Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/552

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἰς Ὀδησσὸν ὀγδοήκοντα· ἐν Ὀδησσῷ ὅρμος ναυσίν. Ἀπὸ δὲ Ὀδησσοῦ ἔχεται Ἰστριανῶν λιμήν· στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ διακόσιοι. Ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν· στάδιοι ἐς αὐτὸν πεντήκοντα. Καὶ ἔνθεν εἰς τὸ Ψιλὸν οὕτω καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι· τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.

32. Κατὰ τοῦτο μάλιστα τὸ στόμα, ἐπ' εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκίᾳ ὡς τὸ πέλαγος, νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλ-