Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/555

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

στάδιοι εἴκοσι καὶ ἑκατόν. Ἐνθένδε εἰς Βίζον χῶρον ἔρημον στάδιοι ἑξήκοντα. Ἀπὸ δὲ Βίζου εἰς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα. Ἐνθένδε εἰς Ὀδησσὸν διακόσιοι· ὅρμος ναυσίν.

36. Ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ εἰς τὸν Πόντον καθήκουσι, στάδιοι τριακόσιοι ἑξήκοντα· καὶ δεῦρο ὅρμος ναυσίν. Ἐκ δὲ τοῦ Αἵμου εἰς Μεσημβρίαν πόλιν ἐνενήκοντα· ὅρμος ναυσίν. Καὶ ἐκ Μεσημβρίας εἰς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου εἰς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν. Αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες εἰσίν, ᾠκισμέναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι εἰς τὸν Πόντον. Ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα· ὅρμος ναυσί. Καὶ ἐκ Χερρονήσου ἐς