Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/144

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
νῦν δ’ εἶμ’, ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω,
Ἕκτορα· κῆρα δ’ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ 115
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι.
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, 120
κείσομ’ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
δάκρυ’ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· 125
μὴ δέ μ’ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
«ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτυμον οὐ κακόν ἐστι,
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται, 130
χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος,
πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· 135
ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντι
τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος.»
Ὣς ἄρα φωνήσασα πάλιν τράπεθ’ υἷος ἑοῖο,
καὶ στρεφθεῖσ’ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
«ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον, 140
ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρός,
καί οἱ πάντ’ ἀγορεύσατ’· ἐγὼ δ’ ἐς μακρὸν Ὄλυμπον
εἶμι παρ’ Ἥφαιστον κλυτοτέχνην, αἴ κ’ ἐθέλῃσιν