Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/551

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀπὸ Κερκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ τοῦτον, ἄλλοι ἑπτακόσιοι.

31. Ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι· ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. Καὶ ἔνθεν εἰς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι. Ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι· καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα καὶ ἑκατόν. Κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ὄνομα Ὀλβία πεπόλισται. Ἀπὸ δὲ Βορυσθένους ἐπὶ νῆσον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα· καὶ ἔνθεν