Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/166

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
19. ΙΛΙΑΔΟΣ T

ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
τῶν ἀνδρῶν γενεῆς οἵ θ’ αἵματος ἐξ ἐμεῦ εἰσί.” 105
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
“ψευστήσεις, οὐδ’ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον, Ὀλύμπιε καρτερὸν ὅρκον,
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν,
ὅς κεν ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς 110
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.”
ὣς ἔφατο· Ζεὺς δ’ οὔ τι δολοφροσύνην ἐνόησεν,
ἀλλ’ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
καρπαλίμως δ’ ἵκετ’ Ἄργος Ἀχαιικόν, ἔνθ’ ἄρα ᾔδη 115
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
ἡ δ’ ἐκύει φίλον υἱόν, ὁ δ’ ἕβδομος ἑστήκει μείς·
ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον, σχέθε δ’ Εἰλειθυίας.
αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· 120
“Ζεῦ πάτερ ἀργικέραυνε, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
ἤδη ἀνὴρ γέγον’ ἐσθλός ὃς Ἀργείοισιν ἀνάξει,
Εὐρυσθεύς, Σθενέλοιο πάϊς Περσηϊάδαο,
σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.”
ὣς φάτο, τὸν δ’ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· 125
αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
μή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
ὣς εἰπὼν ἔῤῥιψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος 130
χειρὶ περιστρέψας· τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων.
τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτο
ἔργον ἀεικὲς ἔχοντα ὑπ’ Εὐρυσθῆος ἀέθλων.
ὣς καὶ ἐγών, ὅτε δ’ αὖτε μέγας κορυθαίολος Ἕκτωρ