Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/35

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

αἴ κ’ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ 745
χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.»
Ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων,
αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 750
«Πουλυδάμα, σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο·
αἶψα δ’ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.»
Ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικώς,
κεκλήγων, διὰ δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων. 755
οἳ δ’ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
πάντες ἐπεσσεύοντ’, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ’ Ἑλένοιο ἄνακτος
Ἀσιάδην τ’ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱόν,
φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. 760
τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους·
ἀλλ’ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
οἳ δ’ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσης 765
δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο,
θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
ἀγχοῦ δ’ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
«Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά,
ποῦ τοι Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος 770
Ἀσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος Ὑρτάκου υἱός;
ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ’ ἄκρης
Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.»