Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/154

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
ὄφρ’ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.»
Ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη 410
χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
φύσας μέν ῥ’ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα
λάρνακ’ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·
σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπομόργνυ
αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, 415
δῦ δὲ χιτῶν’, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
χωλεύων· ὑπὸ δ’ ἀμφίπολοι ῥώοντο ἄνακτι
χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. 420
αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὁ ἔῤῥων
πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
«τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. 425
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
«Ἥφαιστ’, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ’ ἐν Ὀλύμπῳ,
τοσσάδ’ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρά, 430
ὅσσ’ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν;
ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,
Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
πολλὰ μάλ’ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ
κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν, 435
υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε,
ἔξοχον ἡρώων· ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος·