Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/167

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
19. ΙΛΙΑΔΟΣ T

Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, 135
οὐ δυνάμην λελαθέσθ’ Ἄτης, ᾗ πρῶτον ἀάσθην.
ἀλλ’ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ’ ἀπερείσι’ ἄποινα·
ἀλλ’ ὄρσευ πολέμονδε, καὶ ἄλλους ὄρνυθι λαούς.
δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχέμεν, ὅσσά τοι ἐλθὼν 140
χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
εἰ δ’ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
οἴσουσ’, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 145
«Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
δῶρα μὲν αἴ κ’ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
ἤ τ’ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
αἶψα μάλ’· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόντας
οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· 150
ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«μὴ δ’ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ, 155
νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
φύλοπις, εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς 160
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.