Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/460

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
460
ΙΣΤΟΡΙΑ
Ὄρος Β′.

Ὁ πρόεδρος ἀναγορευόμενας ὀφείλει ἐπιστέλλειν τὰ ἀναγκαῖα συνοδικὰ καὶ κοινωνικὰ γράμματα πρός τε τὸν οἰκουμενικὸν καὶ πρὸς τοὺς λοιποὺς πατριάρχας, καθὼς καὶ οὗτοι ἀναγορευόμενοι τὸ αὐτὸ ποιήσουσιν.

Ὄρος Γ′.

Ἡ Ἱερὰ Σύνοδος τῆς ἐκκλησίας τῆς Ἑλλάδος ἐκδίδωσι τὰς πρὸς χειροτονίαν ἀρχιερέων ἀπαιτουμένας κανονικὰς ἐκδόσεις.

Ὄρος Δ′.

Ἅπαντες οἱ ἐν Ἑλλάδι μητροπολῖται καὶ ἀρχιεπίσκοποι, ἐν ταῖς ἰδίαις παροικίαις ἱερουργοῦντες, μνημονεύουσι τῆς ἱερᾶς Συνόδου· ὁ δὲ πρόεδρος αὐτῆς ἱερουργῶν μνημονεύει Πάσης ἐπισκοπῆς ὀρθοδόξων· ἐν δὲ τοῖς ἱεροῖς διπτύχοις μνημονεύονται ὅ,τε οἰκουμενικὸς πατριάρχης, καὶ οἱ λοιποὶ τρεῖς κατὰ τάξιν, καθὼς καὶ πᾶσα ἐπισκοπὴ ὀρθοδόξων.

Ὄρος Ε′.

Ὁσάκις ἡ ἐν Ἑλλάδι ἐκκλησία χρήζει ἁγίου Μύρου, ἡ ἱερὰ Σύνοδος τῆς ἐκκλησίας τῆς Ἑλλάδος ζητήσει τοῦτο παρὰ τῆς ἐν Κωνσταντινουπόλει ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.

Ὄρος ΣT′.

Τὰ πρὸς τὴν ἐσωτερικὴν ἐκκλησιαστικὴν διοίκησιν ἀφορῶντα, οἵα, φέρ’ εἰπεῖν, τὰ περὶ ἐκλογῆς καὶ χειροτονίας ἀρχιερέων, περὶ ἀριθμοῦ αὐτῶν καὶ ὀνομασίας τῶν θρόνων αὐτῶν, περὶ χειροτονίας ἱερέων καὶ ἱεροδιακόνων, περὶ γάμου καὶ διαζυγίου, περὶ διοικήσεως μοναστηρίων, περὶ εὐταξίας καὶ ἐκπαιδεύσεως τοῦ ἱεροῦ κλήρου, περὶ τοῦ κηρύγματος τοῦ θείου λόγου, περὶ ἀποδοκιμασίας ἀντιθρησκευτικῶν βιβλίων, ταῦτα πάντα καὶ τὰ τοιαῦτα κανονισθήσονται παρὰ τῆς ἱερᾶς Συνόδου τῆς ἐκκλησίας τῆς Ἑλλάδος διὰ συνοδικῆς πράξεως, μὴ ἀντιβαινούσης τὸ παράπαν τοῖς ἱεροῖς κανόσι τῶν ἁγίων καὶ ἱερῶν συνόδων, καὶ τοῖς πατροπαραδότοις ἐθίμοις καὶ ταῖς διατυπώσεσι τῆς ὀρθοδόξου Ἀνατολικῆς Ἐκκλησίας.