδραξ καὶ *θρίδαξ AS
- <θήϊον>· θεῖον τὸ ὀρυκτόν. Κρῆτες
- <θιῆσαι>· ποιῆσαι. φιλῆσαι
- <θίκελιν>· τὴν γογγυλίδα. Λάκωνες
- <θίλα>· ὁ θημών
- *[<θιμῶνες>· θιμωνίαι] AS
- <θίν>· ὁ αἰγιαλός, ἀπὸ τοῦ θείνεσθαι. καὶ θῖν' ἁλὸς (Α 316 ..)
πολλάκις τὸ αὐτὸ λέγει. καὶ ἀρσενικῶς Ὅμηρος ὁ <θίν>, καὶ ὁ σωρός· πολὺς δ' ἀμφ' ὀστεόφιν θίς (μ 45) καὶ ἄμμος
- *<θῖνες>· ψάμμοι. ὑψηλοὶ τόποι. [καὶ αἱ τῶν καρπῶν συγκομιδαί
(AS)
- *<θινί>· αἰγιαλῷ (Δ 248) gn
- *<θινομένη>· τυπτομένη (Α 588) ASn
- *<θινῶν>· αἰγιαλῶν. ἢ σωρῶν A πυρῶν (Gen. 49,26. Iob 15,7)
- *<θίξεσθαι>· ἅψεσθαι ASs
- <θίξις>· ἔφαψις
- <θιός>· θεός. Κρῆτες
- <θιπόβρωτος> [κακῶς δίχα τοῦ <ρ> λέγεται] καὶ <θριπόβρωτος>·
ὁ ὑπὸ σητῶν βεβρωμένος
- <θίς>· ὄχθος. [βουνὸς ἀμμώδης (S). [αἰγιαλός Snp. θάλασσα s.
σωρὸς p κυμάτων. τὸ κάτω βάθος τῆς θαλάσσης. ἢ ὀστέων σωρός
- <θιγάνα> χῶμα σωροειδές
- <θισπῶσαι>· εἰκάσαι
- *<θλαδίας>· εὐνοῦχος (Deut. 23,2). Anp [καὶ οἱ τῆς ψάμμου
σωροί g (n)]
- <θλάσας>· κλάσας, συνθλάσας
- <θλάσπις>· πόα ἣν ἔνιοι σαύριον
- <θλίβει>· ὠθεῖ, *[πιέζει r Σ
- *<θλίβεται>· πατεῖται. τοῦτο δὲ ἐπὶ σταφυλῆς. λέγεται γὰρ καὶ
ὅτε τις ὀλιγωρεῖ AS πιέζεται
- <θλιβίας>· θλαδίας. σπάδων
- <θλῖψις>· στένωσις. λύπη (Prov. 1,27 ..)
- *<>θνάναι>· ἀποθανεῖν Avg
- <θνησίδια>· νεκριμαῖα (p)
- <θνήσκοντας>· ἀποθνήσκοντας (Α 56)
- <θοάζει>· *τρέχει. μαίνεται (Eur. Troad. 307) AS. σκιρτᾷ. †κτεί-
νει. σπεύδει. *[ταράττει Ans. κάθηται. [χορεύει A. ἀνύει. ἥδεται. τελεῖ. πλάττει. φοβεῖται. πλανᾶται. θεοφορεῖται (Eur. Bacch. 65)
- <Θόαξος>· Ἀπόλλων ... <τῆς Λακωνικῆς>
- *<θοας>· ὀξείας. [ταχείας [τῆς Λακωνικῆς] ὁρμάς ASvgn. ἢ ἡγε-
μὼν Αἰτωλίας (Δ 527) A [ἢ <ἐπὶ νῆας>, ἢ τὰς ταχείας ναῦς (Α 12 ..)]
- *<θοή>· ταχεῖα ASvg. ἡ νὺξ μέλαινα S. δεινή. [ὀξεῖα ns. ἰσχυρά
- <θοὴν διὰ νύκτα>· θείαν. ταχεῖαν. ὀξεῖαν (Κ 394)
- <θοὴν ἀλεγύνετε δαῖτα>· τὴν ἀγαθήν (θ 38)
- *<θοηρός>· τεταραγμένος [ἐστίν] AS
- <θοῇσι>· ταχείαις· νηυσὶ θοῇσιν (Ι 435 ..) ὅταν δὲ εἴπῃ· νυκτὶ
θοῇ (Μ 463 ..) ταῖς †τιναῖς, ἢ ταχείαις· ἔνιοι δὲ κατὰ σχῆμα ὀξεῖα. τῆς γὰρ γῆς σκιά ἐστιν· αὕτη γὰρ κωνοειδής. τὸ δὲ θοὸς ὀξύνεται
- <θοία>· ζεῦγος ἡμιόνων p
- *<θοἰμάτιον>· <τὸ> ἱμάτιον Avgps
- *<θοινᾶται>· εὐωχεῖται ASn
- *<θοινᾶσθαι>· εὐωχεῖσθαι (Eur. Alc. 542) n
- *<θοίνη>· εὐωχία vg, τροφή n, καὶ τρυφή vg. ἢ τράπεζα (Sap.
12,5) s (AS)
- *<θοινητήριον>· κατάβρωμα, τροφή (Eur. Rhes. 515) Anp
- <θολία>· πέτασος εἰς ὀξὺ συνηγμένος. σκιάδιον
- <θολερεῖν>· ταραχίζεσθαι
- <θολερόν>· *ταραχῶδες vg. ἀκάθαρτον, βορβορῶδες, *[τεταραγ-
μένον vgAS
- <θολερῶς προβαίνεις>· μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν
ἔχων, ἀλλ' ἀστάτως καὶ τεταραγμένως προϊών (Com. ad. 865?)
- †<θολερόφρον>· μέγα ......
- <θ' ὁλκάζει>· χαλιναγωγεῖ
- <θολόν>· τεταραγμένον <ὕδωρ>
- *<θολος>· στρογγυλοειδὴς οἶκος ASvg, δι' ὀστράκων †εἰλημμένος
(A) S. ἢ τὸ τῆς σηπίας μέλαν S
- <θόλος>· κυρίως μὲν καμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ
ἀπολήγουσαν ἔχων τὴν στέγην κατασκευασμένος· ἢ ὅπου οἱ πρυτάνεις καὶ ἡ βουλὴ συνεστιῶντο. θηλυκῶς δὲ ἔλεγον τὴν θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται
- *<θολοῦσα>· σκοτοῦσα ASvgn
- <θολῶσαι>· πληρῶσαι. στεγάσαι. *[ταράξαι. σκοτίσαι (As)
- †<θονανία>· ὀξεῖα
- <θοόν>· ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. *[ταχινόν ASvg
- [<θορᾶ>· κατεπήδησεν]
- <θόρανδε>· τὸ ἔξω Πάφιοι ..
- <Θοράτης>· Ἀπόλλων παρὰ Λάκωσιν
- *<θόρε>· ἐπήδησεν (Θ 320 ..) ASgn
- <θορεῖν>· πηδῆσαι, ὁρμῆσαι. ὀχεῦσαι
- <θορηνεύς>· ὁ ξιφίας ἰχθύς
- <Θορικός>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ
Θορίκου [Κύπριοι]
- <Θόρναξ>· ὑποπόδιον. ἢ ἱερὸν Ἀπόλλωνος ἐν τῇ Λακωνικῇ,
ἀπό τε Θόρνακος <Θορνάκιος Ἀπόλλων>
- <θόρνυσθαι>· γεννᾶν, μίγνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν [γεν-
νᾶν]
- <θόρισμα>· δέλεαρ ἰχθύσι
- <θορός>· βάτης, ἀφροδισιαστής. *ὀχεία, [ἡ ἔκκρισις τοῦ σπέρ-
ματος ASvg
- <θοῤῥοῖο>· ὀχετοῦ
- <θόρυβος>· ζάλη, [ταραχή r
- *<θορών>· πηδήσας, ὁρμήσας n(p), δραμών
- <θοῦ>· θές. ἐπίστησον (Ps. 140,3?)
- <Θουκυδίδης>· ἱστοριῶν συγγραφεύς. ὄνομα κύριον
- <θοὐλκότατον>· βαρύτατον
- <θουμός>· [λόγος, μῦθος] ἑστίασις
- <θουράς>· ἡ ὀρεκτικῶς ἔχουσα, καταφερής. καὶ †θουραι
- <θουραίην>· ἀνδρείαν. θρασεῖαν. ἰσχυράν
- <θουρήεντος>· λάγνου
- <θοῦριν>· βάτην
- <θουρήτιες>· αἱ τῶν ζῴων μίξεις
- <θούρητρα>· ὀχεῖα
- <θούριδες>· νύμφαι. Μοῦσαι. Μακεδόνες
- <θούριδος ἀλκῆς>· τῆς πολεμικῆς S. ἀπὸ τοῦ θορεῖν, ὅ ἐστι
πηδῆσαι (Δ 234 ..), ἀφ' οὗ καὶ <θοῦρος> Ἄρης (Ε 507)
- <θουριομάντεις>· τοὺς περὶ Λάμπωνα. φασὶν γὰρ εἰς Σύβαριν
τὴν ἀποικίαν Λάμπωνα ἀγαγεῖν· τινὲς δὲ ... μάντιν ὄντα (Ar. Nubb. 332)
- <θουριῶν>· ἐνεργῶν
- <θοῦρον>· *πηδητικόν vgAn, ὁρμητικόν An, πολεμικόν g (Ε 30 ..).
θρασύ. μέγα. ἐῤῥωμένον (Eur. Rhes. 492)
- <θούσχοινοι, ἢ θοόσχοινοι>· ἁρπάγαι, ἀντλητῆρες
- [<θοωθείς>· πλασθείς]
- *<θοώκους>· συνέδρια (Greg. Naz. c. 2,1,1,153) gn
- <θοωθείς>· [πλησθείς. ἑστιαθείς]. παροξυνθείς. [εὐωχηθείς]
- <θοῶς>· σφοδρῶς. *[ταχέως (Γ 325 ..) ASns
- <Θόωσα>· μήτηρ Κύκλωπος (α 71)
- <θοῶσαι>· ὀξῦναι. λαμπρῦναι. ποιῆσαι. πυρῶσαι
- <θοώτατος>· ταχύτατος, τάχιστος
- <θραίειν>· λοιδορεῖν. Λάκωνες
- <Θραικία>· Ἀφροδίτη
- †<θραννομένη>· προορῶσα
- [<θρανεύεται>· συντρίβεται S]
- <θρακτικόν>· πορευτόν
- †<θραμβόν>· καπυρόν
- <θράμις>· κριός
- <θρανίαι>· θρόμβοι
- <θρανίον>· δίφρος. ὑποπόδιον. πάσσαλος. θρόνος. καὶ τὸ ὑπὸ
τοῖς φατνώμασι σανίδωμα. καὶ λάσανα. καὶ νεὼς μέρος. καὶ τὸ ὑπὸ τὴν δοκὸν †τι ...
- <θρανογράφους>· τοὺς εὐτελεῖς τοιχογράφους
- <θράνων>· δίφρων
- <θρανίτιδες κῶπαι>· αἷς οἱ θρανῖται χρῶνται ἐν ταῖς κατα-
φράκτοις ναυσί
- <θρᾶξαι>· ταράξαι. λυπῆσαι. Εὐριπίδης Πειρίθῳ (fr. 600)
- <θραξεῖται>· ταράξεται. πορεύσεται
- <θρασεῖαν>· ὀξεῖαν
- *[<θράσις] θραῦσις>· φθορά. θάνατος. ἀῤῥωστία. ἧττα ἐν πο-
λέμῳ ASvg
- <θράσκειν>· ἀναμιμνήσκειν
- †<θρασύτην>· τὸ ἀποδημοῦντα θρασύνεσθαι
- <θράσος>· δαίμων. ἀλαζονεία, φρύαγμα. ὀξύτης. μάχη
- *<θρασυκάρδιος>· εὔτολμος ASvg, θρασύς (A), τολμηρός (Κ 41)
Anps
- <θρασυμέμνονα>· θρασὺν κατὰ τὸ μένος. γενναῖον. εὔτολμον,
τολμηρόν (Ε 639).
- <<θρασύστομον>·> ἀλαζόνα. τραχύν. σκληρόν. ἀπηνῆ. φλύαρον,
ταραχώδη. ὑβριστήν
- *<θράττειν>· ἐνοχλεῖν Σ, [ταράττειν pΣ
- †<θράττης>· ὁ λίθος ὑπὸ Θρᾳκῶν
- *<θράττεύομαι>· συντρίβομαι A, συγκόπτομαι AS
- <θράττον>· ὕπερον. [κόλουρον]
- *<θραύει>· συντρίβει Avgs
- <θραῦλον>· κόλουρον. †ἄπυρον
- <θραῦρον>· †ῥαγανόν. θραυόμενον
- <θραύσει>· [θραύει] ἀμήσει. ἀπολεῖ (Num. 24,17)
- a) *<θραῦσις>· *ὀργή. πληγή (Num. 17,12) ASvgn b) <<θραύ-
στης>·> σφῦρα ἡ τοὺς βώλους θραύουσα
- <θραῦσμα>· λύπη. πληγή. κατάπτωμα γῆς. καταστολή (Nah.
2,10(11)). παῦσμα (A), παῦσις
- <θραχθείς>· ταραχθείς
- *<θρεκτικώτατος>· ὀξύτατος <ἐν δρόμῳ> A
- <θρέκτος>· δρόμος ταχινός s. ἀπὸ τοῦ θρέξαι καὶ δραμεῖν
- <θρέειν>· θροεῖν
- <θρεομένη>· θρηνοῦσα (Eur. Med. 51) S
- <θρέμματα>· βοσκήματα, *πρόβατα gn. τέκνα ps
- <θρέξαντες>· ἐλαφρῶς ἐπελθόντες (Ν 409)
- <θρεόμενον>· ὀλοφυρόμενον
- *<θρέπτρα>· τροφεῖα p. τροφῶν ἀμοιβάς (Δ 478) AS
- <θρεπτῆρες>· τρέφοντες (r)
- <θρέπτειρα>· τροφός (Eur. Tro. 195) AS
- <θρεπτός>· τρόφιμος, ὑπὸ τῶν τρεφουσῶν
- <θρεκτοῖσι νόμοις>· ἀντὶ τοῦ τροχαίοις Σοφοκλῆς Ὀδυσσεῖ
μαινομένῳ. ἔνιοι δὲ <κρεκτοῖς> (fr. 425)
- †<θρέξατο>· ἐφυλάξατο. ἐσεβάσθη
- <θρεσκή>· ἁγνή. πάντα εὐλαβουμένη
- <θρεσκός>· περιττῶς δεισιδαίμων
- <θρέττε>· τὸ ἀνδρεῖον. ἢ θρασύ (Ar. Equ. 17) p
- <θρεφθῆναι>· τραφῆναι (Eur. Hec. 600) r. παγῆναι
- <θρέψαι>· πῆξαι (ι 246). καὶ τὸ σύνηθες. ἐκτρέφειν (Eur. Phoen.
804)
- *<θρηνεῖ>· πενθεῖ, ὀλολύζει A, ὀλοφύρεται (Eur. Hec. 675)
- *<θρῆνυν>· ὑποπόδιον (Ξ 240) ASgn
- <θρήικια>· ὑποδημάτων εἶδος ps Περσικῶν
- <θρῆνος>· γόος
- [<θρής>· ἡμίονος]
- <θρῆνυν ἐφ' ἑπταπόδην>· τόπος τῆς νηὸς βάσιν ἔχων (Ο 729)
- <θρῆνυς>· ὑποπόδιον. καὶ ἡ ἐν τῷ μέσῳ πλοίου σανίς, ἀπὸ τοίχου
εἰς τοῖχον n
- <θρησκεία>· σέβασμα (Ep. Iac. 1,26)
- <θρησκεύει>· σέβεται S, θεραπεύει. προσεδρεύει. *[ὑπηρετεῖ τῷ
θεῷ Avg, λατρεύει S
- *<θρησκός>· ἑτερόδοξος r. ASvgn. εὐσεβής (Ep. Iac. 1,26)
- <θρήσκω>· νοῶ r
- †<θρησόμενος>· θερισόμενος. θερμανθησόμενος
- [<θρήττανον>· τῆς ἁμάξης, ἐφ' ᾧ τὰ ἀγόμενα ἐπιτίθεται]
- <θρῖα>· φύλλα συκῆς, ἢ ἀμπέλου r. ASvn <ὡς Ἀπολλόδωρος> n
καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα
- <θριάζειν>· φυλλολογεῖν. ἐνθουσιᾶν, ἐνθουσιάζειν. Εὐριπίδης
Λικυμνίῳ (fr. 478) καὶ Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 428)
- <θριαί>· αἱ πρῶται μάντεις. καὶ νύμφαι. καὶ αἱ μαντικαὶ ψῆφοι
- <θριαμβεῦσαι>· θορυβῆσαι. βοῆσαι
- *<θριαμβεύσας>· πομπεύσας (Col. 2,15) ASvgn
- <θρίαμβος>· *πομπή. ἐπίδειξις νίκης ASvg. ἢ Διονυσιακὸς ὕμνος,
Ἴαμβος
- †<θριάτιον>· ἁπαλωτέρα τροφή
- <Θριάσιαι>· πύλαι οὕτω καλοῦνται Ἀθήνησιν
- <θριγκός>· *ἡ στεφάνη Avg τοῦ τείχους. [περίφραγμα AS καὶ
[περίβολος Sn (η 87). ἤγουν τὸ ἀνώτατον <τῆς> τοῦ τείχους οἰκοδομῆς ἐφ' οὗ καὶ ἡ στέγη κεῖται. καὶ ὁ ὑπὸ τὸν κλινόποδα τοῦ τοίχου τόπος. ἢ περιχαράκωμα. καὶ <τριγχός>
- *<θριγκοῖς>· φραγμοῖς (ρ 267) gn
- <θριδακίναι>· εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρ' ἡμῖν
θρίδακες, [ἤτοι μαρούλια np
- <θριῆσαι>· μαντεῦσαι
- †<θριλιδεῖν>· θρυλλεῖν
- <θριήβολοι>· ἱερεῖς
- <Θρινακία>· ἱερὰ Ἡλίῳ, ἡ νῦν Σικελία, τρία ἄκρα ἔχουσα (λ 107 ..)
[Λιλύβαιον, Πάχυνον, Πελωριάδα· ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς εἶναι]
- <θρῖναξ>· *πτύον σίτου ASvgn. ἢ τρίαινα
- <θρινία>· ἄμπελος ἐν Κρήτῃ
- †<θριμμός>· γογγυσμός
- <θρῖον>· *βρῶμα σκευαστόν ASgn. διττὴ αὐτοῦ ἡ σκευασία· ἡ
μὲν διὰ ταρίχου, ἡ δὲ διὰ ᾠῶν ἐπιχεομένου μέλιτος. συκῆς δὲ φύλλα οὐχ ἁπαλὰ ἐπετίθετο· ἔχουσι γάρ τινα ὀσμήν. διὸ καὶ θρῖον ἐκλήθη
- <Θριοῦς>· δῆμος φυλῆς Οἰνηΐδος
- <θριπόβρωτος>· οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο ξύλοις ὑπὸ
σητῶν βεβρωμένοις, κατασημαινόμενοι ὁπότε βούλοιντο. Φιλο- στέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι
- †<θρίσκειν>· τὸν θροῦν
- *<θρησκεία>· λατρεία p
- [<θρόα>· ἄνθη. ἀπὸ τοῦ θορεῖν ἄνω]
- <θριπήδεστον>· ξύλον [ὑπὸ θριπῶν βεβρωμένον r. οἱ γὰρ ἐν
τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο
- [<θρίττε>· ἀνδρεῖον. θρασύ. ἔστι δὲ ἀμετάφραστον]
- <θρίψ>· γλίσχρος, φειδωλός
- <Θριώ>· δῆμος. ἑορτὴ Ἀπόλλωνος· καὶ ἡ σύντροφος αὐτοῦ
- <Θριῶζε>· εἰς Θριάσιον πεδίον
- <θροεῖ>· λαλεῖ. ψοφεῖ. θορυβεῖ. ἠχεῖ
- <<θροεῖται>·> ἐκπλήττεται r
- †<θρόδακα>· θρίδακα. †Κύπριοι
- *<θρόμβοι <αἵματος·>> αἷμα παχὺ πεπηγὸς, ὡς βουνοὶ <αἵματος>
(Luc. 22,44) ASn
- <θρόνα>· ἄνθη. καὶ τὰ ἐκ χρωμάτων ποικίλματα (Χ 441) S
- <θρονίτις>· πρώτιστος
- <Θρόνιον>· πόλις <Λοκρίδος> (Β 533) r
- <θρόνον τετράπουν>· ... καὶ τὸν ἱερὸν δίφρον. καὶ ἐκπεποικιλ-
μένον
- <θρόνος>· ἀνάκλιτος [δίφρος r
- <θρόνωσις>· καταρχὴ περὶ τοὺς μυουμένους (Plat. Euthyd. 277d)
- <θρόος>· σκληρὰ φωνή. λαλιά. θροῦς. θόρυβος (Δ 437). φθόγγος.
ψόφος. ἢ τεθραυσμένη φωνή
- <θρώισκει>· πηδᾷ, σκιρτᾷ (r)
- <θρωσμός>· ὑψηλὸς τόπος (Κ 160 ..) r (ASvg)
- *<θροῦς>· ὁ διὰ στόματος ἦχος n. λαλιά ASvg. ψιθυρισμός (Sap.
1,10)
- <θρυαλλίς>· ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ
οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν *τὸ ἐλλύχ- νιον ASvgn
- <θρίαμβοι>· τρόπαια
- <θρυλισμός>· φωνή
- <θρυγανᾷ>· κνᾶται. ξύει
- <θρυγανίς>· ψίαθος
- [<θρύδεσα>· ἀπὸ τῆς Θρύου πόλεως]
- [<θρυλλεῖ>· ταράσσει, ὀχλεῖ]
- <θρυλλήματα>· ἄσημοι φωναί
- <θρυλλίχθη>· συνετρίβη. [συνεθραύσθη r. n. ἀπεδρύφθη (Ψ 396)
- *<θρύλλοι>· ψιθυρισμοί. ὁμιλίαι ASvgn
- <θρυμματίς>· ἡ ὑφ' ἡμῶν ἐνθρυμματίς
- <θρυμίς>· ἰχθὺς ποιός
- <θρύμματα>· κλάσματα ἄρτου r
- <Θρύον>· πόλις ἐν Ἀρκαδίῃ (Β 592), ἣν Θρυόεσσαν Ὅμηρος
λέγει (Λ 711) n. καὶ εἶδος βοτάνης (Φ 351)
- [<Θρυόνιον>· πόλις Λοκρίδος. ἢ Θρόνιον]
- <θρύπτακον>· κλάσμα ἄρτου. Κρῆτες
- *<θρύπτεται>· μαλακίζεται, τρυφᾷ, στρηνιᾷ. κλᾶται ASn
- <θρυπτεύεται>· ὑπερηφανεύεται
- <θρύψαι>· θραῦσαι. κόψαι. κλάσαι. καὶ ἀνακλάσαι. μαλάξαι
- <>θρύσκα>· ἄγρια λάχανα
- <θρύψιχος>· τρυφερός r, μαλακός. αἰσχρός. [χαῦνος r
- <θρυψίχρως>· τρυφερός
- <θρώσκει>· πηδᾷ, ἀφάλλεται. κολυμβᾷ
- [<Θρῶ>· λιμός]
- <θρῶναξ>· κηφήν. Λάκωνες
- <θρώπτει>· σκώπτει (r)
- <θρώσκει>· *πηδᾷ ASgn. σκιρτᾷ. τρέχει. [ἅλλεται n. πίπτει.
ὀχεύει, ἔγκυον ποιεῖ, γεννᾷ
- <θρῶσις>· διαίρεσις. σπαρτίον, σειρά. καὶ ἡ κάτω σχοῖνος τοῦ
δικτύου
- <θρώσσει>· γεννᾷ. φοβεῖται
- <θρώσκω γνώμαν>· Καλλίστρατος ἀντὶ τοῦ αἰσθάνομαι νοῦν
κεῖσθαι λέγει. τινὲς δὲ ἀντὶ τοῦ ὀροῦσαι κατὰ τὸ πληθυντικόν
- <θρώσκων κνώδαλα>· ἐκθορίζων, καὶ σπερματίζων. γεννῶν.
Αἰσχύλος Ἀμυμώνῃ (fr. 15)
- <θρωσμός>· ὑψηλὸς τόπος r. ASvgn βουνοειδής n, ἀφ' οὗ κατα-
βαίνοντα θορεῖν ἔστι (Λ 56)
- *<θόωσον>· ὄξυνον AS
- <θύα>· ἀρτύματα. Κύπριοι. ἔνιοι τὰ ἀρώματα. Καλλίμαχος (fr.
564). Εὔπολις (fr. 108,2) τὰ πέμματα. λέγεται δὲ καὶ τὰ θυό- μενα ταῖν θεαῖν
- <θυαλοῦν>· τὸ θυτοῖς διαλαβεῖν. θυμιᾶσαι
- <θυάματα>· τὸ θύμον. καὶ θυμιάματα
- <θυᾶν>· καπρᾶν. ἐπὶ ὑός
- <θύανον>· τὴν θυώνην. πέμμα δέ ἐστιν ἀντὶ βοός
- <θυάρπαξ>· ἱερόσυλος s
- †<θύας>· πηδήσας m
- *<θυγατριδῆ>· ἐγγόνη. θυγάτηρ θυγατρός ASpm
- <θυγατριδοῖ>· τέκνα θυγατρός
- <θύει>· μαίνεται. [ἀπάρχεται] ἐνθουσιᾷ (Α 342) n
- †<θύειται>· εὐθύνει. †εὐφραίνεται. [θύειται]
- <θυήεις>· τεθυωμένος. [τεθυμιαμένος (Θ 48) m
- *<θύελλα>· ἀνέμου συστροφή r. ASvgn. καὶ ὁρμή, [ἢ καταιγίς
(Ζ 346) S
- <θύελλαι>· τῶν ἀνέμων καταιγιδώδεις πνοαί, καὶ συστροφαί
(ζ 171)
- *<θύεσσι>· θυσίαις. ἢ θυμιάμασι (Ι 499) AS
- <θύεστον>· ποτὸν τὸ ἀπὸ ἀρωμάτων r [ὡς Ἡρόδοτος]
- <θύεται>· ἱεροσκοπεῖ <ὡς Ἡρόδοτος> (9,33,1 ..)
- <θυέων>· θυσιῶν (ο 261)
- <θύη>· θύματα n. ἀρώματα
- <θυηέντων>· εὐόδμων r
- <θυηλάς>· *ἀπαρχάς (Ι 220). ASvgn. ἢ τὰς διὰ θυμάτων μαν-
τείας
- <θυηκόοι>· ἱερεῖς
- <θυηλήν>· θυσίαν
- <θυλήματα>· τὰ ἐπιφερόμενα ἄλφιτα εἰς θυσίαν n
- *<θυηπόλος>· ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος ASvgn ἱερεύς
(Greg. Naz. c. 1, 1, 2,75) vgn
- <Θυιάς>· Βακχίς· οἱ δὲ μαινάς
- <Θύϊος>· Ἀπόλλων ἐν Μιλήτῳ
- <θυιόεν>· πλῆρες
- <θυιόεντες>· ἀνθοῦντες
- <θυιωθείς>· μανείς. ὁρμήσας
- *<θυλάκια>· ἀσκοὶ δερμάτινοι (Tob. 9,5) ASn
- <θυλακίζειν>· τὸ ἀπαιτεῖν τι ἑπόμενον μετὰ θυλάκου. Ταραντῖνοι
- <θύλαξ>· προσκεφάλαιον r
- <θυλακοτρώξ>· μῦς. οἱ δὲ ἀκρίς
- <θυλακοφόροι>· οἱ μεταλλεῖς, θυλάκοις περιφέροντες τὰ βρώματα
καὶ πήραις· ὅθεν ἐκαλοῦντο καὶ πηροφόροι (Aristoph. fr. 789?)
- *<θυλήματα>· βεβρεγμένα μέλιτι ἄλφιτα ASn, ἢ θυμιάματα ἐπὶ
βωμῶν n
- <θυλίδες>· οἱ θύλακοι
- <θύλλα>· κλάδους, ἢ φύλλα. ἢ ἑορτὴ Ἀφροδίτης
- <θυλλίς>· θύλακος. γωρυτός. ἔλυτρον
- *[<θύλον>· ὀλέθριον. ὥριμον] AS
- <θῦμα>· ἱερεῖον, σφάγιον, ὁλοκαύτωμα
- *†<θυμαδέων>· ἀθυμῶν AS
- <θυμαίνει>· ὀργίζεται s
- *<θυμαλγέα>· λυπηρά, τὴν ψυχὴν ἀλγεῖν ποιοῦντα ASvgn,
χαλεπόν (Δ 513)
- <θυμάλωπες>· οἱ ἀπὸ τῆς θυμιάσεως σπινθῆρες
- <θυμάλωψ>· ἡ λιγνυώδης τοῦ πυρὸς ἀναφορά r. τινὲς δὲ ξύλον
κεκαυμένον, δαλόν
- <θυμαμοργάς>· ἡ νόσος. Ἐρετριεῖς
- *<θυμαρέα>· τῇ ψυχῇ ἀρεστήν (Ι 336) ASn(r)
- <θυμαρές>· εὐάρεστον r. εὔκρατον (ρ 199)
- <θυμάρμενον>· καταθύμιον. ἡδύ
- <θύματα>· σφάγια. ἀπαρχαί. ἱερεῖα. ὄργια
- <Θύμβρα>· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον λεγόμενον ποτα-
μὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπουγε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου (Κ 430. Eur. Rhes. 508)
- <Θυμβραῖος>· Ἀπόλλωνος ἐπίθετον ἀπὸ τόπου (Eur. Rhes. 224)
- *<Θύμβρις>· ὄνομα ποταμοῦ r. ASn
- <θυμβροφάγος>· ἀντὶ τοῦ δριμυφάγος· ἡ γὰρ θύμβρα δριμύ
ἐστι βρῶμα (Ar. Ach. 254)
- <θυμέλαι>· οἱ βωμοί. καὶ τὰ ἄλφιτα τὰ ἐπιθυόμενα
- <θυμέλη>· οὕτως ἔλεγον ἀπὸ τῆς θυηλῆς τὸν βωμόν. οἱ δὲ τὸ
ἐπίπυρον, ἐφ' οὗ ἐπιθύουσιν, ἢ *[ἔδαφος ἱερόν ASs
- <θυμηγερέων>· ἀνακτώμενος τὴν ψυχήν, καὶ τὸν θυμὸν συλ-
λέγων (η 283)
- <θυμηδέα>· θυμῷ ἁνδάνοντα (π 389)
- *<θυμηδία>· ἡδύτης, τέρψις Sp, ἀρέσκεια. παρὰ τὸ ἡδύνειν (AS)
- *<θυμηρέα>· καταθύμια g, ἀρέσκοντα
- <Θυμαιτάδαι>· δῆμος φυλῆς Ἱπποθοωντίδος τῆς Ἀττικῆς
- *<θυμῆρες>· ἡδύτερος (Sap. 3,14), ἀρέσκον ψυχῇ· ASgn <θυμὸς>
γὰρ ἡ ψυχή (ρ 199) Ag
- <θύμιζε>· προθυμοῦ. ὀργίζου
- *<θυμικώτερος>· ὀργιλώτερος S μετὰ θυμοῦ (A)
- <θυμιχθείς>· πικρανθείς
- <θυμοβόρον>· χαλεπόν. ὑπὸ τοῦ θυμοῦ ἐσθιόμενον, ἢ τὴν ψυχὴν
κατεσθίοντα
- <θυμοβόροιο>· ψυχοφθόρου (Η 301) (r)
- <θυμοδακής>· [λεοντόψυχος] ἁψικάρδιος. λυπῶν τὴν ψυχήν
(θ 185)
- <θυμοειδής>· ὀργίλος. θυμώδης r
- <θυμολέοντα>· γενναῖον, ἤτοι ἀνδρεῖον κατὰ τοὺς λέοντας, ἢ
λεοντόθυμον (Ε 639)
- <θυμόμαντις>· ὁ τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγι-
νώσκων. ψυχόμαντις. καὶ συνετῶς προορῶν τὰ ἀποβησόμενα (Aesch. Pers. 224)
- <θυμὸν ἔδων>· λυπούμενος πάνυ, καὶ δακνόμενος τὴν ψυχήν
(κ 379)
- *<θυμὸν ἀχεύων>· τὴν ψυχὴν λυπούμενος (Ε 869 ..) Avgn
- <θυμοραιστέων>· τῆς ψυχῆς φθαρτικῶν. ἀνθρωποφάγων (Π 591)
- <θυμοραιστής>· θυμοφθόρος· <ῥαῖσαι> γὰρ τὸ φθεῖραι καὶ ῥῆξαι
(Ν 544)
- *<θυμός>· ψυχή ASvgn. ἢ προαίρεσις gn ὀξύτης. πνεῦμα. [ἐπιθυ-
μία. ὀργή. λογισμός v
- <θύμον>· τὸ σκόροδον
- *<θυμόσοφος>· ὁ ἐκ φύσεως εὐμαθής, καὶ εὐφυής ASg, ὀξυμαθής,
ἐκ φύσεως σοφός
- *<θυμοφθόρα>· τὰ τὴν ψυχὴν διαφθείροντα (Ζ 169) ASvg
- <θυμῷ>· ἐν ψυχῇ (Α 24)
- <θυμώδης>· θυμῷ παρείξας καὶ ἰσχυρῶς θυμούμενος (Prov.
11,25 ..)
- *†<θυνάσαι>· τέμνειν A, κόπτειν ἀφειδῶς AS
- <θυνᾶται>· εὐωχεῖται. κατεσθίει
- *<θῦνε>· ὥρμα. ἤγαγε (Ε 87) ASm
- <θύνει>· ὠθεῖται. φέρεται. τρέχει. †χαίρει. ὁρμᾷ
- <θυννάδες>· τεμάχη ταρίχου
- <θυννάζοντες>· κεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδου-
σιν ἐλάμβανον (Ar. Vesp. 1087)
- *<θυνᾶσαι>· ἀπολαῦσαι. ἐνθουσιάσαι S
- <θυννίδες>· θύννων τεμάχη, ὑποκοριστικῶς
- <θύννον>· τὸν ὅρκυνον r λέγουσι· τὴν δὲ [πηλαμίδα <θυννίδα> r
- <θῦνον>· ἔσπευδον. ἔτρεχον (Β 446 ..)
- <θῦνος>· πόλεμος. ὁρμή. δρόμος
- *<θυοδόκοι>· βωμοί, οἱ τὰ θυμιάματα δεχόμενοι (Eur. Andr.
1157) (An)
- <Θυόεις>· χωρίον ἐν Εὐβοίᾳ
- *<θυόεν>· εὐῶδες AS. τεθυμιαμένον (Ο 153)
- <θυόεν νέφος>· ἀνεμῶδες. *[τεθυμιαμένον AS, εὐῶδες (Ο 153)
- *<θυοκοχθεῖς>· μάντεις A
- <θύον>· ὄνομα δένδρου (ε 60)
- <θύος>· ἱερεῖον. θῦμα
- <θυοσκεῖν>· ἱεροῖς *παρέζεσθαι, ἢ θεοῖς (Aesch. Ag. 87)
- <θυοσκόος>· εἶδος μάντεως διὰ σπλάγχνων τὸ μέλλον δηλοῦντος.
οἱ δὲ τὸν δι' ἐμπύρων ἱερῶν τὰ σημαινόμενα νοοῦντα (φ 145 ..)
- *<θυοσκόπος>· ὁ διὰ τῶν σπλάγχνων ἢ θυμάτων μαντευόμενος A
- <θύπτης>· ὁ τυρός
- *<θύραθεν, θύρασιν>· ἔξωθεν, ἔξω vg
- <θύραζε>· *τὰ [ἔξω τῆς θύρας (Ε 694) Avgps, ἐπὶ θύρας, ἢ [εἰς
τὴν θύραν r. [ἢ [εἰς τὴν γῆν n]
- <θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια>· παροιμία, ἥν οἱ μὲν
διὰ τὸ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων
- *<θύραθεν>· ἔξωθεν (Eur. Andr. 952) vgA
- *<θυραία>· ἀλλοτρία, ξένη vgn AS
- <θυραία>· ... καὶ ἡ μεταξὺ δύο οἰκιῶν θύρα
- *<θυρεός>· εἶδος ἀσπίδος (AS). καὶ <<θυραῖος>> ὁ ξένος AS ὁ
ἀλλότριος, καὶ ὁ ἐξωτικός n
- <θυραίων>· ἀλλοτρίων, καὶ μὴ συνοίκων (Eur. Alc. 814)
- <θυράγματα>· ἀφοδεύματα
- <θύραν>· τὴν πτύχας ἔχουσαν
- [<θύραξ>· πύργος. χιτών]
- <θύραυλοι>· τῶν ποιμένων οἱ ἀπόκοιτοι
- [<θυράξαι>· ἔξω τῆς θύρας]
- *<θυραυλοῦσι>· πρὸ θυρῶν διατρίβουσι (Philo Agric. 37) AS
- <θυργανᾶν>· κνήθειν
- <Θυργωνίδαι>· δῆμος ... τῆς Ἀττικῆς
- <θύρδα>· ἔξω. Ἀρκάδες
- <Θυρεατικοί>· στέφανοί τινες παρὰ Λακεδαιμονίοις
- *<θύρεθρα>· θύραι. [θυρεός] (Β 415) (AS)
- <θυρεός>· *ἀσπίς, ἢ σκουτάριον vg(A) Sp. καὶ ὁ ἐπικείμενος τῇ
θύρᾳ τοῦ Κύκλωπος λίθος ἀντὶ θύρας (ι 240)
- *<θύρετρα>· θυρώματα (Β 415) ASn
- [<θύρετραι>· θύραι]
- <θυρετρεᾶς> φλιᾶς
- <θυρηβόλιον>· τὴν ἐπ' ἀγρῷ οἴκησιν
- <θύρηθ' ἔα>· ἔξω ἤμην (ξ 352)
- <θυρίς>· ὀπὴ μικρά. θυρίδας Ἀττικοὶ τὰς τῶν γραμματείων
πτυχάς. καὶ δίθυρον λέγουσιν, οὐ τρίθυρον, ἀλλὰ τρίπτυχον
- <θυροιγόν>· θυρωρόν
- <θυροκοπιστικὸν ἢ θυροκοπικόν>· οὕτως ἐκαλεῖτο ....
- <Θυροποιός>· οὕτως ἐκαλεῖτο Ἀριστομένης, ὁ κωμικὸς ποιητής,
σκωπτικῶς (Com. ad.)
- *<θυραυλεῖν>· ἔξω θυρῶν αὐλίζεσθαι A
- <θύρσος>· *[ῥάβδος ASn, βακτηρία *[βακχική, ἢ κλάδος ASn.
καὶ αὐλητὴς οὕτως ἐκαλεῖτο
- <θυρσοπλῆγες>· οἱ ἐν τοῖς Βακχείοις ἐνθεαζόμενοι
- <Θύρσος>· αὐλητὴς ἦν γυναῖκα ἔχων ἑταίραν
- <Θύρσου γυνή>· Ἀριστοφάνης ἐν Νήσοις οὐ τοῦ αὐλητοῦ
μνημονεύων, ἀλλ' ἀντὶ τοῦ φύλλα εἰπεῖν καὶ κλάδους (fr. 396)
- *<θύρσοι>· κλάδοι, λαμπάδες, λύχνοι (Idth. 15,12 ..) (AS)
- <θυρῶνας>· τὰς σανίδας. καὶ τὰς εἰσόδους
- <θυρωρός>· ὁ παράνυμφος, ὁ τὴν θύραν τοῦ θαλάμου κλείων
(Sapph. fr. 110 L. -- P.)
- <θῦσαι>· ἀπάρξασθαι. θυμιᾶσαι. θυσιάσαι (Ι 219)
- <θύσανοι>· *κροσσοί (Avg). κόρυμβοι (Β 448)
- <θυσάνουρος>· δασύκερκος. ἄρσην
- <θύσθλα>· αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά.
οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. *οἱ δὲ ῥάβδους, [νάρθηκας n, θύματα, χοάς (Ζ 134)
- <θυσιάδες>· ἔνθεοι. τὴν τῶν Βακχῶν φωνὴν <θυσιάδα> φασί.
ἐλέγοντο δὲ καὶ αἱ τῇ Περσεφόνῃ ἱερούμεναι
- <θύσκα>· κυρτία
- <θυσπολίαι>· θυηπολίαι
- *<θυσανόεσσα>· κροσσωτή. αἰθερία· <θύσανος> γὰρ ὁ κροσσός
(Ε 738) r. AS
- *<θυσάνοις>· κροσσοῖς (Ξ 181) n
- [<θύσσα>· ὅπλα νήϊα]
- <>θύσσεται>· τινάσσεται
- <>θυσσόμεναι>· σειόμεναι, τινασσόμεναι
- <Θύστα>· Θυῖα
- *†<θυσσῶν>· θηριωδῶς ὁρμῶν (Eur. Bacch. 871) A
- <Θυστάδες>· Νύμφαι τινές. αἱ ἔνθεοι. καὶ Βάκχαι
- <θύστας>· ὁ ἱερεὺς παρὰ Κρησί
- *<θυτηρίοις>· θυμιατηρίοις AS(vg)
- *<θύστινον>· τρίχινον. οἱ δὲ μεσοτριβῆ
- <θύτης>· μάντις, ἱεροσκόπος
- <θῦψαι>· τὸ ἐπικαῦσαι· ἀφ' οὗ τὸ τεθυμμένον. ἄλλοι τυφῶσαι,
καῦσαι
- <θύψαντα>· πῦρ καύσαντα
- <θυώδεα>· εὐώδη, εὔοσμα, θυμιάματος ὀσμὴν ἔχοντα (ε 264)
- <θυῶεν>· εὐῶδες
- <θύωμα>· μύρον. [ἄρωμα (Hdt. 2, 40,3) r
- *<θύων>· σπεύδων (Φ 234), θυσιάζων ASn
- [<θυωθείς>· εὐωχηθείς]
- <Θυώνη>· ἡ Σεμέλη
- <Θυωνίδας>· ὁ Διόνυσος παρὰ Ῥοδίοις. τοὺς συκίνους φάλητας
- [<θυωρεῖσθαι>· θυωθεῖσθαι. [εὐωχεῖσθαι r]
- <θυωρίτης>· τραπεζίτης
- <θυωρόν>· τράπεζαν τὴν τὰ θύη φυλάσσουσαν. καὶ τοὺς ἱερεῖς
καὶ μυρεψοὺς οὕτω
- <Θωμᾶς>· ἄβυσσος. ἢ δίδυμος
- <θωας>· [*ταχείας AS.] ζημίας. *[θῆρας ἐξ ὑαίνης καὶ λύκου
γεννωμένους (ASvgp)
- *<θῶες ὄρεσφιν>· θηρία μικρὰ <ὅμοια μεγάλων> ἐν τοῖς ὄρεσι
(Λ 474) An
- <θωή>· ζημία, βλάβη, ὅθεν ὁ ἀζήμιος <ἀθῷος> r.
- <θωθῆναι>· φαγεῖν. γεύσασθαι
- <θωκεῖ>· κάθηται. ὁμιλεῖ
- *<θῶκος>· καθέδρα An, θρόνος Sn, σύλλογος (Θ 439)
- <θῶμα>· θαῦμα
- <θωμένους>· θοινωμένους, εὐωχουμένους
- <θωμεῦσαι>· συμμῖξαι. συνταγεῖν
- <θῶμιγξ>· λεπτὸν σχοινίον r. p
- <θώμιγγες>· δεσμοί, ὁρμιαί, σχοινία, χορδαί, *[σπαρτία κανά-
βινα (g)
- †<Θῶμις>· ὁ Κάνωπος, πόλις ...
- <θωμίζει>· νύσσει. δεσμεύει
- †<θώμισσον>· τὸν μισθόν
- <θωμιχθείς>· μαστιχθείς s
- <θωμός>· σωρὸς σταχύων r, ἢ κορμός
- <θῶνται>· θοινῶνται, εὐωχοῦνται. εὐθηνοῦνται
- †<θῶξαι>· μεθύσαι. πληρῶσαι. *θηριωδῶς βοῆσαι (Eur. Or. 168) A
- <θωός>· ὄρνις ποιός
- *<θῶπες>· κόλακες rg. εἴρωνες (Greg. Naz. c. 2,2,1,5)
- *<θωπικός>· κολακευτικός r. ASvg
- *<θωπεία>· κολακεία AS (vg) n
- <θώπτει>· σκώπτει. θεραπεύει
- *<θωρηκτάων>· ὁπλιτῶν (Μ 317 ..) ASg
- <θώραξ>· *ὅπλον. πύργος. χιτών. στῆθος. σῶμα. λωρίκιον ASvg.
σφραγιδοφύλαξ. καὶ ἔρεα στέμματα. καὶ τὸ στῆθος ἡμῶν
- <θώρηκες>· τὰ αὐτά (Ν 265)
- <θώρηκος γύαλον>· περιφραστικῶς τὸν θώρακα (Ε 99). *[τινὲς
δὲ τὸ κοῖλον τοῦ θώρακος, ἢ τὸ κύτος n. Γύαλον δὲ λέγεται τὸ κοῖλον. [<θωρηκτῇσι>· τεθωρακισμένοις] <Ζητοῦσι> δέ, πῶς πληγέντος κατὰ τοῦ ὤμου τοῦ Διομήδους φησί· θώρηκος γύαλον; πρὸς οὓς λεκτέον, ὅτι πᾶν τὸ <γύαλον> λέγεται. τὸ δὲ <θώρηκος γύαλον>, ὅτι ἁλυσιδωτοί, ἢ λεπιδωτοί. ἀνάγκη γὰρ τοὺς λεπιδωτοὺς καὶ κοίλους λέγειν· τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα, θαῦμα ἰδέσθαι (Ο 530)
- <θωρηκτῇσι>· τεθωρακισμένοις (Φ 429)
- <θώρηξις>· οἰνοποσία. καθόπλισις
- <θωρήσσεσθαι>· καθοπλίζεσθαι r, ἀπὸ μέρους τοῦ σώματος.
μάχεσθαι. ἑτοιμάζεσθαι (Λ 715)
- *<θωρηχθῆναι>· καθοπλισθῆναι (Α 226) pn
- <Θωρυκίων>· οὗτος τελώνης ἦν (Ar. Ran. 363)
- <θώς>· εἶδος θηρίου, λύκῳ ὅμοιον
- <θώσασθαι>· εὐωχηθῆναι. [μεθυσθῆναι]
- <θῶσθαι>· δαίνυσθαι. θοινᾶσθαι. εὐωχεῖσθαι. Αἰσχύλος Δικτυουλ-
κοῖς
- <θωστήρια>· εὐωχητήρια καὶ ὄνομα <ἑορτῆς> (Alcm. fr. 23,81)
- <θωτάζει>· ἐμπαίζει, [χλευάζει s
- <θῶται>· εὐθηνεῖται. θοινᾶται. [τρέχει]
- *<θωΰσσειν>· βοᾶν (s) μέλπειν. [κηρύσσειν (s) θηριωδῶς ὁρμᾶν (S)
- <θωχθείς>· θωρηχθείς. [μεθυσθείς r. Σοφοκλῆς Διονυσίσκῳ (fr. 175)
- <θώψ>· κόλαξ A, ὁ μετὰ θαυμασμοῦ ἐγκωμιαστής
- <θώψεις>· θωπεύσεις. Αἰσχύλος Σισύφῳ πετρακυλιστῇ (fr. 234)
- <θώων>· εἶδος θηρίου, ὡς λύκος (Ν 103)