Μετάβαση στο περιεχόμενο

Συμποσιακά Β΄

Από Βικιθήκη
Συμποσιακά Β΄
Συγγραφέας:
Ηθικά


ΣΥΜΠΟΣΙΑΚΩΝ ΒΙΒΛΙΑ - ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

Τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίων ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δ ´ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης, ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐν Καλλίου Φίλιππος, οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δ´ οὐ πάνυ ποθοῦσιν οὐδ´ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. Οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν οἱ μέτριοι, τοὺς δ´ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας.

Ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα· τοῦ δὲ δευτέρου περὶ τοῦ τοὺς ἐρῶντας ποιητικοὺς εἶναι καὶ περὶ τῆς Αἰαντίδος φυλῆς. ... Καλῶ δῆτα καὶ ... Τὰ συμποτικά· τὰ δ´ ...τερα κοινῶς συμποσιακά. Σποράδην δ´ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλ´ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. Οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγινώσκοντας, εἰ σοὶ προσφωνοῦντές τινα τῶν προρρηθέντων {ἢ} ὑπὸ σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσιν, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησιν.


ΠΡΟΒΛΗΜΑ Α.

Τίν´ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἥδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.

Δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον, ἐν τούτῳ πρῶτόν ἐστιν ὃ τρόπον τινὰ Ξενοφῶν ὁ Σωκρατικὸς ἡμῖν προβέβληκεν. Τὸν γὰρ Γωβρύαν φησὶ συνδειπνοῦντα τῷ Κύρῳ τά τ´ ἄλλα θαυμάζειν τῶν Περσῶν καὶ ὅτι τοιαῦτα μὲν ἀλλήλους ἠρώτων ἃ ἥδιον ἦν ἐρωτηθῆναι ἢ μή, ἔσκωπτον δ´ ἃ σκωφθῆναι ἥδιον ἢ μή· εἰ γὰρ ἐπαινοῦντες ἕτεροι πολλάκις λυποῦσι καὶ προσίστανται, πῶς οὐκ ἄξιον ἦν ἄγασθαι τὴν εὐτραπελίαν ἐκείνων καὶ τὴν σύνεσιν, ὧν καὶ τὰ σκώμματα τοῖς σκωπτομένοις ἡδονὴν καὶ χάριν παρεῖχεν; δεχόμενος οὖν ἡμᾶς ἐν Πάτραις ἡδέως ἂν ἔφης πυθέσθαι τὰ τοιαῦτ´ ἐρωτήματα ποίου γένους εἴη καὶ τίς αὐτῶν τύπος·

« Οὐ γάρ τι μικρόν » ἔφης « τῆς ὁμιλητικῆς μόριον ἡ περὶ τὰς ἐρωτήσεις καὶ τὰς παιδιὰς τοῦ ἐμμελοῦς ἐπιστήμη καὶ τήρησις. » - « Μέγα μὲν οὖν » ἔφην ἐγώ, « ἀλλ´ ὅρα μὴ καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος.

Εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τῷ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι δύνανται· ταῦτα δ´ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ἃ γὰρ ἀγνοοῦσιν, ἢ μὴ λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν. ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καί τι περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ· περιτταὶ δ´ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γινώσκουσι μηδ´ ἀκηκόασιν, οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. Οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ διαλεγόμενος

« ἵν´ αὐτὸς αὑτοῦ τυγχάνῃ κράτιστος ὤν »

ἡδέως διατίθεται. Καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γινώσκοντες ἐγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσιν.

Διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἥδιον ἐρωτῶνται καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. Καθόλου δ´ ὅσα μηδενὸς ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφ´ ἑαυτῶν εἰώθαμεν, ἥδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες, ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. Καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ νοσήματος· οἱ δὲ κομψότεροι ταῦτ´ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. Ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος

« Eἴπ´ ἄγε μ´, ὦ πολύαιν´ Ὀδυσεῦ » φησί, « μέγα κῦδος Ἀχαιῶν, ὅππως {δὴ} τούσδ´ ἵππους λάβετον. »

Ἄχθονται γὰρ τοῖς αὑτοὺς ἐπαινοῦσιν καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἷον βιαζόμενοι λέγωσιν. Ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν ὅσοι μέγα τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. Ὅθεν ἥκιστα περὶ τούτων οἱ φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσιν, χώραν τῇ διηγήσει μὴ διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. Καὶ ταῦτ´ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.»

« Καὶ μὴν ὅ γ´ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ

« Σοὶ δ´ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθ´, ὄφρ´ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. »

Καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους

« Δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν´, ἐπεγείρειν »·

ὁ δ´ Εὐριπίδης τοὐναντίον

« Ὡς ἡδὺ - - - πόνων »,

- - - οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ φέρουσιν.

Τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. Τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. Χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν μαθήμασιν ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. Ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἥδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν· αὐτοὶ δ´ ἀφ´ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας.

Ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. Ὁ δ´ εὐσεβὴς καὶ φιλοθύτης, διηγηματικὸς ὀνείρων καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς {ἢ} θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο. Τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους.

« Ὦ Νέστορ Νηληιάδη, σὺ δ´ ἀληθὲς ἐνίσπες, πῶς ἔθαν´ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ; »

Πόλλ´ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προιέμενος, οὐχ ὥσπερ ἔνιοι συστέλλοντες εἰς τὸ ἀναγκαῖον αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. Ὅλως δ´ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλ´ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλ´ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. Ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις. »

« Σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετ´ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον· ὥσπερ γὰρ τοὺς ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν. Τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπ´ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γινόμενον, τὸ δ´ ὡς οὐκ ἀναγκαῖον ἀλλ´ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι· καὶ καθόλου διαλέγεσθαι τοῖς ...νοις μᾶλλον ἢ τοῖς - - - φλυαροῦσι χαλεπαίνομεν· ... Ὅτι δ´ ὅλως τὸ - - -ματι προσέσται - - - τὸ σκῶμμα, λοιδόρημα δὲ - - - εἶναι καὶ πεποιημένον ἐκ παρασκευῆς. Ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας « μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον » ἔσκωψεν. Καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δ´ αὐτοῦ φάσκοντα μὴ ἀκούειν,

« Καὶ μὴν τετρυπημένον » ἔφη « ἔχεις τὸ οὖς. »

Καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη

« οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον. »

Μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ κομψότητι καὶ ἡδύνει τοὺς παρόντας· ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. Ὀνειδισμὸς γάρ ἐστιν τῆς ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα κατὰ τὸν Θεόφραστον· ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων.

Ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δ´ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστιν. Διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας. ἓν δὲ τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν· εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο.

Πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν;«  « Οὐ μὴν ἀλλὰ πρῶτά μοι δοκεῖ τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν. Οἷον ὁ Ξενοφῶν τὸν ὑπέραισχρον καὶ ὑπέρδασυν ἐκεῖνον ὡς παιδικὰ τοῦ Σαμβαύλα σκωπτόμενον εἰσάγει μετὰ παιδιᾶς. Καὶ Κυήτου τοῦ ἡμετέρου, μέμνησαι γάρ, ἐν ἀσθενείᾳ τὰς χεῖρας ἔχειν ψυχρὰς λέγοντος, Αὐφίδιος Μόδεστος

« Ἀλλὰ μήν » ἔφη « θερμὰς ἀπὸ τῆς ἐπαρχίας κεκόμικας αὐτάς· »

τοῦτο γὰρ ἐκείνῳ μὲν γέλωτα καὶ διάχυσιν παρέσχεν, κλέπτῃ δ´ ἀνθυπάτῳ λοιδόρημα καὶ ὄνειδος ἦν. Διὸ καὶ Κριτόβουλον ὁ Σωκράτης εὐπροσωπότατον ὄντα προκαλούμενος εἰς σύγκρισιν εὐμορφίας ἔπαιζεν οὐκ ἐχλεύαζεν. Καὶ Σωκράτην πάλιν Ἀλκιβιάδης ἔσκωπτεν εἰς ζηλοτυπίαν τὴν περὶ Ἀγάθωνος.

Ἥδονται δὲ καὶ βασιλεῖς τοῖς λεγομένοις ὡς εἰς πένητας αὐτοὺς καὶ ἰδιώτας, ὥσπερ ὑπὸ Φιλίππου σκωφθεὶς ὁ παράσιτος εἶπεν

« Οὐκ ἐγώ σε τρέφω; »

τὰ γὰρ οὐ προσόντα φαῦλα λέγοντες ἐμφαίνουσι τὰ προσόντα χρηστά. Δεῖ δ´ ὁμολογουμένως καὶ βεβαίως προσεῖναί τι χρηστόν· εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν. Ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην προσαγορεύων ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι διάχυσιν καὶ μειδίαμα παρέσχεν. Οὕτως ὁ Κῦρος ἐν οἷς ἐλείπετο τῶν ἑταίρων εἰς ταῦτα προκαλούμενος ἐγίνετο προσηνὴς καὶ κεχαρισμένος. Καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ἐκαλλιέρει, παρελόμενος τοὺς αὐλοὺς ὁ μισθωτὸς ηὔλησε γελοίως· αἰτιωμένων δὲ τῶν παρόντων,

« ἔστιν » ἔφη « τὸ κεχαρισμένως αὐλεῖν θεόθεν· »

ὁ δ´ Ἰσμηνίας γελάσας

« Ἀλλ´ ἐμοῦ μὲν αὐλοῦντος ἡδόμενοι διέτριβον οἱ θεοί, σοῦ δ´ ἀπαλλαγῆναι σπεύδοντες ἐδέξαντο τὴν θυσίαν. »

« Ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπ´ εὐθείας ἐπαινούντων. Καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες καὶ ὁ τοῦ Σοφοκλέους Οἰδίπους - - -

« Ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς φίλος. »

Ἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι τὸ περὶ τοὺς ἐπαίνους· ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν {καὶ συναγωγίαν} καὶ προαγωγείαν ὀνομάσας ... Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, « θυρεπανοίκτην » ἐκάλουν. Ποιεῖ δ´ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν· ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν

« Ὅς με ῥάκη τ´ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον »·

οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων « ὅς με σοφὸν καὶ αὐτάρκη καὶ μακάριον ἐποίησεν ». Καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν ἔλεγεν « δι´ ὃν οὐδ´ ἀποδακρῦσαι γέγονεν {ἐν} ἡμῖν. » καὶ ὁ τὸν δειπνίζοντα καθ´ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, δι´ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακεν τὴν ἑαυτοῦ τράπεζαν. Καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. Καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους « ὄξους σπανίζειν δῶμα » ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν. Ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους.« 

« Δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλοινίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπ´ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δ´ ἡδέως ἔχουσιν. Οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν « ἂν πρῶτον » ἔφη « τὴν κιθάραν δήσῃς· » ἀηδῶς δ´ ὁ τοῦ Λυσιμάχου παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν,

« Κἀγώ σε » φησίν « ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον. »

« Εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν. Οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος

« Θαυμάζω σου τοὺς ὀφθαλμοὺς ὅτι οὐκ ᾄδουσιν, τοῦ μυκτῆρος αὐτοῖς ἐνδεδωκότος· »

καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον, οὕτω γὰρ ἐφαρμόσειν· εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι. Καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. Καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτεν, καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον « ταυτὶ μέν » ἔφη « καὶ τυφλῷ δῆλα »· Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος « εἰς ὀφθαλμοὺς ἂν βασιλέως παραγένῃ, σωθήσῃ, » « ἀλλά μοι » εἶπεν ἀδυνάτου τὰ ὑπὸ τὴν σωτηρίαν« .

Λέων ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν ὀφθαλμισθῆναι δι´ αὐτοῦ τοὺς ὀφθαλμούς,

« Ἀσθένειαν«  ἔφη « σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν· »

εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος ὁ δημαγωγὸς τῶν Ἀθηναίων ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν· ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι.

Τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας, « ὅπως » ἔφη « μὴ ἐπιβουλευθῶ προστάξας κατ´ ὤμου τὸ τάλαντον φέρειν. Οὕτω μὲν περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν· ἄλλοι γὰρ ἐπ´ ἄλλοις ἄχθονται. {Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν,

« Οὐκ οἶδ´ » εἶπεν, « ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. »}

Διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν. » « Ὁ δ´ ἔρως τά τ´ ἄλλα ποικιλώτατός ἐστιν καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσιν. Δεῖ δ´ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρ ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν, αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτως φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. Ἥδιστα δὲ σκώπτονται παρόντων τῶν ἐρωμένων εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δ´ οὐδέν. Ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, | παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. Διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεως αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν

« Δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός », « οὐδὲ σὺ τοίνυν » ἔφη « τοῦδ´ ἅπτῃ; »

δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον. »  »

Ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσιν, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον ᾖ τῶν λεγομένων ἐκείνοις· οἷον ἄν τις σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν ἢ τῆς γυναικὸς εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης ὑπὸ τοῦ Κύρου

« Τί δ´, ἄν σ´ ἡ γυνὴ σκευοφοροῦντ´ ἀκούσῃ; »

« ἀλλ´ οὐκ ἀκούσεται » εἶπεν, « ὄψεται δ´ αὐτὴ παροῦσα. »«   »

Ποιεῖ δ´ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· οἷον ἂν εἰς πενίαν λέγῃ πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα· δοκεῖ δ´ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων· εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. Τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις καὶ τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης πῶς ἐκ τῶν λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίνονται μώλωπες, ἐποίησεν ἀναστῆναι περίλυπον γενόμενον. Ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν, εἶθ´ ὑπολαβὼν εὐθύς « ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν » γέλωτ´ ἐποίησεν.

Κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν· οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ κρουμάτων καὶ ἁρμονιῶν

« Μὴ γένοιτό σοι » εἶπεν, « ὦ βασιλεῦ, κακῶς οὕτως, ἵν´ ἐμοῦ σὺ ταῦτ´ εἰδῇς βέλτιον· »

σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησεν. Διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα καὶ τὴν Ἀγάθωνος ἀπόλειψιν· Κρατῖνος δὲ τὴν Πυτίνην - - - ἐδίδαξεν. »

« Οὐχ ἥκιστα δὲ δεῖ προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρός τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γινόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. Ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δ´ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν, οὕτως μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν ἀφελῶς καὶ ἀπλάστως φυόμενον, ἂν δ´ ᾖ μὴ πρὸς λόγον ἀλλ´ ἔξωθεν, ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν·

οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς

« κακῶν γὰρ ἄρχεις τήνδε μοῦσαν εἰσάγων· »

καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον,

« εἰ φυσικὴ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία. »

Ἡ γὰρ ἀκαιρία καὶ τὸ μὴ πρὸς λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. Οὗτοι μὲν οὖν κατὰ Πλάτωνα κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως. »


ΠΡΟΒΛΗΜΑ Β.

Διὰ τί βρωτικώτεροι γίνονται περὶ τὸ μετόπωρον

Ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. Πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. Ἐγὼ δ´ ἀμυνόμενος ὑπὲρ αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον « Οὐ γὰρ ἅπαντες » εἶπεν, « ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον, ἔργῳ μαρτυρεῖν Ἀριστοτέλει· φησὶ γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν· ἐγὼ δ´ οὐ μνημονεύω. »

« Βέλτιον » εἶπεν ὁ Γλαυκίας· « αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες »

Ὡς οὖν ἀφῃρέθησαν αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. Ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ {τὸ} σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος.

Ἐγὼ δ´ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γινόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθεν, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος ἀνταποδίδωσιν. Οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλ´ ἐκ νέων καὶ προσφάτων γενόμενα καρπῶν, οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς ἀλλὰ καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια, τοῖς τε χυμοῖς διαφέρειν τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.


ΠΡΟΒΛΗΜΑ Γ.

Πότερον ἡ ἄρνις πρότερον ἢ τὸ ᾠὸν ἐγένετο.

Ἐξ ἐνυπνίου τινὸς ἀπε<ιχό>μην ᾠῶν πολὺν ἡδο... παρὰ τοῦτο ποιούμενος, ἐν ᾠῷ καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ

« ἶσόν τοι κυάμους ἔσθειν κεφαλάς τε τοκήων, »

ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. Ἐγίνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. Ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ· καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος ἐπιεικῶς. Ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἵλκετο πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. Καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τοῦ κόσμου τῆς γενέσεως ἀπηγόρευσεν· τοῦ δ´ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταβελάσαντος ὁ γαμβρὸς ἡμῶν Φίρμος « ἐμοὶ τοίνυν » ἔφη « χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους. Εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων καὶ ἀρχὰς ὑποτίθεσθαι, πρῶτον εἰκός ἐστιν τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς, ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. Καθόλου δ´ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δ´ ᾠὸν σπέρματος μὲν πλέον ζῴου δὲ μικρότερον· ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπή τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. Ἔτι δ´, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίνεσθαι λέγουσιν ἀρτηρίας καὶ φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου. Καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθ´ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν· ᾗ Πολύκλειτος ὁ πλάστης εἶπεν χαλεπώτατον εἶναι τὸ ἔργον, ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται· διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά, μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων ὕστερον ἐνδημιουργεῖσθαι τὸ ζῷον. Ὡς δὲ κάμπη γίνεται τὸ πρῶτον, εἶτ´ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖς´ ἕτερον πτερωθὲν δι´ αὑτῆς τὴν καλουμένην ψυχὴν μεθίησιν, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. Ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ ἐξ οὗ μετέβαλε. Σκόπει δ´ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν· ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. Ἡ γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γινόμενα μητρὸς ὥς φησι Πλάτων καὶ τιθήνης· ὕλη δὲ πᾶν ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον. Τὸ δ´ ἐπὶ τούτοις » ἔφη γελάσας

« ἀείσω ξυνετοῖσι »

τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησιν. Καὶ τἄλλα μὲν « εὔστομα κείσθω » καθ´ Ἡρόδοτον, ἔστι γὰρ μυστικώτερα· ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως, ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβια, {καὶ} κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβον· ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται. »

Ταῦτα τοῦ Φίρμου διεξιόντος, ὁ Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. « ἔλαθες γάρ » εἶπεν, « ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας « ἐπὶ σεαυτὸν ἀνοίξας ». Ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν· καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον· οὐδὲ γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος ἐστὶ μὴ γεγονότος. Ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δ´ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγινομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν ἐκείνοις λαμβανόντων εἶθ´ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. Ἐνδεᾶ γάρ ἐστι τοῦ οἰκείου· διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. Καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως· ἐνδεὲς δ´ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδ´ ὄντος. Τὰ δ´ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην·

ὅθεν οὐδ´ ἱστόρηται γηγενὲς ᾠόν, ἀλλὰ καὶ τὸ Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι. Ζῷα δ´ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δ´ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης· ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐπὶ τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησεν καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. Ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα ποιεῖ γόνιμον, ᾧ καθ´ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. Καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθ´ ἕτερον τρόπον ἤδη καὶ δι´ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις.

Καθόλου δ´ ὅμοιόν ἐστι τῷ λέγειν « πρὸ τῆς γυναικὸς ἡ μήτρα γέγονεν »· ὡς γὰρ ἡ μήτρα πρὸς τὸν ἄνθρωπον, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον· ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. Καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δ´ ἐνέργειαι ταῖς δυνάμεσιν τὰ δ´ ἀποτελέσματα ταῖς ἐνεργείαις· ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν· ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. Σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδ´ ᾠὸν οὐδὲ σπέρμα· καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἔοικεν ἐπιγενέσθαι· καὶ οὐχ οἷόν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν.

Οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δ´ ᾠὸν οὔτ´ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον, οὔθ´ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. Ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δ´ εἶναι ζῳογονίας ὑφ´ ἧς πρῶτον ἡ ὕλη μετέβαλε δυνάμεως, κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον· τὸ δ´ ᾠὸν ἐπιγέννημ´ εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν. Οὐ γὰρ ὦπται συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλ´ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν· ζῷα δὲ καθ´ αὑτὰ μυρία συνίσταται. Καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτ´ ᾠὸν ἔγχελυν ἔχουσαν, ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. Δεῖ οὖν ὕστερον ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν, ᾧ δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. Περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος· ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας καὶ σπάργανα παρασκευάζουσιν αἱ γυναῖκες· ἀλλ´ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. « οὐ γὰρ γῆ » φησὶν ὁ Πλάτων « γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται » καὶ τῶν ἄλλων θηλέων ἕκαστον. Διὸ πρώτην γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεῆ γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην, ἃ νῦν ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται δι´ ἀσθένειαν. »


ΠΡΟΒΛΗΜΑ Δ.

Εἰ πρεσβύτατον ἡ πάλη τῶν ἀγωνισμάτων

Σωσικλέα τὸν Κορωνῆθεν, Πυθίοις νενικηκότα ποιητάς, εἱστιῶμεν τὰ ἐπινίκια. Τοῦ δὲ γυμνικοῦ ἀγῶνος ἐγγὺς ὄντος, ὁ πλεῖστος ἦν λόγος περὶ τῶν παλαιστῶν· πολλοὶ γὰρ ἐτύγχανον ἀφιγμένοι καὶ ἔνδοξοι. Παρὼν οὖν Λυσίμαχος, εἷς τῶν Ἀμφικτυόνων ἐπιμελητής, ἔναγχος ἔφη γραμματικοῦ τινος ἀκοῦσαι τὴν πάλην ἀρχαιότατον ἀθλημάτων πάντων ἀποφαίνοντος, ὡς καὶ τοὔνομα μαρτυρεῖν· ἐπιεικῶς γὰρ ἀπολαύειν τὰ νεώτερα πράγματα κειμένων ἐν τοῖς παλαιοτέροις ὀνομάτων· ὥς που καὶ τὸν αὐλὸν « ἡρμόσθαι » λέγουσιν καὶ « κρούματα » τὰ αὐλήματα καλοῦσιν, ἀπὸ τῆς λύρας λαμβάνοντες τὰς προσηγορίας. Τὸν οὖν τόπον, ἐν ᾧ γυμνάζονται πάντες οἱ ἀθληταί, παλαίστραν καλοῦσι, τῆς πάλης {τοὔνομα} κτησαμένης τὸ πρῶτον, εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν.

Τοῦτ´ ἔφην ἐγὼ τὸ μαρτύριον οὐκ ἰσχυρὸν εἶναι· κεκλῆσθαι γὰρ ἀπὸ τῆς πάλης τὴν παλαίστραν οὐχ ὅτι πρεσβύτατόν ἐστι τῶν ἄλλων, ἀλλ´ ὅτι μόνον τῶν τῆς ἀγωνίας εἰδῶν πηλοῦ καὶ κονίστρας καὶ κηρώματος τυγχάνει δεόμενον· οὔτε γὰρ δρόμον οὔτε πυγμὴν ἐν παλαίστραις διαπονοῦσιν, ἀλλὰ πάλην καὶ παγκρατίου τὸ περὶ τὰς κυλίσεις· ὅτι γὰρ μέμικται τὸ παγκράτιον ἔκ τε πυγμῆς καὶ πάλης, δῆλόν ἐστιν. « ἄλλως δὲ πῶς » ἔφην « λόγον ἔχει τεχνικώτατον καὶ πανουργότατον τῶν ἀθλημάτων τὴν πάλην οὖσαν ἅμα καὶ πρεσβύτατον εἶναι; τὸ γὰρ ἁπλοῦν καὶ ἄτεχνον καὶ βίᾳ μᾶλλον ἢ μεθόδῳ περαινόμενον αἱ χρεῖαι πρῶτον ἐκφέρουσιν. »

Ἐμοῦ δὲ ταῦτ´ εἰπόντος, ὁ Σωσικλῆς « ὀρθῶς » ἔφη « λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος· ἡ γὰρ πάλη μοι δοκεῖ τῷ παλεύειν, ὅπερ ἐστὶ δολοῦν καὶ καταβάλλειν δι´ ἀπάτης, κεκλῆσθαι. » καὶ ὁ Φιλῖνος « ἐμοὶ δ´ » εἶπεν « ἀπὸ τῆς παλαιστῆς· τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ· διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τὸ ἔργον. Οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι « παλῦναι » λεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος. Σκόπει δ´ ἔτι » εἶπεν « μὴ τοῖς μὲν δρομεῦσιν ἔργον ἐστὶν ὅτι πλεῖστον ἀπολιπεῖν καὶ πορρωτάτω διαστῆναι, τοὺς δὲ πύκτας οὐδὲ πάνυ βουλομένους ἐῶσιν οἱ βραβευταὶ συμπλέκεσθαι· μόνους δὲ τοὺς παλαιστὰς ὁρῶμεν ἀλλήλους ἀγκαλιζομένους καὶ περιλαμβάνοντας· καὶ τὰ πλεῖστα τῶν ἀγωνισμάτων, ἐμβολαί, παρεμβολαί, συστάσεις, παραθέσεις, συνάγουσιν αὐτοὺς καὶ ἀναμιγνύουσιν ἀλλήλοις. Διὸ τῷ πλησιάζειν μάλιστα καὶ γίνεσθαι πέλας οὐκ ἄδηλόν ἐστι τὴν πάλην ὠνομάσθαι. »


ΠΡΟΒΛΗΜΑ Ε.

Διὰ τί τῶν ἀθλημάτων Ὅμηρος πρῶτον ἀεὶ τάττει τὴν πυγμὴν εἶτα τὴν πάλην καὶ τελευταῖον τὸν δρόμον.

Ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις ὁ Λυσίμαχος ἔφη

« Ποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον; ἢ τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν; ... « ἐνταῦθα δὲ παρ´ ἡμῖν καθ´ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν, ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως: καὶ παγκρατιαστάς· ἐκεῖ δ´, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσιν. Σκόπει δὲ μὴ μᾶλλον » ἔφη « τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσιν· πρῶτον γὰρ ἀεὶ πυγμὴ παρ´ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον ὁ δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται. » Θαυμάσας οὖν Μενεκράτης ὁ Θεσσαλός « ὦ Ἡράκλεις » εἶπεν, « ὅσα λανθάνει ἡμᾶς· εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. »

Καὶ ὁ Τίμων « ἀλλ´ ὅτι μέν » εἶπεν « αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστιν· διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκεν

« Δίδωμι δέ σοι τόδ´ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις, οὐδέ τ´ ἀκοντιστὺν ἐνδύσεαι οὐδὲ πόδεσσι θεύσεαι· »

τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς ὅτι

« Πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, Ἴφικλον δὲ πόδεσσι παρέδραμον· »

αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον

« Ἤ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, »

τὸν δ´ Ἀλκίνουν ὑποτιμώμενον

« Οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ἀλλὰ ποσὶ κραιπνοῖς θέομεν· »

ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτ´ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν· ἐδρᾶτο δ´ οὕτως τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων. »

Παυσαμένου δὲ τοῦ ἀδελφοῦ, τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δ´ αἰτίαν τῆς τάξεως οὐκ ἐπῄνουν. Ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέναι τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. Ἔφην δ´ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ {τὸ} τῆς ἁμίλλης· καὶ τὸ τοῖς νικηφόροις εἰσελαύνουσιν τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν τοιαύτην ἔχει διάνοιαν, ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. Ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν.

« Εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν » ἔφην « ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι· διὸ καὶ παρ´ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεται

« Βριθὺς ὁπλιτοπάλας »

καὶ Σοφοκλῆς εἴρηκέ που περὶ τῶν Τρώων ὡς

« Φίλιπποι καὶ κερουλκοί, σὺν σάκει » δὲ « κωδωνοκρότῳ παλαισταί· »

καὶ μὴν ἐπὶ πᾶσί γε τὸ τρίτον ἐστὶν νικωμένους φεύγειν ἢ διώκειν νικῶντας. Εἰκότως οὖν ἡ πυγμὴ προεισῆγε, δευτέραν δ´ εἶχεν ἡ πάλη τάξιν, καὶ τελευταίαν ὁ δρόμος· ὅτι πυγμὴ μέν ἐστι μίμημα πληγῆς καὶ φυλακῆς, πάλη δὲ συμπλοκῆς καὶ ὠθισμοῦ, δρόμῳ δὲ μελετῶσι φεύγειν καὶ διώκειν. »


ΠΡΟΒΛΗΜΑ ΣΤ.

Διὰ τί πεύκη καὶ πίτυς καὶ τὰ ὅμοια τούτοις οὐκ ἐνοφθαλμίζεται.

Σώκλαρος ἑστιῶν ἡμᾶς ἐν κήποις ὑπὸ τοῦ Κηφισοῦ ποταμοῦ περιρρεομένοις ἐπεδείκνυτο δένδρα παντοδαπῶς πεποικιλμένα τοῖς λεγομένοις ἐνοφθαλμισμοῖς· καὶ γὰρ ἐκ σχίνων ἐλαίας ἀναβλαστανούσας ἑωρῶμεν καὶ ῥοιὰς ἐκ μυρρίνης· ἦσαν δὲ καὶ δρύες ἀπίους ἀγαθὰς ἐκφέρουσαι καὶ πλάτανοι μηλεῶν δεδεγμέναι καὶ συκαῖ μορεῶν ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄρχι καρπογονίας. Οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα· Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, δι´ ἣν μόνα τῶν φυτῶν τὰ ἐλατώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν· οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι.

Ὑπολαβὼν δὲ Φίλων ἔφη « λόγος τις ἔστιν, ὦ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. Τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστ´ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. Τὰ δ´ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς οἴκοθεν ὥσπερ ἰχῶρας συνάγει· ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τὰ ἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τὸ ἔλαιον. »

Παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν· λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδ´ ἐμβίωσιν τοῖς ἐντιθεμένοις, ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν ὄντα μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον. » Αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. « Καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ δι´ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων· ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. Ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. Ἔτι δ´ » εἶπεν « οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον· τὴν δὲ χώραν δεῖ θήλειαν ἔχειν καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ... Ἐκλεγόμενοι παραπηγνύουσιν, ὥσπερ γυναιξὶν πολυγαλακτούσαις ἕτερα βρέφη προσβάλλοντες. Πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. Ὥσπερ γὰρ οἱ πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι (τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν ἐξ αὐτῆς περίττωμα σπερματικόν), οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστ´ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον. »


ΠΡΟΒΛΗΜΑ Ζ.

Περὶ τῆς ἐχενηίδος.

Χαιρημονιανὸς ὁ Τραλλιανὸς ἰχθυδίων ποτὲ παντοδαπῶν παρατεθέντων ἓν ἐπιδείξας ἡμῖν ὀξὺ τῷ κεφαλίῳ καὶ πρόμηκες ἔλεγε τούτῳ προσεοικέναι τὴν ἐχενηίδα· θεάσασθαι γὰρ πλέων ἐν τῷ Σικελικῷ καὶ θαυμάσαι τὴν δύναμιν, οὐκ ὀλίγην βραδυτῆτα καὶ διατριβὴν παρὰ τὸν πλοῦν ἀπεργασαμένης τῆς ἐχενηίδος, ἕως ὑπὸ τοῦ πρῳρέως ἑάλω προσεχομένη τῷ τοίχῳ τῆς νεὼς ἔξωθεν. Ἦσαν μὲν οὖν οἱ καταγελῶντες τοῦ Χαιρημονιανοῦ ὡς πλάσμα μυθῶδες παραδεδεγμένου καὶ ἄπιστον, ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες, καὶ ἄλλα πολλὰ παθόντων ἦν ἀκούειν, ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς, ἔχιδναν δὲ φηγοῦ κλωνίον ἐὰν προσαγάγῃς καὶ θίγῃς ἵστησιν· ἄγριος δὲ ταῦρος ἀτρεμεῖ καὶ πραΰνεται συκῇ προσδεθείς· τὸ δ´ ἤλεκτρον πάντα κινεῖ καὶ προσάγεται τὰ κοῦφα πλὴν ὠκίμου καὶ τῶν ἐλαίῳ βρεχομένων· ἡ δὲ σιδηρῖτις λίθος οὐκ ἄγει τὸν σίδηρον, ἂν σκόρδῳ χρισθῇ. Τούτων γὰρ ἐμφανῆ τὴν πεῖραν ἐχόντων, χαλεπὸν εἶναι τὴν αἰτίαν, εἰ μὴ καὶ παντελῶς ἀδύνατον, καταμαθεῖν.

Ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον ἢ τῆς αἰτίας ἀπόδοσιν. « Σκοπῶμεν δ´ » εἶπον « ὅτι πολλὰ συμπτώματος ἔχοντα φύσιν αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς· ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή, τοῦτο τὸ λεγόμενον,

« Ἤ τ´ ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται »,

ἢ τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον, ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους.

Ὥσπερ οὖν τούτων ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι δι´ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον· ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ἐπολισθάνουσαν ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν {καὶ} τὸ κῦμα ξύλῳ καθαρῷ διαιρούμενον καὶ ἀφιστάμενον εὐπετῶς· ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. Διὸ καὶ παραψήχουσι τοὺς τοίχους, τὰ βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλ´ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι. »


ΠΡΟΒΛΗΜΑ Η.

Διὰ τί τοὺς λυκοσπάδας ἵππους θυμοειδεῖς εἶναι λέγουσιν.

Ἵππους λυκοσπάδας οἱ μὲν ἀπὸ τῶν χαλινῶν τῶν λύκων ἔφασαν ὠνομάσθαι, διὰ τὸ θυμοειδὲς καὶ δυσκάθεκτον οὕτω σωφρονιζομένους· ὁ δὲ πατὴρ ἡμῶν ἥκιστα περὶ τὰς ἰσηγορίας αὐτοσχέδιος ὢν | καὶ κεχρημένος ἀεὶ κρατιστεύουσιν ἵπποις ἔλεγε τοὺς ὑπὸ λύκων ἐπιχειρηθέντας ἐν πώλοις, ἄνπερ ἐκφύγωσιν, ἀγαθοὺς μὲν ἀποβαίνειν καὶ ποδώκεις, καλεῖσθαι δὲ λυκοσπάδας. Ταῦτα δὲ πλειόνων αὐτῷ μαρτυρούντων ἀπορίαν αἰτίας παρεῖχεν, δι´ ἣν τὸ σύμπτωμα τοῦτο θυμικωτέρους καὶ γοργοτέρους ποιεῖ τοὺς ἵππους. Καὶ ὁ μὲν πλεῖστος ἦν λόγος τῶν παρόντων, ὅτι φόβον τὸ πάθος οὐ θυμὸν ἐνεργάζεται τοῖς ἵπποις, καὶ γινόμενοι ψοφοδεεῖς καὶ πρὸς ἅπαν εὐπτόητοι τὰς ὁρμὰς ὀξυρρόπους καὶ ταχείας ἴσχουσιν, ὥσπερ τὰ λινόπληκτα τῶν θηρίων. Ἐγὼ δὲ σκοπεῖν ἔφην χρῆναι, μὴ τοὐναντίον ἐστὶ τοῦ δοκοῦντος· οὐ γὰρ γίνεσθαι δρομικωτέρους τοὺς πώλους, ὅταν ἐκφύγωσι τὰς βλάβας τῶν θηρίων ἐπιχειρηθέντες, ἀλλ´ οὐκ ἂν ἐκφυγεῖν, εἰ μὴ φύσει θυμικοὶ καὶ ταχεῖς ἦσαν· οὐδὲ γὰρ τὸν Ὀδυσσέα γενέσθαι φρόνιμον ὑπεκδράντα τοῦ Κύκλωπος, ἀλλ´ ὅτι τοιοῦτος ἦν ὑπεκδρᾶναι.


ΠΡΟΒΛΗΜΑ Θ.

Διὰ τί τὰ λυκόβρωτα τῶν προβάτων τὸ κρέας μὲν γλυκύτερον τὸ δ´ ἔριον φθειροποιὸν ἴσχει.

Μετὰ τοῦτο περὶ τῶν λυκοβρώτων ἐζητεῖτο προβάτων, ἃ λέγεται τὸ μὲν κρέας γλυκύτατον παρέχειν τὸ δ´ ἔριον φθειροποιόν. Οὐ φαύλως οὖν ἐδόκει Πατροκλέας ὁ γαμβρὸς ἐπιχειρεῖν περὶ τῆς γλυκύτητος, ὡς τοῦ θηρίου τῷ δήγματι τὴν σάρκα τακερὰν ποιοῦντος· καὶ γὰρ εἶναι τὸ πνεῦμα τοῦ λύκου περίθερμον οὕτω καὶ πυρῶδες, ὥστε τὰ σκληρότατα τῶν ὀστῶν ἐν τῇ κοιλίᾳ τήκειν καὶ καθυγραίνειν· διὸ καὶ σήπεσθαι τὰ λυκόβρωτα τῶν ἄλλων τάχιον. Περὶ δὲ τῶν ἐρίων διηποροῦμεν, μήποτ´ οὐ γεννᾷ τοὺς φθεῖρας ἀλλ´ ἐκκαλεῖται, τραχύτητός τινος ἀμυκτικῆς ἢ θερμότητος ἰδιότητι διακρίνοντα τὴν σάρκα· ταύτην δὲ τοῖς ἐρίοις τὴν δύναμιν ἐγγίνεσθαι πρὸς τὸ τοῦ λύκου δῆγμα καὶ τὸ πνεῦμα μεταβάλλοντος ἄχρι τῶν τριχῶν τοῦ σφαττομένου.

Καὶ συνεβάλλετο τῷ λόγῳ πίστιν ἡ ἱστορία· τῶν γὰρ κυνηγῶν καὶ τῶν μαγείρων ἐπιστάμεθα τοὺς μὲν μιᾷ πληγῇ καταβάλλοντας, ὥστ´ ἀπνευστὶ τὰ πληγέντα κεῖσθαι, τοὺς δὲ πολλαῖς μόγις καὶ χαλεπῶς ἀναιροῦντας· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστι, τοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δ´ ἀποκτείνοντας μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γινόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλ´ ἐπὶ χρόνον διαμένουσαν. Ὅτι δ´ αἱ κατὰ τὰς σφαγὰς καὶ τοὺς θανάτους τῶν ζῴων μεταβολαὶ μέχρι δερμάτων καὶ τριχῶν καὶ ὀνύχων διατείνουσιν, ὑποδηλοῦν εἰωθότα λέγειν καὶ Ὅμηρος ἐπὶ τῶν δερμάτων καὶ τῶν ἱμάντων, ὅτι φησὶν

« ἱμὰς βοὸς ἶφι κταμένοιο· »

τῶν γὰρ μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων ἀλλ´ ὑπὸ σφαγῆς εὔτονον τὸ δέρμα καὶ στιφρὸν γίνεσθαι· τὰ δ´ ὑπὸ θηρίων δηχθέντα καὶ τοὺς ὄνυχας μελαίνεσθαι καὶ τριχορροεῖν καὶ τοῖς δέρμασι φλιδᾶν καὶ ῥακοῦσθαι.


ΠΡΟΒΛΗΜΑ Ι.

Πότερον οἱ παλαιοὶ βέλτιον ἐποίουν πρὸς μερίδας ἢ οἱ νῦν ἐκ κοινοῦ δειπνοῦντες.

Ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δ´ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας. « οὐ γὰρ τοῦ φαγεῖν » ὁ Ἁγίας ἔφη | « χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δ´ εἰς μερίδας αὕτη κρεωδαισία τὴν κοινωνίαν ἀναιροῦσα πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεωπωλικῆς τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. Καίτοι τίν´ ἔχει διαφορὰν {ἢ} κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν, ἐμπλησάμενον οἴνου, καὶ τράπεζαν ἰδίαν, ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις, ἢ τοῦθ´ ὅπερ νῦν γίνεται, κρέας προθέμενον καὶ ἄρτον ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆς ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν;

Ἀλλὰ καὶ τοῦτ´ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ ψαλτρίας τε τερπούσης καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτος ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν· οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτῳ μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶν τῷ δὲ μείζονος ἔλαττον. Ὥσπερ οὖν, ὦ ἑταῖρ´, ὁ κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον. Εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνον δ´ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι.

Τὰς δ´ Ὁμηρικὰς ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδ´ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσιπύους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένων. Τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν· ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων, ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρ´ αὐτοῖς πέπωκε· τὰ δὲ Πινδαρικὰ βελτίω δήπουθεν, ἐν οἷς

« Ἥρωες αἰδοίαν ἐμίγνυντ´ ἀμφὶ τράπεζαν θαμά »

τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. Ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδ´ ὄψου κοινωνεῖν δυναμένων. »

Ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ Λαμπρίαν παρωξύναμεν ἐπιθέσθαι. Ἔλεγεν οὖν οὐ ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων δυσκολαίνει, γαστέρα φορῶν τηλικαύτην· καὶ γὰρ αὐτὸς εἶναι τῶν ἀδηφαγίᾳ χαιρόντων· « ἐν γὰρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν » ὥς φησιν ὁ Δημόκριτος. « ἀλλὰ τοῦτ´ αὐτό » ἔφη « καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην ἡμῖν ἐπήγαγεν. ἰσότητος γάρ, ἣν

« Πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους »

ἡ Εὐριπίδειος γραῦς φησι « συνδεῖν », οὐδὲν {οὖν} οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται, φύσει κοὐ νόμῳ καὶ ἀναγκαίαν οὐ καινὴν οὐδ´ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν· τῷ πλέονα δ´ ἐκ τῶν κοινῶν ἐσθίοντι « πολέμιον καθίσταται » τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον, ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους.

Οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλ´ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατ´ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. Ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδ´ ἀνελεύθερον· ἀλλὰ καὶ τὰ δεῖπνα « δαῖτας » ἐκάλουν καὶ τοὺς ἑστιωμένους « δαιτυμόνας », « δαιτροὺς » δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. Λακεδαιμόνιοι δὲ κρεωδαίτας εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπ´ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεωδαίτην ἀποδειχθῆναι.

Τότ´ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτ´ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις· οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλ´ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. Τεκμήριον δὲ τοῦ λόγου τὸ καὶ νῦν ἔτι τὰς θυσίας καὶ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης· ὥσθ´ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. « ἀλλ´ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν »· ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν· οὐ γὰρ οἰκείου κτῆσις ἀλλ´ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν.

Ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῖν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας, ἀλλὰ κἂν ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ κομίζων, « κοινὰ τὰ φίλων, » ἵν´ « ὁμοῦ πάντα χρήματα » γίνηται κατὰ τὸν Ἀναξαγόραν. Εἰ δ´ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες καὶ « τὸν τῆς τύχης παῖδα κλῆρον » ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλ´ ὅπως ἔτυχεν ἄλλως ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει. »