Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/145

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.»
Ὣς ἔφαθ’, αἱ δ’ ὑπὸ κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν· 145
ἡ δ’ αὖτ’ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
ἤϊεν, ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι.
Τὴν μὲν ἄρ’ Οὔλυμπόνδε πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
θεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. 150
οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
ἐκ βελέων ἐρύσαντο νέκυν, θεράποντ’ Ἀχιλῆος·
αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
Ἕκτωρ τε Πριάμοιο πάϊς, φλογὶ εἴκελος ἀλκήν.
τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ 155
ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
τρὶς δὲ δύ’ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν,
νεκροῦ ἀπεστυφέλιξαν· ὁ δ’ ἔμπεδον ἀλκὶ πεποιθὼς
ἄλλοτ’ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ’ αὖτε
στάσκε μέγα ἰάχων· ὀπίσω δ’ οὐ χάζετο πάμπαν. 160
ὡς δ’ ἀπὸ σώματος οὔ τι λέοντ’ αἴθωνα δύνανται
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 165
εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι,
κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
«ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν· 170
Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ