Γλώσσαι/Η

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Γλώσσαι
Συγγραφέας:
Η


<Ἦ>
ψιλούμενον καὶ περισπώμενον σύνδεσμον δηλοῖ παραπλη- ρωματικὸν ἴσον τῷ δή. καὶ ἀντὶ ἀπορηματικοῦ τοῦ ἆρα. καὶ ῥῆμα ἴσον <τῷ> <ἔφη>· ἦ ....... Ὅμηρος μὲν ἐπὶ προειρημένοις λόγοις ἐπιφέρει τὸ ἦ δηλοῦν τὸ ἔφη
<ἢ>
ψιλούμενον καὶ βαρυνόμενον δηλοῖ σύνδεσμον διαζευκτικόν, καὶ συναπτικὸν <ἴσον> τῷ εἰ
<ἣ>
δασυνόμενον καὶ βαρυνόμενον ἄρθρον θηλυκὸν προτακτικόν· καὶ ἀντωνυμίαν ἀναφορικήν· καὶ σύναρθρον τρίτου προσώπου ἀπὸ συζυγίας τῆς ἐμή, σή, δηλοῖ
<ᾗ>
δασυνόμενον καὶ περισπώμενον ἄρθρον θηλυκὸν ὑποτακτικὸν δοτικῆς πτώσεως σημαντικόν· ἢ καὶ ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου ἀντὶ τοῦ ἑῇ
<ἥ>
ἥτις (Α 2 ..)
<ἦ>
εἶπεν. ἀληθῶς, ὄντως. *ἦ· γένηται Avg. ἢ ἔφη. ἤμην A
<ἦα>
ἤμην r καὶ ἐγενόμην. *ἢ ἦλθον ASvg. ἢ ὑπῆρχον rn (Ε 808)
<ἦαρ>
αἷμα. ψυχή r. Ss
*<ἥατο>
ἐκαθέζοντο (Γ 149) ASvg
*<ἡβᾷ>
ἀκμάζει (Eur. Or. 696) ASvgn
<ἠβαιόν>
*μικρόν g, οἷον ἄβαιον, <οὗ> οὐκ ἔστιν ἐπιβῆναι διὰ σμικρότητα. ἢ ὀλιγοχρόνιον (Β 380) τὸ δὲ αὐτὸ δηλοῖ καὶ τὸ βαιόν
<ἡβᾶν>
*ἀκμάζειν r. A, νεάζειν. εὐωχεῖσθαι, μεθύσκεσθαι
*<ἡβάσκοντες>
ἐκ δευτέρου νεάζοντες n, ἢ αὐξάνοντες (Greg. Naz. c. 1, 2,1, 291) g
<ἥβη>
*νεότης, ἀκμή· r, AS καὶ δ' ἔχει ἥβης ἄνθος (Ν 484) [καὶ ἡ θεός· r. μετὰ δέ σφισι πότνια Ἥβη (Δ 2). ἔστι δὲ Διὸς καὶ Ἥρας θυγάτηρ, γυνὴ Ἡρακλέους. καὶ ἀκολασία. καὶ ἄμπελος
*<ἡβήσας>
τριχώσας (τ 410) ASvg
<ἡβητής>
ἀκμάζων r, νεανίας, ἧλιξ
<ἠβολεῖν>
†ἀργεῖν p
<ἡβητήρια>
ἑστιατήρια. [καταλύσεις (p)
<ἤβολον ἦμαρ>
καθὸ ἀπαντῶσιν εἰς ταὐτόν. ἢ εὔκαιρον. ἱερόν (Callim.? frg. 767 Pf.)
*<ἡβόωντα>
ἀκμάζοντα (Ι 446) Ags
*<>η βρέτας>
ἀνδρὸς ἄγαλμα, ξόανον ASvg
*<ἡβώοιμι>
ἀκμάζοιμι (Η 157) r. ASn. [ἀκμάσεσιν]
<ἡβώωσα>
ἀκμάζουσα, θάλλουσα (ε 69)
<ἠγάζοντο>
ἐθαύμαζον
*<ἠγαθέοισι>
τοῖς πάνυ θείοις (Greg. Naz. c. 2,2,7,5) T(g)
<ἠγάθεον>
ἄγαν θεῖον r. εὔδαιμον, μακάριον (Ζ 133)
<ἠγαλέον>
κολοβόν. κατεαγός. κοῖλον. εὔθλαστον
<ἠγάλλοντο>
ἐγαυρίων (Hdt. 1, 143,3)
<ἠγάμην>
ἀπεδεξάμην (Plat. rep. 2, 367 e?)
<ἠγάνεα>
πέμματα τὰ ἀπὸ τηγάνου
<ἠγανές>
καθαρόν. νέον
<ἠγάνεος>
νεανίσκος
<η γάρ>
τί δέ. αὕτη γάρ. *[ὄντως γάρ n
<ἢ γὰρ> <ἄν>
ἐπεὶ ἄν (Β 242)
<ἦ γάρ κεν δειλός>
ὄντως <γὰρ ἂν> δειλός (Α 293) n
<ἦ γάρ με>
ὄντως γάρ με (Α 355)
<ἦ γὰρ ὀΐομαι>
ὑπολαμβάνω γάρ (Α 78)
<ἠγάσατο>
ἐξεπλάγη (Γ 181)
<ἠγαλλιάσατο>
...... (Ps. 16,9)
<ἠγάσθη>
ἐθαύμασεν. †ἐχάρη. δυσηρέστησεν
<ἤγαστο>
ἐνεμέσησεν, ἐφθόνησεν, ὠργίσθη. ἐθαύμασεν. ἐνετράπη
<ἠγγυᾶτο> ὁ λαμβάνων [ἤγετο]
<ἥ γε>
αὕτη (Α 496) n. ἥτις
[<ἠγειρέθοντο>
συνηθροίζοντο. ἀνήγοντο]
<ἡγεῖ>
ἄρχεις
*<ἤγειρεν>
ἀνέδειξεν n, ἀνέστησεν (Luc. 1,69) g
<ἡγεῖσθαι>
δοκιμάζειν. δοκεῖν
*<ἡγείσθην>
ἦρχον (Β 731 ..) ASn
*<ἡγεῖτο>
ηὐθέντει A, ἦρχεν (Sap. 7,12) Avgn
<ἡγέμαχος>
πολέμαρχος
*<ἦγέ μιν>
ἤγαγεν αὐτόν ASvg
<ἡγεμονεύεσθαι>
ἄρχεσθαι (Thuc. 3, 61,2)
<Ἡγεμόνη>
Ἄρτεμις. καὶ Ἀφροδίτη. καὶ ναῦς τις οὕτω καλεῖται
*<ἡγεμονικόν>
ὁ νοῦς r. ASvgn
<ἡγεμών>
ἄρχων rq. ὁδηγός
*<ἦγεν>
ἔφερεν (Τ 273) AS
<ἡγεόμην>
ἡγούμην n, ἠρχόμην (Ε 211)
*<ἠγερέθοντο>
ἠγείροντο A. συνηθροίζοντο (Β 304) r Sb
*<ἠγερέεσθαι>
συναθροίζεσθαι (Κ 127) r. Anps
<ἤγερθεν>
συνηθροίσθησαν (Α 57) N
*<ἡγεσίης>
ὁδηγίας (Greg. Naz. c. 2,2,7,320) (r) g (p)
<ἤγεσθ' ἀεί>
ἐφέρεσθ' ἀεί
<ἤγετο>
ἦρχεν. ἤρξατο
<ἡγήλασαν>
συνήγαγον
<ἡγηλάζει>
ἄγεται. ἐλαύνει. ἐπιμελεῖται. θεραπεύει. ἄγει (ρ 217)
<ἡγηλάζειν>
ἄγειν. ἐλαύνειν
<ἡγήσατο>
ἦρξεν. ὁδηγὸς ἐγένετο (Α 71)
<ἡγητηρία>
παλάθη σύκων· ἐν γὰρ τῇ ἑορτῇ [παρὰ] Πλυντη- ρίων φέρουσι παλάθην συγκειμένην ἐξ ἰσχάδων διὰ τὸ τοὺς αὐτόχθονας ἥμερον καρπὸν φαγεῖν πρῶτον τῶν σύκων· παρὰ τὸ <ἡγήσασθαι> οὖν τῆς τροφῆς κέκληται <ἡγητηρία>
<ἡγητήρ>
ἡγεμών r. ἄριστος
<ἡγήτορες>
ἡγεμόνες. βασιλεῖς (Β 79 ..). ὁδηγοί. ἄρχοντες
*[<ἠγιᾶτο>
ἐνεκάλει] A
*[<ἡγιλάζει>
διάγει] A
<ἠγίνεον>
ἦγον (Σ 493) S
<ἠγκάζοντο>
ἐλάμβανον (Ρ 722)
<ἠγλαϊσμένον>
φωτεινόν, [λαμπρόν r
<ἠγμένος>
τεθηρευμένος. πειθήνιος
<ἠγμένους>
ἀγομένους
*<ἡγνικότες>
καθαρίσαντες (1. Petr. 1,22) ASvg
<ἠγνόει>
ἠπείθει. ἠγανάκτει
<ἠγνοίεις>
ἠπείθεις
<ἠγνοίησεν>
ἠπείθησεν r. *[ἠγνόησεν n. ὡς [ἔφαθ'] Ἕκτωρ δ' οὔτι θεᾶς ἔπος ἠγνοίησεν (Β 807)
*<ἤγνωσεν>
ὠδυνήθη
†<ἤγομεν>
ηὔξομεν
<ἠγόν>
κατεαγός
<ἠγωνίασεν>
ἐφοβήθη r
<ἤγοντο>
ἐλαύνοντο
<ἠγόμην>
διῆγον. Σοφοκλῆς Θυέστῃ δευτέρῳ (frg. 233)
*<ἠγόρευεν>
ἐδημηγόρει (Eur. Or. 898 ..) AS
*<ἠγορόωντο>
διελέγοντο (Δ 1) ASgN
<ἡγοῦ>
παρακελευστικῶς· ἄρχε, ἡγεμόνευε, διάκρινε
<ἡγοῦμαι>
ἡγεμονεύω r. νομίζω p, ὑπολαμβάνω r, λογίζομαι (p). προκρίνομαι
<ἤγουν>
ἤτοι r. ἤγουν [ἠγοδαίμων β#]
*<ἤγρετο>
ἠγέρθη (Β 41?) ASgn
*<ἠγροικισάμην>
ἀγροίκως ἔπραξα ASvgn
*<ἥδω>
εὐφραίνω. [τέρπω AS
[<ἠδαίμων>
αἰγιδίων]
<ἠδ' αἰγῶν>
αἰγιδίων. [ἠδαιμόνουν] (Α 41)
<ἠδ' ἄκρας>
καὶ τὰς ἐξοχάς
<ᾗ δ' ἄν>
ᾗτινι δὲ ἄν
<ἠδαξήσατο>
ἐκνήσατο
<ἠδάφωται>
κατῴκισται
<ἠδέ>
ἀντὶ τοῦ καί r ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ (Δ 258) καὶ *[αὕτη n. ἔφη δή.
<ᾔδεα>
ᾔδειν, [ἐπιστάμην (Ξ 71) S
*<ἠδὲ βίηφι>
τῇ αὐτοῦ ἰσχύι (Μ 256 ..) ASn
<ᾔδεε>
ᾔδει, ἠπίστατο vnS. ᾔδεε μαντοσύνας (Β 832) [ἢ μάται]
*<ᾔδεες>
ᾔδεις AS
*<ἥδει>
τέρπει Avg
<ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν>
τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν τὴν παροιμίαν [Δήμων φησὶ] λέγεσθαι
*<ἠδ' ἐπίκουροι>
καὶ βοηθοί (Β 815 ..) AS
<ᾔδεσαν>
ἠπίσταντο, ἐγίνωσκον
<ᾐδέσθη>
ἐνεθύμησεν
*<ἥδεται>
εὐφραίνεται vg, τέρπεται (Or. 1523) ASvg
*<ἠδὲ τοκήων>
καὶ τῶν γονέων (Γ 140) AS
<ἤδη>
ἐπὶ μὲν παρῳχημένου χρόνου ἀορίστου· ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν (Α 260), ἐπὶ δὲ ἐνεστῶτος· ἤδη γὰρ νῦν ἔλπομ' Ἄρηΐ γε πῆμα τετύχθαι (Ο 110)
<ἦ δή>
ἀληθῶς δή n. καὶ <δή> (Α 573)
*<ἢ δηθὰ στρεύγεσθαι>
<ἢ> ἐπὶ πολὺ ἀναβάλλεσθαι (Ο 512) AS
*<ἤδη μοι>
πρὸ τούτου μοι (Ζ 361) AS
<ἠδημόνησεν>
ἐξεκάκησεν
*†<ἠδημόνως>
αἰδεσίμως ASs
*<ᾔδησθα>
ᾔδεις (τ 93) SN
<ἡδέα>
γλυκέα
<ἠδίκησεν>
ἔβλαψεν
*<ἠδικηκότες>
ἀδικήσαντες As
*<ἠδίκτον>
συνδοκτικόν ASgh
*<ἡδίονος>
ἡδυτέρας AS
*<ἥδιστα>
ἡδέα r. ἡδέως r. ASg. εὐθύμως. [γλυκέως. ἢ κατα- θύμιον A
*<ἡ δόκωσις>
ἡ στέγη (Eccl. 10,18) ASvg
*<ἠδολέσχουν>
ἐμερίμνων g. ἐμελέτων r (Ps. 76,7)
<ἥδομαι>
τέρπομαι. ἐσθίω
*<ἡδονή>
ἐπιθυμία r. ASvgn
*<ἥδονται>
τέρπονται ASg
*<ηδος>
ἡδονή. καὶ ὄφελος (Σ 80) ASvgn. καὶ ἔφη ἐκεῖνος A. καὶ ὄξος S
*<ἠδ' ὥς>
κατὰ τοῦτο δέ, οὕτως.
<<ἦδος>·> ὠφέλημα. ἥδυσμα, ἀπὸ τοῦ ἔδειν· τινὲς δὲ ἡδονήν (Α 576 ..) καὶ ὄξος
<ἥδρασα>
ἐθεμελίωσα, *ἐστήριξα (ps), ἔπηξα (Greg. Naz. c. 2,1,34,7)
*<ηδω>
ἶρις, ἤγουν [τόξον (Iob 36,30) p
*<ἡδυεπής>
ἡδυλόγος (Α 248) vgn
*<ἡδυεποῦς>
τοῦ γλυκεροὺς λόγους ἔχοντος A
<ἡδύκωμος>
εἶδός τι ᾠδῆς
<ἡδυλίσαι>
συνουσιάσαι
<ἡδυλισμός>
συνουσία
<ἥδυμον>
ἡδύ. εὐῶδες. [τερπνόν s
<ἡδυγέων>
ὁ σικυός
*<ἡδυνθείη>
γλυκανθείη (Ps. 103,34) ASvg
<ἡδυντῆρες>
οἱ ἅλες. Ἐρατοσθένης (frg. 53 Strecker)
<ἡδύοσμος>
ὁ ἀρωματίτης κάλαμος r
†<ἡδύπημα>
ὁ θάνατος
<ἡδυπαθεῖ>
μιαίνεται ἡδονῇ
*<ἡδυπαθής>
φιλήδονος r. ASvgn. πάθει χαίρων ASg, καὶ ἡδό- μενος τῷ πάθει
*<ἡδυπαθῶν>
ἐν ἡδονῇ ὤν AS
<ἡδυπνοΐς>
<εὐώ>δης πόα. καὶ ἡ λιβανωτίς
<ἡδύπνουν>
νεογνὸν καὶ ἁπαλὸν πρόβατον γαλαθηνόν, τὸ μήπω πόας γευσάμενον, †η ὁ Ρέμων †φησὶν ὑπὸ τοῦ Πυθίου κληθῆναι
<ἡδυποτίς>
ἔκπωμα ποιόν. καὶ τὸ κρόμμυον
<ἡδύραβδον>
κινάμωμον r. s
*<ἡδύς>
γλυκύς r. g
<ἡδύσματα>
ἀρτύματα (Exod. 30,23 ..) (r. ps)
*<ἡδυσμός>
ἡδύοσμος (Exod. 30,34) AS
†<ἡδύτεραι>
αἱ τρυγόνες
*<ᾖε>
ἤϊε. (Μ 371) A
<ἥττω>
ἥσσω [ἥτις αὐτόν]
<ἦες>
ὑπῆρχες
<ἠέ>
βαρυνομένης μὲν τῆς προτέρας ἀντὶ τοῦ ἤ σύνδεσμον δηλοῖ διαζευκτικόν· ἠὲ διατμῆξαι κοῖλον δόρυ (θ 507) περισπωμένης δὲ ἀπορηματικὸς ἔσται σύνδεσμος· ἦ ἑκὼν μεθιεῖς (δ 372)
<ἠέα>
ἀγαθά
<ᾔει>
ἐπορεύετο, ἤρχετο (Κ 286)
<ἠείδετο>
ὡμοιοῦτο
<ἠεῖδος>
πνῖγος
<ἠείδεν>
ἐγίνωσκεν
<ἤεικτο>
ὡμοίωτο (δ 796 ..)
<ἤειρεν>
ἐβάσταζεν
<ἠέλδεται>
ἱμείρεται (ο 66)
†<ἠελέεσσιν>
ἀντὶ τοῦ ἐλεοῦσιν
<ἠέλμεθα>
συνήμμεθα
*<ἠὲ κολοιῶν>
ἢ τῶν κολοιῶν (Ρ 755). εἶδος ὀρνέου A, καὶ ἰχθύος
*<ἠὲ κροσσόν>
πέζαν AS
<ἠελίοιο πύλας>
τοὺς κύκλους, δι' ὧν τὰς πορείας ποιεῖ ὁ ἥλιος (ω 12). οἱ δὲ ἀλληγορικῶς τοὺς ὀφθαλμούς (Pythag.)
<ἠελίου αὐγή>
ὁ φωτιζόμενος ὑπὸ τοῦ ἡλίου τόπος (Θ 480 ..). ὁμοίως δὲ ἔχει καὶ τοῦ πυρός <αὐγή> (Ι 206 ..)
*<ἠέ μιν>
ἢ αὐτόν (Χ 175) ASn
*<ἦεν>
ἦν, ὑπῆρχεν (Α 381 ..) gS
<ἠέξετο>
ηὔξετο
<ἢ ἔπει>
ἢ λόγῳ (Α 395)
<ἠέ πῃ>
ἤ πῃ, ἤ που (Ζ 378)
*<ἡ ἐπιοῦσα>
ἡ αὔριον ἐρχομένη (Prov. 27,1) A
<ἠέρα>
ἀορασίαν. ὁμίχλην. σκοτίαν (Θ 50) r
*<ἠερέθοντο>
μετεωρίζοντο AS, ἐκρεμῶντο (Β 448 v. l.) A
<ἠέρθη>
ἠγέρθη. ὥρμησεν
*<ἠέρι>
ἀορασίᾳ AS. ἀέρι (Γ 381) Avgn
*<ἠερίη>
ἑωθινή, ὀρθρινή (Α 497) AS. [βλάβη]
<ἠέριοι>
ὀρθρινοί (ι 52) (r)
<ἠέριον>
μέγα. [λεπτόν. μέλαν r
<ἠερέθονται>
*μετέωροί εἰσιν N, εἰς ἀέρα αἴρονται. ἢ *[ἐρεθί- ζονται N. ὁρμῶσιν. [ἀθροίζονται]. αἰωροῦνται. πλανῶνται (Γ 108)
<ἠερέθοντο>
ᾐωροῦντο. καὶ τὰ ὅμοια (Β 448 v. l.)
†<ἠέρεθον γάρ>
εἰς ἀέρα διαίρονται
<ἠεροειδέα>
μέλανα. ἢ ἀναπεπταμένον. σκοτεινόν (Ψ 744)
<ἠεροειδές>
ἀερῶδες. μέγα. διὰ τοῦ ἀέρος ἔκτασιν τῶν ὀφθαλμῶν μηδενὸς ἐμποδίζοντος, ὥστε καὶ τὰ διεστῶτα ἐκ πολλοῦ ὁρᾶν (Ε 770). δηλοῖ δὲ καὶ τὸ ζοφῶδες, καὶ σκοτεινόν, καὶ ἀερῶδες τῇ χροιᾷ
<ἠερόεν>
ἀερῶδες. σκοτεινόν r
<ἠερόεντα>
σκοτεινόν n. ἀερώδη (Θ 13) Sn
<ἠεροποίναν>
ἐπιτιμῶσαν ...
<ἠερόπομπα>
κατὰ τὸν ἀέρα φαινόμενα (r)
<ἠαροπότης>
αἱμοπότης r
<ἠεροφοῖτις Ἐρινύς>
ἡ ἐν τῷ ἀέρι φοιτῶσα, ἢ ἀέρα ἠμφιεσμένη, ἢ ἀοράτως φοιτῶσα, ἢ ἀεροπλάνος. οἱ δὲ ὅτι ἐν Ἅιδου ἐν σκοτίᾳ (Ι 571 ..)
<ἠεροφώνων>
μεγαλοφώνων. πληρούντων φωνῆς τὸν ἀέρα (Σ 505)
<ἤερτο>
ἐκρέματο
<ἠερτίζων>
αἴρων
a) <ἠέρχαται>
<καθειργμένοι ἦσαν b) <ἤισκε>·> ὡμοίωται
*<ᾔεσαν>
ἐπορεύοντο ASvg, ἤρχοντο AS
<ἠέ τευ>
ἤ τινος (Ν 252)
<ἠέ τῳ>
ἤ τινι (Ν 327)
†<ἠέψεα>
οἱ δὲ γήτεια καρτά
<Ἤζακας>
γένος στικτὸν παρὰ Πάρθοις
<ἠζάνθη>
ἐξηράνθη S
<ἤην>
ἦν, ἤμην (Λ 808)
<ἠήρ>
ὁμίχλη (Hippocr. aer. loc. 5 ..)
<ἠή>
τὶ ἐπίφθεγμα
*<ἠθάδες>
συνήθεις (ASvgn). τιθασοί (Eur. Andr. 818)
*<ἠθάς>
τιθασός S. γνώριμος r, συνήθης r. S
<ᾔθετο>
ἐπεκαίετο. ἐμελαίνετο
<ἤθε>
μακάρι. ὄφελον
<ἤθεα>
τοὺς συνήθεις τόπους, καὶ διατριβάς (Ζ 511)
<>ήθεα διφῶν>
ὄστρεα ζητῶν (Π 747)
<ἠθεῖ'>
προσφώνησις νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον. οἱ δὲ ἄδελφε, ἥδιστε, φίλτατε (Ζ 518)
<ἠθεῖε>
ὦ θεῖε, ὦ θαυμάσιε (Κ 37)
<ἠθείη>
ὡραία
<ἠθεῖος>
ἀδελφός. συγγενής. φίλος. ἢ καὶ πατρὸς ἀδελφός. ἢ [σεπτικὴ προσαγόρευσις πρὸς πρεσβύτερον (p) ....
<ἠθικῆς φιλοσοφίας>
διορθωτικῆς ἠθῶν
<ἠθικόν>
κατηχητικόν r
<ᾗ θέμις>
ὡς δεῖ, ὡς δίκαιον, ὡς πρέπει, ὡς χρή (Β 73 ..)
*<ἤθεος>
ἤθους (Greg. Naz. c. 2,1,1,179) g
<>ηθέσει>
ἀηθεῖ. ἀγνοεῖ. παρορᾷ
*<ἦ θήν>
ἀληθῶς δή. ἀλλ' ὅμως. πλήν. ἀλλ' οὖν (Λ 365)
<ἠθημένος>
διυλισμένος· <οὕτως Ἐπίλυκος> (frg. 6)
*<ἦ θήν μιν>
ἤπου αὐτόν (Ο 288) ASn
<ἠθήνιον>
ἠθάνιον. ἠθμός. [ἠθημένος]
<ἤθησεν>
ἐφθάρη
*<ἤθιραι>
τρίχες A
†<ἠθλίομαι>
ἀκολάστως διαγήοχα
<ἠθμάριον>
διυλιστήριον
<ἠθμούς>
κοσκίνους
*<ἠθολόγος>
θεατριστής r. ASvgn
*<ἠθοποιεῖ>
λόγους ἁρμόζοντας τῷ ἤθει ποιεῖ gn
*<ἠθοποιΐα>
πρὸς ἦθος μιμήσασθαι AS
*<ἦθος>
γνώριμος τρόπος, ἀναστροφή AS (vgn)
<ἤθροιζεν>
[ἐθρύβει.] συνῆγεν
<ἤθυρον>
ἔπαιζον r
<ᾔθυσσεν>
ἐῤῥίπιζεν. ἔνυσσεν
<ἢ θωήν>
ἢ ζημίαν (Greg. Naz. c. 2, 2, 6, 29)
<ἠθῶν>
κατηχήσεων
<ἤϊα>
βρώματα· r θώων πορδαλίων τε λύκων τ' ἤϊα πέλονται (Ν 103) καὶ [ἄχυρα· r ἠΐων θημῶνα τινάξῃ (ε 368) καὶ ἐφόδια (ε 266). καὶ ἐπορευόμην· ἤϊα πολλὰ θεοὺς γουνούμενος (δ 433)
<ἠίδει>
ᾔδει (ι 206)
*<ἤϊεν>
ἐπορεύετο (Α 47) ASn
<ἠΐδημεν>
ἠπιστάμεθα, ᾔδειμεν
<ἠΐθεοι>
ἄφθοροι. παῖδες ἄγαμοι (Σ 567)
<ἠίθεος>
ὁ ἀκμάζων νεανίας. ἀγένειος (Χ 127). [πατρὸς ἀδελφὸς καὶ μητρός. φίλος.] νέος. ἄπειρος. ἄγαμος. παρθένος
†<ἤιθισας>
ἔδοξας. ἐπύθου
†<ἠΐθεσαν>
ἐπορεύοντο. ἐπυνθάνοντο
<ἠικανός>
ὁ ἀλεκτρυών
<ἤϊκτο>
ἐφίετο. [ὡμοίωτο (δ 796) rp
<ἠίλλοντο>
ἐστράβιζον. [ἤλλοντο]
<ἤϊμεν>
ἐπορευόμεθα
*<ἤϊξεν>
ὥρμησεν (Δ 78) Svg
<ἤϊον>
ἐπορευόμην. καὶ παρειάν, ἢ γνάθον
<ἠϊόεντι>
ἠϊόνας ἔχοντι gp. ἢ ἰοειδεῖ. [καλὰς ἔχων ἠιόνας (Ε 36) r
<ἠϊόνα>
ἀκτήν, *αἰγιαλόν (Η 462) ASvg
<ἠϊόνες>
ἀκταί, αἰγιαλοί (Ρ 265). ὀφθαλμῶν τὰ ὑποκάτω. διὰ τὸ <δι' αὐτῶν> φέρεσθαι τὰ δάκρυα, ὡς καὶ κατὰ τῶν τῆς θαλάσσης αἰγιαλῶν τὰ κύματα
<ἠιόνησας>
κατήντλησας (Aesch. frg. 425)
<ἤϊος>
πορεύσιμος. παιανιστής
<ἠιόσιν ἁρματεύσας>
τῷ ἅρματι σύρας, ἐν τοῖς αἰγιαλοῖς ἐλαύνων (Eur. Or. 994) A
*<ἥιρει>
κατελάμβανεν (Δ 23) ASn
†<ἠϊερέθησαν>
ἐκρεμάσθησαν
*<ἤϊσαν>
ἐπορεύοντο (Κ 197) r. (vg) s
*<ἧισιν>
ταῖς ἑαυτῶν (Σ 430) ASg
<ἦισεν>
ᾖσεν
<ἧισιν>
ἰδίαις αὐτῶν· <ᾗσιν ἐνὶ φρεσίν> (Θ 446)
<ἠΐστωτο>
ἔφθιτο
<ἤιστωσας>
ἀφανῆ ἐποίησας (Soph. Ai. 515)
<ἤισχυνεν>
ἐπαροίνησεν. ἐλυμήνατο. ἐπαρῴνει
<ἠϊχθήτην>
ἐφάνησαν. ὥρμησαν (Ω 97)
<ἠϊόεντι>
ἀφρώδει (Ε 36)
<ἠϊώμεθα>
πεπληρώμεθα. ἐπισεσιτίσμεθα
*<ἠϊών>
ἀκτή. ψάμμος S. ὄχθα AS
<ἠισθόμην>
ἤκουσα
a) <ἦκα>
πράως, ἡσύχως (Γ 155) r. b) <<ἧκα r. AS, ἔπεμψα (Ε 125) ASvgn
<ἠκάδα>
ἠνδρωμένην γυναῖκα
<ἠκαῖον>
ἀσθενές
*<ηκεν>
ὄντως γάρ <ἂν> (Α 255). ἢ ἐνέβαλεν, ἢ ἔπεμψεν (Δ 498 ..) S
<ἠκαῖος>
ἀριστερίας. ἰσχυρός
<ἤκαχεν>
ἔβλαψεν. *[ἐλύπησεν (Π 822) ASn
<ἠκαλέον γελόωσα>
πράως, οὐκ ἐσκυθρωπακυῖα (Callim. frg. 768 Pf.)
*<ἦ κε>
ὄντως ἄν (Η 125) A
<ἠκέα>
ὀξέα
<ἥκει>
ἔρχεται AS. ἢ ἦλθεν A. ἢ ἠχεῖ
<ἧκεν>
ἀφῆκεν g, ἔβαλεν, ἔπεμψεν An, ἐπαφῆκεν (Α 382 ..) Agn
<ηκες>
ὀξύ. ἢ ἦλθες
*<ἠκεσάμην>
ἐθεράπευσα As
*<ἠκέσατο>
ἰάσατο, ἐθεράπευσεν (Ε 402) r. Agnp
*<ἠκέστας>
ἀκεντρίστους. ἀδαμάστους (Ζ 94) (r) n
<ἠκή>
ἀκωκή, ἐπιδορατίς, ἀκμή
*<ἥκιστα>
οὐδαμῶς r. ASvg, οὐδ' ὅλως An. ἐλάχιστα gSn
*<ἥκιστος>
ἐλάχιστος SN. ἐλάσσων r. βραδύτατος (Ψ 531)
*<ἥκοντα>
παραγενόμενον, ἐλθόντα ASvg
*<ἠκριβωμένος>
ἔμπειρος (r) AS
*<ἠκρίβωτο>
ἀκριβῶς ᾔδει AS
*<ἠκρωτηριασμένον>
τῶν ἄκρων ἀφῃρημένον (Dem. 18,296) (ASvg)
<ἡ κύων ἐν τῇ φάτνῃ>
παροιμία, πρὸς τοὺς μήτε αὐτοὺς χρωμένους, μήτε ἑτέρους ἐῶντας
<ἠλαιέ>
μάταιε (β 243)
<ἠλαιθερές>
τὸ ἐν ἡλίῳ τεθερμασμένον
<ἠλαίνει>
μωραίνει
<ἠλακάτη>
τὸ δεκτικὸν τῶν ἐρίων ἐργαλεῖον r. ἠλακάτη τετά- νυστο ἰοδνεφὲς εἶ<ρος. ἔχουσα> (δ 135) καὶ ἄτρακτος· ἠλάκατα στρωφῶσα (ρ 97) καὶ τὸ βέλος, ἐν συνθέτῳ· χρυσηλάκατος κελαδεινή (Υ 70). διὰ δὲ τοῦ <ε> <ἠλεκάτη>
<ἠλακατῆνες>
θαλασσίων ἰχθύων οἱ κητώδεις
<ἠλακάτη>
δόναξ. ὁμοίως καὶ <πολυηλάκατα> τὰ τῶν ποτα- μῶν χείλη (Aesch. frg. 8). ἔνιοι δὲ κοινῶς τὰ γόνατα ἔχοντα, ὡς στάχυν, ὡς κάλαμον
<Ἠλακάτεια>
ἀγὼν ἐν Λακεδαίμονι ἀπὸ Ἠλακάτου, ὃς ἦν ἐρώμενος [ἠρώμενος] Ἡρακλέους, ὥς φησι Σωσίβιος (frg. 595,16 J).
<ἡ Λακεδαιμονίων>
ἡ Μεσσηνία τῇ Λακεδαιμονίᾳ προσετέθη
<ἡ λαλιά σου>
ἡ λάλησις (Cant. 4,3 ..)
<ἤλαλκεν>
ἤμυνεν, ἐβοήθησεν
<ἠλασάμεσθα>
ἠλάσαμεν, ἐπὶ ἀπελάσεως (Λ 682)
<ἤλασαν>
ἔσκαψαν (Μ 6) [ἀπήλασαν (Α 154 ..) r
<ἤλασεν> ἐκ χειρὸς ἔτρωσεν (Ν 614 ..). ὤρυξεν
<ἠλασκάζει>
ἐκκλίνει. κρύπτεται. πλανᾶται περὶ τὸν αὐτὸν εἱλούμενος τόπον (ι 457)
<ἠλάσκειν>
κρύπτειν. ἀποδιδράσκειν. πλανᾶσθαι
<ἠλάσκουσι>
περὶ τὸν αὐτὸν εἱλοῦνται τόπον, ἐν κύκλῳ πλανώμενοι (Β 470)
<ἠλάσκωσι>
πλανῶνται n
*<ἠλάστει>
ἐχαλέπαινεν AS
*<ἠλάστεον>
ἐχαλέπαινον SN, ἐδεινοπάθουν (Ο 21) p [περιεφέ- ροντο]
<ἠλᾶτο>
ἐπλανᾶτο (γ 302) S
*<<ἥλατο>>
ἔδραμεν, ἐπήδησεν (Act. Ap. 14,10) ASvg
<ἤλαυνε>
τὸν στρατὸν ἦγεν
†<ἠλαύνομεν>
ἐκακολογοῦμεν
<ἤλγησεν>
ὠδύνησεν, ἐλύπησεν
<ἤλδανεν>
ἠλλοίου. ηὔξανεν (σ 70)
<ἠλδόμεναι>
ἐφιέμεναι (Ψ 122)
<ἤλεγξεν>
ᾔσχυνεν
<ἠλεέ>
†τὸ ἐκ †"<φρένας ἠλεέ>" μωρέ, ματαιοποιέ (β 243). <ἠλεός, ὅστ' ἐφέηκε> (ξ 464)
*<ἤλειτεν>
ἥμαρτεν (Ι 375) Ag
*<ἠλεκάτη>
ἐργαλεῖον γυναικῶν ASvg (r)
*<ἤλεκτρον>
ἀλλότυπον χρυσίον Σ p
<ἤλεκτρος>
μέταλλον χρυσίζον. Φασὶ δὲ αὐτὸ ἀπὸ τοῦ ἐν τῇ Κελτικῇ χώρᾳ Ἠριδανοῦ τοῦτο κομίζεσθαι τῶν αἰγείρων. τὰ δάκρυα τῶν Ἡλιάδων
<ἠλέκτωρ>
ὁ ἥλιος ἐπιθετικῶς. ἤτοι ὁ λαμπρός, παρὰ τὴν τοῦ ἠλέκτρου οὐσίαν, περὶ οὗ φησιν· χρυσοῦ τ' ἠλέκτρου τε (δ 73). ἢ οἷον ἀλέκτωρ, ἄλεκτρος, ἀμέτοχος κοίτης (Ζ 513)
<ἠλέλιζον>
ἐτίνασσον
<ἠλέματος>
μάταιος r. p
<>ἠλεμίστρια>
θρηνήτρια
*†<ἠλέμνια>
ἡ φαρμακός (Dem. 25,79) ASvgnps
*†<ἠλενομένῳ>
ὀδυνωμένῳ AS
<ἠλεής>
ἄφρων, ἠλίθιος
<ἠλεός>
*ὁ μωροποιός (ξ 464) ASg. μάταιος Sp, ἄφρων, ἠλίθιος
<ἠλεύατο>
*ἐξέκλινεν, ἀπέφυγεν AS. ἐφυλάξατο. ὑπεχώρησεν (Ν 184 ..)
<ἠλεώτερος>
ὁ μάταιος
[<>ηληθμῷ>
κηληθμῷ]
<ἠλήλατο>
ἐπεπήγει. [ἐμπέπηγεν (Ε 400) AS. [ἦλθε, παρεγέ- νετο]
<ἡλιάδες>
αἱ κατάχρυσοι κλῖναι
<ἡλιαίης>
θέρμης. αὐγῆς
<ἡλιαία>
τὸ δικαστήριον r. διαφέρει δὲ ἐκκλησία καὶ βουλὴ καὶ ἡλιαία
<ἡλιάσαι>
ἐν τῷ ἡλίῳ ἁπλῶσαι, ἢ θερμαίνεσθαι ἐν ἡλίῳ
<ἠλίβατον>
ὑψηλήν, ἄβατον, ἧς ἐστιν ἀλιτεῖν βαίνοντα, δυς- πρόσβατον. ἄλλοι δὲ ἣν ἥλιος πρώτην βάλλει. οἱ δὲ τὴν ἁλὶ βεβηκυῖαν. Στησίχορος (frg. 83) δὲ <Τάρταρον ἠλίβατον> τὸν βαθὺν λέγει. ἔνιοι ἡλίφατον ἀποδιδόασιν, ἡλίῳ φαινόμενον
*<ἠλίβατος>
ὑψηλή (Ο 273) gn
*<ἠλιβάτοισιν>
ὑψηλοῖς (Greg. Naz. c. 2, 1, 1, 560) (ASv)
*<ἡ λιγνύς>
ὁ καπνός r. AS
<ἡλίζοντο>
ἡθροίζοντο r
†<ἠλίηνεν>
κατέκλυσεν
<ἤλιθα>
ἀθρόως, δαψιλῶς, χύδην. παρὰ τὸ <ἅλις>. οἱ δὲ μάτην, εἰκῆ (ε 483)
<ἠλίθιον>
μάταιον, ἀναίσθητον q, *[μωρόν, ἀνόητον, ἄφρονα (Plat. Phaed. 95 c) ASvg
<ἠλιθιότης>
παντελῶς ἀπόγνωσις (Plat. Theaet. 176 e ..)
*<ἥλικα>
ἴσον τῷ χρόνῳ ASn
<ἥλικες>
ὄρχεις
[<ἥλισκεν>
ἔπεσεν]
*<ἡλίκην>
μεγάλην. τηλικαύτην ASn
<ἡλικία>
μέγεθος σώματος r. μέτρον τι (Matth. 6,27 ..)
<ἡλίκον>
ποταπόν. *[μέγα ASvg. ὁποῖον
<ἠλίνδησε>
κατεπάλαισεν
<ἠλινδημένη>
γεγυμνασμένη
*<ἧλιξ>
ἡλικιώτης Svgn
<ἡλιόκαυστος>
κεκαυμένος ἐν τῷ ἡλίῳ
<Ἦλις>
ὄνομα πόλεως (Β 615)
<Ἥλιος>
ὁ θεός. καὶ τὸ ἄστρον. καὶ ἡ αὐγή. καὶ τόπος, ἐξ οὗ [καὶ] ὁ ἥλιος ἀνατέλλει. διὰ δὲ τὸ μέτρον τρισυλλάβως ἐνίοτε (θ 271), τὸ γὰρ πλεῖστον τετρασυλλάβως <Ἠέλιος>
*<ἠλισγημένους>
μεμολυσμένους. ἠρτυμένους (Malach. 1,7) ASvg
*<ἡλίσκοντο>
ἐλαμβάνοντο. εὑρίσκοντο (Thuc. 4,26,7) ASn
*<ἤλιτεν>
ἥμαρτεν (Ι 375) Sgn, ἠδίκησεν, ἠσέβησεν
*<ἠλιτήσας>
ἁμαρτήσας AS
*<ἠλιτόμηνα>
ἐλαττούμενα τοῖς μησίν (Greg. Naz. c. 1, 2,1, 649) n
<ἠλιτόμηνις>
ὁ μάτην ἐγκαλῶν
<ἠλιτόμηνον>
πρόωρον r. ὠμόν. [οὐκ ἐν τῷ δέοντι μηνὶ τεχ- θέντα r. λιπόμηνον, τὸν ἀλιτόντα, καὶ διημαρτηκότα τῶν μηνῶν ἐν τῇ κυήσει (Τ 118)
<ἠλκάζοντο>
ἠμύνοντο
<ἥλκησεν>
ἡλκοποίησεν. ἥλκωσεν. καὶ ὠδύνησε τὴν ψυχήν· ἢ μετὰ βίας καὶ ὕβρεως εἵλκυσε, καὶ ἐβιάσατο (λ 580)
<ἤλλαξεν>
ἄλλον ἐξ ἄλλου ἐποίησεν (Eur. Bacch. 438)
<ἥλους>
[ἥλους] λόγχας. καρφία. κέντρα
<ἠλόα>
ἔτυπτε, δράγματα ἔτριβεν
*<ἧλοι>
περόναι A. [ἐπίβουλοι]
<ἧλον>
κατακεκαυμένον. λάγνον
<ἧλοι>
καρφία σιδηρᾶ
<ἦλος>
τόπος οὕτω καλούμενος, ἐν ᾧ οὐδὲν φύεται. καὶ τὸ μαινό- μενον καὶ ἐπίβουλον (Ο 128) καὶ σύμπτωμα ἐν σώματι γενόμενον
<ἤλυθε>
ἐφοίτα
<ἠλύγη>
σκιά. καὶ <ἐπηλυγισμὸς> ἐπισκιασμός, σκότος
<ἠλυγισμένος>
κεκρυμμένος. ἐπεσκιασμένος. <ἠλύγη> γὰρ ἡ σκιὰ καὶ [τὸ σκότος r
<ἠλυγίων ὀρέων>
ἐν σκότῳ κατεχομένων
†<ἠλυκῦσαι>
σπαράξαι. φράξαι
<ἤλυθον>
ἦλθον, παρεγένοντο (Δ 221 ..)
<ἤλυξεν>
ἐξέφυγεν g. ἐξέκλινεν (Λ 476)
†<ἠλύξων>
φυγών s
<ἠλύσθη>
ἔπεσεν (Ψ 393)
<ἠλυσίη>
ὁδός
<ἠλύσιον>
μακάρων νῆσος (δ 563) r. εἴρηται δὲ ἐν ἴσῳ τῷ <οὐ λύσιον>· [ὅπου οὐ διαλύονται ἀπὸ τῶν σωμάτων αἱ ψυχαί r. καὶ οἱ μέν φασι περὶ Αἴγυπτον εἶναι, οἱ δὲ περὶ Λέσβον. Ἄλλοι κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτά εἰσιν ἄβατα, καλεῖται δὲ καὶ <ἐνηλύσια>· Πολέμων δὲ Ἀθηναίους φησὶ καὶ ἄλλοι τινὲς τὸ κατασκηφθὲν χωρίον *ἢ ἱερόν S. Καὶ παράδεισος ASvgn
<ἤλυσις>
ἔλευσις. πορεία. σύνοδος
<ἦλφεν>
εὗρε τιμήν
<ἦλφον>
εὗρον (Φ 79)
*<ἥλω>
ἐλήφθη (χ 230) ASvg, ἐκρατήθη. ἐφωράθη, ἐκλάπη AS.
*<ἥλωκεν>
ἥττηται ASps
<ἠλώμην>
ἐπλανώμην (δ 91)
<Ἠλώνη>
πόλις ἐν Θεσσαλίᾳ (Β 739)
<ἥλωσαν>
ἐνικήθησαν. ἐλήφθησαν
*<ἧμα>
ἀκόντισμα (Ψ 891) gp
<Ἠμαθίη>
Μακεδονία (Ξ 226)
<Ἠμαθία>
τὸ αὐτό r
*<ἠμαθόεις>
ἀμμώδης (Β 77 ..) (ASg)
<ἠμαθόεντος>
τὴν ψαμμώδη, ἤτοι πολλὴν ἄμαθον ἔχοντα· ἐξ οὗ ὁ πολύαμμος δηλοῦται. ἢ παρ' ὃν ῥέει Ἠμαθόεις ποταμός. ἢ μεσημβρινοῦ. ἢ ἀπὸ Ἠμάθου ἥρωος (Β 77)
<ἠμάθυνε>
διέφθειρε. κατέσκαψεν
*<ἧμαι>
κάθημαι (Σ 104) ASn
<ἤμαιθον>
ἡμιωβέλιον. διώβολον παρὰ Κυζικηνοῖς
*<ἦ μάλα>
ὄντως λίαν (Γ 204 ..) Agp
<ἠμάλαψε>
... κρύψαι, ἀφανίσαι. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 427)
<ἠμάλδυνεν>
ἠφάνισεν (Greg. Naz. c. 2,2,7,292) r
<ἡμμάτιζεν>
ᾐώρει. ἔπνιγεν
†<ἠμάλιον>
μέγα
*<ἦμαρ>
ἡμέρα (Δ 164 ..) ASvg
*<ἦ μάν>
ἀληθῶς δή (Ν 354) S
<ἦμαρ ἀναγκαῖον>
τὴν εἰς ἀνάγκην δουλείας ἄγουσαν, τουτ- έστιν ἀναγκαίαν, ἢ κίνδυνον (Π 836)
<ἥμαρτεν>
ἀπέτυχεν r. ἠγνόησεν
<ἡμάρτανεν>
ἀπετύγχανεν (Κ 372)
<ἡμάρταζεν>
ἐστέρησεν. ἐματαίου
<ήμασιν>
*ἀκοντίσμασιν (Ψ 891) n. ἡμέραις
<ήματα>
δασέως μὲν βλήματα, ῥίμματα, ἀκόντια· ψιλῶς δὲ ἡμέρας, ἡμέραι
*<ἤματα πάντα>
πάντα χρόνον (Θ 539 ..) AS
<ἠματίη>
δι' ὅλης <τῆς> ἡμέρας (β 104 ..) r
<ἠμάτιοι>
ἡμερινοί, αὐθημερινοί
*<ἤματι τῷ>
<ἐν> ἐκείνῃ τῇ ἡμέρᾳ (Β 351 ..) ASg
*<ἤματος>
ἡμέρας (κ 86) ASgn
<ἠμαυρώθη>
ἠμβλύνθη. ἠφανίσθη
<ἤμβλυνεν>
ἐτύφλωσεν
<ἤμβλωκεν>
ἠγόνησεν. ἐτύφλωσεν
<ἤμβροτον>
ἥμαρτον (Π 336 ..)
<ἤμβροτεν>
ἀπέτυχεν, ἥμαρτεν (φ 421)
*<ἤμβροτες>
ἀπέτυχες τοῦ σκοποῦ (Ε 287) Sn
<ἡμέας>
ἡμᾶς (Θ 211 ..)
<ἡμεδαποί>
*ἐπιχώριοι AS. ὁμόφωνοι. ἐνθάδιοι (Greg. Naz. c. 2,2,3,138)
<ἡμεδαπῆς γῆς>
ἡμετέρας γῆς
<ἡμεδαποῖο>
ἡμετέρου (Greg. Naz. c. 2, 2, 1, 90)
<ἡμεδαπόν>
τὸ ἀντικείμενον τῷ <ἀλλοδαπῷ>. τὸ ἐπιχώριον. δηλοῖ δὲ καὶ τὸ ἡμέτερον
*<ἠμείβετο>
ἀπεκρίνετο (Α 292) ASvg
*<ἠμείφθη>
ἠλλάχθη, ἠλλάγη ASvgn
*<ἤμειψα>
ἤλλαξα ASvg
*<ἠμελημένος>
ῥᾴθυμος AS
<ἤμειβον>
ἤλλασσον
<ἥμεθα>
καθήμεθα (Ο 740)
<H(MEKTEÎ>: DUSFOREÎ
<H)=MEN, EI)=MEN>: U(PÁRXEIN (*L 698)
<ἡμένη>
καθημένη r (Α 358). *ἐν κόλποις βαστάζουσα AS
[<ἦμεν>
ἄν]
<ἡμένη πελειάς>
παροιμία ἐπὶ τῶν ἁπλουστάτων, κατὰ ἀντεξέ- τασιν τὴν πρὸς τὰς παλευτρίας πελειάδας
<ᾗ μὲν κλέος, ᾗ δὲ καὶ ἦσθα>
παροιμία ἐπὶ τῶν ὁμοίων τῇ περὶ αὐτῶν φήμῃ
<ἦ μέν μοι>
ὄντως μέν μοι (Α 77)
<ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο>
οὕτως ἔφη, ἤτοι ἐπεὶ τὰ φύλλα τῆς αἰγείρου ἀλλήλοις ἀντέστραπται, οὕτω καὶ <αἱ> Ἀλκίνου θεράπαιναι προσεῖχον τοῖς ἔργοις πάνυ, ἀλλήλοις ἀντεστραμμέναι· ἢ ὥσπερ πυκνὰ τὰ τῆς αἰγείρου φύλλα, οὕτω κἀκεῖναι θλιβόμεναι ἐκρέκοντο (η 106)
<ἢ μεμάασι>
προθυμοῦνται (Κ 208)
<ἥμενον>
καθήμενον (Α 330 ..)
<Ἡμέρα>
Ἀρτέμιδος ἐπίθετον
<ἡμέρα>
τὰ γενέθλια (Iob 3,3)
<ἡμέριον>
ἄνθρωπον. ἢ ἀνθρώπινον
<ἡμερίς>
ἄμπελος· ἀπὸ τοῦ ἐξημεροῦν ἡμᾶς (ε 69) rs. καὶ ἡ κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν
<ἡμερίσιν>
ἀμπέλοις
*<ἡμερίων>
ἀνθρώπων (Greg. Naz. c. 2, 1, 45, 252)
<ἡμερόδρυς>
εἶδος δρυός
*<ἡμεροδρόμος>
ἀλληγορικῶς ὁ ἥλιος ASp
<ἡμεροῖ>
πραΰνει
<ἡμεροκαλλές>
τῶν σπορίμων ἄνθος. ἢ στεφάνωμα. οἱ δὲ ἐρίου βάμμα φοινικοῦν. οἱ δὲ ἄνθος πρὸς μίαν ἡμέραν ἀκμάζον (Cratin. fr. 98). οἱ δὲ τὴν νάρκισσον βοτάνην
<ἡμερόκοιτος>
ὁ κλέπτης (Hes. op. 605) r(vg)
<ἡμερολόγιον>
μέρος τι τῶν περὶ τὴν κύστιν
<ἥμερον>
τὸ ἔλαιον r
<ἥμερος ὕλη>
ἡ λεπτόφυλλος δρῦς
<ἡμερότητος>
πραΰτητος (Plat. rep. 3, 410d) (r)
<ἡμεροῦν>
Κράτης τὸ τὴν γῆν ἐξημεροῦν καὶ ἐργάζεσθαι. τιθέασι δὲ καθόλου ἐπὶ τοῦ γεωργεῖν τὴν λέξιν
<ἤμερσεν>
ἐστέρησεν. ἀφείλετο r. τὸ δὲ αὐτὸ καὶ <ἡμάρτιζεν>
[<ἠμερτόν>
ἐπέραστον]
†<ἡμερωλίας>
τοὺς ἐν αὐλῇ διακόνους
<ἡμερωρεῖν>
ἡμεροφυλακεῖν p
<ἡμερωσάμενοι>
πραΰναντες
<ἡμέων>
ἡμῶν (Γ 101)
*<ημην>
ἀλλ' οὖν. ἀλλ' ὅμως. [ὄντως δή gA. ἢ ἐκαθήμην Sgn
†<ἥμυνεεν>
ἥμαξεν
<ἡμιάρτιον>
εἶδος ἄρτου ἡμικυκλῶδες (Sophro fr. 27)
<ἠμείβετο>
ἀπεκρίνετο (Α 292)
*<ἡμιδαής>
ἡμίκαυστος (Π 294) ASg
<ἡμιδανάκιον>
νόμισμα ποιόν
[<ἡμιδαπός>
ἐπιχώριος. ἡμέτερος]
<ἡμιδεᾶ>
τὰ οὐχ ὁλόκληρα
<ἡμιδιπλοίδιον>
ἱμάτιον μικρόν· οἱ δὲ ἀναβόλαιον γυναικεῖον σύμμετρον, ὅπερ ἔνδοθεν ἐφόρουν (Ar. Eccles. 318)
<ἡμιδωδέκατον>
τὸ ἡμίχουν
<ἡμίεκτον>
τὸ τετραχοίνικον, ὅ ἐστιν ἥμισυ τοῦ ἑκτέως. ὁ γὰρ μέδιμνος χοινίκων τεσσαρακονταοκτώ· οὕτως ἕκτον ὀκτὼ χοίνικες. καὶ τὸ ἡμιωβέλιον (Crates frg. 20)
<ἡμικόγγιον>
μέτρον οἴνου. οἱ δὲ ἡμιχοίνικον
<ἡμίκοπον>
ἡμίπλευρον
<ἡμίκραιρα>
ἡμικεφάλαιον. σιαγόνος τὸ ἥμισυ (Ar. Thesm. 227)
<ἡμικύκλιον>
ἡμισφαίριον
<ἡμίκυπρον>
ἥμισυ μεδίμνου (Hippon. fr. 24)
<Ἡμιλάμιον>
μέρος Μεσαπίων
<ἢ Μιμαλλόνες>
μαινάδες νύμφαι, αἱ βάκχαι
<ἡμιμέγιστον>
ἡμιμναῖον
<ἡμίμιτρον>
ὕφασμα, ὃ ἐκάλυπτε τὸ ......
<ἡμίνα>
κοτύλη (Sophro fr. 105)
*<ἥ μιν ἀνώγει>
ἥτις αὐτόν ... (Ν 329) AS
*<ἡμῖν ἀπό>
ἀφ' ἡμῶν (Α 67) An [ἡμῶν· ἡμῶν] λέγεται δὲ καὶ <ἡμῖν> αὐτοῖς
<ἡμιόγδοον>
οἱ δύο χοεῖς
<ἡμιολία>
ἡ δίκροτος ναῦς. *[τὸ ἥμισυ τοῦ κεφαλαίου ASvn
<ἡμιόλιον>
πλοῖον μικρόν r
<ἡμιόλιος>
†δρικητής. καλεῖται δὲ καὶ ἀριθμός τις, καὶ λόγος ὁ τὸ ἥμισυ ἔχων <καὶ ἄλλο ὅλον>
<ἡμιόνιον>
πόας εἶδος. καὶ ὄρνις ποιός
*<ἡμίονος>
μούσμων ἢ μοῦλα A
<ἡμίοποι>
οἱ μὴ τέλειοι αὐλοί· τίθεται δὲ <καὶ> ἐπὶ ἄλλων μὴ τελείων (Aesch. fr. 91)
<ἡμίοπος>
αὐλὸς ὁ ὑποτεταγμένος τῷ τελείῳ. μεταφορικῶς δὲ <ἡμίοπος> θράσος
*<ἡμιπέλεκκα>
τὰ μὴ ἑκατέρωθεν ἐστομωμένα (Ψ 883) AS
<ἡμιπέλεκκον>
τριμναῖον ἢ τετραμναῖον ἢ πεντάμνουν· τὸ γὰρ δεκάμνουν <πέλεκυς> καλεῖται παρὰ Παφίοις
*<ἡμιπέλεκκα>
πελέκεις μονοστόμους (Ψ 883) ASgn
<ἡμίπολον>
τὸ ἥμισυ τοῦ πόλου [ἤγουν τοῦ οὐρανοῦ]
*<ἡμισείας>
τὸ ἥμισυ μέρος (Thuc. 5,20,3 ..) AS
<ἡμισάλευτος>
ἐξ ἡμίσεος σεσαλευμένον. σαλεύονται γὰρ αἱ κινήσεις. τάσσεται δὲ ἐπὶ τῶν μεθυόντων
<ἡμίσικλον>
νομισμάτιον
<ἥμισυ>, †ἢ <ἥμισυ>
τὸ ἡμίεκτον· καὶ συνημμένως <ἥμισυ> τὸ ἡμίεκτον. ἔστι δὲ καὶ νόμισμά τι
<ἡμισύθλαστον>
ἡμισύθραυστον
<ἥμισυ τρίτον>
δύο ἥμισυ. Ἀρχίλοχος (fr. 167)
<ἡμιτιεύς>
ἡμισευτής
<ἡμίτιον>
τετράχουν
<ἡμίτομος>
ἔκπωμα
<ἡμιτύβιον>
λινοῦν ἔνδυμα, ἢ σινδόνιον δίκροσσον
†<ἡμιτύγια>
τὰ ἡμισυδελφάδη. Λάκωνες
*<ἡμιτυμπάνιστος>
ἡμιθανής ASp
*<ἡμιφάριον>
ἥμισυ ἱματίου ASvg
<ἡμίφατον>
ἥμισυ ...
<ἠμί>
φημί. ἐνίημι
[<ἠμίφθη>
ἠλλάχθη]
*<ἡμίφλεκτος>
ἡμίκαυστος AS
<ἡμιφωσώνιον>
σινδόνων ῥάκος
<ἡμίχα>
ἡμιστατῆρα
<ἡμίχους>
μέτρον μεδίμνου <εἰκοστὸν> τέταρτον
*[<ἤμιψα>
ἤλλαξα] ASvg
<ἡμιωβόλιον>
τὸ ἥμισυ τοῦ ὀβολοῦ
<ἡμίωμον>
ἐξωμίδα
*<ἡμμένοι>
συνημμένοι. κατέχοντες AS
*<ἠμοιρηκώς>
μὴ μετέχων ASvgp
*<ἥμονες>
ἀκοντισταί ASvg. ῥήτορες (Ψ 886). ὀρχησταί n
<ἠμορίς>
κενή. ἐστερημένη. Αἰσχύλος Νιόβῃ (fr. 165)
<ἠμόριξεν>
ἄμοιρον ἐποίησεν
<ἤμορος>
ἄμοιρος
*<ἦμος>
ἡνίκα, ὁπηνίκα, ὅτε (Α 475) AS
*<ἤμων>
ἐθέριζον (Σ 551) Σ
<ἡμοσύνη>
βλῆσις, ἀκόντισις. ἐμπειρία
<ἤματι τῷδε>
ἐν αὐτῇ ἡμέρᾳ (υ 116)
<ἤμπισχε>
περιέσχε. περιέβαλεν
*<ἠμπέσχετο>
ἐνεδύσατο. ἐφόρησεν. περιεβάλλετο (Eur. Med. 1159) Avg
<ἠμπισχόμενον>
περιβαλλόμενον
<ἤμπλακεν>
ἠδίκησεν. ἥμαρτεν
<ἤμπλακες>
*ἀπέτυχες (Eur. Alc. 824) np. ἠδίκησας. [ἥμαρτες p
<ἠμπολημένον>
ὠνητόν
<ἠμπόλησεν>
ἀπέδοτο
<ἠμύει>
κλίνει AS. πίπτει. πνίγει (Β 148)
*<ἠμύνατο>
ἐτιμωρήσατο, ἐξεδίκησεν (Act. Ap. 7,24) ASvg
<ἠμύνοντο>
ὑπερεμάχουν (Μ 179)
<ἠμύσειε>
κλιθείη. πέσειεν (Β 373) n
<ἠμφιγνόουν>
ἐδίσταζον ἐπιγνῶναι (Plat. Soph. 236 c)
<ἤμυσαν>
ἐξέκλιναν (Θ 308)
*<ἠμφιάσαντο>
ἐφόρησαν (4. Regn. 17,9 v. l.) ASvg
<ἠμφίσταντο>
περιίσταντο
*<ἡμωδίαν>
αἱμωδίαν AN
*<ᾑμωδίασαν>
ἐνάρκησαν. αἱμωδίασαν (Ierem. 38,29) AS
<ην>
ψιλούμενον μὲν καὶ περισπώμενον ῥῆμα σημαῖνον ἀντὶ τοῦ ὑπῆρχεν. [ἢν] δασυνόμενον δὲ καὶ ὀξυνόμενον ἄρθρον θηλυκὸν ὑποτακτικόν· καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου
<ην>
*τὴν ἑαυτοῦ Sn. ἤμην. *[ἐάν ASn
<ἣν ἀρετὴν διαείσεται>
τὴν ἑαυτοῦ ἀρετὴν διαγνώσεται (Θ 535)
<ἥνας>
κόψας
*<ἤνασσεν>
ἐβασίλευσεν (Κ 33 ..) S
*<ἣν ἄτην>
τὴν ἑαυτοῦ Sn. βλάβην (Α 412) n
*<ἥνδανεν>
ἤρεσκεν n, [ηὔξανεν] ὡς τὸ· [ἥνδανε θυμῷ (Α 24) ἤγουν ἤρεσκε τῇ ψυχῇ An
<ἦν δ' ἐγώ>
ἔφην δὲ ἐγώ p
<ἠνδραποδίσατε>
κεκλόφατε
<ἠνδρωμένη>
ἀνδρὸς πεπειραμένη· ἡ παῖς γὰρ ἔμπαις ἐστίν, ὡς ἠνδρωμένη (Cratin. frg. 287) ἀντὶ τοῦ συνελθοῦσα ἀνδρί
<ἠνέγκατο δόξαν>
ἠγάγετο δόξαν (Ps. 28, 1 ..)
<ἠνείκαντο>
ἤνεγκαν (Ι 127)
[<ἤνεις>
ἐνιαυσίας τῇ ἡλικίᾳ. ἀδαμάστους. ἀνιῶνται γὰρ δαμα- ζόμεναι (Ζ 94)]
<ἠνεκές>
μακρόν. δι' ὅλου (Callim. frg. 26,8 Pf.)
<ἠνεμοειδές>
ἠχῶδες
<ἠνεμόεν>
ὑψηλόν, μετέωρον
<ἠνεμόεσσα>
καταπνεομένη ὑπὸ τῶν ἀνέμων (Β 606) r
<ἠνεμόεσσα>
*ὑψηλή (AS). καταπνεομένη ἀνέμοις (Β 606)
*<ἤνεμος>
ἄνεμος n
*<ἡ νεοθηλής>
νεωστὶ βλαστήσασα ASvgnp
<ᾔνεον>
ἐπῄνουν r, [συγκατετίθεντο (Γ 461) n
*<ἠνείπαπε>
ἐπέπληξεν (Β 245) r. n
*<ἤνερθεν>
κάτωθεν (Λ 252) AS
*<ἤνεσε>
συγκατέθετο ASn, ἢ κατέθετο (Sir. 47,6)
<ἠνέσχετο>
κατεδέξατο (r)
<ἠνήνατο>
ὑπερηφάνησεν (Σ 450 v. l.) r
*<ἡνίαι>
λῶρα χαλινοῦ (Nah. 2,4). ἐξουσία (1. Maccab. 6,28) A
*<ἠνιάθη>
ἐλυπήθη vg. ἐθλίβη v
*<ἡνίαις>
[χώροις. τόποις. ἢ] λώροις vgn τῶν χαλινῶν v
*<ἡνία σιγαλόεντα>
λῶρα πεποικιλμένα (Ε 226 ..) AS
<ἠνιδάικτος>
ἡμιθανής
*<ἡνίκα>
ὅτε, ἢ ὅταν (Prov. 1,26 ..) ASvg
*<ᾐνίξατο>
ὑπεσήμανεν (Plat. Theaet. 152 c ..) ASvgn
*<Ἠνιοπῆα>
ὄνομα κύριον (Θ 120) ASn
*<ἤνοπι>
λαμπρῷ (Π 408) AS
<ἤνιος>
τελείου. νέου. παρὰ τὸ <ἦνις>
<ἡνιοχάρτης>
διδάσκαλος ἱππικῆς τῶν νέων. Λάκωνες
*<ἡνιοχεῖς>
ἐλαύνεις ἵππους (AS), ὁδηγεῖς
<ἡνιόχησον>
διοίκησον, οἰκονόμησον, κυβέρνησον
<ἠνίπαπε>
διὰ λόγων ἐπέπληξεν, καὶ καθήψατο, *ἐλοιδόρησεν (Β 245) (A)
<ἤνις>
ἐνιαυσίας. ἀδαμάστους (Ζ 94)
<ἤνοιγεν>
ἐκέλευσεν
<ἤνοισται>
προσηνέχθη, προσήνεκται
<ἦνον>
ἤνυον (γ 496)
<ἤνοπα>
λαμπρὸν πάνυ. ἔνηχον. διαφανῆ (Π 408). καὶ ὄνομα κύριον (Ξ 445)
<ἠνορέην>
ἀνδρείαν, εἶδος ἀρετῆς (Ζ 156)
<ἠνορέηφι>
τῇ ἀνδρείᾳ (Δ 303) [<ἠνόησεν>· ἀνδρεία]
<ἦνθον>
ἦλθον
*<ἥν ῥα>
ἥν τινα δή (ξ 7) S
<ἧνται>
κάθηνται (Eur. Bacch. 38)
*<ἤντεον>
ἀπήντων (Η 423) ASn (vg)
<ἤντετο>
ἀπήντησε, συνήντα, ἤντησεν (Π 788)
<ἤντησα>
συνήντησα, [ἀπήντησα (Δ 375) r
<ἠντία>
ἀντεῖχεν, συνήντα
*<ἠντίασας>
συνήντησας, [ἀπήντησας r. AS
<ἤντησεν>
ἀπήντησεν (Ζ 399). ἱκέτευσε. Θουκυδίδης (2,40,4 v. l.) δὲ τὸ <ἠντιώμεθα> ἐπὶ τῷ ἐναντιώμεθα
*<ἠντιβόλει>
παρεκάλει (Lys. 1,25) ASvg
<ἤν τινα>
ἐάν τινα (Η 39)
<ἧντο>
ἐκαθέζοντο (Γ 153)
*<ἤν τοι>
ἐάν σοι. ἢ ἐάν τινά σοι (Ο 32) AS
[<ἤντοτε>
ὑπήντησεν]
<ἦν τοι ὅτ' ἦσαν>
ἔν τινί ποτε <χρόνῳ> ἦσαν
<ἤ νυ>
ἢ ἄρα (σ 331)
<ἢ νῦν>
ἢ ἐπὶ τοῦ παρόντος (Α 27)
<ἤνυσα>
πεπόρευμαι
<ἤνυσεν>
ἐπέρανεν, ἐπέρασεν. (δ 357) ἐτέλεσεν. ἔκτεινεν. κατέβαλεν (Eur. Troad. 600)
*<ἤνυστρα>
αἱ κοιλίαι τῶν βοῶν AS, ἢ τὸ παχὺ μέρος αὐτῶν S
<ἤνυστρον>
ἡ πρώτη κοιλία τῶν μαρυκαζομένων ζῴων (Ar. Equ. 356). οἱ δὲ ὑπογάστριον ἡδυσμένον. οἱ δὲ τὸ κόλον
<ἤνυτον>
ἤνυον. ἐτέλουν (Eur. Bacch. 1100)
<ἠνώγεα>
ἐκέλευον (ι 44)
*<ἠνώγει>
ἐπιτάσσει, [κελεύει (Ζ 170) r. AS
*<ἤνωγον>
ἐκέλευον (Ι 578) An
<ἤνωρ>
ἄρχων
<<ἧξις>·> εἰσέλευσις, παρουσία (Eur. Troad. 396 v. l.)
<ἡνῶσθαι>
συνῆφθαι
*<ἥξει>
ἐλεύσεται. ἔλθῃ (Hebr. 10,37) ASvg
<ἧξεν>
συνεπείσθη, ὑπήκουσεν (Sap. 18,25)
*<ἠξίου>
παρεκάλει (Dem. 18,87 ..) r. ASv
*<ἠξίωσε ναίειν>
ἄξιον ἡγήσατο οἰκεῖν (Eur. Alc. 571) ASvn
<ἢ ὁδόν>
ἢ ἐπὶ ὁδόν· ἢ εἰς ἐνέδραν (Α 151)
<ἦ οἵ>
οἵτινες ἀληθῶς
*<ἠοῖ>
τῇ ἡμέρᾳ (Η 331 ..) S
<ἠοῖαι>
ὁ κατάλογος Ἡσιόδου n
<ἠοίην>
ὀρθρίαν. ἢ τὴν πρὸς ἀνατολήν. ἢ [τὸν ἀπὸ πρωΐας μέχρι ἕκτης ὥρας χρόνον (δ 447) n
<Ἠοίην>
τὸν Ἄδωνιν. Πανύασις
<ᾔομεν>
πορευόμεθα. ἢ ἐπορευόμεθα (κ 251 ..)
<ᾐόνητο>
ἐλέλουτο. καὶ ἤντλητο
<ᾐόνησας>
κατήντλησας
*<ἠοῦς>
ἡμέρας (Θ 508) vgn
<ἢ οὐχ ἅλις>
ἢ οὐχ ἱκανόν (Ε 349)
<ἠπανᾷ>
ἀπορεῖ. σπανίζει
<ἠπανία>
ἀπορία. ἀμηχανία r
<ἠπανεῖ>
ἀπορεῖ. σπανίζει. ἀμηχανεῖ
<ἧπαρ>
ἔξω τοῦ σπλάγχνου ἡ βαθύγειος γῆ [καὶ ἀλήθεια]
<ἠπάτηνται>
πεπλάνηνται
*<ἡπατικός>
ὁ τὸ ἧπαρ ἀλγῶν r. ASvg
*<ἤπαφεν>
ἠπάτησεν. ἐχλεύασεν ng. ἐπλάνησεν (ξ 488)
<ἠπεδανός>
οἷον ἀπέδανος ἤγουν ἄπους. χωλός. *[ἀσθενής. ἀναίσθητος. ἠλίθιος (Θ 104 ..) ASvg
<ἠπέδιζον>
ὡμάλιζον. ἠδάφιζον (Clidem. 323,16 J.)
[<ἤπια>
μαλθακά, προσηνῆ, ἥμερα]
*<ἠπείθησαν>
οὐκ ἐπείσθησαν (Rom. 11,31 Idt. 2,6) S
*<ἠπείθησεν>
ἀντεῖπεν (4. Regn. 5,16) AS
<ἠπείλησεν>
*ηὔξατο Sn. ἐκαυχήσατο r. ὡρίσατο (Ι 682)
[<ἠπειόδωρος>
ἤπεια καὶ προσηνῆ δωρουμένη κατὰ τὴν τρο- φήν]
<ἠπείροιο μελαίνης>
τῆς Ἀκαρνανίας (ξ 97 ..)
<ἤπειρος>
γῆ. χέρσος. πᾶσα ἡ ἔρημος. καὶ ὁδὸς ἄπειρος
*<ἠπειρώτης>
ὁ ἐν γῇ οἰκῶν (Thuc. 1,9,4 ..) AS (vgn). r
<ἠπεροπεύειν>
ἐξαπατᾶν, καὶ ψεύδεσθαι, ἤτοι παραλογίζεσθαι (Γ 399 ..)
†<ἤπερ>
ὄπα
<ᾗπερ δή>
ὃν τρόπον δή (Ι 310)
<ἠπερόπευεν>
ἐξηπάτα
<ἠπεροπεύοντα>
ἐξαπατῶντα
<ἠπεροπεύσας>
ἐξαπατήσας (Hes. op. 55)
*<ᾗ περ οὖν>
ὡσπερεί, καθάπερ οὖν ASvg
<ἥπετο>
ἠκολούθει
*<ἢ πέφαται>
ἢ πεφόνευται (Ο 140) ASvg
<ἠπειγμένως>
συντόμως r. σπευδόντως
<ἦ πῄ με>
ἆρά με. [ἦ πού με (Γ 400) n
*<ἤπια>
πραέα S, προσηνῆ, μαλθακά, ἥμερα AS, χρηστά (Δ 218 ..)
<ἠπίαλος>
ῥῖγος πρὸ πυρετοῦ r. ἐκαλοῦντο δὲ οὕτω καὶ οἱ ψυχροί (Ar. frg. 332. Phryn. frg. 69)
<ἠπιαλῶν>
ῥιγῶν. τὸ γὰρ πρὸ τοῦ πυρετοῦ ῥῖγος <ἠπίαλόν> φασιν (Ar. Ach. 1164)
<ἠπιάργυρον>
τὸ βάλσαμον r
<ἠπιήθη>
ἐταπεινώθη
<ἠπιόδωρος>
ἤπια, καὶ χρηστά, καὶ [προσηνῆ δωρουμένη vg. κατὰ τὴν τροφήν (Ζ 251)
<ἠπιόλιον>
ῥιγοπυρέτιον
*<ἤπιον>
προσηνές, πρᾷον g. ἥσυχον, μαλθακόν, [ἐπιεικῆ n, ἥμερον (κ 337)
<ἠπίτρια>
ῥάπτρια
*<ἠπιότητι>
πραότητι AS
<ἠπίταδες>
ἐπίτηδες
<ἠπιστάμην>
ἠδυνάμην. ᾔδειν
<ἠπίστησεν>
ἠπείθησεν q. οὐκ ἐπείσθη
*<ἠπίως>
πρᾴως Avg
*<ἠπιώτατος>
πραότατος A
[<ἤπλακεν>
ἥμαρτεν]
<ἡ πληθύς>
οἱ ἐν τῷ πλήθει. ἢ [πλῆθος (Β 278 ..) n
<ἢ ποθέν>
ἀντὶ τοῦ ποῦ
*<ἠπορεῖτο>
ἠμηχάνει (Gen. 32,8 ..) ASg
<ἦ που>
ὄντως που (Γ 43)
<ἠπύει>
φωνεῖ (κ 83)
<ἤπυεν>
ἔκραξεν, ἤχει, ἐκήρυσσεν (ι 399)
*<ἠπύτα>
φωνητής, [βοητής, <κήρυξ> ASn. [μεγαλόφωνος (Η 384) n
*<ἣ πυμάτη θέεν>
ἥτις ἐσχάτη περιέτρεχεν (Ζ 118) AS
<ἤπυσεν>
ἤχησεν. ἐσάλπισεν
<Ἠπυτίδης>
Ἠπύτου υἱός (Ρ 324)
<ηρ>
τὸ ἔαρ. καὶ τὸ πρωΐ. καὶ ἐπὶ τοῦ ἆρα. καὶ <ἦρα> τὸν ἀέρα. καὶ τὴν γῆν. ἢ ἀλκή. καὶ οἶνος
<ηρα>
ἤτοι ὄντως. ἢ χάριν, βοήθειαν, ἐπικουρίαν· πατρὶ φίλῳ ἐπὶ ἦρα φέρων Διΐ (Α 578) ἢ ἔφη
<ἦ ῥα ἄν>
ἆρα ἄν (η 22 v. l.?)
<ἠράβησεν>
ἤχησεν
<>ηραίνει>
ληρεῖ
<Ἡραῖον>
Ἡρακλέα n
*<ἦ ῥα καί>
δή, οὕτως εἶπεν (Γ 310) Avgp
<ἦ ῥα, καὶ ἐξ ὀχέων>
οὕτως εἶπεν, καὶ ἐκ τῶν ἁρμάτων (Δ 419)
†<ἤρακεν>
ἠνίασεν
<Ἡρακλεία λίθος>
ἣν ἔνιοι <μαγνῆτιν> λέγουσιν· οὐκ ὀρθῶς. διαλλάττουσι <γάρ.> καὶ ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεία ἐστίν, ἡ δὲ ἑτέρα παραπλήσιος ἀργύρῳ. ὥστε Πλάτων ἁμαρτάνει τὴν αὐτὴν ὑπολαμβάνων μαγνῆτιν καὶ Ἡρακλείαν ἐν Ἴωνι (533 d). καὶ γὰρ αὐτὸς ἀλλαχοῦ (Tim. 80 c) ἑτέρως καὶ ἑτέραν φησί. κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας, τῆς ἐν Λυδίᾳ πόλεως. διὸ καὶ Σοφοκλῆς (fr. 732) <δίαν λίθον> αὐτὴν καλεῖ, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡρακλεῶτιν
<Ἡράκλεια λουτρά>
Ἡρακλεῖ πολλὰ μογήσαντί φασι τὴν Ἀθηνᾶν θερμὰ λουτρὰ ἀναφῆναι, οἷς χρήσασθαι αὐτόν· τινὲς δὲ καὶ αὐτὸν τὸν Ἡρακλέα κατασκευάσαι φασὶν ἑαυτῷ τὰ λουτρὰ θερμά· ἄλλοι δὲ Νύμφας αὐτῷ ποιῆσαι ἐν Σικελίᾳ (Ar. Nubb. 1051)
*<Ἡράκλεις>
ὡς καλῶν τὸν Ἡρακλέα εἰς βοήθειαν [λίθον] <τῆς> γενομένης βίας (Ar. Ach. 284) A
<Ἡρακλέους θυσία>
παροιμία, ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων
<ἠρανέων>
βοηθῶν. χαριζόμενος
<ἠρανίσθην>
ἔρανον συνήγαγον
<ἤρανος>
βασιλεύς, ἄρχων. σκοπός, φύλαξ
<ἤραντο>
ἤροντο. [ἠρώτων]
<ἦ ῥά νυ>
ἆρά γε (Δ 93 ..)
<ἦ ῥά νύ τοι>
ἀληθῶς δή σοι (Κ 401)
<ἤραξεν>
ἔσχισεν. συνέτριψεν. ἔῤῥηξεν
<ἤραρεν>
ηὐφράνθη. *[ἥρμοσεν r. ASn. εὐτρέπισεν (Δ 110)
<ἠράρομεν>
ἡρμόσαμεν. ἠρήσαμεν
<ἤραρον>
ἔφραξαν. ἔδησαν. ἥρμοσαν
*<ἠρασάμην>
ἠράσθην (Ξ 317) ASn
<Ἡράσιος>
μὴν παρὰ Λάκωσιν
<ἦ ῥά τί μοι>
ἀληθῶς δή μοι. *[ἆρά τί μοι (Ε 421) An
<ἦ ῥά τί οἱ>
ἆρά τι αὐτῷ
<ἦ ῥά τι ...>
οὐχ ὅτι δήποτε
*<ἠρατο>
προπαροξυτόνως μὲν [ἔλαβεν, ἀπηνέγκατο (Ξ 510) n προπερισπωμένως δὲ *<ἠρᾶτο> ηὔχετο ASvn, κατηρᾶτο r
[ἠρᾶτον]
<ἡρέα>· τὸν στράτιον
<ἠργάνθη>
ἐλευκάνθη. ἐπιάνθη
<ἠργμένον>
ἀρξάμενον r. [εἰργόμενον. κωλυόμενον]
*<ἠρδαλωμένος>
λεπρός. μεμιασμένος (Sir. 22,1) ASvgn
[<ἠρέα>
ἡσυχῆ. πρᾴως. ἱλαρῶς]
*<ᾕρει>
[ἄρχει] A. κατελάμβανεν (Δ 23) Sns
<ἣ ῥεῖ>
ἥτις ῥεῖ, ἥτις ῥέει
<ἤρειδε>
σφοδρῶς κατηγόρει. ἐκ μεταφορᾶς τῶν ἐλαυνόντων
*<ᾑρεῖτο>
ἠγάπα (1. Regn. 19,1) AS
*<ἠρέμα>
ἀτρέμα. ἡσύχως. σχολαίως ASvgn
*<ἠρεμεῖ>
ἡσυχάζει ASvgn
*<ἤρεμον>
ἥσυχον. πρᾷον AS, ἥμερον (1. Tim. 2,2)
<ἠρεμῶν>
ἡσυχάζων
*<ἦρεν>
ἐπῆρεν (Iud. 9,48 v. l. ..) ASp
<ἤρεσεν>
ἐμείλισσεν
†<ἤρεσθαι>
κόπτεσθαι, τὰς τρίχας ...
<Ἠρεσίδες>
κόραι αἱ λουτρὰ κομίζουσαι τῇ Ἥρᾳ
*<>η ῥ' ἐτεόν γε>
ὄντως [μεγάλως] μετ' ἀληθείας (Ο 53) vn
*<ᾑρετισάμην>
ἠγάπησα AS, ἐπεθύμησα, ἠθέλησα, ἠράσθην (Ps. 118,30 ..)
*<ἤρετο>
ἠρώτα ASvgn, ἐπύθετο (Thuc. 3, 113,3 ..) n
*<ἠρεύγετο>
ἐμυκᾶτο AS. ἔβρυξεν
<ἠρέχθεται>
πλανᾶται. ἀμηχανεῖ
*<ᾑρήκασιν>
[εἶπον] πεπορθήκασιν ASg
*<ᾑρηκότων>
πεπορθηκότων An(g). [εἰπόντων]
*<ᾑρηκώς>
νενικηκώς AS. [εἰπών]
*<ᾑρημένοι>
ἐκλελεγμένοι (ASvg). θελήσαντες (n). ἐπικριθέντες (ASv) g(n)
†<ἤρηντο>
ἁρμόστως πράττειν
a) <ἠρήρει>
<ἐπεπύκνωτο (Μ 56) b) <ᾕρει>·> ἐκράτει
*<ἠρήρειστο>
ἥρμοστο gn. ἤριξεν. [ἐπέπηκτο (Γ 358 ..) r. gn
†<ἤρης>
ἄφρων
<ἠρήσατο>
*ηὔξατο (Α 351) gS. κατηράσατο
*<ἤρθρωσας>
ἐτράνωσας AS (vg)
<ἦρι>
πρωΐ. αὔριον (Ι 360 ..) *[ἔαρι vgn ὄρθρῳ
*<ἠρία>
μνημεῖα AS
<ἠριγένεια>
ἡ τὴν ἡμέραν γεννῶσα· r ἢ τῷ ὄρθρῳ, ἢ τῷ ἦρι γεννωμένη (Α 477 ..) καὶ παρ' Αἰσχύλῳ (fr. 426) ἡ λέαινα <ἠριγένεια> ἢ ἡ ἐν τῷ ἀέρι τίκτουσα, ἢ ἡ ἐν τῷ ἔαρι
<ἠριγένιον>
τὴν ἠρύγγιον πόαν
<Ἠριδανός>
ποταμός r
<ἠριεργής>
τυμβωρύχος r
<ἠριεύς>
νεκρός r
*<ἠριθεύετο>
εἰργάζετο (Tob. 2,11) AS
<ἠριθευμένων>
πεφιλοτιμημένων
<ἤρικεν>
ἐῤῥάγη, [διεσχίσθη (Ρ 295) Sn [ἔπεσεν]
<Ἠρικεπαῖος>
ὁ Διόνυσος
*<ἦρι μάλ'>
ὄρθρου (Ι 360 ..) An
<ἠρινόν>
νέον (Eur. Hipp. 77 v. l.)
<ἠρινός>
ὀρθρινός r
[<ἤρινε>
χώριζε]
<ἠρισάλπιγξ>
ὀρνέου τι εἶδος
<Ἦριν>
τὴν Ἶριν
<ἠρινόθερμον>
τὸ ἄνθεμον
<ἠρινολόγοι>
οἱ τέττιγες
<ἠρινοτόκου>
ἀπὸ τῶν ποιμνίων τῶν κατ' ἔτος φόρους τελούν- των ἔαρι
*<ἠρινῶς>
ἐαρινῶς Sn
*<ἠρίον>
μνῆμα r. [τάφος (Ψ 126) vgs
*<ἤριπε>
κατέπεσεν (Δ 462) ASn
<ἠριπότην>
ἡμέραν ἐξ ἡμέρας ......
[<ἤρισεν>
ἔσχισεν, ἔῤῥηξεν. ἔπεσεν. *ἠγάπησεν. συνέζευξεν AS, ἥρμοσεν] A
<>ηρισμένος>
ἐστηριγμένος
<ἠρίστριον>
ἱμάτιον ἠρινόν [ἠπίστρεον]
<ἠρίφακον>
θαμνίσκον. Λάκωνες
<ἤριψε> καὶ <ἤριξεν>
κατέβαλε. κατέπεσεν
<ἠρίχθη>
ἐῤῥάγη
<ἠρίομεν>
ἐζητοῦμεν
*<ἤρκεσεν>
ἐβοήθησεν An καὶ ἤρκεσεν
*<ἦρκται>
ἤρξατο (Iob 13,15) ASvgn
<ἡρμαλώσατο>
συνέλαβεν
†<ἠρμανίζετο>
οὐκ ἦν ἁρμόζον
<ἥρμαζεν>
ἐσκέπασεν. ὠχύρωσεν
<ἠρμένος>
[ἐπικριθείς]. κρεμασθείς
<ἡρμοσμένου>
εὖ κατεσκευασμένου
<ἤρξατο>
συνεφώνησεν
<ἤρνευεν>
ἐκυβίστα
<ἤρνυντο>
ἐποίουν
†<ἠροικάκαι>
κοιλώματα τῆς γῆς
†<ἠροίησεν>
ἀπεσόβησεν
*<ἠρόμην>
ἠρώτησα (Eur. Or. 1183) AS (vp. r)
<ἦρον>
εἰρήνην
*<ἤροντο>
ἠρώτων ASvg
[<ἠροπᾶν ἦμαρ>
δι' ὅλης τῆς ἡμέρας]
<ἦρος>
συνθήκη. ἐκεχειρία. *ἔαρος p
*<ἤροσα>
ἠροτρίασα ASg
<Ἠροσάνθεια>
ἀνθολογία. ἑορτὴ γυναικεία λαμπρά, ἀγομένη ἐν Πελοποννήσῳ κατὰ τὸ ἔαρ
<ἤροσεν>
ἐγέννησεν (Soph. O. R. 1497)
<ἠρόχια>
τὰ θεοδαίσια. οἱ δὲ ἑορτήν· οἱ δὲ ἱερά
*<ἤρου>
ἠρώτησας (Eur. Or. 1072) Avgp
<ἠρῶ>
κατηρῶ
<ἠρούσταζον>
ἐνήδρευον
<ἠροῦτο>
ἠροτριᾶτο. ἐσπείρετο
<Ἡροφίλη>
Σιβύλλης ὄνομα
<ἦῤῥεν>
ἀπώλλυτο
<ἤῤῥηκεν>
ἥκει. ἀφῖκται. παρ' Ὁμήρῳ δὲ μετὰ δυσχερείας· ἔῤῥ' ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων (κ 72)
<ἦρσεν>
ἥρμοσεν r
<ἦρσαν>
ἐπότισαν. [ἥρμοσαν]
<ἤρτα>
ἐκρεμάννυεν
<ἠρταλέοντο>
ὡπλίζοντο
<ἠρτάμησεν>
ἐσπάραξεν. διοίκησεν. ἤρτυσεν
*<ἤρτηται>
κρέμαται ASvg
<ἠρτιάζομεν>
ἐπαίζομεν (Ar. Plut. 816 v. l.)
<ἠρτήσαντο>
ἐτάξαν. ἡρμόσαντο
<ἤρτισται>
ἥρμοσται. ἀνήρτηται
*<ἦρτο>
ἀντὶ τοῦ ἐπῆρτο r. S
<ἤρτυε>
παρεσκεύασεν (γ 152) S
<ἠρτύνετο>
*παρεσκευάζετο (Β 55) g (AS). ἡτοιμάζετο. ἡρμό- ζετο. κατηρτίζετο (Κ 302)
<ἠρτυλημένος>
ἠρτυμένος
†<ἠρύγμαι>
αἱ καμπυλότητες τῶν σκελῶν. καὶ πόας εἶδος
<ἠρυγγαίνετο>
δεδάσυντο
<ἠρύγγιον>
λεπτόν τι κάρφος ἀκανθῶδες, ὃ καὶ ἐπὶ τοὺς σωροὺς εἰώθασιν ἐπιτιθέναι τοῦ σίτου
*<ἤρυγεν>
ἐμυκᾶτο (Υ 403) ASn. ἔπτυεν
*<ἠρύγετο>
ἐπτύετο. [ἐμυκᾶτο AS
†<ἠρυγκήμεθα>
ἐμπεφορήμεθα. εἰλήφαμεν
*[<ἠρύγων>
μυκώμενος] AS
[<ἠρυθεύετο>
ἐφιλονείκει (Tob. 2,11) S]
*<ἠρυθροδάνωται>
πεπύῤῥωται. κεκοκκίνωται ASvg
*<ἠρύκακεν>
ἐκώλυεν (Φ 594) r. S
<Ἡρακύλον>
τὸν Ἡρακλέα Σώφρων (frg. 142) ὑποκοριστικῶς
*<ἤρυκεν>
ἐκώλυεν Ag
<Ἥρυλλον>
ὑποκοριστικῶς τὸν Ἡρακλέα (trag. adesp. 590)
*<ἠρύσατο>
ἤντλησεν r. ASvg
[<ἤρυσεν>
ἐβόησεν ἢ ἐβόα. ἐμυκᾶτο. ἰδίωμα φωνῆς]
[<ἤρυτο>
ἐρύσατο]
<ἤρυτεν>
ἐπὶ τῶν λουομένων. ἤντλει
<ἤρχατο>
καθεῖρκτο
<ἦρχεν>
*ἡγεῖτο r. v. κατῆρχεν. ὠφέλει
<ἦρχεν>
ἐπὶ τοῦ ἤρξατο, <χειρῶν ἀδίκων>
<Ἡρῷσσαι>
αἱ λεγόμεναι †Ἔννοιαι (Callim. frg. 66,1 Pf.)
<ἡρῶιον>
μνημεῖον
<ἥρωες>
οἱ διαφέροντες ἀρετῇ. *[ἡμίθεοι ASvg. ἄνδρες γενναῖοι Sg
<ἠρώησαν>
ἀνεχώρησαν, [ὑπεχώρησαν r, ἐξεχώρησαν (Ψ 433)
[<ἠρωήσουσιν>
μεθύσουσιν] (Ξ 101)
†<ἡρώπτει>
σκοπεῖ
*<ἥρως>
*δυνατός AS, ἰσχυρός. *[γενναῖος n. σεμνός
<ἥρως ποικίλος>
ἐπὶ τῶν μεμαστιγωμένων. ἢ ὄφεις
<ἠρώτιζον>
ἠρώτων
<ἡρώων>
πάντων τῶν κατ' ἐκεῖνον χρόνον ἀνδρῶν· τοῖσι δὲ κρατῆρα κεράσατο Μούλιος ἥρως (σ 423)
<ἧς>
ἄρθρον θηλυκὸν ὑποτακτικόν, ἀντὶ τοῦ τῆς σύναρθρον ἀντωνυμίαν δηλούσης· ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν (Τ 222) καὶ τῆς ἑαυτοῦ καὶ τῆς ἑαυτῆς· ὡς οὐδὲν γλύκιον ἧς πατρίδος, οὐδὲ τοκήων (ι 34)
<ἧσαι>
†παύσαι. καθέζῃ (Β 255)
*<ἦσαν>
ὑπῆρχον AS [ἐκάθισαν E. ἢ ἔασαν]
<ἦσάν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι>
παροιμία ἀπὸ χρη- σμοῦ ἐπὶ τῶν προγεγονότων (Anacr. fr. 85)
*<ἧσας>
ἥδυνας S. [ἢ ἰάσασθαι καὶ θεραπεῦσαι]. [ἢ χάριν ἐποίη- σας ASg
<ἥσατο>
[ἔκτισεν, ἱδρύσατο. ἐκήδετο, ἐτεχνάσατο.] ἥσθη, εὐ- φράνθη, διεχύθη (ι 353)
*<ἥσειν>
πέμψειν (θ 203) AS [θεραπεύειν]. [ἀφήσειν S [τέρψειν. κορέσαι]
<ᾖσεν>
ὕμνησεν
<ἦσεν>
εἴασεν
*<ἦσθα>
ἦς, ὑπῆρχες (Ε 898) r. ASvgn [ἐκάθισεν]
<ἧσθε>
[ὑπήρχετε]. καθέζεσθε (β 240)
*<ἡσθείς>
τερφθείς, χαρείς ASvg
<ᾔσθετο>
ἐπειράσθη. *[ἔγνω (Eur. Med. 26) v. ἐθεώρει
*<ἥσθην>
ἐχάρην (Ar. Ach. 2 ..) ASv. ἐκαθέζοντο S, δυικῶς (Δ 21)
<ᾔσθου>
ἐνόησας, ἔγνως
a) <ἠσὶ ἢ φησί>
λέξει, b) *<<ᾖσι>>· ὑπάρξῃ (θ 580) AS
*<Ἡσίοδος>
ποιητοῦ [ὄνομα r (AS)
<ἤσκαιρεν>
ἐσκίρτα
<ἤσκει>
ἐθεράπευεν. ἐπονεῖτο. ἐκόσμει, [ἐμελεῖτο] ἐπεμελεῖτο. εἰργάζετο
[<ἤσκειν>
ἐργάζεσθαι, ἐπιμελεῖσθαι]
*<ἠσκημένος>
μεμελετηκώς. πεπαιδευμένος r. ASvg
<Ἠσιονεῖς>
οἱ τὴν Ἀσίαν οἰκοῦντες r Ἕλληνες (Callin. fr. 5)
<ἠσίπεπον>
εὐτραφές
<ἤσιχερ>
δαψιλής
*<ἠσμένισαν>
ἐχάρησαν (1. Regn. 6,19) ASvg
[<ἠσμά>
νόστιμα]
*<ἧσο>
καθέζου (Δ 412) r. S
<ἦ σοί>
ἆρα σοί
<ἤσπαιρεν>
ἐσκάριζεν. [ἔστιλβεν, ἔλαμπεν. †ἀπέπνιγεν]. ἔσπαι- ρεν (Ν 571)
*<>ησπικότες>
βοηθήσαντες AS
*<ἡσσήθη>
ἡττήθη (Eur. Andr. 917) (ASg)
<ἡσσόνων>
ἐλαττόνων (Iob 5,4)
*<ἡσσωμένων>
ἐλαττόνων A. ἡττόνων AS. ὑστέρων (Eur. Phoen. 1258)
*<ἧσσον>
ἧττον, χεῖρον (1. Cor. 11,17) Avg. ὕστερον
*<ἡσσόνων>
ἐλαχιστοτέρων (Iob 5,4) Avg
<ἧς οὔτι χάριν ἴδε>
παρ' ἧς οὐδὲ μίαν χάριν ἔσχεν, οὐδὲ παιδο- ποιίας, οὐδὲ συμβιώσεως (Λ 243)
<ἤστην>
[ἐκαθέζοντο]. δυϊκῶς ὑπῆρχον (Ε 10) Avg
<ἠστηνεῖν>
ἐρᾶν. ἐρᾶσθαι
<ἡστόν>
ἡδύ (r) p
<ἧστο>
ἐκαθέζετο (Α 512) r
<ἠστόχησεν>
οὐκ ἐπέτυχεν (1. Tim. 6,21)
<ἡσυχία>
γαλήνη. ἠρεμία (Eur. Alc. 77)
<ἥσυχος>
ἀπράγμων (Eur. Bacch. 636)
<ἤστραψεν>
ἔλαμψεν (Soph. fr. 520)
*<ἥ σφιν>
ἥτις αὐτοῖς (Δ 444 ..) n
<ἡσυχαῖον>
τὸ μεθ' ἡσυχίας (Soph. fr. 855,6) r
<Ἡσυχίδαι>
γένος Ἀθήνησιν ἰθαγενῶν
<ἤσχαλον>
ἐλυποῦντο (Hdt. 9,117 v. l.) r
*<ἠσχάτισεν>
ὑστέρησεν (Iud. 5,28) ASvg
<ἠσχολήθημεν>
σχολὴν ἐποιήσαμεν
<ἡσσόνων>
ἡσσωμένων
<ἥσω>
ἀφήσω. ἐάσω. ἀκοντίσω
<ἠτάκτησεν>
μετὰ ἀταξίας ἔπραξεν
*<ἢ τὰν ἢ ἐπὶ τᾷ>
ἢ ταύτην <ἢ> ἐπὶ ταύτῃ Avg
<ἤτᾳς>
ἤλγυνας
<ἦ τ' ἄν>
ἐπεὶ ὥς (Ε 201 ..)
*<ἤτασεν>
ἐβασάνισεν (Gen. 12,17 ..) ASvg
<ἦ τάχα>
οὕτως γὰρ ἴσως (σ 73)
<ἦ τάχα κεν>
ἦ τάχα ἄν, ἴσως ἄν (Greg. Naz. c. 1, 1, 7, 92)
<ἥ τε>
ἥ τις (Γ 287 ..)
*<ᾔτεεν>
ᾔτησεν (Ε 358) ASn
<ᾔτει>
παρεκάλει r
<ἢ τεόν>
ἢ τὸ σόν (Α 138). <εἰ> ἀληθές (Β 300)
<ἡτέρα στροφή>
ἐπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων ἐν τοῖς μέλεσιν
<ἡ τετράγωνος ἐργασία>
οἱ ἑρμαῖ (Thuc. 6,27,1)
<ἦ τ' ἐφάμην>
ὑπέλαβον (Γ 366)
†<ἠτιγώνιον>
τέττιγι ὅμοιον. καὶ ἡ κερκώπη
†<ἠτίηθι>
ἐκνίσθη
†<ἠτίζουσιν>
αἰτιῶνται. ἐπιφημίζουσιν
<ἠτίμωσεν>
ἄτιμον ἐποίησεν
*<ἠτιμωμένον>
ἠφανισμένον (1. Regn. 15,9) AS (vg)
<ἠτίμασεν>
ἠτίμασεν. ὕβρισεν (Α 11)
<ἥτιος>
βολῆς
<ἥτις>
ὅστις
<ἤτοι>
σύνδεσμος ἰσοδυναμῶν τῷ δέ. τινὲς δὲ καὶ ἀντὶ τοῦ <μὲν> χρῶνται
<ἤτοι>
καὶ δὴ οὕτως
<ἤτοι ὅ γε>
οὗτος δέ (Α 68)
<ἤτοι ὁ μέν>
καὶ δὴ οὗτος (n)
<ἦτορ>
*ἡ ψυχή (Α 188) r. ASvg, θυμός. στῆθος
<ἠτρεμεῖ>
ἡσυχάζει
*<ἦτρον>
ὁ περὶ τὸ ὑπογάστριον τόπος g, τὸ ὑπὸ τὸν ὀμφαλὸν <μέρος> ASvgn
*<ἤτριον>
ὑμενῶδες ἔνδυμα g
<ἢ τρὶς ἕξ, ἢ τρεῖς κύβοι>
παροιμία ἐπὶ τῶν ἢ ἐπιτυγχανόν- των ἢ ἀποτυγχανόντων. πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ, ὡς οἱ νῦν, δύο. ἔστι δὲ ὁμωνυμία
<ἧττα>
ἡ τροπή r
*<ἧττον>
μικρότερον vg. ἀντὶ τοῦ οὐδ' ὅλως
*<ἥττονες>
καταδεέστεροι (Iob 20,10) ASvgn
<ἥττοσιν>
ἐλάσσοσι. καταδεεστέροις
<ἠΰ>
ἀγαθόν. ἰσχυρόν. (Ρ 456 ..) [τάσσεται δὲ καὶ ἐπὶ τοῦ <ὡς>]
*<ηὔγει>
ἔλαμπεν (Iob 29,3) Avg
*<ἠϋγένειος>
μέγα τὸ γένειον ἔχων. ἢ εὔτονος. [ἢ εὔγονος] ἢ εὐγενής ASg. ἢ καλογένειος (Ο 275 ..)
*<ηὔδα>
ἔλεγεν Ag, εἶπεν (Α 92 ..) g
<ηὐδάξατο>
ἔχρησεν (Hdt. 2,55,2). εἶπεν (Hdt. 5,51,2)
*<ηὐδόκησεν>
ἐθέλησεν (Iud. 11,17 v. l.) A
<ἠυθεμείλιον>
εὐθεμείλιον
*<ηὐθύνθη>
ὑπὸ ἔγκλημα ἔπεσεν (Iud. 14,7 v. l.) [ηὔθυνεν]
<ἠΰκομος>
καλὴ, ἀπὸ μέρους. εὔκομος, καλλιπλόκαμος (Α 36). [εὔκομος, καλή]
<ηὔληται>
πεφύσηται. [λελύπηται] τετάρακται. στρέφεται
*<ἠϋκόμοιο>
καλλικόμου (Β 689) S
*<ηὐλίσθησαν>
ἐσκήνωσαν. ᾤκησαν (Nehem. 23,20) vg
*<ἠΰν>
ἀγαθόν g, καλόν (Ε 628)
*<ηὔνασας>
ἐκοίμισας. ἔπαυσας g
*<ηὐπόρησεν>
ἐπλούτησεν (Sap. 10,10) AS
*<ἠΰς>
καλός S, ἀγαθός ASvg. μέγας v. [γενναῖος vg. ἀνδρεῖος (Β 653 ..)
<ἢ ὕστερον>
μετὰ ταῦτα (Α 27)
<ἠΰτε>
*καθάπερ ASvg. ὥστε. ὥσπερ, ὡς. ὅτε. καθά (Β 87)
*<ἠΰθ' ὁμίχλη>
καθάπερ ὁμίχλη, σκοτία, ὑδατώδης ἢ παχὺς ἀήρ (Α 359)
*<ηὐτομόλησαν>
προσέδραμον τοῖς πολεμίοις (Ios. 10,1) Avg
<ηὔχει>
ἤλπιζεν
<Ἡφαιστία>
Ἀθηνᾶ. καὶ πόλις τῆς Λήμνου
<Ἡφαιστιάδαι>
Ἀθηναῖοι
<ἡφαιστόδαπτα>
πυρίκαυτα
<Ἡφαίστοιο>
τοῦ πυρός (Β 426)
<Ἥφαιστος>
ὁτὲ μὲν ὁ θεός· Ἥφαιστος ποίησεν ἰδυίῃσιν πρα- πίδεσιν (Α 608), ὁτὲ δὲ μετωνυμικῶς τὸ πῦρ. παρά τισι δὲ ὁ ἥλιος
<ἤφασσεν>
ἐψηλάφα (Hdt. 3,69,6)
*<ἠφειδηκότες>
μὴ φεισάμενοι ASvg. καταπτύσαντες gp
<ἠφείδουν>
οὐκ ἐποιοῦντο φροντίδα, οὐκ ἐφείδοντο (Thuc. 2,51,5)
*<ἠφείθη>
εἰάθη. συνεχωρήθη ASvg
*†<ἠφερήφων>
ἐξ ἀμφοτέρων τῶν μερῶν στεγάζων AS(g)
<ἠφίαλεν>
ἐπεχείρησεν
*<ἠφίει>
ἔπεμπεν. ἀπέλυεν AS
*<ἠφίεσαν>
ἔπεμπον A εἴων
[<ἡφιστοῖο>
τοῦ πυρός]
*<ἠφρονεύσαντο>
ἐμώραναν (Ierem. 10,21) (r) ASvg
<ἠφυσάμην>
ἐφειλκυσάμην (η 286)
<ἤφυσεν>
διέτεμεν κόλον. ἀπήντλησεν. διέκοψεν (Ν 508). ἔπιεν. ἐξεφύσησεν. *[ἐξήνθησεν AS
<ἡ χάραξ τὴν ἄμπελον>
παροιμία (Ar. Vesp. 1291)
<ἤχανεν>
ἐπένετο p
<ἠχεῖ>
φωνεῖ, ψοφεῖ
<ἠχεῖον>
τὸν χαλκόν. οἱ δὲ μουσικοὶ τὸ πρὸς τῇ μαγάδι χάλ- κωμα
*<ἠχέτα>
ἠχητικός (Greg. Naz. c. 2, 1, 55,19) A (S)
<ἠχέται>
ἡδύφθογγοι τέττιγες
*<ἠχή>
φωνή, ἦχος Avg, βοή S (Eur. Phoen. 1378 ..)
<ἤχησεν>
ἐψόφησεν
<ἠχήεσσα>
ἠχώδης, εὔηχος. θορυβώδης (Α 157)
<ἠχηταί>
κήρυκες. κράκται. ᾠδοί. [τέττιγες ἡδύφθογγοι]
<ἠχήεντα>
εὔηχα (δ 72)
<ἠχῆνες>
κενοί. [πτωχοί (g)
<ἦχθαι>
τεθηρεῦσθαι
*<ἤχθαιρεν>
ἐμίσει (Ρ 270 v. l.) ASp. r
<ἤχθηρεν>
ἐμίσησεν (Ρ 270 v. l.) r
<ἤχθετο>
ἔβριθεν. ἔτεμνεν. ἠνιᾶτο. *[ἐβαρύνετο (Eur. Hipp. 1402) AS (vg)
<ἠχθισμένην>
βεβαρημένην
<ᾗχι>
*ὅπου gp. ἵνα. ἐνθάδε, ἐν ᾧ τόπῳ (Α 607)
†<ἤχλαν>
τὴν λυπηράν
<ἤχλυσεν>
*ἐσκότισεν (Greg. Naz. c. 1, 2, 14, 113) g. ὁμίχλης ἐπληρώθη, ἐκαλύφθη ἀχλύι (μ 406)
<ἤχθετο>
ἐλυποῦτο. ἐθυμοῦτο
<ἦχος>
φωνή. κτύπος. *[ἐκφώνησις Avg
[<ἤχου>
ἐνθάδε]
<ἠχώ>
μακρὰ φωνή, ἀνακλωμένη ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων, ἐπὶ τὸν προέμενον πάλιν ἐπανιοῦσα
<ᾗ χροιῇ>
τῷ ἑαυτῆς χρωτί (Ξ 164)
<ἠχὼ πετραίαν χυτρόπωλιν>
λέγει [οἱ] δὲ τὴν Αἴγιναν, ἐπειδὴ ἐκεῖ ὄστρακα πολλά ἐστι· νῆσος γὰρ ἡ Αἴγινα (Com. ad. frg. 669)
<ἥψατο>
ἐλάβετο. προσέφυγεν (Α 512). παρεκράτησεν
<ἡψήσατο>
ἑψητῷ βάμματι ἐβάψατο
*<ἥψησεν>
ἐμαγείρευσεν (1. Regn. 9,24) ASvg
<ἠώα>
ἡ κέδρος, ἐθνικῶς
*[<ἠωήματι>
μίᾳ ἡμέρᾳ] (Ζ 422) AS
<ἠῶθεν>
πρωΐ, ἅμα ἡμέρᾳ, *[ὄρθρῳ (Η 372 ..) ASvg
<ἠῶθι πρό>
ὑπ' αὐτὸν τὸν ὄρθρον. πρὸ ἡμέρας, πρὸ τῆς ἀνα- τολῆς (Λ 50)
*<ἠώκοιτον>
ὀρθρινὸν ὕπνον ASg
<ᾐών>
παραθαλάσσιος <τόπος>
<ἠῷος>
ὀρθρινός r
*<ᾐωρεῖτο>
ἐκρέματο r. ἐκινεῖτο g
<ἤωρτο>
ἀπεκρεμνᾶτο. ἀπήρτητο
<ἠώς>
ἡμέρα, τὸ πρῶτον φῶς, [ἤγουν αὖγος.] φῶς. *ὄρθρος g. [τὸ αὖγος] ἀνατολή Avg. ἡμέρα. καὶ ὁ ἀπὸ ἀνατολῆς μέχρι μεσημβρίας χρόνος· ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ (Θ 66), καὶ ὅλη ἡμέρα· ἥδε δέ μοι νῦν ἠὼς [ἡ] ἑνδεκάτη (Φ 155) καὶ τὸ λυκόφως· παννυχίη μέν ῥ' ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον (β 434)