Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/461

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
461
ΟΘΩΝΟΣ
Ὄρος Ζ′.

Ἐν τοῖς συμπίπτουσι ἐκκλησιαστικοῖς πράγμασιν, ἅτινα δέονται συσκέψεως καὶ συμπράξεως πρὸς κρείττονα οἰκονομίαν καὶ στηριγμὸν τῆς ὀρθοδόξου ἐκκλησίας, ἡ μὲν ἐν Ἑλλάδι ἱερὰ Σύνοδος ἀναφέρεται πρὸς τὸν Οἰκουμενικὸν Πατριάρχην καὶ τὴν περὶ αὐτὸν ἱερὰν Σύνοδον· ὁ δὲ οἰκουμενικὸς πατριάρχης μετὰ τῆς περὶ αὐτὸν ἁγίας καὶ ἱερᾶς συνόδου παρέχει προθύμως τὴν ἑαυτοῦ σύμπραξιν, ἀνακοινῶν τὸ δέοντα πρὸς τὴν ἐν Ἑλλάδι ἱερὰν Σύνοδον.

«Οὕτω τοίνυν τῶν ὅρων ἀναγνωσθέντων καὶ κυρωθέντων, ἡ ἁγία καὶ μεγάλη σύνοδος, ἵνα κατὰ τὴν ἔννοιαν τούτων συνταχθῇ ὥρισεν ἱερὸς συνοδικὸς Τόμος περὶ τῆς ἐν Ἑλλάδι ὀρθοδόξου ἐκκλησίας· ἐφ’ ᾧ καὶ διώρισεν αὖθις τοὺς προειρηµένους τρεῖς ἀρχιερεῖς, τὸν Κρήτης Χρύσανθον, τὸν πρῴην Μεσημβρίας Σαμουήλ, καὶ τὸν Σταυρουπόλεως Κωνσταντῖνον Τυπάλδον, ἵνα σχεδιάσωσι καὶ ὑποβάλωσι τὸν συνοδικὸν τοῦτον τόμον τῇ ἐγκρίσει καὶ παραδοχὴ τῆς ἁγίας καὶ μεγάλης συνόδου κατὰ τὴν ἑξῆς τρίτην συνέλευσιν.

«Τούτων δὲ οὕτω κατ’ εὐχὴν ψηφισθέντων καὶ ἀποφασισθέντων ἅπαντες οἱ τὴν ἁγίαν καὶ μεγάλην συγκροτοῦντες σύνοδον πλήρης πνευματικῆς χαρᾶς καὶ ἀγαλλιάσεως, δόξαν ἀνέπεμψαν τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ διεξαγαγόντι αἰσίως τε καὶ θεοφιλῶς τὴν περὶ τῆς ἐν Ἑλλάδι ὀρθοδόξου ἐκκλησίας ἱερὰν ταύτην διάσκεψιν· καὶ οὕτω διελύθη ἡ συνέλευσις, ἀναβληθεῖσα ἐπὶ τὴν εἰκοστὴν τετάρτην τοῦ αὐτοῦ μηνὸς Ἰουνίου.»

«Τὴν κδ′ Ἰουνίου συνῆλθεν αὖθις ἡ ἁγία καὶ μεγάλη σύνοδος ἐν τῷ μεγάλῳ συνοδικῷ τοῦ Πατριαρχείου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν πρώτοις ἀνεγνώσθησαν τὰ πρακτικὰ τῆς προλαβούσης συνελεύσεως, ἅτινα ἐγκριθέντα ὑπεγράφησαν παρὰ πάσης τῆς ἁγίας συνόδου. Μετὰ δὲ ταῦτα ὁ πανιερώτατος Μητροπολίτης Σταυρουπόλεως Κωνσταντῖνος Τυπάλδος ἀνέγνω τὸν σχεδιασθέντα συνοδικὸν Τόμον περὶ τῆς ἐν Ἑλλάδι ὀρθοδόξου ἐκκλησίας, ὑποβάλλων αὐτὸν τῇ κρίσει καὶ τῇ παραδοχῇ τῆς ἁγίας συνόδου· ἢ καὶ ἀκούσασα αὐτόν, καὶ μετὰ