Γλώσσαι/Θ

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
<Θάασσεν>· ἐκαθέζετο (Ι 194) S(n)
<θαάσσει>· κάθηται. διατρίβει
<θάβακον>· θᾶκον. ἢ θρόνον
<Θαβώρ>· ὄρος Συρίας (Hos. 5,1 ς#)
<θάγῃ>· θήξῃς
<θάεο>· θεώρει
*<>θαζόμενος>· σκώπτων (Plat. rep. 5,474a) AS
<θαίβει>· ἐλαύνει
†<θαιμός>· οἰκία. †σπόρος, φυτεία
<θαιροδύται>· οἱ ἐν τῷ ζυγῷ δακτύλιοι, δι' ὧν οἱ ῥυτῆρες ...
<θαιροδύτης>· ὁ δακτύλιος τοῦ ζυγοῦ
<θαιρός>· ὁ διήκων ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω στροφεὺς τῆς

θύρας (Μ 459), ἢ ἄξων. Σοφοκλῆς Τριπτολέμῳ (fr. 539)

*<θακεύουσι>· κάθηνται εἰς τὰς χρείας ASn
*<θᾶκος>· καθέδρα, θρόνος AS (vg)
<θαλάμη>· τρώγλη, [θυρὶς] κατάδυσις (ε 432) p
<θαλάμαι>· στῆλαι ἐπικείμεναι τοῖς αἰδοίοις τῶν ἀποκόπων
<θαλαμηπόλος>· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον δια-

τρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφα- γωγός, τοῦ θαλάμου ἐπιμελουμένη (η 8 ..)

<θαλάμιαι κῶπαι>· p αἱ κατωτάτω. καὶ οἱ ταύτην ἔχοντες τὴν

χώραν <θαλαμιοὶ> λέγονται

<θαλαμιός>· [ὁ κατωτάτω θαλάμιος] ἐρέτης ὁ κατωτάτω ἐρές-

σων ἐν τῇ νηῒ <θαλαμιὸς> λέγεται, ὁ δὲ μέσος <ζύγιος>, ὁ δὲ ἀνώτατος <θρανίτης>

<θαλάμοιο νέοιο>· κατασκευασμένου νεωστί· ὑπὸ γὰρ τῶν

γάμων αὐτὰς τὰς ἡμέρας θαλάμους ἐπήγνυον· ὡς οὐκ ἔκπαλαι αὐτοῦ γεγαμηκότος (Ρ 36)

<θάλαμος>· *οἶκος Agn. μυχός. νυμφικὸς οἶκος
<θαλάμων ἄνασσα>· Ἀφροδίτη
<θάλασσα κοίλη>· ἡ χειμέριος. καὶ τὸ θέατρον (Com. ad. fr.

864 K.)

<θαλασσεύς>· ἁλιεύς
<θαλάσσια ἔργα>· ναυτικά (Β 614)
<θαλάσσιος Ζεύς>· ἐν Σιδῶνι τιμᾶται
<θαλασσωθείς>· ἁγνισάμενος
<θαλάσσια>· τὰ τῆς θαλάσσης (Β 614)
<θαλαττοκοπεῖς>· ματαιολογεῖς p
<θαλαττοπορῆσαι>· πλεῦσαι διὰ θαλάσσης
<θαλέθει>· θάλλει, ἀνθεῖ
<θαλέεσσι>· πιότητι, λιπαρίαις (Callim. fr. 337)
*<θαλέθοντες>· θάλλοντες (Ψ 32) ASgn
<θαλέθοντα>· θάλλοντα, βλαστάνοντα, ἀνθοῦντα. εὐτροφοῦντα
*<θαλεία>· <ὡς> παιδεία. [εὐθυμία n. ἡδονή. καὶ [ἡ Μοῦσα n
<θαλείας>· πότους, μέθας. †λινᾶς πήρας
<θαλίῃ>· εὐδαιμονίᾳ, εὐθηνίᾳ. ἀκμῇ. εὐφροσύνῃ (Ι 143)
*<θαλεῖον>· καθαρόν g
<θαλεραί>· οἰκτραί
*<θάλλει>· ἀκμάζει S, ἀνθεῖ (Eur. Phoen. 812)
<θαλεροί>· ἀκμάζοντες, ἀνθοῦντες (Γ 26). πολλοί. πρόσφατοι.

ἀθρόοι. ὑγροί. οἰκτροί

<θαλερὸν δάκρυον>· τὸ πολὺ καὶ <μὴ> ξηραινόμενον, ἀλλ' ἐπὶ

τῶν ὀφθαλμῶν ἀεὶ θάλλον (Β 266 ..)

*<θαλερός>· ταχύς. ἰσχυρός ASn
[<θαλέων>· τῶν θάλλειν ἐπιτηδείων]
<θαλέων>· τῶν *[θάλλειν ποιούντων n ἡδονῶν. παιγνίων. ἡδέων.
  • [τῶν πρὸς τὸ θάλλειν ἐπιτηδείων (Χ 504) S
<θαλία>· εὐθηνία. εὐωχία. πανήγυρις. τέρψις, εὐφροσύνη
*<θαλίη>· τὰ αὐτά (Ι 143) An
<θαλλικοποιοί>· οἱ τὰ σκυτούμενα κιβώτια, καὶ τοὺς δερματί-

νους ῥίσκους ἐργαζόμενοι

<Θαλλιγόνους>· οἱ πολλοὺς καὶ ἐνδόξους ἔχοντες <ἐκγόνους> g,

ἢ γένος ἐν ὅπλοις ἔνδοξον

<θάλλικα>· σάκκου εἶδος
<θαλλίς>· μάρσιππος μακρός
*<θαλλόν>· ὃ ἐσθίουσιν οἱ βόες (ρ 224) AS
*<θαλλός>· κλάδος ἐλαίας. [ἄνθος AS. γέννημα S. καὶ πᾶν τὸ

θάλλον. κυρίως δὲ κλάδος ἐλαίας ASvg, ἢ φοίνικος [βλάστημα An

*<θάλλουσα>· αὐξάνουσα (Gen. 40,10) A
<θαλλοφόρος>· ὁ πομπεύων Ἀθήνησι, καὶ ἐλαίας κλάδον φέρων.

λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησί- μους ἢ πρὸς τὸ θαλλοφορεῖν (Ar. Vesp. 544)

[<θάλπει>· ἀκμάζει, ἀνθεῖ]
*<θαλπιώθ>· ἐπάλξεις (Cant. 4,4)
<θάλπος>· *καῦμα ([Plat.] Ax. 366 d) S παραμυθία
<θάλπω>· *θερμαίνω An. παραμυθοῦμαι
<θαλπωρή>· *παραμυθία Sn. σκέπη. *χαρά ASvg. σωτηρία S

ἡδονή. *[θάλψις ASvg. ἐλπίς. ἀσφάλεια. *[ἢ διάχυσις ASvg (Ζ 412)

<θαλυκρέονται>· ψεύδονται S
<θαλυκρόν>· ἰταμόν (S). λαμπρόν. βλοσυρόν. ἀναιδές. [πανοῦρ-

γον. θερμόν (S). χλιαρόν (Callim. fr. 736?)

<θαλύνειν>· θάλπειν. †ποιεῖ
<θαλύεσθαι>· φλέγεσθαι (S)
*<θαλύσια>· αἱ τῶν καρπῶν ἀπαρχαί (Ι 534) ASvgn
<θαλύσιος ἄρτος>· ἀπὸ τῆς ἅλω πεττόμενος πρῶτος
<θαλυσσόμενος>· φλεγόμενος
<θαλύψαι>· θάλψαι. πυρῶσαι
*<θάλωμεν>· βλαστήσωμεν An. βλαστάνωμεν
*<θαμά>· θαμινά, [συνεχῆ P
<θαμάκις>· πλειστάκις, [πολλάκις S
*<θαμά>· τὰ πυκνά AS. καὶ θαμέα τὰ αὐτά
<θαματροχεῖ>· οὐχ ἡσυχάζει
<θαμβαλέον>· φοβερόν. θαυμαστόν
*<θαμβεῖ>· ἐκπλήττει (n)
<θάμβος>· θαῦμα. *[ἔκπληξις (Γ 342 ..) Avgnp
*<θαμέας>· πυκνούς, συνεχεῖς (ξ 12) A
*<θαμέες (Κ 264) Sn καὶ <θαμειαί>· (Α 52) S τὰ αὐτά· καὶ <θα-

μειάς> (Τ 383)

*<θαμίζεις>· συνεχῶς ἔρχῃ ASgn, πυκνάζεις (Σ 386) (v) Σ
<θαμίζεται>· ὁμιλεῖ (Soph. fr. 462,3)
<θαμίζει>· συνεχῶς διατρίβει καὶ παραμένει <τὴν> ἑαυτοῦ ναῦν

φυλάσσων

*<θαμινά>· πυκνά ASvg, πολλά
*<θαμινῶς>· συνεχῶς, πυκνῶς Sg (n)
<θάμιξ>· ἀλώπηξ
<θάμνους>· δενδρώδεις τόπους, δασεῖς (ε 476)
<θάμνισον>· ἀποκάλυψον
*<θάμνοι>· δασέα καὶ πυκνὰ δένδρα. καὶ οἱ σύνδενδροι τόποι

(Λ 156) ASn

<θάμνος>· πυθμὴν δένδρου. ἢ ῥίζα πολλοὺς κλάδους ἐκπέμπουσα.

ἢ καθ' ἕνα τόπον τῆς ὕλης συντροφὴ καὶ ἡ συνεχὴς φυτεία. καὶ ἡ περιοχὴ τῆς ἐλαίας. καὶ ὄρμενοι. καὶ οἱ σύμφυτοι ἢ δεν- δρώδεις ..... *ἢ βάτος. ἢ ξύλον ἀκανθῶδες ASvg

<θαμύντεραι>· πυκνότεραι
<θάμυρις>· πανήγυρις, σύνοδος, ἢ πυκνότης τινῶν. καὶ <ὁδοὺς

θαμυρὰς> τὰς λεωφόρους. ἔστι δὲ καὶ κύριον ὄνομα

<θαμυρίζει>· ἀθροίζει, συνάγει
<Θάμυρις μαίνεται>· παροιμία, ἐπὶ τῶν κατὰ σύνεσιν παρά-

λογόν τι πραττόντων

<θανάτοιο μέλαν νέφος>· περιφραστικῶς αὐτὸς ὁ θάνατος

(δ 180)

<θάνατος>· ὅ τε θεός· καὶ ὃ πάσχομεν, τέλος ἔχοντος τοῦ βίου.

ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἡ δυσωδία

*<θανατῶν>· θανάτου ἐπιθυμῶν (Ios. b. Iud. 3,208) ASvg
*<θανεῖσθαι>· ἀποθανεῖσθαι (Eur. Troad. 430) AS
*<θάνοιεν>· ἀποθάνοιεν (Eur. Troad. 391) Avg
<θᾶξαι>· μεθύσαι
<θαέοντα>· διδασκόμενον. θεωροῦντα
<θαεῦνται>· ὁμοίως
<θάπαν>· φόβον
<θάπτρα>· μνῆμα. Κρῆτες
*<θαῤῥαλέως>· εὐθαρσῶς ASg. ἀνδρείως (3. Maccab. 1,4 ..) g
<Θαργήλια>· Ἀπόλλωνος ἑορτή. καὶ ὅλος ὁ μὴν ἱερὸς τοῦ θεοῦ.

ἐν δὲ τοῖς Θαργηλίοις τὰς ἀπαρχὰς τῶν φυομένων ποιοῦνται, καὶ περικομίζουσι· ταῦτα δὲ θαργήλιά φασι· καὶ μὴν <θαργη- λιών>. καὶ τὴν εὐετηρίαν ἐκάλουν <θάργηλον>. καὶ Ἀρχίλοχός φησιν>· †ὡς φαίε† νῦν ἄγει Ταργήλια (frg. 113) καὶ ὁ <θάργηλος> χύτρα ἐστὶν ἀνάπλεως σπερμάτων. [καὶ παρὰ Μιλησίοις ᾀδο- μένη ἐπὶ φρονήσει]

<Θαργηλία>· ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς

δὲ τὴν ὄψιν, καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων

<θάργηλος>· χύτρα ἱεροῦ ἑψήματος
<θαρνύει>· [ὀχλεύει]. ὀχεύει. σπείρει. φυτεύει
<θαῤῥιά>· τρασιά
<θάρνυσθαι>· ὀχεύειν
<θάρνυται>· μετεωρίζεται· θάρνυσθαι γὰρ τὸ συγγίνεσθαι. τοῦτο

δὲ νῦν δηλοῖ τὴν διὰ λόγων ἔντευξιν καὶ ὁμιλίαν. σημαίνει δὲ καὶ [ὀχεύει S [<θαρσύνεται>·], περὶ συνουσίαν ὁμιλεῖ

*<θάῤῥος>· θάρσος Agn
(*)<θαρσαλέον>· ῥᾴδιον
*<θαρσαλέως>· ῥᾳδίως (ASg)
*<θάρσος>· [<ἢ θάργος>]· τὸ θράσος. ἀνδρεία. δυναστεία (Ε 2 ..)
<θαρσύς>· θρασύς
*<θάρσυνος>· τεθαῤῥηκώς (Ν 823) Σ
<θάρσει>· θάῤῥει. θράσει (Ζ 126 ..)
<θαῤῥῶ>· θρασύνομαι
<Θασία ἅλμη>· εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου

εἶδος. οἱ δὲ βάμμα τι

†<θάσωμεν>· καθήμεθα
<Θάσιος παῖς Ἀγλαοφῶντος>· ...
...· ἔστι δὲ σεμίδαλις, ἐπὶ τοῖς ἔργοις γενομένη, ἀπὸ Ἀγλαοῦ,

τοῦ ἐξ ἀρχῆς ποιήσαντος, Θασίου ὀνομασθεῖσα

*<θᾶσσε>· κάθισον s
*<θᾶσσον>· θᾶττον, [τάχιον S, ταχύτερον (An)
*<θάσσονας>· ταχίονας (Ν 819) AS
*<θάσσοντας>· καθημένους (ASg)
*<θάσσουσα>· σπεύδουσα (ASvg)
*<θάσσω>· παρακαθέζομαι (Eur. Or. 85 ..) AS
*<θάσσων>· ταχύτερος (Ο 570) ASgn. καθεζόμενος Ag
*<>†θαστρεύεσθαι>· ἀναβάλλεσθαι (Ο 512) AS
<θᾶτας>· θῆτας, τοὺς δούλους. Κύπριοι
*<θάτερα>· τὰ ἄλλα AS, ἑκάτερα, ἕτερα μέρη ( Eur. Bacch. 1129)
*<θατέρου>· ἑνός gS
<θατῆρας>· θεατάς
*<θᾶττον>· εὐθύς, [τάχιον, ταχέως gn
<θᾶττον ἢ Βούτης>· παροιμία ἐπὶ τῶν <ῥᾳδίως ἐπιτελουμένων,

ὅτι τῶν> ἐν τῇ στοᾷ μαχομένων τις ἦν, ᾧ ἐπεγέγραπτο Βούτης <οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός.> Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ γὰρ ὁ Βούτης ῥᾳδίως κατεσκεύαστο, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γε- γραμμένου

[<θαυλακίζειν>· μετὰ βοῆς ἀπαιτεῖν τι. <Ταραντῖνοι>]
<Θαύλια>· ἑορτὴ [Ταραντῖνοι] ἀχθεῖσα ὑπὸ Κτεάτου· παρ' ὃ

καὶ <θαυλίζειν> λέγειν τοὺς Δωριεῖς ...

<Θαυλωνίδαι>· γένος ἰθαγενῶν Ἀθήνησι
<θαυμάζειν>· θεᾶσθαι. καὶ μανθάνειν
<θαῦμα>· ἔκπληξις. ξένισμα
<θαυμαίνει>· θεωρεῖ. θαυμάζει
<θαυμαλέον>· φοβερόν. θαυμαστόν
<Θαυμακίη>· πόλις (Β 716)
<θαυμανέοντες>· θεώμενοι, ὀψόμενοι· ἀέθλια θαυμανέοντες (θ 108).

τὸ δὲ καθ' ἡμᾶς θαυμάζειν θηεῖσθαι λέγει· θηεῖτο δὲ κούρη (ζ 237) <καὶ> <θηητὸς> ὁ θαυμαστός

<θαυμάσιος>· θαυμαστός
<θαύματα>· ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται (Plat. rep. 7,514b>)
<QAUMATÍZOMAI>: E)KPLH/TTOMAI
<*QAÚLIOS H)\ *QAÛLOS>: *)/ARHS *MAKEDÓNIOS
<QAÛNON>: QHRÍON
<QAULÉA>: OU)RÁ, KÉRKOS
<QAUSÍKRION>: QEWREÎON
<QAXQH=MEN>: QWRHXQH=NAI. *DWRIEÎS
: KATORÚCAI. KAÛSAI, A)PÒ TOÛ QÁLPESQAI (Eur. Alc.

729 ..)

<θάψινον>· τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, [ὃ βάπτει] ᾧ

ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες (Sapph. frg. 210 L. -- P.) Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρ' ᾧ φύεται τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ <ῥίζα θαψία> καλουμένη

*<θεά>· ὦ Μοῦσα (Α 1) n
*<θέα>· σκόπει (ASvgn) θεώρει, [ὅρα n
*<θεάμονας>· θεατάς ASvgn
<θέαν>· *ὄψιν. θεωρίαν (Eur. Hipp. 825) n. ὄμματα
<θεαγγελεῖς>· οἱ τὰς πανηγύρεις ἐπαγγέλλοντες
<θεαγής>· ὅσιος, [θεοσεβής r
<θέαγον>· τὸ θεῖον, ᾧ καθαίρουσι. Σαλαμίνιοι
<θέαμα>· θεώρημα (Eur. Med. 1167 ..)
<θεανὴ νόσος>· ἡ ἐκ θεοῦ, θεία. Σοφοκλῆς Τυροῖ α# [ῥοιτοῦ]

(fr. 589)

<θεανῶσται>· οἱ ξυστῆρες ὑπὸ Θετταλῶν
<θέα παρ' αἰγείρῳ>· τόπος αἴγειρον ἔχων, ὅθεν ἐθεώρουν.

εὐτελὴς δὲ ἐδόκει ἡ ἐντεῦθεν θεωρία· μακρόθεν γὰρ ἦν καὶ εὐώνου ὁ τόπος ἐπωλεῖτο (Cratin. fr. 339)

<θεατόν>· τὸ ἐκλεκτόν. [ὁρατόν (n), καὶ θεωρητόν
<θέατρον>· θέαμα (1. Cor. 4,9). ἢ σύνταγμα
*<θέει>· τρέχει (Ν 141) ASv
*<θεείου>· θείου (Θ 135) ASn
*<θέειν>· τρέχειν, δραμεῖν (Β 183) Avgs
<θέεν>· ἔτρεχεν (Ζ 118)
*<θεηγόρων>· θείων. ἢ ἐκ θεοῦ †λαμβάνων AS(v) gp
<θεήλατον>· ὑπὸ θεοῦ πεπληγμένον, ἢ *[πεμφθέν (Eur. Or. 2 ..)

ASvg

*<θέῃσι>· τρέχῃ (Χ 23) AS
*<θειαζόντων>· μαινομένων ASvg
*<θίασος>· χορός v
<θειασμοῦ>· [εὐωχίας] ἐνθουσιασμοῦ
<θειασμῷ>· [εὐωχίαις] μαντείαις (Thuc. 7, 50,4)
*[<θειασῶται>· χορευταί] ASv
[<θεῖα>· ἴγδια. καὶ θεοῖς ἐοικότα. Κύπριοι]
*<θέειν δρομαῖς>· ....AS
<θείης>· ποιήσεις (Ω 661)
<θειητόν>· θαυμαστόν (Hes. Theog. 31) r
<θειλόπεδα>· ὁ τόπος, ἐν ᾧ ξηραίνεται ἡ σταφυλή. εἴρηται δὲ

ἀπὸ τοῦ <θέρεσθαι> ἐν τῷ ἡλίῳ καὶ τῷ <πέδῳ> (η 123) r

†<θεῖνιν>· δραμεῖν ἢ ὁ αἰγιαλός
*<θειμωνειαί>· οἱ σωροὶ τῶν δραγμάτων AS
*<θεῖναι>· ποιῆσαι (Δ 26) r. n
*<θείναν>· βρῶσιν, ἀνάλωμα (Sap. 12,5) AS
<θείνει>· [ποιεῖ. τρέχει]. κτείνει. *[παίει (σ 63) s
*<θεῖνες>· οἱ σωροί, ἤτοι βουνοὶ τῆς ψάμμου ASvgn
*<θεινομένην>· τυπτομένην (Α 588) ASn
*<θεινῶν>· αἰγιαλῶν A
*<θείομεν>· ποιήσωμεν (Ψ 486) ASn
*<θεῖον ἄπυρον>· θεάφιον (Avn) ἄκαυστον
<θεῖός μοι>· ἐκ θεοῦ μοι (Β 56)
<θεῖος νόος μευ>· ἐκ θεοῦ μοι νοῦς
<θεῖος ὄνειρος>· θεόπεμπτος (Β 22)
<θεῖον δύσονται ἀγῶνα>· τὸ τῶν θεῶν ἄθροισμα, ἐν ᾧ αὐτῶν

τὰ ἱερά (Η 298)

<θειοῦται>· θείῳ καθαίρει (ψ 50)
<θεῖον>· τὸ ἐκ θεοῦ ἀφιγμένον. καὶ τὸ ἄξιον λόγου, ὥστε θαυμά-

ζεσθαι (Δ 192). καὶ τὸ θεάφιον

<θείου πλῆτο>· τοῦ κεραυνίου πυρὸς λέγει. ὀδμὴν γὰρ ἔχει ὁ

κεραυνὸς θείου (μ 417)

†<θεῖται>· ᾄδεται. †κομίζει
[<θειάσω>· καθάρω]
<θειώσω>· καθαρῶ (χ 482)
†<θέκλεον>· θαυμαστόν (Ψ 107)
<θέλγει>· *ἀπατᾷ. θάλπει ASg, ἀπὸ τοῦ εἰς τὸ θέλειν ἄγειν.

μαλάσσει. κηλεῖ. τέρπει (Ω 343 ..)

*<θέλγητρα>· εἰς ἡδονὴν ἄγοντα (Eur. Or. 211) ASvg
<θέλγμα>· θαῦμα
<Θελγῖνες>· οἱ Τελχῖνες. [γόητες s, πανοῦργοι, φαρμακευταί
*<θελγόμενον>· ἀπατώμενον. λέγεται δὲ ἐπὶ τῶν ἡδυνομένων τοῖς

ᾄσμασι ASv

<θέλειν>· δύνασθαι (Φ 366?)
<θελεμόν>· [οἰκτρόν.] ἥσυχον (Aesch. Suppl. 1028) (g)
<θελεμῶς>· ἡσύχως [οἰκτρῶς]
<θέλυμνον>· ὅλον ἐκ ῥιζῶν (Empedocl. frg. 21,6?)
†<θελερόν>· θελεκτόν. †καὶ τὸ θέλγον τὰ ὄμματα ἐπὶ κακώσει
*<θελητής>· προαιρετικός (Mich. 7,18) ASvg
<θέλκαρ>· θέλγμα
<θέλκτρον>· φίλτρον. χαρά. θαυμαστόν. καὶ τὸ ἐφηδῦνον μετά

τινος ἀνάγκης

*<θελκτήριοι <λόγοι>·> θεραπευτικοί ASvgn, ἄγοντες εἰς ἀπά-

την S (Eur. Hipp. 478)

<θέλξας>· καταπραΰνας
<Θελξινόη>· Ἥρα τιμᾶται παρὰ Ἀθηναίοις
<θέλω>· χρῄζω. βούλομαι. εὐδοκῶ
<θέμα>· ἕξις. τόπος. στάσις. μνῆμα
*<θεμάν>· ἄνεμος AS νότος ASvgn. ἢ ἀνατολή (Ezech. 21,2)
<θεματίζει>· *ἀποτίθεται AS. κυβερνᾷ
<θέμεθλα>· ἕδραι. βάθρα. θεμέλια Avg θέσεις. [ῥίζαι (Ξ 493) Avg
<θέμειλα>· θεμέλιοι
<θεμελιωθέντα>· ἐκ ῥιζῶν ἀρθέντα
<θέμεναι>· καταβαλοῦσαι
<θέμενος>· ἐνθείς. καταβαλών
<θεμερή>· βεβαία. σεμνή. εὐσταθής
<θεμερόν>· σεμνόν. ἀφ' οὗ καὶ τὸ σεμνύνεσθαι <θεμερύνεσθαι>
<θεμερόφρονας>· συνετούς, σώφρονας
<θεμερῶπις>· ἐρασμία <Ἁρμονίη> (Empedocl. fr. 122,2).
*<θέμις>· δίκαιον ASvg. ἄξιον. πρέπον Svg. καὶ δίκη n, ἢ [προσή-

κει. καὶ ἡ τιμή. καὶ τὸ ἀξίωμα. καὶ τὸ ἁρμόζον· S ᾗ θέμις ἐστί (Β 73). καὶ [νόμος n

<θεμισσέτω>· μαστιγούτω, νομοθετείτω. Κρῆτες
*<θέμισις>· δικαιοσύνη AS. παραμυθία
<θέμιστα>· ἔννομα r, νόμιμα
*<θέμιστας>· νόμους S. δίκας (Α 238) AS
<θέμιστες>· μαντεῖα, χρησμοί (π 403). δίκαια. νόμοι (ι 112)
<θεμιστεύει>· ἄρχει, κελεύει ἃ βούλεται, δικάζει (ι 114)
<θεμιστευτόν>· νομοθετητόν
<θεμιστεύοντα>· δικάζοντα (λ 569)
*<Θέμιστι>· τῇ Δίκῃ (Ο 87) An
<Θεμιστιάδες>· Νύμφαι (Pherecyd.)
<θεμίστειον>· δίκαιον
*<θεμιστός>· δίκαιος Ag [βασιλεὺς ὅσιος]
†<θεμινήσασα>· πρακτική, ἀνυσίμη, ἀποτελεσίμη
*<θεμιστισία>· ὁσία s
<θεμιστοπόλοι>· ἄρχοντες. δίκαιοι (Hes. fr. 7?)
<θεμιστόρων>· συνετῶν (r)
<θέμηλα>· [θεμέλαι] ἕδραι, βάθρα, θεμέλια
*<θέναρ>· τὸ κοῖλον τῆς χειρός (Ε 339), καὶ τοῦ ποδός ASvg
<θεμούς>· διαθέσεις. παραινέσεις
†<θεμῶν>· θελήμων
<θέμωσεν>· ἤγγισεν. ἐγγίσαι ἐποίησεν, ἠνάγκασεν (ι 486)
<θεναρίζει>· τύπτει
[<θένει>· κόπτει, τύπτει]
<θένιοι>· οἱ προσήκοντες
<θεοβλάβειαν>· οὕτως Αἰσχίνης εἶπεν (3,133)
*<θεοδέκτρια>· θεὸν δεδεγμένη AS
<Θεοδαίσιος>· Διόνυσος
<θεοδμήτων>· ὑπὸ θεοῦ ᾠκοδομημένων Avg δεδομημένων, [θεο-

κτίστων AS (Θ 519)

<θεοδόσια>· ὑπὸ θεοῦ δεδομένα
<θεόθυτα>· ἱερόθυτα (Cratin. fr. 417)
<Θεόδωρος>· Θεοδώρους ἔλεγον οἱ κωμικοὶ τοὺς εὐρυπρώκτους,

ἀπὸ Θεοδώρου τινὸς οὐκ εὖ τὴν ἑαυτοῦ ὥραν χρησαμένου (Com. adesp. 310)

*<θεοειδεστέρας>· θεῖον εἶδος ἢ ὁμοίωμα <ἐχούσης> ASvg
<θεοειδής>· καλός, θεοῦ εἶδος ἔχων (Β 623) s
<θεοείκελα>· θεῖα, θαυμαστά, *[θεοῖς ὅμοια (ASvg)
*<θεόθεν>· ἐκ θεοῦ (π 447) r. ASvg
†<θεοεπεῖς>· ἐκ θεοῦ ἑπόμενοι, ἢ λεγόμενοι
<θεοὶ Μολοττικοί>· ἤτοι <ὅτι> διάφοροι οἱ κύνες οἱ Μολοττικοί·

ἢ ὅτι ψυχοπομπεῖόν ἐστιν ἐν Μολοσσοῖς

<θεοίνια>· θυσία Διονύσου Ἀθήνησι. καὶ <θεὸς θέοινος> Διόνυσος
<θεοὶ ξενικοί>· παρὰ Ἀθηναίοις τιμῶνται, οὓς καταλέγει Ἀπολ-

λοφάνης ἐν Κρησί (fr. 7)

<θεοῖο>· τοῦ θεοῦ (Α 28)
<Θεοκήρυκες>· γένος τὸ ἀπὸ Ταλθυβίου, παρὰ Ἐλευθερίοις
*<θεοκλυτεῖται>· παρὰ θεοῦ ἀκούει AS
*<θεοκλυτήσαντες>· θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι Agn
<θεοκλυτοῦσαι>· θεὸν ἐπικαλούμεναι
<θεοκόλος>· ἱέρεια
*<θεοκυδῆ>· δόξαν θείαν ἔχουσαν AS
*†<θεομητεῖ>· θεοφορεῖται, θεῖα φρονεῖ AS (vg)
<θεόμορος>· σώφρων
*<θέοντες>· τρέχοντες (Ψ 387) vgn
<θεοξένια>· κοινὴ ἑορτὴ πᾶσιν τοῖς θεοῖς ...
<θεόπαιστος>· ὑπὸ θεοῦ παιόμενος ps. ἢ κιθάρα ὑπὸ θεοῦ ἐνδι-

δομένη

[<θεοπίς>· ἀληθής. ἡδεῖα. ἀγαθή. ἰσχυρά]
<θεοπλάγκτους>· δεισιδαίμονας
<θεοπομπεῖν>· ἐνθουσιᾶν
<θεοπρεπεῖς>· θεῷ ἁρμόζοντας (p)
*<θεοπρόπιον>· μαντεῖον ἐκ θεοῦ (Α 85) r. ASvgn
*<θεοπρόποι>· προφῆται, μάντεις ASn, ἐκ θεοῦ προλέγοντες
*<θεοπτίαν>· θεοφάνειαν (r) gn
*<θεοπτίας>· θείας θεωρίας Avg
<θέορτος>· ὁ ὑπὸ θεοῦ παρορμώμενος
*<θεόῤῥυτον>· ἐκ θεοῦ προϊόν, προχεόμενον (r) ASvgrv
<θεός>· σημεῖον [ἢ ἀρχή]
<θεόσδοτος>· ἐκ θεοῦ δεδομένος (Hes. op. 320) r
<θεός, θεός>· ἔθος ἦν, ὅτε κατάρχοιντό τινος, λέγειν θεὸν ἐπιφη-

μιζομένοις

<θεόσεπτον>· εἰς σεβασμόν ...
*<θεοσέπτωρ>· θεοσεβής (Eur. Hipp. 1364) ASvgn
†<θεοσκνεῖ>· θεοὺς τιμᾷ s
*<θεοστυγεῖς>· μισούμενοι ὑπὸ θεοῦ (Rom. 1,30) A (Sn)
*<θεοτερπέος>· θεοὺς τέρποντος ASn
*<θεότευκτον>· θεοκατασκεύαστον r. Avgn
*<θεουδέα>· θειώδη (Greg. Naz. c. 1, 1, 8, 60) g
<θεουδής>· *δίκαιος s. εὐσεβής ns. εὐγνώμων. θεοῖς ἀρέσκων
<θεόσσυτον>· θεοτίμητον
<θεουδής>· θεῷ ἀρέσκων (ζ 121 ..) T
<θεοῦ δόσεσι>· <ὑπὸ> θεοῦ δεδομένοις
*<θέουσα>· τρέχουσα (Ζ 394 ..) (A)
<θεουργική>· θεοὺς ποιοῦσα <ἀπαντᾶν>
<θεοφάντορας>· [ὑπὸ θεοῦ πεφημισμένους] [θεολόγους (r)
[<θεώμενα>· ἐκ θεοῦ μένοντα]
<θεόφατα>· ἐκ θεοῦ σημαινόμενα (r)
<θεόφατα>· λόγια, πεπρωμένα. πολλά. ἄφατα. ὑπὸ θεοῦ πεφη-

μισμένα

<θεοφατίζει>· μαντεύεται. περιττολογεῖ
<θεόφιν μήστωρ ἀτάλαντος>· θεοῖς ἴσος ἐν τῷ βουλεύεσθαι

(Η 366)

<θεόφιν>· [θεοῖς S. ἐκ θεοῦ. τὸ γὰρ σχῆμα τοῦτο πληθύει· <πας-

σαλόφιν, ζυγόφιν>

<θεόφοβος>· θεοσεβής
<θεοφραδία>· θεοῦ r γνώμη s, ἢ [φράσις r
<θεοφραδίαις>· θεοῦ γνώμαις, λόγοις, φράσεσι
*<θεόφρονος>· θείου (Greg. Naz. c. 2, 1, 17, 103) AS
<θεοφροσύνη>· αἱ περὶ τὸ θεῖον διατριβαὶ καὶ [οὐ] μαντεῖαι (s)
*†<θεπτάνων>· ἁπτόμενος (Eur. Bacch. 1318) AS
*<θεραπαινίς>· δούλη r. AS (v) g
<θέραπες>· ὁμιλητῆρες
<θεραπευσία>· θεραπεία. ἱκετεία
<θεραπευτής>· ἰατρός (Plat. rep. 1, 341 c ..) s
<θεραπίς>· θεραπεύουσα
<θεραπηΐας>· τὰς βωμολοχίας
<θεράπναι>· αὐλῶνες. σταθμοί (Eur. Bacch. 1043)
<θεραπαινίδες>· ἔριθοι (s)
<Θεραπνατίδεια>· ἑορτὴ παρὰ Λάκωσι
<θεράπνη>· θεραπαινίς, δούλη
<θεράπνιον>· θεραπαινίδιον, δουλίδιον
<θεράποντες Διός>· βασιλεῖς (λ 255)
<θεράποντες>· οἱ ἐν δευτέρᾳ τάξει φίλοι· ἀπὸ τοῦ θεραπεύειν·
  • [δοῦλοί τε καὶ ὑπηρέται (Ε 48 ..) A
<θέραψ>· θεράπων, οἰκέτης, δοῦλος, ἀκόλουθος
<θέρει>· πρωΐ. *[θερμαίνει PA
<Θερελίμνιον>· τόπου ὄνομα. καὶ Ἀπόλλων. καὶ Ζεύς
<θέρεσθαι>· θερμαίνεσθαι, καίεσθαι r, θάλπεσθαι, πρὸς ἥλιον

χλιαίνεσθαι

<θερέσιμον>· θεριστικόν
<θερήγανον>· μέρος τῆς ἁμάξης· οἱ δὲ τὴν ἅμαξαν τὴν ἄγουσαν

τὰ θέρη

<θέρηγνον>· τὸ ἐπὶ τῶν ἁμαξῶν παράπλεγμα, τὸ ἐπὶ τῇ ἀστα-

χύων παρακομιδῇ γινόμενον

*<θέρηται>· [θέρεται.] [καίηται (Ζ 331) n
<θερίζει>· ἐνδιατρίβει τῷ θέρει, καὶ ἀλοᾷ
*<θερίκλειον>· ποτήριον gns. κόνδυ
<θερινή>· θέρος
<θερίσας>· τὸ θέρος ἀγαγών
<θέριστρον>· λεπτὸν ὕφασμα, *θερινὸν ἱμάτιον (Gen. 24,65)

ASvg

*<Θερσίτης>· ὄνομα κύριον (Β 212) ASn
<θερσίχθων>· θερμαίνων γῆν, καίων
<θέρμα>· πυρετός (Aristoph. frg. 690) s. ἄδεια. καὶ ἐκεχειρία
<θερμαστρῆθεν>· ἐκ καμίνων [καὶ τὸ ἐπάνω ἐν τῇ κλίνῃ

πάντων]

[<θέρκταρ>· θέλγμα]
<θερμάστραι>· κάμινοι (Callim. h. Del. 144)
<θερμαστρίς>· σκεῦος παραπλήσιον καρκίνῳ, ᾧ χρῶνται οἱ

χρυσοχοῖ. καὶ ὄρχησις ἔντονος καὶ διάπυρος τάχους ἕνεκα

<θέρμει>· θερμαίνει
<θέρμεσθαι>· θερμαίνεσθαι
<θέρμης>· ὁ θέρους πνέων
<θέρμον>· τὸ θέρος. Βυζάντιοι
<θερμόπλα>· ἵππου νόσημα περὶ τοὺς πόδας
*<θερόμενος>· θερμαινόμενος An
<θέρονται>· καίονται. χλιαίνονται, θερμαίνονται
<θέρος>· σῖτος. τοῦ θερίζειν ἡ ὥρα (λ 192)
<θερσόμενος>· θερμανθησόμενος. ἀπὸ τοῦ <θέρω> ἐνεστῶτος

(τ 507)

†<θερουρότερος>· ὁ χλωρὸς σῖτος ἀμηθείς
†*<θερτήρια>· ἑορτή τις AS
[<θέσαι>· θησαυρίσαι]
[<θεάσατο>· ἐνεδύσατο]
<θέσθαι>· ὑποθέσθαι (Hyperid. fr. 198 Tur.). θησαυρίζεσθαι (ν 207)
*<θέσθω>· εὐτρεπιζέσθω (Β 382) np
<θέσκελα>· *θαυμαστά Avg. θεοείκελα. ἢ θεοκέλευστα. [θεῖα Avg.

θαυμάσια (Γ 130)

<θέσεις>· πράξεις. καὶ <θεῖναι> ποιῆσαι (Δ 26)
*<θέσμιον>· δίκαιον (Eur. Troad. 267) ASvgn. r
<θεσμοθέται>· ἄρχοντες. *[νομοθέται. νομοφύλακες ASn, οἱ τῶν

νόμων ἐπιμεληταί

*<θεσμόν>· θεῖον νόμον ASn. ἔθος, νόμον (ψ 296) n
*<θεσμοῖς>· νόμοις (Sir. 28,19 v. l.) (r. gs)
*<θεσμοποιεῖς>· νομοθετεῖς (Eur. Phoen. 1645) ASvg (n)
<θεσμούς>· *νόμους g θείους. ἢ τὰς συνθέσεις τῶν ξύλων
*<θεσμοφόρια>· τὰ μυστήρια τῆς Δήμητρος An. ἢ ὄνομα ἑορτῆς

ASgn

*<θεσμοφόρος>· ὁ θεσμοὺς φέρων, ἤτοι νόμους AS (vg)
<θέσπιν>· θείαν φωνήν (α 328) r
<θεσπέσιον>· θεῖον, παραγώγως. ὅταν δὲ λέγῃ· γνώσεαι εἰ <καὶ>

θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις (Β 367) τῇ θεότητι λέγει, εἰ μὴ κατὰ συνεκδοχὴν ἀκούοιμεν <θεσπεσίῃ>, τῇ ἐκ θεῶν βουλήσει

*<θεσπέσιος>· θεῖος. θαυμαστός r. ASvg (n)
<θεσπεσίῃ>· μεγάλῃ, πολλῇ. θείᾳ. τῇ ἐκ θεοῦ βουλήσει (Β 367)
*<θεσπεσιώτερον>· ἀξιολογώτερον ASgn
<θεσπιαοιδός>· ποιητής
<θεσπέσιοι>· θεῖοι
<θεσπιδαές>· θείως καιόμενον, ἢ δαιόμενον
*<θεσπιδαὲς πῦρ>· τὸ θείως καιόμενον πῦρ (Μ 177 ..) ASn
<θέσπιδες>· θυσίαι. θεοσέβειαι
*<θεσπίζει>· μαντεύεται, προφητεύει, ἐνθεάζει. νομοθετεῖ AS
<θέσπιν>· θείαν, ἡδεῖαν, θαυμαστὴν φωνήν (α 328. Eur. Med.

425)

<θεσπιόφημον>· ... παροιμίαν τινά ...
<θεσπίσαι>· προστάξαι. μαντεύσασθαι
*<θέσπισμα>· θεῖον δόγμα Avgn. νομοθεσία r. n
<θεσπίσματα>· μαντεύματα. καὶ τὰ ὅμοια (Eur. Or. 1666 ..)
<θέσπις>· ἀγαθή. ἀληθής. ἰσχυρά. ἡδεῖα
<θεσπιῳδός>· ἀληθὴς μάντις (Eur. Hec. 677)
<Θέσπιος>· ποταμὸς n Βοιωτίας
<Θεσπρωτοί>· ἔθνος περὶ Θεσσαλίαν
<Θεσσαλαί>· αἱ Κῷαι παρὰ Φιλήτᾳ (fr. 16 K.) καὶ αἱ φαρμακίδες
*<Θεσσαλὸν <νόμισμα>>· τοῦτο παροιμιῶδες, τασσόμενον ἐπὶ

ἀπάτης Σ

†<θεσσαλώπας>· ἐναγισμός τις παρὰ Λάκωσι
<θέσσαντο>· ἐξῄτησαν. [ἐκάθισαν.] ἱκέτευσαν. [ἐνεδύσαντο]
<θέσσεσθαι>· αἰτεῖν. [καθῆσθαι.] ἱκετεύειν
<θεσσόμενος>· δεόμενος. ζητούμενος. ἱκετεύων
*<Θεστορίδης>· Θέστορος παῖς n ὁ Κάλχας (Α 69) r
<θέσφατα>· θεόφατα. μαντεύματα ἐκ θεοῦ λεγόμενα. εἱμαρμέναι

ἐκ μαντείας λεγόμεναι (Ε 64)

<θέσφατον>· πολύφατον. ὑπὸ θεοῦ πεφατισμένον. θεῖον. μέγα.
  • ἀργόν. ἄπρακτον An. τὸ ἐκ θεοῦ μάντευμα. προφητεία

(Θ 477) ASvg

<θεσφατοῦται>· θεσφατίζει, μαντεύεται. περισσὰ λαλεῖ
<θετή>· ποιητὴ θυγάτηρ
<θετήρ>· τολμητής. πράκτης
<θέτης>· ὁ προθέμενός τι
*<θετικῶς>· τὸ ὀφειλόμενον γενέσθαι AS
<Θέτις>· ἡ μήτηρ Ἀχιλλέως. καὶ ἡ θάλασσα. ἡ δὲ αὐτὴ λέγεται

<Τηθύς>

*<θετόν>· εἰσποιητόν, οὐ γνήσιον Avgn
<Θετταλικὰ πτερά>· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς

Θεσσαλικὰς χλαμύδας. <Πτέρυγες> δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξι

<Θετταλικὴ ἔνθεσις>· ἡ μεγάλη (Hermipp. fr. 41)
<Θετταλικὸς δίφρος>· διάφοροί εἰσι τῷ κάλλει οἱ Θετταλικοὶ

δίφροι· ἴδιον γάρ τι γένος αὐτῶν κατεσκεύασται (Eupol. fr. 58)

<θετταλίς>· ὑπόδημα ποιόν. [Κρῆτες] (Lysipp. fr. 2 K.)
<Θετταλὸν σόφισμα>· παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη

καὶ μὴ εὐθυμαχούντων (Eur. Phoen. 1408)

<θεῦ>· δεῦρο. τρέχε
<θεύγεσθαι>· θέλγεσθαι. Κρῆτες
<θευμορία>· ἀπαρχή. θυσία. ἢ ὃ λαμβάνουσιν οἱ ἱερεῖς κρέας, ἐπει-

δὰν θύηται. θεοῦ μοῖρα

<θευμοριαζέτω>· θεῷ γέρας ἀναφερέτω
<Θευξένια>· Ἀπόλλωνος ἑορτή
*<θεύσεσθαι>· δραμεῖσθαι AS. διώξεσθαι (Λ 701)
*<θεύσεαι>· δραμεῖ (Ψ 623) (S) n
<θευσόμεθα>· δραμούμεθα. φευξόμεθα. πλευσόμεθα
<θεῦτιν>· †σκαράδιν. Ἱππῶναξ (fr. 115 Bgk.)
*<θέων>· βαδίζων, [τρέχων (Ζ 54 ..) AS. r
<θεώματα>· τὰ περικαθαρτήρια
<θεῶν ἀγορά>· παροιμία ἐπὶ τῶν τολμώντων λέγειν ἐν τοῖς

τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς

<θεῶν ἐπὶ Καλλικολώνῃ>· τόπος ἐστὶ τῆς Τροίας ὑψηλός

(Υ 53)

<θεῶν ἐν γούνασι κεῖται>· παράκειται τῷ θεῷ, καὶ ἐν τῇ

δυνάμει αὐτοῦ καὶ ἐξουσίᾳ κεῖται (Ρ 514)

<θεωρία>· ὄψις, [θέα r
<θεωρίδες>· αἱ περὶ τὸν Διόνυσον Βάκχαι (trag.)
<θεωρικὰ χρήματα>· τὰ εἰς θεῶν τιμὰς καὶ ἑορτὰς διδόμενα ἐν

τοῖς Παναθηναίοις καὶ Διονυσίοις. ἅτινα ἐν τῷ θεάτρῳ ἐδίδοτο, καὶ ἐκ τοῦ θεάτρου συνήγετο ἀπὸ †μισθομένου τόπου

<θεωρικὸν ἀργύριον>· τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον,

θεωρίας ἕνεκα, τοῦ καὶ τοὺς πένητας μετέχειν τῶν θεωριῶν. καὶ πάντα τὰ διανεμόμενα θεωρικὰ ἐλέγετο

<θεωρικῶς>· ὡς θεωρὸς ἐστεφανωμένος· θεωροὺς δὲ ἐκάλουν τοὺς

τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπάγοντας. ἐστεφάνουν γὰρ οὗτοι τὰς ἀπήνας

<Θεώριος>· ὁ Ἀπόλλων r
<Θεωρίς>· κύριον ὄνομα. καὶ θεωρία. καὶ ἡ Σικυωνία τὸ γένος

<Σοφοκλέους> ἐρωμένη

<θεωροί>· οἱ θεοπρόποι. καὶ οἱ θεώμενοι, ἢ οἱ φροντίζοντες περὶ

τὰ θεῖα. λέγουσι δὲ καὶ τὴν ὁδόν, δι' ἧς ἴασιν ἐπὶ τὰ ἱερά, <θεω- ρίδα>· καὶ τὰ διανεμόμενα ἀργύρια ἐν ταῖς ἑορταῖς <<θεωρικά>>

*<θεωρούς>· θεωρητάς (2. Macc. 4,19) AS ἐπόπτας
*<Θηβαῖοι>· ἔθνος <Βοιωτίας> ASn
<Θήβανις>· ἄνεμος
<Θηβάνας>· [θήρα] ἐκ τοῦ Πλακίου κόλπου πνέουσα <ζάλη>
*<Θήβη>· πόλις Βοιωτίας (Δ 378 ..) r. n [καὶ κιβώτιον (Exod.

2,3 v. l.)]

<θῆβος>· θαῦμα S# s
<θηγάνει>· ὀξύνει (Aesch. Ag. 1535)
<θηγάνεον>· ὀξύ, [ἠκονημένον r
<θηγάνη>· ἀκόνη rp. λέγουσι δὲ καὶ [<θήγανον> <τὸ αὐτό> r
<θήγειν>· ἀκονᾶν, ὀξύνειν (Eur. Or. 1036) (n)
†<θήγεια>· θαυμαστά. ψευδῆ
†<θηγή>· θήκη. [θέσις. τάξις S# s
<θηγόν>· ... οἱ δὲ ὀξύ, ἀκονητόν
*<θήγει>· ἀκονᾷ ASg, ὀξύνει (Ν 475) g
<θηεῖσθαι>· θαυμάζειν p
<θηεῖτο>· ἑώρα. ἐθαύμαζε (ε 75)
*<θηεύμενοι>· θεωροῦντες (Hdt. 7, 146,3) n
*<θηεῦντο>· ἐθαύμαζον (Η 444 ..) r. ASgn
<θήῃ>· ποιήσῃ (ο 51 ..)
<θήῃς>· ποιήσῃς (Ζ 432 v. l.) S#
†<θήημος>· ἔθιμος
†<θηήμων>· ἐθίμων
<θηήσασθαι>· θεάσασθαι. θαυμάσαι
<θηήσεται>· θαυμάσεται
<θηητήρ>· θαυμαστής r. θεατήρ (φ 397)
<θηητής>· [ἀπατεών.] θεωρός
<θηητόν>· θαυμαστόν. καλόν. καταθύμιον. περικαλλές. σύμφορον
<θηητός>· θαυμαστός r
<θῆκαι>· οἱ ἀπόθετοι τόποι (Eur. Hec. 1147). *[ἢ σοροί AS (g)
*<θήκατο>· ἐπέθηκεν (Κ 31) g s
<θηκία>· τὰ ἐντάφια r. δηλοῖ δὲ καὶ θησαυρόν. καὶ τάφον. καμψίον.

γλωσσοκομεῖον

<θηκτόν>· ὀξύ, [ἠκονημένον (Eur. Med. 40) p
<θηλαί>· τῶν μαστῶν τὰ ἄκρα [τῶν μαστῶν]. καὶ τῶν χειλῶν

τὰ ἐκπτυσσόμενα

<θηλαμίνου>· νεογνοῦ
<θηλαμών>· τροφός r. ns
<θήλαντο>· ἐθήλασαν s
<θηλάστρια>· τροφός r. ἔστι δὲ Ἰακόν. Σοφοκλῆς Ἀλεξάνδρῳ

(fr. 94)

<θήλεα>· ἱμάντων τὰ τετρημένα, εἰς ἃ διωθεῖται τὰ ὀξέα. καὶ τῶν

σπονδύλων τὰ κοῖλα

*<θηλή>· μαστός r. ASvgn
[<θηλητήρ>· κυνηγός]
*<θῆλυ>· ἀσθενές (Eur. Med. 928). γυνή ASn
<θηλυγενής>· ὁ ἐναντίος τῷ ἀῤῥενωπῷ
*<θηλυδρίας>· ὁ τεθηλυμμένος r. ASvgn
<θηλυδριῶδες>· τὸ κατακεκλασμένον (Ar. Thesm. 131)
*<θηλυμανεῖς>· πόρνοι (Ierem. 5,8) (AS) vg
*[<θηλύματα>· μέλιτι βεβρεγμένα ἄλφιτα] AS
<θηλύνει>· μαλάσσει
<θῆλυς ἐέρση>· ἡ τὰ φυτὰ θάλλειν ποιοῦσα δρόσος, καὶ θρε-

πτική (ε 467)

<θηλύτεραι>· αἱ γυναῖκες (Θ 520)
<θηλυτεράων>· θηλειῶν, τῶν μόνων ἐγκυμόνων πλησιαζουσῶν

ἀνδράσι. μόναι γὰρ αἱ γυναῖκες ἔγκυοι οὖσαι πλησιάζουσιν ἀνδράσι, τῶν δὲ ἄλλων ζῴων οὐδέν (λ 386 ..)

<θηλυφόνον>· τὸ ἀκόνιτον
<θηλώ>· τροφός, τήθη
<θῆμα>· θήκη. τάφος r. ἀνάθημα. Σοφοκλῆς Σαλμωνεῖ (fr. 498)
*<θημωνιαί>· οἱ σωροὶ τῶν δραγμάτων (A) S (vg)
<θημωνιά>· ἀπόθεσις
<θημών>· πᾶν τὸ σεσωρευμένον, οἷον ἀχύρων ἢ πυρῶν (ε 368)
<θημῶνες>· θημωνιαί S#n
<θήν>· δή (Θ 448) n, ἤ που (Ρ 29)
*†<θήνιον>· γάλα (Iob 15,7) Aps
<θῆξαι>· ὀξῦναι, ἀκονῆσαι
†<θῆξις>· ῥοπή. στιγμή. τάχος
<θηπαλέος>· βωμολόχος
<θήπει>· ψεύδεται
<θηπητής>· ἀπατεών s
<θηπόν>· καταθύμιον. [θαυμαστόν r
<θήπω>· ἐπιθυμῶ. [θαυμάζω r. s
<θήπων>· ἐξαπατῶν, κολακεύων (Hippon. fr. 14). θαυμάζων
<θήρ>· θηρίον. ὁ λέων· ἀπὸ τοῦ θοῶς ὀρούειν
*<θήρα>· κυνηγία ASgn, ἄγρα AS
*<θήραμα>· εὕρεμα ASvgn <ἄγρευμα> Avgn
<θηρᾶν>· ζητεῖν. εὑρεῖν. μηχανᾶσθαι
<θῆρας>· τοὺς σατυρίσκους
*<θήρατρον>· δέλεαρ. [ἄγκιστρον (Xen. Mem. 3, 11,7) ASvgn
*<θηράτρων>· θηρατικῶν AS
[<θήραυλος>· ἀγρός τις]
<Θηραῖον πέπλον>· τὸ ποικίλον <ἱμάτιον> s οἱ Ἀττικοί· δοκεῖ

δὲ ἀπὸ Θήρας τῆς νήσου προσηγορεῦσθαι

<θηρία>· τὰ ζῷα s. καὶ ἐπὶ τῶν ἵππων οὕτω λέγουσι
*<θηρητήρ>· κυνηγός (Λ 292) (r. n)
*<θηρί>· λέοντι (Γ 449) n
<Θηρίκλειος>· κυλίκων εἶδος· ἀπὸ Θηρικλέους κεραμέως
<θηρίον>· πάθος τι σώματος, ὃ καὶ καρκίνος καλεῖται (Hippocr.

loc. hom. 29 ..)

<Θηρίτας>· ὁ Ἐνυάλιος παρὰ Λάκωσιν
<θηριώδης>· ἀγριαινόμενος (Hippocr. Epid. 2, 1,3)
<θηροειδεῖς>· ἐφαπτίδες ποικίλως διηνθισμέναι
<θηροθῆραι>· θηρευταί s
*<θηρολέξης>· ὁ τὰς λέξεις θηρώμενος r. ASvgp
<θηρολέτης>· κυνηγός (Greg. Naz. c. 2,1, 87,7) S#
<θηρός>· λέοντος (Κ 184)
<θηροσύνας>· κυνηγίας
<θηρότις>· θηρεύτρια
<θηροφόνος>· θηροκτόνος ps. Ἄρτεμις
*<θηρώμενοι>· θηρῶντες A, ἀγρεύοντες ASvgn
<θής>· δοῦλος rs, μισθωτός p. παράσιτος. ἢ ὁ τὴν μισθαρνικὴν

ἐργαζόμενος παρὰ Ἀθηναίοις

*<θὴρ ὥς>· ὡς θήρ (Eur. Hec. 1173)
<θῆσαι>· θρέψαι, θηλάσαι
<θησαίατο>· θαυμάσειαν (σ 191)
<θησάμενοι>· αἰτησάμενοι. Κρῆτες
*<θήσαντο>· ἐθαύμασαν (Ο 682 ..) AS
<θήσασθαι>· θεάσασθαι. θηλάσαι. *[εὐωχηθῆναι. μεθυσθῆναι AS
<θησάσθω>· κοιμηθήτω
*<θῆσσαν> <<τράπεζαν>·> δουλικὴν <τροφήν> (Eur. Alc. 2) AS
<θήσατο>· ἐθήλασεν (Ω 58)
<θησαυρίσασαν>· συνάξασαν
<θησαυρός>· εἰς ἀγαλμάτων καὶ χρημάτων [ἢ] ἱερῶν ἀπόθεσιν

οἶκος

<θήσει>· ὑποθήσεται. ποιήσει (λ 101)
<Θησεῖα>· ἑορτὴ Ἀθήνησι
<Θήσειον>· νεὼς Θησέως, ἐφ' ὃν οἱ ἀποδιδράσκοντες κατέφευγον.

δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· καὶ τὸ δεσμωτήριον παρὰ Ἀθη- ναίοις

<θήσεται>· ποιήσεται
<θήσω>· [ἥσω.] αἰτήσω. Βοιωτοί
<θησόμενοι>· αἰτησόμενοι
*<θήσω>· ποιήσω (Eur. Hec. 869) A
†<θηταλά>· θαυμαστά, ψεύδεσιν ὅμοια
*<θητεῖαι>· μισθώσεις A, <ἐπὶ> μισθῷ δουλεῖαι (Σa)
*<θητεύει>· δουλεύει μισθῷ (Eur. Alc. 6) (A) Sn
<θητικόν>· τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις
<θητόν>· βωμόν (s)
*<θῆτας>· μισθωτούς r
[<θίασε>· χόρευσε]
<θιαγόνες>· ἄρτοι, οἳ παρετίθεντο τοῖς θεοῖς
[<θιάκχα>· ἄνθη ἐν Συκιῶνι]
[<θιάλλαι>· θῆμνες]
<θιάρατος>· εὐκτός
†*<θιάσαι>· χορεῦσαι ASn
<θιασεῦσαι>· σπεῖσαι. προσενέγκαι
<θίασον>· εὐωχίαν. καὶ πλῆθος, οὐ μόνον τὸ Βακχικόν, ἀλλὰ καὶ

τὸ ἐρανικόν

<θίασος>· *χοροῦ σύστασις ASn, ἢ σύλλογος Ap. καὶ τὸ ψιλὸν

πλῆθος· ἔσθ' ὅτε δὲ καὶ τὸ Βακχικόν· ἢ ἑσμὸς γυναικῶν (Eur. Bacch. 56 ..)

<θιασῶνες>· οἶκοι, ἐν οἷς συνιόντες δειπνοῦσιν οἱ θίασοι
*<θιασῶται>· χορευταί (r). AS(g) n
<Θίβεις>· γόητές τινες
*<θίβις>· πλεκτόν τι AS κιβωτοειδές S, ὡς γλωσσοκομεῖον (Exod.

2,3 ..) Ss

<θίβωνος>· κιβωτοῦ. Κύπριοι
<θιβρήν>· φιλόκοσμον, καλλυντικήν, ὑπερήφανον, καταφερῆ, καὶ

θρασεῖαν (Euphor. fr. 93 Scheidw.) καὶ παρὰ μὲν Νικάνδρῳ τὴν ἔμπυρον, καὶ καυστικήν (Ther. 35). [τινὲς δὲ χαλεπήν (s)

<θιβρόν>· τρυφερόν. καλόν. σεμνόν. ἁπαλόν
*<θιγεῖν>· ψαῦσαι p. ἅψασθαι n, ἅπτεσθαι (Eur. Alc. 1117) ASvg
<θιγμάτων>· μιασμάτων
[<θίγωνος>· κιβωτοῦ]
<θίημι>· ποιῶ, <φιλῶ> s
<θιδρακίνη>· θίδραξ καὶ *θρίδαξ AS
<θήϊον>· θεῖον τὸ ὀρυκτόν. Κρῆτες
<θιῆσαι>· ποιῆσαι. φιλῆσαι
<θίκελιν>· τὴν γογγυλίδα. Λάκωνες
<θίλα>· ὁ θημών
*[<θιμῶνες>· θιμωνίαι] AS
<θίν>· ὁ αἰγιαλός, ἀπὸ τοῦ θείνεσθαι. καὶ θῖν' ἁλὸς (Α 316 ..)

πολλάκις τὸ αὐτὸ λέγει. καὶ ἀρσενικῶς Ὅμηρος ὁ <θίν>, καὶ ὁ σωρός· πολὺς δ' ἀμφ' ὀστεόφιν θίς (μ 45) καὶ ἄμμος

*<θῖνες>· ψάμμοι. ὑψηλοὶ τόποι. [καὶ αἱ τῶν καρπῶν συγκομιδαί

(AS)

*<θινί>· αἰγιαλῷ (Δ 248) gn
*<θινομένη>· τυπτομένη (Α 588) ASn
*<θινῶν>· αἰγιαλῶν. ἢ σωρῶν A πυρῶν (Gen. 49,26. Iob 15,7)
*<θίξεσθαι>· ἅψεσθαι ASs
<θίξις>· ἔφαψις
<θιός>· θεός. Κρῆτες
<θιπόβρωτος> [κακῶς δίχα τοῦ <ρ> λέγεται] καὶ <θριπόβρωτος>·

ὁ ὑπὸ σητῶν βεβρωμένος

<θίς>· ὄχθος. [βουνὸς ἀμμώδης (S). [αἰγιαλός Snp. θάλασσα s.

σωρὸς p κυμάτων. τὸ κάτω βάθος τῆς θαλάσσης. ἢ ὀστέων σωρός

<θιγάνα> χῶμα σωροειδές
<θισπῶσαι>· εἰκάσαι
*<θλαδίας>· εὐνοῦχος (Deut. 23,2). Anp [καὶ οἱ τῆς ψάμμου

σωροί g (n)]

<θλάσας>· κλάσας, συνθλάσας
<θλάσπις>· πόα ἣν ἔνιοι σαύριον
<θλίβει>· ὠθεῖ, *[πιέζει r Σ
*<θλίβεται>· πατεῖται. τοῦτο δὲ ἐπὶ σταφυλῆς. λέγεται γὰρ καὶ

ὅτε τις ὀλιγωρεῖ AS πιέζεται

<θλιβίας>· θλαδίας. σπάδων
<θλῖψις>· στένωσις. λύπη (Prov. 1,27 ..)
*<>θνάναι>· ἀποθανεῖν Avg
<θνησίδια>· νεκριμαῖα (p)
<θνήσκοντας>· ἀποθνήσκοντας (Α 56)
<θοάζει>· *τρέχει. μαίνεται (Eur. Troad. 307) AS. σκιρτᾷ. †κτεί-

νει. σπεύδει. *[ταράττει Ans. κάθηται. [χορεύει A. ἀνύει. ἥδεται. τελεῖ. πλάττει. φοβεῖται. πλανᾶται. θεοφορεῖται (Eur. Bacch. 65)

<Θόαξος>· Ἀπόλλων ... <τῆς Λακωνικῆς>
*<θοας>· ὀξείας. [ταχείας [τῆς Λακωνικῆς] ὁρμάς ASvgn. ἢ ἡγε-

μὼν Αἰτωλίας (Δ 527) A [ἢ <ἐπὶ νῆας>, ἢ τὰς ταχείας ναῦς (Α 12 ..)]

*<θοή>· ταχεῖα ASvg. ἡ νὺξ μέλαινα S. δεινή. [ὀξεῖα ns. ἰσχυρά
<θοὴν διὰ νύκτα>· θείαν. ταχεῖαν. ὀξεῖαν (Κ 394)
<θοὴν ἀλεγύνετε δαῖτα>· τὴν ἀγαθήν (θ 38)
*<θοηρός>· τεταραγμένος [ἐστίν] AS
<θοῇσι>· ταχείαις· νηυσὶ θοῇσιν (Ι 435 ..) ὅταν δὲ εἴπῃ· νυκτὶ

θοῇ (Μ 463 ..) ταῖς †τιναῖς, ἢ ταχείαις· ἔνιοι δὲ κατὰ σχῆμα ὀξεῖα. τῆς γὰρ γῆς σκιά ἐστιν· αὕτη γὰρ κωνοειδής. τὸ δὲ θοὸς ὀξύνεται

<θοία>· ζεῦγος ἡμιόνων p
*<θοἰμάτιον>· <τὸ> ἱμάτιον Avgps
*<θοινᾶται>· εὐωχεῖται ASn
*<θοινᾶσθαι>· εὐωχεῖσθαι (Eur. Alc. 542) n
*<θοίνη>· εὐωχία vg, τροφή n, καὶ τρυφή vg. ἢ τράπεζα (Sap.

12,5) s (AS)

*<θοινητήριον>· κατάβρωμα, τροφή (Eur. Rhes. 515) Anp
<θολία>· πέτασος εἰς ὀξὺ συνηγμένος. σκιάδιον
<θολερεῖν>· ταραχίζεσθαι
<θολερόν>· *ταραχῶδες vg. ἀκάθαρτον, βορβορῶδες, *[τεταραγ-

μένον vgAS

<θολερῶς προβαίνεις>· μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν

ἔχων, ἀλλ' ἀστάτως καὶ τεταραγμένως προϊών (Com. ad. 865?)

†<θολερόφρον>· μέγα ......
<θ' ὁλκάζει>· χαλιναγωγεῖ
<θολόν>· τεταραγμένον <ὕδωρ>
*<θολος>· στρογγυλοειδὴς οἶκος ASvg, δι' ὀστράκων †εἰλημμένος

(A) S. ἢ τὸ τῆς σηπίας μέλαν S

<θόλος>· κυρίως μὲν καμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ

ἀπολήγουσαν ἔχων τὴν στέγην κατασκευασμένος· ἢ ὅπου οἱ πρυτάνεις καὶ ἡ βουλὴ συνεστιῶντο. θηλυκῶς δὲ ἔλεγον τὴν θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται

*<θολοῦσα>· σκοτοῦσα ASvgn
<θολῶσαι>· πληρῶσαι. στεγάσαι. *[ταράξαι. σκοτίσαι (As)
†<θονανία>· ὀξεῖα
<θοόν>· ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. *[ταχινόν ASvg
[<θορᾶ>· κατεπήδησεν]
<θόρανδε>· τὸ ἔξω Πάφιοι ..
<Θοράτης>· Ἀπόλλων παρὰ Λάκωσιν
*<θόρε>· ἐπήδησεν (Θ 320 ..) ASgn
<θορεῖν>· πηδῆσαι, ὁρμῆσαι. ὀχεῦσαι
<θορηνεύς>· ὁ ξιφίας ἰχθύς
<Θορικός>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ

Θορίκου [Κύπριοι]

<Θόρναξ>· ὑποπόδιον. ἢ ἱερὸν Ἀπόλλωνος ἐν τῇ Λακωνικῇ,

ἀπό τε Θόρνακος <Θορνάκιος Ἀπόλλων>

<θόρνυσθαι>· γεννᾶν, μίγνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν [γεν-

νᾶν]

<θόρισμα>· δέλεαρ ἰχθύσι
<θορός>· βάτης, ἀφροδισιαστής. *ὀχεία, [ἡ ἔκκρισις τοῦ σπέρ-

ματος ASvg

<θοῤῥοῖο>· ὀχετοῦ
<θόρυβος>· ζάλη, [ταραχή r
*<θορών>· πηδήσας, ὁρμήσας n(p), δραμών
<θοῦ>· θές. ἐπίστησον (Ps. 140,3?)
<Θουκυδίδης>· ἱστοριῶν συγγραφεύς. ὄνομα κύριον
<θοὐλκότατον>· βαρύτατον
<θουμός>· [λόγος, μῦθος] ἑστίασις
<θουράς>· ἡ ὀρεκτικῶς ἔχουσα, καταφερής. καὶ †θουραι
<θουραίην>· ἀνδρείαν. θρασεῖαν. ἰσχυράν
<θουρήεντος>· λάγνου
<θοῦριν>· βάτην
<θουρήτιες>· αἱ τῶν ζῴων μίξεις
<θούρητρα>· ὀχεῖα
<θούριδες>· νύμφαι. Μοῦσαι. Μακεδόνες
<θούριδος ἀλκῆς>· τῆς πολεμικῆς S. ἀπὸ τοῦ θορεῖν, ὅ ἐστι

πηδῆσαι (Δ 234 ..), ἀφ' οὗ καὶ <θοῦρος> Ἄρης (Ε 507)

<θουριομάντεις>· τοὺς περὶ Λάμπωνα. φασὶν γὰρ εἰς Σύβαριν

τὴν ἀποικίαν Λάμπωνα ἀγαγεῖν· τινὲς δὲ ... μάντιν ὄντα (Ar. Nubb. 332)

<θουριῶν>· ἐνεργῶν
<θοῦρον>· *πηδητικόν vgAn, ὁρμητικόν An, πολεμικόν g (Ε 30 ..).

θρασύ. μέγα. ἐῤῥωμένον (Eur. Rhes. 492)

<θούσχοινοι, ἢ θοόσχοινοι>· ἁρπάγαι, ἀντλητῆρες
[<θοωθείς>· πλασθείς]
*<θοώκους>· συνέδρια (Greg. Naz. c. 2,1,1,153) gn
<θοωθείς>· [πλησθείς. ἑστιαθείς]. παροξυνθείς. [εὐωχηθείς]
<θοῶς>· σφοδρῶς. *[ταχέως (Γ 325 ..) ASns
<Θόωσα>· μήτηρ Κύκλωπος (α 71)
<θοῶσαι>· ὀξῦναι. λαμπρῦναι. ποιῆσαι. πυρῶσαι
<θοώτατος>· ταχύτατος, τάχιστος
<θραίειν>· λοιδορεῖν. Λάκωνες
<Θραικία>· Ἀφροδίτη
†<θραννομένη>· προορῶσα
[<θρανεύεται>· συντρίβεται S]
<θρακτικόν>· πορευτόν
†<θραμβόν>· καπυρόν
<θράμις>· κριός
<θρανίαι>· θρόμβοι
<θρανίον>· δίφρος. ὑποπόδιον. πάσσαλος. θρόνος. καὶ τὸ ὑπὸ

τοῖς φατνώμασι σανίδωμα. καὶ λάσανα. καὶ νεὼς μέρος. καὶ τὸ ὑπὸ τὴν δοκὸν †τι ...

<θρανογράφους>· τοὺς εὐτελεῖς τοιχογράφους
<θράνων>· δίφρων
<θρανίτιδες κῶπαι>· αἷς οἱ θρανῖται χρῶνται ἐν ταῖς κατα-

φράκτοις ναυσί

<θρᾶξαι>· ταράξαι. λυπῆσαι. Εὐριπίδης Πειρίθῳ (fr. 600)
<θραξεῖται>· ταράξεται. πορεύσεται
<θρασεῖαν>· ὀξεῖαν
*[<θράσις] θραῦσις>· φθορά. θάνατος. ἀῤῥωστία. ἧττα ἐν πο-

λέμῳ ASvg

<θράσκειν>· ἀναμιμνήσκειν
†<θρασύτην>· τὸ ἀποδημοῦντα θρασύνεσθαι
<θράσος>· δαίμων. ἀλαζονεία, φρύαγμα. ὀξύτης. μάχη
*<θρασυκάρδιος>· εὔτολμος ASvg, θρασύς (A), τολμηρός (Κ 41)

Anps

<θρασυμέμνονα>· θρασὺν κατὰ τὸ μένος. γενναῖον. εὔτολμον,

τολμηρόν (Ε 639).

<<θρασύστομον>·> ἀλαζόνα. τραχύν. σκληρόν. ἀπηνῆ. φλύαρον,

ταραχώδη. ὑβριστήν

*<θράττειν>· ἐνοχλεῖν Σ, [ταράττειν pΣ
†<θράττης>· ὁ λίθος ὑπὸ Θρᾳκῶν
*<θράττεύομαι>· συντρίβομαι A, συγκόπτομαι AS
<θράττον>· ὕπερον. [κόλουρον]
*<θραύει>· συντρίβει Avgs
<θραῦλον>· κόλουρον. †ἄπυρον
<θραῦρον>· †ῥαγανόν. θραυόμενον
<θραύσει>· [θραύει] ἀμήσει. ἀπολεῖ (Num. 24,17)
a) *<θραῦσις>· *ὀργή. πληγή (Num. 17,12) ASvgn b) <<θραύ-

στης>·> σφῦρα ἡ τοὺς βώλους θραύουσα

<θραῦσμα>· λύπη. πληγή. κατάπτωμα γῆς. καταστολή (Nah.

2,10(11)). παῦσμα (A), παῦσις

<θραχθείς>· ταραχθείς
*<θρεκτικώτατος>· ὀξύτατος <ἐν δρόμῳ> A
<θρέκτος>· δρόμος ταχινός s. ἀπὸ τοῦ θρέξαι καὶ δραμεῖν
<θρέειν>· θροεῖν
<θρεομένη>· θρηνοῦσα (Eur. Med. 51) S
<θρέμματα>· βοσκήματα, *πρόβατα gn. τέκνα ps
<θρέξαντες>· ἐλαφρῶς ἐπελθόντες (Ν 409)
<θρεόμενον>· ὀλοφυρόμενον
*<θρέπτρα>· τροφεῖα p. τροφῶν ἀμοιβάς (Δ 478) AS
<θρεπτῆρες>· τρέφοντες (r)
<θρέπτειρα>· τροφός (Eur. Tro. 195) AS
<θρεπτός>· τρόφιμος, ὑπὸ τῶν τρεφουσῶν
<θρεκτοῖσι νόμοις>· ἀντὶ τοῦ τροχαίοις Σοφοκλῆς Ὀδυσσεῖ

μαινομένῳ. ἔνιοι δὲ <κρεκτοῖς> (fr. 425)

†<θρέξατο>· ἐφυλάξατο. ἐσεβάσθη
<θρεσκή>· ἁγνή. πάντα εὐλαβουμένη
<θρεσκός>· περιττῶς δεισιδαίμων
<θρέττε>· τὸ ἀνδρεῖον. ἢ θρασύ (Ar. Equ. 17) p
<θρεφθῆναι>· τραφῆναι (Eur. Hec. 600) r. παγῆναι
<θρέψαι>· πῆξαι (ι 246). καὶ τὸ σύνηθες. ἐκτρέφειν (Eur. Phoen.

804)

*<θρηνεῖ>· πενθεῖ, ὀλολύζει A, ὀλοφύρεται (Eur. Hec. 675)
*<θρῆνυν>· ὑποπόδιον (Ξ 240) ASgn
<θρήικια>· ὑποδημάτων εἶδος ps Περσικῶν
<θρῆνος>· γόος
[<θρής>· ἡμίονος]
<θρῆνυν ἐφ' ἑπταπόδην>· τόπος τῆς νηὸς βάσιν ἔχων (Ο 729)
<θρῆνυς>· ὑποπόδιον. καὶ ἡ ἐν τῷ μέσῳ πλοίου σανίς, ἀπὸ τοίχου

εἰς τοῖχον n

<θρησκεία>· σέβασμα (Ep. Iac. 1,26)
<θρησκεύει>· σέβεται S, θεραπεύει. προσεδρεύει. *[ὑπηρετεῖ τῷ

θεῷ Avg, λατρεύει S

*<θρησκός>· ἑτερόδοξος r. ASvgn. εὐσεβής (Ep. Iac. 1,26)
<θρήσκω>· νοῶ r
†<θρησόμενος>· θερισόμενος. θερμανθησόμενος
[<θρήττανον>· τῆς ἁμάξης, ἐφ' ᾧ τὰ ἀγόμενα ἐπιτίθεται]
<θρῖα>· φύλλα συκῆς, ἢ ἀμπέλου r. ASvn <ὡς Ἀπολλόδωρος> n

καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα

<θριάζειν>· φυλλολογεῖν. ἐνθουσιᾶν, ἐνθουσιάζειν. Εὐριπίδης

Λικυμνίῳ (fr. 478) καὶ Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 428)

<θριαί>· αἱ πρῶται μάντεις. καὶ νύμφαι. καὶ αἱ μαντικαὶ ψῆφοι
<θριαμβεῦσαι>· θορυβῆσαι. βοῆσαι
*<θριαμβεύσας>· πομπεύσας (Col. 2,15) ASvgn
<θρίαμβος>· *πομπή. ἐπίδειξις νίκης ASvg. ἢ Διονυσιακὸς ὕμνος,

Ἴαμβος

†<θριάτιον>· ἁπαλωτέρα τροφή
<Θριάσιαι>· πύλαι οὕτω καλοῦνται Ἀθήνησιν
<θριγκός>· *ἡ στεφάνη Avg τοῦ τείχους. [περίφραγμα AS καὶ

[περίβολος Sn (η 87). ἤγουν τὸ ἀνώτατον <τῆς> τοῦ τείχους οἰκοδομῆς ἐφ' οὗ καὶ ἡ στέγη κεῖται. καὶ ὁ ὑπὸ τὸν κλινόποδα τοῦ τοίχου τόπος. ἢ περιχαράκωμα. καὶ <τριγχός>

*<θριγκοῖς>· φραγμοῖς (ρ 267) gn
<θριδακίναι>· εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρ' ἡμῖν

θρίδακες, [ἤτοι μαρούλια np

<θριῆσαι>· μαντεῦσαι
†<θριλιδεῖν>· θρυλλεῖν
<θριήβολοι>· ἱερεῖς
<Θρινακία>· ἱερὰ Ἡλίῳ, ἡ νῦν Σικελία, τρία ἄκρα ἔχουσα (λ 107 ..)

[Λιλύβαιον, Πάχυνον, Πελωριάδα· ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς εἶναι]

<θρῖναξ>· *πτύον σίτου ASvgn. ἢ τρίαινα
<θρινία>· ἄμπελος ἐν Κρήτῃ
†<θριμμός>· γογγυσμός
<θρῖον>· *βρῶμα σκευαστόν ASgn. διττὴ αὐτοῦ ἡ σκευασία· ἡ

μὲν διὰ ταρίχου, ἡ δὲ διὰ ᾠῶν ἐπιχεομένου μέλιτος. συκῆς δὲ φύλλα οὐχ ἁπαλὰ ἐπετίθετο· ἔχουσι γάρ τινα ὀσμήν. διὸ καὶ θρῖον ἐκλήθη

<Θριοῦς>· δῆμος φυλῆς Οἰνηΐδος
<θριπόβρωτος>· οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο ξύλοις ὑπὸ

σητῶν βεβρωμένοις, κατασημαινόμενοι ὁπότε βούλοιντο. Φιλο- στέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι

†<θρίσκειν>· τὸν θροῦν
*<θρησκεία>· λατρεία p
[<θρόα>· ἄνθη. ἀπὸ τοῦ θορεῖν ἄνω]
<θριπήδεστον>· ξύλον [ὑπὸ θριπῶν βεβρωμένον r. οἱ γὰρ ἐν

τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο

[<θρίττε>· ἀνδρεῖον. θρασύ. ἔστι δὲ ἀμετάφραστον]
<θρίψ>· γλίσχρος, φειδωλός
<Θριώ>· δῆμος. ἑορτὴ Ἀπόλλωνος· καὶ ἡ σύντροφος αὐτοῦ
<Θριῶζε>· εἰς Θριάσιον πεδίον
<θροεῖ>· λαλεῖ. ψοφεῖ. θορυβεῖ. ἠχεῖ
<<θροεῖται>·> ἐκπλήττεται r
†<θρόδακα>· θρίδακα. †Κύπριοι
*<θρόμβοι <αἵματος·>> αἷμα παχὺ πεπηγὸς, ὡς βουνοὶ <αἵματος>

(Luc. 22,44) ASn

<θρόνα>· ἄνθη. καὶ τὰ ἐκ χρωμάτων ποικίλματα (Χ 441) S
<θρονίτις>· πρώτιστος
<Θρόνιον>· πόλις <Λοκρίδος> (Β 533) r
<θρόνον τετράπουν>· ... καὶ τὸν ἱερὸν δίφρον. καὶ ἐκπεποικιλ-

μένον

<θρόνος>· ἀνάκλιτος [δίφρος r
<θρόνωσις>· καταρχὴ περὶ τοὺς μυουμένους (Plat. Euthyd. 277d)
<θρόος>· σκληρὰ φωνή. λαλιά. θροῦς. θόρυβος (Δ 437). φθόγγος.

ψόφος. ἢ τεθραυσμένη φωνή

<θρώισκει>· πηδᾷ, σκιρτᾷ (r)
<θρωσμός>· ὑψηλὸς τόπος (Κ 160 ..) r (ASvg)
*<θροῦς>· ὁ διὰ στόματος ἦχος n. λαλιά ASvg. ψιθυρισμός (Sap.

1,10)

<θρυαλλίς>· ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ

οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν *τὸ ἐλλύχ- νιον ASvgn

<θρίαμβοι>· τρόπαια
<θρυλισμός>· φωνή
<θρυγανᾷ>· κνᾶται. ξύει
<θρυγανίς>· ψίαθος
[<θρύδεσα>· ἀπὸ τῆς Θρύου πόλεως]
[<θρυλλεῖ>· ταράσσει, ὀχλεῖ]
<θρυλλήματα>· ἄσημοι φωναί
<θρυλλίχθη>· συνετρίβη. [συνεθραύσθη r. n. ἀπεδρύφθη (Ψ 396)
*<θρύλλοι>· ψιθυρισμοί. ὁμιλίαι ASvgn
<θρυμματίς>· ἡ ὑφ' ἡμῶν ἐνθρυμματίς
<θρυμίς>· ἰχθὺς ποιός
<θρύμματα>· κλάσματα ἄρτου r
<Θρύον>· πόλις ἐν Ἀρκαδίῃ (Β 592), ἣν Θρυόεσσαν Ὅμηρος

λέγει (Λ 711) n. καὶ εἶδος βοτάνης (Φ 351)

[<Θρυόνιον>· πόλις Λοκρίδος. ἢ Θρόνιον]
<θρύπτακον>· κλάσμα ἄρτου. Κρῆτες
*<θρύπτεται>· μαλακίζεται, τρυφᾷ, στρηνιᾷ. κλᾶται ASn
<θρυπτεύεται>· ὑπερηφανεύεται
<θρύψαι>· θραῦσαι. κόψαι. κλάσαι. καὶ ἀνακλάσαι. μαλάξαι
<>θρύσκα>· ἄγρια λάχανα
<θρύψιχος>· τρυφερός r, μαλακός. αἰσχρός. [χαῦνος r
<θρυψίχρως>· τρυφερός
<θρώσκει>· πηδᾷ, ἀφάλλεται. κολυμβᾷ
[<Θρῶ>· λιμός]
<θρῶναξ>· κηφήν. Λάκωνες
<θρώπτει>· σκώπτει (r)
<θρώσκει>· *πηδᾷ ASgn. σκιρτᾷ. τρέχει. [ἅλλεται n. πίπτει.

ὀχεύει, ἔγκυον ποιεῖ, γεννᾷ

<θρῶσις>· διαίρεσις. σπαρτίον, σειρά. καὶ ἡ κάτω σχοῖνος τοῦ

δικτύου

<θρώσσει>· γεννᾷ. φοβεῖται
<θρώσκω γνώμαν>· Καλλίστρατος ἀντὶ τοῦ αἰσθάνομαι νοῦν

κεῖσθαι λέγει. τινὲς δὲ ἀντὶ τοῦ ὀροῦσαι κατὰ τὸ πληθυντικόν

<θρώσκων κνώδαλα>· ἐκθορίζων, καὶ σπερματίζων. γεννῶν.

Αἰσχύλος Ἀμυμώνῃ (fr. 15)

<θρωσμός>· ὑψηλὸς τόπος r. ASvgn βουνοειδής n, ἀφ' οὗ κατα-

βαίνοντα θορεῖν ἔστι (Λ 56)

*<θόωσον>· ὄξυνον AS
<θύα>· ἀρτύματα. Κύπριοι. ἔνιοι τὰ ἀρώματα. Καλλίμαχος (fr.

564). Εὔπολις (fr. 108,2) τὰ πέμματα. λέγεται δὲ καὶ τὰ θυό- μενα ταῖν θεαῖν

<θυαλοῦν>· τὸ θυτοῖς διαλαβεῖν. θυμιᾶσαι
<θυάματα>· τὸ θύμον. καὶ θυμιάματα
<θυᾶν>· καπρᾶν. ἐπὶ ὑός
<θύανον>· τὴν θυώνην. πέμμα δέ ἐστιν ἀντὶ βοός
<θυάρπαξ>· ἱερόσυλος s
†<θύας>· πηδήσας m
*<θυγατριδῆ>· ἐγγόνη. θυγάτηρ θυγατρός ASpm
<θυγατριδοῖ>· τέκνα θυγατρός
<θύει>· μαίνεται. [ἀπάρχεται] ἐνθουσιᾷ (Α 342) n
†<θύειται>· εὐθύνει. †εὐφραίνεται. [θύειται]
<θυήεις>· τεθυωμένος. [τεθυμιαμένος (Θ 48) m
*<θύελλα>· ἀνέμου συστροφή r. ASvgn. καὶ ὁρμή, [ἢ καταιγίς

(Ζ 346) S

<θύελλαι>· τῶν ἀνέμων καταιγιδώδεις πνοαί, καὶ συστροφαί

(ζ 171)

*<θύεσσι>· θυσίαις. ἢ θυμιάμασι (Ι 499) AS
<θύεστον>· ποτὸν τὸ ἀπὸ ἀρωμάτων r [ὡς Ἡρόδοτος]
<θύεται>· ἱεροσκοπεῖ <ὡς Ἡρόδοτος> (9,33,1 ..)
<θυέων>· θυσιῶν (ο 261)
<θύη>· θύματα n. ἀρώματα
<θυηέντων>· εὐόδμων r
<θυηλάς>· *ἀπαρχάς (Ι 220). ASvgn. ἢ τὰς διὰ θυμάτων μαν-

τείας

<θυηκόοι>· ἱερεῖς
<θυηλήν>· θυσίαν
<θυλήματα>· τὰ ἐπιφερόμενα ἄλφιτα εἰς θυσίαν n
*<θυηπόλος>· ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος ASvgn ἱερεύς

(Greg. Naz. c. 1, 1, 2,75) vgn

<Θυιάς>· Βακχίς· οἱ δὲ μαινάς
<Θύϊος>· Ἀπόλλων ἐν Μιλήτῳ
<θυιόεν>· πλῆρες
<θυιόεντες>· ἀνθοῦντες
<θυιωθείς>· μανείς. ὁρμήσας
*<θυλάκια>· ἀσκοὶ δερμάτινοι (Tob. 9,5) ASn
<θυλακίζειν>· τὸ ἀπαιτεῖν τι ἑπόμενον μετὰ θυλάκου. Ταραντῖνοι
<θύλαξ>· προσκεφάλαιον r
<θυλακοτρώξ>· μῦς. οἱ δὲ ἀκρίς
<θυλακοφόροι>· οἱ μεταλλεῖς, θυλάκοις περιφέροντες τὰ βρώματα

καὶ πήραις· ὅθεν ἐκαλοῦντο καὶ πηροφόροι (Aristoph. fr. 789?)

*<θυλήματα>· βεβρεγμένα μέλιτι ἄλφιτα ASn, ἢ θυμιάματα ἐπὶ

βωμῶν n

<θυλίδες>· οἱ θύλακοι
<θύλλα>· κλάδους, ἢ φύλλα. ἢ ἑορτὴ Ἀφροδίτης
<θυλλίς>· θύλακος. γωρυτός. ἔλυτρον
*[<θύλον>· ὀλέθριον. ὥριμον] AS
<θῦμα>· ἱερεῖον, σφάγιον, ὁλοκαύτωμα
*†<θυμαδέων>· ἀθυμῶν AS
<θυμαίνει>· ὀργίζεται s
*<θυμαλγέα>· λυπηρά, τὴν ψυχὴν ἀλγεῖν ποιοῦντα ASvgn,

χαλεπόν (Δ 513)

<θυμάλωπες>· οἱ ἀπὸ τῆς θυμιάσεως σπινθῆρες
<θυμάλωψ>· ἡ λιγνυώδης τοῦ πυρὸς ἀναφορά r. τινὲς δὲ ξύλον

κεκαυμένον, δαλόν

<θυμαμοργάς>· ἡ νόσος. Ἐρετριεῖς
*<θυμαρέα>· τῇ ψυχῇ ἀρεστήν (Ι 336) ASn(r)
<θυμαρές>· εὐάρεστον r. εὔκρατον (ρ 199)
<θυμάρμενον>· καταθύμιον. ἡδύ
<θύματα>· σφάγια. ἀπαρχαί. ἱερεῖα. ὄργια
<Θύμβρα>· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον λεγόμενον ποτα-

μὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους δέκα, ὅπουγε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου (Κ 430. Eur. Rhes. 508)

<Θυμβραῖος>· Ἀπόλλωνος ἐπίθετον ἀπὸ τόπου (Eur. Rhes. 224)
*<Θύμβρις>· ὄνομα ποταμοῦ r. ASn
<θυμβροφάγος>· ἀντὶ τοῦ δριμυφάγος· ἡ γὰρ θύμβρα δριμύ

ἐστι βρῶμα (Ar. Ach. 254)

<θυμέλαι>· οἱ βωμοί. καὶ τὰ ἄλφιτα τὰ ἐπιθυόμενα
<θυμέλη>· οὕτως ἔλεγον ἀπὸ τῆς θυηλῆς τὸν βωμόν. οἱ δὲ τὸ

ἐπίπυρον, ἐφ' οὗ ἐπιθύουσιν, ἢ *[ἔδαφος ἱερόν ASs

<θυμηγερέων>· ἀνακτώμενος τὴν ψυχήν, καὶ τὸν θυμὸν συλ-

λέγων (η 283)

<θυμηδέα>· θυμῷ ἁνδάνοντα (π 389)
*<θυμηδία>· ἡδύτης, τέρψις Sp, ἀρέσκεια. παρὰ τὸ ἡδύνειν (AS)
*<θυμηρέα>· καταθύμια g, ἀρέσκοντα
<Θυμαιτάδαι>· δῆμος φυλῆς Ἱπποθοωντίδος τῆς Ἀττικῆς
*<θυμῆρες>· ἡδύτερος (Sap. 3,14), ἀρέσκον ψυχῇ· ASgn <θυμὸς>

γὰρ ἡ ψυχή (ρ 199) Ag

<θύμιζε>· προθυμοῦ. ὀργίζου
*<θυμικώτερος>· ὀργιλώτερος S μετὰ θυμοῦ (A)
<θυμιχθείς>· πικρανθείς
<θυμοβόρον>· χαλεπόν. ὑπὸ τοῦ θυμοῦ ἐσθιόμενον, ἢ τὴν ψυχὴν

κατεσθίοντα

<θυμοβόροιο>· ψυχοφθόρου (Η 301) (r)
<θυμοδακής>· [λεοντόψυχος] ἁψικάρδιος. λυπῶν τὴν ψυχήν

(θ 185)

<θυμοειδής>· ὀργίλος. θυμώδης r
<θυμολέοντα>· γενναῖον, ἤτοι ἀνδρεῖον κατὰ τοὺς λέοντας, ἢ

λεοντόθυμον (Ε 639)

<θυμόμαντις>· ὁ τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγι-

νώσκων. ψυχόμαντις. καὶ συνετῶς προορῶν τὰ ἀποβησόμενα (Aesch. Pers. 224)

<θυμὸν ἔδων>· λυπούμενος πάνυ, καὶ δακνόμενος τὴν ψυχήν

(κ 379)

*<θυμὸν ἀχεύων>· τὴν ψυχὴν λυπούμενος (Ε 869 ..) Avgn
<θυμοραιστέων>· τῆς ψυχῆς φθαρτικῶν. ἀνθρωποφάγων (Π 591)
<θυμοραιστής>· θυμοφθόρος· <ῥαῖσαι> γὰρ τὸ φθεῖραι καὶ ῥῆξαι

(Ν 544)

*<θυμός>· ψυχή ASvgn. ἢ προαίρεσις gn ὀξύτης. πνεῦμα. [ἐπιθυ-

μία. ὀργή. λογισμός v

<θύμον>· τὸ σκόροδον
*<θυμόσοφος>· ὁ ἐκ φύσεως εὐμαθής, καὶ εὐφυής ASg, ὀξυμαθής,

ἐκ φύσεως σοφός

*<θυμοφθόρα>· τὰ τὴν ψυχὴν διαφθείροντα (Ζ 169) ASvg
<θυμῷ>· ἐν ψυχῇ (Α 24)
<θυμώδης>· θυμῷ παρείξας καὶ ἰσχυρῶς θυμούμενος (Prov.

11,25 ..)

*†<θυνάσαι>· τέμνειν A, κόπτειν ἀφειδῶς AS
<θυνᾶται>· εὐωχεῖται. κατεσθίει
*<θῦνε>· ὥρμα. ἤγαγε (Ε 87) ASm
<θύνει>· ὠθεῖται. φέρεται. τρέχει. †χαίρει. ὁρμᾷ
<θυννάδες>· τεμάχη ταρίχου
<θυννάζοντες>· κεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδου-

σιν ἐλάμβανον (Ar. Vesp. 1087)

*<θυνᾶσαι>· ἀπολαῦσαι. ἐνθουσιάσαι S
<θυννίδες>· θύννων τεμάχη, ὑποκοριστικῶς
<θύννον>· τὸν ὅρκυνον r λέγουσι· τὴν δὲ [πηλαμίδα <θυννίδα> r
<θῦνον>· ἔσπευδον. ἔτρεχον (Β 446 ..)
<θῦνος>· πόλεμος. ὁρμή. δρόμος
*<θυοδόκοι>· βωμοί, οἱ τὰ θυμιάματα δεχόμενοι (Eur. Andr.

1157) (An)

<Θυόεις>· χωρίον ἐν Εὐβοίᾳ
*<θυόεν>· εὐῶδες AS. τεθυμιαμένον (Ο 153)
<θυόεν νέφος>· ἀνεμῶδες. *[τεθυμιαμένον AS, εὐῶδες (Ο 153)
*<θυοκοχθεῖς>· μάντεις A
<θύον>· ὄνομα δένδρου (ε 60)
<θύος>· ἱερεῖον. θῦμα
<θυοσκεῖν>· ἱεροῖς *παρέζεσθαι, ἢ θεοῖς (Aesch. Ag. 87)
<θυοσκόος>· εἶδος μάντεως διὰ σπλάγχνων τὸ μέλλον δηλοῦντος.

οἱ δὲ τὸν δι' ἐμπύρων ἱερῶν τὰ σημαινόμενα νοοῦντα (φ 145 ..)

*<θυοσκόπος>· ὁ διὰ τῶν σπλάγχνων ἢ θυμάτων μαντευόμενος A
<θύπτης>· ὁ τυρός
*<θύραθεν, θύρασιν>· ἔξωθεν, ἔξω vg
<θύραζε>· *τὰ [ἔξω τῆς θύρας (Ε 694) Avgps, ἐπὶ θύρας, ἢ [εἰς

τὴν θύραν r. [ἢ [εἰς τὴν γῆν n]

<θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια>· παροιμία, ἥν οἱ μὲν

διὰ τὸ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων

*<θύραθεν>· ἔξωθεν (Eur. Andr. 952) vgA
*<θυραία>· ἀλλοτρία, ξένη vgn AS
<θυραία>· ... καὶ ἡ μεταξὺ δύο οἰκιῶν θύρα
*<θυρεός>· εἶδος ἀσπίδος (AS). καὶ <<θυραῖος>> ὁ ξένος AS ὁ

ἀλλότριος, καὶ ὁ ἐξωτικός n

<θυραίων>· ἀλλοτρίων, καὶ μὴ συνοίκων (Eur. Alc. 814)
<θυράγματα>· ἀφοδεύματα
<θύραν>· τὴν πτύχας ἔχουσαν
[<θύραξ>· πύργος. χιτών]
<θύραυλοι>· τῶν ποιμένων οἱ ἀπόκοιτοι
[<θυράξαι>· ἔξω τῆς θύρας]
*<θυραυλοῦσι>· πρὸ θυρῶν διατρίβουσι (Philo Agric. 37) AS
<θυργανᾶν>· κνήθειν
<Θυργωνίδαι>· δῆμος ... τῆς Ἀττικῆς
<θύρδα>· ἔξω. Ἀρκάδες
<Θυρεατικοί>· στέφανοί τινες παρὰ Λακεδαιμονίοις
*<θύρεθρα>· θύραι. [θυρεός] (Β 415) (AS)
<θυρεός>· *ἀσπίς, ἢ σκουτάριον vg(A) Sp. καὶ ὁ ἐπικείμενος τῇ

θύρᾳ τοῦ Κύκλωπος λίθος ἀντὶ θύρας (ι 240)

*<θύρετρα>· θυρώματα (Β 415) ASn
[<θύρετραι>· θύραι]
<θυρετρεᾶς> φλιᾶς
<θυρηβόλιον>· τὴν ἐπ' ἀγρῷ οἴκησιν
<θύρηθ' ἔα>· ἔξω ἤμην (ξ 352)
<θυρίς>· ὀπὴ μικρά. θυρίδας Ἀττικοὶ τὰς τῶν γραμματείων

πτυχάς. καὶ δίθυρον λέγουσιν, οὐ τρίθυρον, ἀλλὰ τρίπτυχον

<θυροιγόν>· θυρωρόν
<θυροκοπιστικὸν ἢ θυροκοπικόν>· οὕτως ἐκαλεῖτο ....
<Θυροποιός>· οὕτως ἐκαλεῖτο Ἀριστομένης, ὁ κωμικὸς ποιητής,

σκωπτικῶς (Com. ad.)

*<θυραυλεῖν>· ἔξω θυρῶν αὐλίζεσθαι A
<θύρσος>· *[ῥάβδος ASn, βακτηρία *[βακχική, ἢ κλάδος ASn.

καὶ αὐλητὴς οὕτως ἐκαλεῖτο

<θυρσοπλῆγες>· οἱ ἐν τοῖς Βακχείοις ἐνθεαζόμενοι
<Θύρσος>· αὐλητὴς ἦν γυναῖκα ἔχων ἑταίραν
<Θύρσου γυνή>· Ἀριστοφάνης ἐν Νήσοις οὐ τοῦ αὐλητοῦ

μνημονεύων, ἀλλ' ἀντὶ τοῦ φύλλα εἰπεῖν καὶ κλάδους (fr. 396)

*<θύρσοι>· κλάδοι, λαμπάδες, λύχνοι (Idth. 15,12 ..) (AS)
<θυρῶνας>· τὰς σανίδας. καὶ τὰς εἰσόδους
<θυρωρός>· ὁ παράνυμφος, ὁ τὴν θύραν τοῦ θαλάμου κλείων

(Sapph. fr. 110 L. -- P.)

<θῦσαι>· ἀπάρξασθαι. θυμιᾶσαι. θυσιάσαι (Ι 219)
<θύσανοι>· *κροσσοί (Avg). κόρυμβοι (Β 448)
<θυσάνουρος>· δασύκερκος. ἄρσην
<θύσθλα>· αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά.

οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. *οἱ δὲ ῥάβδους, [νάρθηκας n, θύματα, χοάς (Ζ 134)

<θυσιάδες>· ἔνθεοι. τὴν τῶν Βακχῶν φωνὴν <θυσιάδα> φασί.

ἐλέγοντο δὲ καὶ αἱ τῇ Περσεφόνῃ ἱερούμεναι

<θύσκα>· κυρτία
<θυσπολίαι>· θυηπολίαι
*<θυσανόεσσα>· κροσσωτή. αἰθερία· <θύσανος> γὰρ ὁ κροσσός

(Ε 738) r. AS

*<θυσάνοις>· κροσσοῖς (Ξ 181) n
[<θύσσα>· ὅπλα νήϊα]
<>θύσσεται>· τινάσσεται
<>θυσσόμεναι>· σειόμεναι, τινασσόμεναι
<Θύστα>· Θυῖα
*†<θυσσῶν>· θηριωδῶς ὁρμῶν (Eur. Bacch. 871) A
<Θυστάδες>· Νύμφαι τινές. αἱ ἔνθεοι. καὶ Βάκχαι
<θύστας>· ὁ ἱερεὺς παρὰ Κρησί
*<θυτηρίοις>· θυμιατηρίοις AS(vg)
*<θύστινον>· τρίχινον. οἱ δὲ μεσοτριβῆ
<θύτης>· μάντις, ἱεροσκόπος
<θῦψαι>· τὸ ἐπικαῦσαι· ἀφ' οὗ τὸ τεθυμμένον. ἄλλοι τυφῶσαι,

καῦσαι

<θύψαντα>· πῦρ καύσαντα
<θυώδεα>· εὐώδη, εὔοσμα, θυμιάματος ὀσμὴν ἔχοντα (ε 264)
<θυῶεν>· εὐῶδες
<θύωμα>· μύρον. [ἄρωμα (Hdt. 2, 40,3) r
*<θύων>· σπεύδων (Φ 234), θυσιάζων ASn
[<θυωθείς>· εὐωχηθείς]
<Θυώνη>· ἡ Σεμέλη
<Θυωνίδας>· ὁ Διόνυσος παρὰ Ῥοδίοις. τοὺς συκίνους φάλητας
[<θυωρεῖσθαι>· θυωθεῖσθαι. [εὐωχεῖσθαι r]
<θυωρίτης>· τραπεζίτης
<θυωρόν>· τράπεζαν τὴν τὰ θύη φυλάσσουσαν. καὶ τοὺς ἱερεῖς

καὶ μυρεψοὺς οὕτω

<Θωμᾶς>· ἄβυσσος. ἢ δίδυμος
<θωας>· [*ταχείας AS.] ζημίας. *[θῆρας ἐξ ὑαίνης καὶ λύκου

γεννωμένους (ASvgp)

*<θῶες ὄρεσφιν>· θηρία μικρὰ <ὅμοια μεγάλων> ἐν τοῖς ὄρεσι

(Λ 474) An

<θωή>· ζημία, βλάβη, ὅθεν ὁ ἀζήμιος <ἀθῷος> r.
<θωθῆναι>· φαγεῖν. γεύσασθαι
<θωκεῖ>· κάθηται. ὁμιλεῖ
*<θῶκος>· καθέδρα An, θρόνος Sn, σύλλογος (Θ 439)
<θῶμα>· θαῦμα
<θωμένους>· θοινωμένους, εὐωχουμένους
<θωμεῦσαι>· συμμῖξαι. συνταγεῖν
<θῶμιγξ>· λεπτὸν σχοινίον r. p
<θώμιγγες>· δεσμοί, ὁρμιαί, σχοινία, χορδαί, *[σπαρτία κανά-

βινα (g)

†<Θῶμις>· ὁ Κάνωπος, πόλις ...
<θωμίζει>· νύσσει. δεσμεύει
†<θώμισσον>· τὸν μισθόν
<θωμιχθείς>· μαστιχθείς s
<θωμός>· σωρὸς σταχύων r, ἢ κορμός
<θῶνται>· θοινῶνται, εὐωχοῦνται. εὐθηνοῦνται
†<θῶξαι>· μεθύσαι. πληρῶσαι. *θηριωδῶς βοῆσαι (Eur. Or. 168) A
<θωός>· ὄρνις ποιός
*<θῶπες>· κόλακες rg. εἴρωνες (Greg. Naz. c. 2,2,1,5)
*<θωπικός>· κολακευτικός r. ASvg
*<θωπεία>· κολακεία AS (vg) n
<θώπτει>· σκώπτει. θεραπεύει
*<θωρηκτάων>· ὁπλιτῶν (Μ 317 ..) ASg
<θώραξ>· *ὅπλον. πύργος. χιτών. στῆθος. σῶμα. λωρίκιον ASvg.

σφραγιδοφύλαξ. καὶ ἔρεα στέμματα. καὶ τὸ στῆθος ἡμῶν

<θώρηκες>· τὰ αὐτά (Ν 265)
<θώρηκος γύαλον>· περιφραστικῶς τὸν θώρακα (Ε 99). *[τινὲς

δὲ τὸ κοῖλον τοῦ θώρακος, ἢ τὸ κύτος n. Γύαλον δὲ λέγεται τὸ κοῖλον. [<θωρηκτῇσι>· τεθωρακισμένοις] <Ζητοῦσι> δέ, πῶς πληγέντος κατὰ τοῦ ὤμου τοῦ Διομήδους φησί· θώρηκος γύαλον; πρὸς οὓς λεκτέον, ὅτι πᾶν τὸ <γύαλον> λέγεται. τὸ δὲ <θώρηκος γύαλον>, ὅτι ἁλυσιδωτοί, ἢ λεπιδωτοί. ἀνάγκη γὰρ τοὺς λεπιδωτοὺς καὶ κοίλους λέγειν· τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα, θαῦμα ἰδέσθαι (Ο 530)

<θωρηκτῇσι>· τεθωρακισμένοις (Φ 429)
<θώρηξις>· οἰνοποσία. καθόπλισις
<θωρήσσεσθαι>· καθοπλίζεσθαι r, ἀπὸ μέρους τοῦ σώματος.

μάχεσθαι. ἑτοιμάζεσθαι (Λ 715)

*<θωρηχθῆναι>· καθοπλισθῆναι (Α 226) pn
<Θωρυκίων>· οὗτος τελώνης ἦν (Ar. Ran. 363)
<θώς>· εἶδος θηρίου, λύκῳ ὅμοιον
<θώσασθαι>· εὐωχηθῆναι. [μεθυσθῆναι]
<θῶσθαι>· δαίνυσθαι. θοινᾶσθαι. εὐωχεῖσθαι. Αἰσχύλος Δικτυουλ-

κοῖς

<θωστήρια>· εὐωχητήρια καὶ ὄνομα <ἑορτῆς> (Alcm. fr. 23,81)
<θωτάζει>· ἐμπαίζει, [χλευάζει s
<θῶται>· εὐθηνεῖται. θοινᾶται. [τρέχει]
*<θωΰσσειν>· βοᾶν (s) μέλπειν. [κηρύσσειν (s) θηριωδῶς ὁρμᾶν (S)
<θωχθείς>· θωρηχθείς. [μεθυσθείς r. Σοφοκλῆς Διονυσίσκῳ (fr. 175)
<θώψ>· κόλαξ A, ὁ μετὰ θαυμασμοῦ ἐγκωμιαστής
<θώψεις>· θωπεύσεις. Αἰσχύλος Σισύφῳ πετρακυλιστῇ (fr. 234)
<θώων>· εἶδος θηρίου, ὡς λύκος (Ν 103)