Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/153

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

οἱ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ’ οὔ πω
δαιδάλεα προσέκειτο· τά ῥ’ ἤρτυε, κόπτε δὲ δεσμούς.
ὄφρ’ ὅ γε ταῦτ’ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, 380
τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
«τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ 385
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
ἀλλ’ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.»
Ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· 390
κέκλετο δ’ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
«Ἥφαιστε, πρόμολ’ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.»
τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
«ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
ἥ μ’ ἐσάωσ’, ὅτε μ’ ἄλγος ἀφίκετο τῆλε πεσόντα 395
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ’ ἐθέλησε
κρύψαι χωλὸν ἐόντα· τότ’ ἂν πάθον ἄλγεα θυμῷ,
εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο κόλπῳ,
Εὐρυνόμη, θυγάτηρ ἀψοῤῥόου Ὠκεανοῖο.
τῇσι παρ’ εἰνάετες χάλκευον δαίδαλα πολλά, 400
πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους
ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ’ ἐσάωσαν. 405
ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ